Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κέχρηται [218]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κέχρηται


000-00-00 Serial Number=0363178670
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00156]  ἀλλ' ὅμως καὶ οὕτω σφοδρὰν τῶν ἁμαρτημάτων ἀπαιτούντων τὴν τιμωρίαν ἔλαττον πολλῷ τῆς ἀξίας κέχρηται τῷ πεπλημμεληκότι, καὶ φλεγμαίνουσαν αὐτοῦ καταστέλλειν πειρᾶται τὴν ψυχήν.
000-00-00 Serial Number=0056868434
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00195]  [4.8] ∆ιά τοι τοῦτο καὶ παχυτέρᾳ κέχρηται τῇ λέξει.
000-00-00 Serial Number=0770171702
Adversus Judaeos Ante [Go Back]  
 [00566]  Εἶτα ὁ μὲν Θεὸς τοσαύτῃ τιμῇ κέχρηται πρὸς ἡμᾶς, ἡμεῖς δὲ οὐδὲ τῶν ἴσων αὐτὸν ἀξιώσομεν, ἀλλ' ὑβριζόμενον αὐτὸν παρὰ τῶν ἡμετέρων περιοψόμεθα γυναικῶν, καὶ ταῦτα εἰδότες, ὅτι μεγίστη κόλασις ἡμῖν ἀποκείσεται καὶ τιμωρία, ὅταν τῆς τῶν γυναικῶν ὑπερορῶμεν σωτηρίας;
 [01004]  οὐχὶ καὶ ἡ Γραφὴ τούτῳ κέχρηται πρὸς αὐτοὺς τῷ τρόπῳ;
000-00-00 Serial Number=0684644222
Commentarius in Job Ante [Go Back]  
 [01030]  «ὁ θεὸς αὐτοὺς ἔλαβε καὶ ἀπώλεσεν», ἀλλὰ μέσῳ κέχρηται ὀνόματι.
 [03501]  [30,14a] βέλεσιν αὐτοῦ κατηκόντισέ με, [14b] κέχρηται δέ μοι, ὡς ἐβούλετο·
000-00-00 Serial Number=0465579689
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00334]  οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ' ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος.
000-00-00 Serial Number=0487214208
De Anna i Ante [Go Back]  
 [00886]  Καὶ γὰρ συνεχῶς ταύτῃ κέχρηται τῇ λέξει ἡ Γραφὴ, ὡς ὅταν λέγῃ·
000-00-00 Serial Number=0516487896
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00026]  [7] Τοσαύτῃ πρὸς τὸ ἡμέτερον ἀεὶ φιλανθρωπίᾳ κέχρηται γένος, καὶ ὧν οἱ δαίμονες τοὺς ἑαυτῶν φίλους εἰργάσαντο κακῶν μείζονα ὁ Θεὸς τοὺς ἐχθροὺς ἐποίησεν ἀγαθά.
000-00-00 Serial Number=0583635092
De Lazaro Ante [Go Back]  
 [01594]  Οὐ γὰρ ἁπλῶς, οὐδὲ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζων.
000-00-00 Serial Number=0604788721
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00064]  ἀντιτείνων δὲ αὐτῷ, καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος, ἐλέῳ κέχρηται καὶ φιλανθρωπίᾳ·
000-00-00 Serial Number=0811042190
De cruce et latrone ii Ante [Go Back]  
 [00320]  ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα εἰδῆτε Θεοῦ φιλανθρωπίαν ὑπερβάλλουσαν, καὶ πῶς αὐτῇ τῇ ἀνοίᾳ αὐτῶν ἀφορμῇ κέχρηται εἰς συγγνώμην ὁ Χριστός.
000-00-00 Serial Number=0570638716
De fato et providentia Ante [Go Back]  
 [00611]  εἰ ἐν τῇ Παλαιᾷ τοῦτο ἀπηγόρευται μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ πολλῇ κέχρηται κατὰ τῶν τρυφώντων καταφορᾷ ὁ προφήτης·
000-00-00 Serial Number=0594278336
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00553]  ∆ιὰ τοῦτο καὶ Παῦλος ἐφ' ἑαυτῷ μὲν οὐδέποτε τῷ πράγματι κέχρηται, ἐπὶ δὲ τοῖς ἠδικημένοις μόνον.
000-00-00 Serial Number=0303571880
De incomprehensibili dei natura Ante [Go Back]  
 [01155]  ∆ιὰ τοῦτο καὶ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ ἀδιαφόρως ταύταις κέχρηται ταῖς προσηγορίαις ἡ Γραφή.
000-00-00 Serial Number=0772554040
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00698]  [5.8] Καὶ τί θαυμαστόν, εἰ ἄνθρωποι ταῦτα ποιοῦσιν, ὅπου ὁ Θεός, ὁ πάντα δυνάμενος, τούτῳ κέχρηται τῆς ἰατρείας τῷ νόμῳ, καὶ οὐ πάντοτε ἡμῖν ἐξ εὐθείας ὁμιλεῖ;
 [00750]  [5.12] Ἵν' οὖν μὴ καὶ ἐνταῦθα τοῦτο γένηται, ὅρα πόσῃ κέχρηται τῇ προδιορθώσει μέλλων καυχᾶσθαι, οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ πολλάκις ἀναδυόμενος.
000-00-00 Serial Number=0762519181
De libello repudii Ante [Go Back]  
 [00026]  Καὶ ὅρα πῶς μετὰ ἀκριβείας καὶ αὐτῇ τῶν λέξεων τῇ φύσει κέχρηται.
000-00-00 Serial Number=0039388895
De mutatione nominum Ante [Go Back]  
 [00128]  Εἰ γὰρ Ἰωάννης, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὁ ἐπὶ τὸ στῆθος ἐκεῖνο τὸ ἅγιον κατακλιθῆναι καταξιωθεὶς, ὁ τὰς πηγὰς ἐκεῖθεν ἀρυσάμενος τοῦ Πνεύματος, οὗτος οὐκ ἐτόλμησε τοῦτο εἰπεῖν, ἀλλὰ τοσαύτῃ κέχρηται ἀσφαλείᾳ, ὡς εἰπεῖν, ὅτι Εἰ ἐγράφετο καθ' ἓν πάντα ὅσα ἐποίησεν ὁ Χριστὸς, οὐδ' ἂν αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ γραφόμενα βιβλία·
 [00821]  ἀπολογουμένου μᾶλλόν ἐστιν, ἄκουσον πῶς καὶ ὁ Πατὴρ αὐτοῦ πρὸς τοὺς Ἰουδαίους τούτῳ κέχρηται τῷ ῥήματι.
 [01181]  Οὐδαμοῦ γὰρ αὐτὸ ταχέως ἐν ἑτέρᾳ ποιήσας Ἐπιστολῇ, ἐνταῦθα καὶ πολλῇ κέχρηται τῇ κατηγορίᾳ·
000-00-00 Serial Number=0155984342
De paenitentia [1] Ante [Go Back]  
 [00160]  Ἐπειδὴ γὰρ αὐτὸν κοινὸν ἐχθρὸν καὶ πολέμιον κατέστησεν ἅπασι καὶ τῆς ἀγέλης ἐξέβαλε καὶ τοῦ σώματος ἀπέκοψεν, ὅρα πόσῃ κέχρηται σπουδῇ, ὥστε κολλῆσαι καὶ συνάψαι πάλιν αὐτόν.
 [01686]  Πάντοτε μὲν ὁ θεῖος Ἀπόστολος θείᾳ καὶ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ μετὰ πολλῆς ἐπιστήμης τὸν εὐαγγελικὸν ὑφαίνει λόγον·
 [01688]  ἐξαιρέτως δὲ ταύτῃ κέχρηται τῇ ἐπιστήμῃ, ὅταν τὸν τῆς μετανοίας εἰσάγῃ λόγον τοῖς ἁμαρτάνουσι·
 [01693]  διὰ τοῦτο ὥσπερ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ ὡς ἐξ αὐτῶν τῶν οὐρανῶν φθεγγόμενος, οὕτω καὶ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν ἱλασμὸν ἐπαγγέλλεται.
000-00-00 Serial Number=0902084231
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00110]  Ταύτῃ δὲ κέχρηται τῇ λέξει, ἵνα μὴ δύο γεννητοὺς νομίσῃς θεοὺς, ἀλλ' ἵνα εἰδῇς καὶ τὴν ῥίζαν καὶ τὸν καρπόν·
000-00-00 Serial Number=0563625872
De precatione [1] Ante [Go Back]  
 [00182]  Τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ τοῦ ἡλίου τὸ φῶς, καὶ τῶν ἀστέρων, καὶ τῆς σελήνης, καὶ ἀέρων εὐκρασίαν, καὶ τροφὰς παντοίας, καὶ πλοῦτον, καὶ βίον, καὶ μυρία ἀγαθὰ πᾶσιν ἀνθρώποις ὁμοίως ὁ Θεὸς χαρίζεται, καὶ δικαίοις καὶ ἀσεβέσι, διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν, ᾗ κέχρηται πρὸς ἡμᾶς;
000-00-00 Serial Number=0316977024
De prophetiarum obscuritate Ante [Go Back]  
 [00839]  Ὅταν μὲν οὖν αὐτὸν ἑαυτοῦ κατηγορεῖν [56.189] δέῃ, ἀφειδῶς κέχρηται τῇ κατηγορίᾳ·
000-00-00 Serial Number=0530495346
De resurrectione mortuorum Ante [Go Back]  
 [00224]  Ὅρα πάλιν καὶ ἐνταῦθα πῶς ταῖς λέξεσιν κέχρηται κυρίως, δι' αὐτῶν τῶν ὀνομάτων τὴν δύναμιν ἐμφαίνων τῶν νοημάτων.
 [00237]  Καὶ ὅρα πῶς καὶ τῇ λέξει κυρίως κέχρηται.
000-00-00 Serial Number=0406725049
De sacerdotio Ante [Go Back]  
 [00604]  Καθάπερ γὰρ ἔν τινι νυκτομαχίᾳ σκοτωθεὶς ὁ τῆς ψυχῆς ὀφθαλμὸς οὐχ εὑρίσκει διακρῖναι τοὺς φίλους τῶν πολεμίων, οὐδὲ τοὺς ἀτίμους τῶν ἐντίμων, ἀλλὰ πᾶσιν ἐφεξῆς ἑνὶ κέχρηται τρόπῳ, κἂν λαβεῖν τι δέῃ κακόν, ἅπαντα εὐκόλως ὑπομένων ὑπὲρ τοῦ πληρῶσαι τὴν τῆς ψυχῆς ἡδονήν.
 [00726]  Τὸ γὰρ τῶν χηρῶν γένος καὶ διὰ τὴν πενίαν καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν φύσιν ἀμέτρῳ τινὶ κέχρηται παρρησίᾳ οὕτω γὰρ ἄμεινον εἰπεῖν καὶ βοῶσιν ἀκαίρως καὶ αἰτιῶνται μάτην καὶ ἀποδύρονται ὑπὲρ ὧν χάριν εἰδέναι ἐχρῆν καὶ κατηγοροῦσιν ὑπὲρ ὧν ἀποδέχεσθαι ἔδει.
000-00-00 Serial Number=0415181935
De sanctis martyribus [1] Ante [Go Back]  
 [00146]  Εἰ δὲ τοσαύτῃ περὶ τὰ ἀλλότρια ἁμαρτήματα προνοίᾳ κέχρηται Παῦλος, πόσῃ πρὸς τὴν τῶν οἰκείων διόρθωσιν ἡμᾶς προθυμίᾳ κεχρῆσθαι δεῖ;
000-00-00 Serial Number=0915873289
De virginitate Ante [Go Back]  
 [00115]  Τοῦτο γάρ ἐστι τὸ δεινὸν ὅτι πρὸς μὲν ἀνθρώπους ἐπιείκειαν ἐνδείκνυται πολλήν, πρὸς δὲ τὸν κτίσαντα αὐτὴν Θεὸν πολλῇ κέχρηται τῇ μανίᾳ, καὶ ἡ μηδὲ πρὸς ἄνδρα ἀντιβλέψαι ἀνεχομένη εἴ γέ τινές εἰσιν ἐν αὐταῖς τοιαῦται πρὸς τὸν τῶν ἀνθρώπων δεσπότην ἀναισχύντοις ὀφθαλμοῖς ὁρᾷ καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλεῖ.
 [00290]  Καὶ οὐδὲ οὕτως μετὰ σφοδρότητος κέχρηται τῇ παραινέσει καὶ ταῦτα τοσαύτην λαβὼν ἀφορμήν, ἀλλὰ καὶ ἄγαν ὑφειμένως κἀν τούτῳ μιμούμενος τὸν Χριστόν.
 [00623]  Τοῦτο καὶ ὁ Παῦλος αἰνιττόμενος ἀπάγει τῆς μίξεως καὶ τῇ λέξει σφόδρα καιρίως κέχρηται.
 [00764]  Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, περὶ τοῦ κηρύγματος ὑπὲρ οὗ μυρίους ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς;
 [01010]  Ἀλλ' ἐνταῦθα οὐδὲν τούτων φθέγγεται ἀλλὰ μετὰ πολλῆς φειδοῦς τοῖς ῥήμασι κέχρηται, ἀντὶ μὲν τοῦ συμβουλεύω «Γνώμην δίδωμι» λέγων, ἀντὶ δὲ τοῦ ὡς διδάσκαλος «Ὡς ἡλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.».
 [01198]  Τίνος οὖν ἕνεκεν τούτῳ τῆς παρακλήσεως κέχρηται τῷ τρόπῳ;
 [01815]  Ὁ γὰρ μηδὲν ἔχων ὡς πάντα κατέχων, οὗτος ἁπάντων καταφρονεῖ καὶ παρρησίᾳ κέχρηται πολλῇ καὶ πρὸς ἄρχοντας καὶ πρὸς δυνάστας καὶ πρὸς αὐτὸν τὸν τὸ διάδημα περικείμενον.
000-00-00 Serial Number=0523113191
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00147]  Εἰ γὰρ ἐν ταῖς τῶν μεγάλων οἰκίαις οἰκέτης ὁ τὰ αὑτοῦ, τοῦ δεσπότου ποιησάμενος, οὐ τὰ αὑτοῦ, τοῦ δεσπότου πεποίηκεν, ἀλλὰ τὰ τοῦ δεσπότου, ἑαυτοῦ, καὶ ὁμοίως αὐτῷ τοῖς ἐκείνου κέχρηται, καὶ πολλοὶ τῶν οἰκετῶν μᾶλλον αὐτὸν δεδοίκασιν ἢ ἐκεῖνον·
 [02442]  Ὁ γὰρ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν, μήτε τράπεζαν, μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων, ἅπερ ἂν θέλῃ λήψεται, καὶ οὕτω τὰ πάντων ὁ μηδὲν ἔχων κατέχει.
 [02784]  ἀντιτείνων δὲ καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος τῇ ἐκείνου, ἐλέῳ κέχρηται ταὶ φιλανθρωπίᾳ.
 [08610]  Πρὶν ἢ γνῶναι τὸ παιδίον, καὶ ἐπεξηγήσει κέχρηται πάλιν λέγων, Ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.
000-00-00 Serial Number=0310951591
Epistulae Ante [Go Back]  
 [00355]  ὁ δὲ ὅταν τὸν πυρετὸν ἐπὶ μείζονα φλόγα διεγερθέντα, τότε πολλῇ κέχρηται τῇ τέχνῃ·
000-00-00 Serial Number=0306262076
Expositiones in Psalmos Ante [Go Back]  
 [00451]  Εἶδες ἰατρείαν ἀρίστην, πῶς καὶ προφυλακτικοῖς καὶ διορθωτικοῖς κέχρηται φαρμάκοις;
 [00866]  Εἰ γὰρ καὶ ἀνθρωπίνοις κέχρηται ῥήμασιν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀνθρωπίνοις τὸ εὖ παριστάμενον δηλοῖ.
 [01153]  Οὕτω δὴ καὶ ὁ Θεὸς καθάψασθαι τῶν παχυτέρων βουλόμενος, τοιούτοις κέχρηται ῥήμασιν.
 [02391]  Πάλιν ταῖς μεταφοραῖς κέχρηται, ὥσπερ διὰ τῆς ὠδῖνος τὸν πόνον δηλῶν, οὕτω διὰ τοῦ λάκκου τὸ δυσαπάλλακτον ἐνδεικνύμενος.
 [03544]  Καὶ ὅρα πῶς κυρίως κέχρηται ταῖς λέξεσιν.
 [05307]  Καὶ ὅρα πῶς κυρίως κέχρηται ταῖς λέξεσιν.
 [06363]  οὕτω καὶ ὁ Θεὸς ὑποδείγμασί τισι κέχρηται, ἵνα ἡμῖν δηλώσῃ τὸν ἔρωτα, ὃν περὶ τῆς ἡμετέρας σωτηρίας ἔχει.
 [06765]  Ὅρα πῶς τῇ λέξει κυρίως κέχρηται.
 [07030]  Καὶ ἐννόησον ὅσον φιλοσοφίας εἶδός ἐστιν, ὅπου γε καὶ ὁ Παῦλος αὐτῷ κέχρηται, τὰς νιφάδας τῶν ἀποστολικῶν κινδύνων ἀπαριθμούμενος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ.
 [07505]  ∆ιὰ τοῦτο τρόπῳ παρακελευομένῳ κέχρηται τῷ σχήματι τῆς λέξεως.
000-00-00 Serial Number=0681353569
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05934]  Ἐπειδὴ ἄπιστον ἦν καὶ παράδοξον τὸ λεγόμενον, ὅτι Βαβυλὼν ἁλώσεται, ταχυτέρῳ κέχρηται τρόπῳ, ἐκτείνας τὴν ἅλωσιν αὐτῆς.
000-00-00 Serial Number=0160510242
Fragmenta in Job Ante [Go Back]  
 [00509]  Ὁ μὲν διάβολος κρύψας τὴν ἧτταν, τῇ πρώτῃ κέχρηται φωνῇ·
 [01995]  κέχρηται γὰρ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων, καὶ ὅταν τινὰς βού [64.649] ληται τιμωρήσασθαι.
000-00-00 Serial Number=0847246766
Fragmenta in Proverbia Ante [Go Back]  
 [00389]  κατὰ δὲ θεωρίαν, ὅτι οὐδὲν θαυμαστὸν, εἴ τις ἑνὶ καὶ δευτέρῳ κέχρηται θεωρήματι τῆς ἔξω σοφίας, ὡς δι' αὐτῶν εἰς φῶς ἄγειν τὸ ἀληθὲς, καὶ τὰ παρ' αὐτοῖς δοκοῦντα βέβαια διελέγχειν·
 [00682]  [54] β.] Θέλων δεῖξαι τὸ τοῦ πράγματος δεινὸν, καὶ ἀρᾷ κέχρηται·
000-00-00 Serial Number=0601917565
Homilia de capto Eutropio Ante [Go Back]  
 [00492]  Ἐπειδὴ ἀνθρώποις διαλέγεται, καὶ ἀνθρωπίναις κέχρηται εἰκόσιν, οὐκ ἀρκούσαις μὲν παραστῆσαι τὸ λεγόμενον, οὐδὲ δυναμέναις ὅλον τὸ μέτρον ἀγαγεῖν εἰς τὸ μέσον, ἀρκούσαις δὲ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων.
 [00503]  Οὕτω δὴ καὶ ὅταν βούληταί τι περὶ αὐτοῦ εἰπεῖν, ἀνθρωπίναις εἰκόσι κέχρηται.
000-00-00 Serial Number=0330764055
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00136]  Ὅτι γὰρ οὐ περὶ ἑωσφόρου φησὶν, ἀλλὰ μεταφορικῶς κέχρηται τῷ ὀνόματι εἰπὼν, Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;
000-00-00 Serial Number=0853147924
In Acta apostolorum Ante [Go Back]  
 [00243]  Οὐκ ἔτι κέχρηται τῇ μαρτυρίᾳ, ἀλλὰ ἀναμιμνήσκει τοῦ προσώπου μόνον, εἰς μνήμην τῶν παρ' αὐτοῦ εἰρημένων ἐνάγων, καὶ δείκνυσιν αὐτοὺς ἤδη μείζους λοιπὸν γεγενημένους Ἰωάννου, εἴ γε ἐν Πνεύματι ἔμελλον καὶ αὐτοὶ βαπτίζειν.
 [00873]  Ὅρα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ.
 [01908]  Ὅταν μέλλῃ τι λέγειν μέγα, τούτῳ κέχρηται τῷ προοιμίῳ, διεγείρων αὐτοὺς καὶ οἰκειούμενος ἐντεῦθεν.
 [04473]  Ὥστε δὲ μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ τῇ σφοδρότητι κέχρηται, ἀλλ' ὡς ὑπὸ τοῦ θυμοῦ μεθύουσιν, οὕτω φησίν·
 [05655]  Καὶ τίνος ἕνεκεν, φησὶν, ἐνταῦθα καταφορικῶς τῷ λόγῳ κέχρηται;
 [09999]  Εἰ δὲ διαλέγεσθαι ἀνθρώπῳ πονηρῷ οὐκ ἀνεκτὸν δικάζοντα, ἀλλὰ μέσῳ τινὶ κέχρηται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς ὁμοτίμους ὑβρίζειν οὐ χρή·
 [09999]  διὰ τοῦτο ἀνέχεται τὰ καθ' ἑαυτοὺς εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ αὐτοῦ, καὶ αὐτὸς συγκαταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν.
000-00-00 Serial Number=0096726298
In Ecclesiasten Ante [Go Back]  
 [00036]  Πολλῷ γὰρ τῷ ἐπῳδῷ κέχρηται·
000-00-00 Serial Number=0121301234
In Eutropium Ante [Go Back]  
 [00098]  Καὶ ὅτι οὐ πιθανότητι κέχρηται λόγων, ὑμεῖς μάρτυρες τῆς σπουδῆς καὶ τῆς συνδρομῆς.
000-00-00 Serial Number=0219146252
In Isaiam Ante [Go Back]  
 [01517]  ὅπλῳ γὰρ αὐτῷ κέχρηται·
 [01564]  Πάλιν λέγω ὅτι τῇ μεταφορᾷ κέχρηται.
 [01815]  Μὴ θαυμάσῃς δέ, εἰ περὶ Θεοῦ διαλεγόμενος, οὕτω παχυτάταις κέχρηται λέξεσι·
 [01957]  Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν λειτουργικῶν δυνάμεων ταύταις ταῖς λέξεσι κέχρηται, ὅπου γε καὶ ἐπ' αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ οὐ παρῃτήσατο ταύτην μεταχειρίσασθαι τὴν συγκατάβασιν;
 [01963]  Καὶ πάλιν τὴν βοήθειαν αὐτοῦ βουλόμενος καὶ τὴν ἐκ ταύτης ἀσφάλειαν ἐνδείξασθαι, ταῖς αὐταῖς κέχρηται λέξεσιν, οὕτω λέγων·
 [02163]  Ταύτῃ καὶ Παῦλος τῇ λέξει κέχρηται λέγων·
 [02478]  καὶ ἐπεξηγήσει κέχρηται πάλιν λέγων·
000-00-00 Serial Number=0098401725
In Joannem Ante [Go Back]  
 [00568]  ∆ιὰ τοῦτο καὶ ὁ Πέτρος ἐν ἀρχῇ τούτῳ κέχρηται τῷ τρόπῳ·
 [01847]  Τίνος οὖν ἕνεκεν τῷ Ἐγένετο κέχρηται ῥήματι;
 [02555]  Τούτῳ δὴ οὖν ἐνταῦθα κέχρηται τῷ ῥητῷ ὁ Ἰωάννης, δεικνὺς ὅτι ἀνάρχως καὶ ἀϊδίως ἐν τῷ κόλπῳ τοῦ Πατρός ἐστιν ὁ Υἱός.
 [03368]  Ἐπὶ μὲν οὖν τοῦ Σίμωνος καὶ τοῦ Ναθαναὴλ τούτῳ τῆς διδασκαλίας τῷ τρόπῳ κέχρηται.
 [04095]  ἐν δὲ ἀρχῇ τῶν σημείων οὐχ οὕτως, ἀλλ' ὑφειμένῃ μᾶλλον τῇ ἐπιτιμήσει κέχρηται·
 [04097]  Καὶ τίνος ἕνεκεν, φησὶν, αὐτὸ τοῦτο πεποίηκεν ὁ Χριστὸς, καὶ τοσαύτῃ σφοδρότητι κέχρηται κατ' αὐτῶν, ὅπερ οὐδαμοῦ φαίνεται ποιῶν, καὶ ταῦτα ὑβριζόμενος, λοιδορούμενος, καὶ Σαμαρείτης καὶ δαιμονῶν κληθεὶς παρ' αὐτῶν;
 [05568]  Εἰ δὲ μετὰ ταῦτα καὶ ὁ Χριστὸς σφοδροτέρῳ κέχρηται λόγῳ, ἀλλ' ὅτε μεγάλην τὴν περὶ αὐτοῦ δό [59.177] ξαν ἔσχον λοιπόν.
 [05646]  Οὐ γὰρ ὑποζυγίοις κέχρηται, ἀλλ' οὕτω βαδίζει συντόνως, ὡς καὶ κοπιᾶσαι ἐκ τῆς ὁδοιπορίας.
 [05661]  Ἐντεῦθεν μανθάνομεν καὶ τὸ περὶ τὰς ὁδοιπορίας εὔτονον αὐτοῦ, καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, καὶ πῶς παρέργως τῷ πράγματι κέχρηται.
000-00-00 Serial Number=0879763722
In Psalmos 101-107 Ante [Go Back]  
 [00045]  Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βου λόμενος παραστῆσαι τὰς συμφοράς·
000-00-00 Serial Number=0465792477
In Psalmum 118 Ante [Go Back]  
 [00210]  ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ.
000-00-00 Serial Number=0354861975
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00219]  ὅτε δὲ ἀπέδειξεν ἀκριβῶς πολλῶν ὄντας ἐγκλημάτων ἀξίους, ὑφειμένῃ κέχρηται τῇ διαβολῇ, τῇ τῶν εἰρημένων κατασκευῇ καὶ ἀποδείξει τὸ σφοδρότερον τῆς κατηγορίας ἀφεὶς ἐναποκεῖσθαι.
000-00-00 Serial Number=0433686197
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01409]  Ἐπειδὴ γὰρ κατώρθωσεν ὅπερ ἐβούλετο, ἀπλήστως ὑπὸ χαρᾶς τῇ ἱκετηρίᾳ κέχρηται.
 [01642]  Καὶ ἑτέρᾳ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας.
 [01950]  ∆ιόπερ ὅταν εἴπῃ τι μέγα περὶ ἑαυτοῦ, πάσῃ κέχρηται σπουδῇ, ὥστε σφοδρῶς παραμυθήσασθαι τὸ εἰρημένον τρόπῳ παντί·
 [03245]  Ἐπεὶ οὖν ἠναγκάζετο εἰς ταύτην τῶν λόγων ἐμπίπτειν τὴν ὑπόθεσιν, ἐπιδιορθώσει κέχρηται λέγων, ὅτι Τοῦτο δι' ὑμᾶς ποιοῦμεν, οὐ δι' ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε καλλωπίζεσθαι, οὐχ ἵνα ἡμεῖς·
 [03375]  Ἐπειδὴ γὰρ εἶπε, Τοῦ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ἐπιδιορθώσει κέχρηται, λέγων·
 [04192]  ∆ιὸ καὶ σφόδρα γνησίως κέχρηται τοῖς ῥήμασι τούτοις, καὶ φιλοτίμως.
 [05650]  Καὶ πολλαῖς τοιαύταις κέχρηται διορθώσεσι.
 [05750]  Τίνος οὖν ἕνεκεν αὐτῇ κέχρηται;
 [05966]  Καίτοι γε δυνάμενος διὰ τῶν ἔργων αὐτοὺς πεῖσαι, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ' ὅμως ἔτι τῇ διὰ τῶν λόγων κέχρηται ἀπειλῇ·
 [06059]  Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει.
 [06066]  Ὥστε οὖν μηδὲ βλάψαι τούτῳ τοὺς ἀνοήτους, τῷ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, ἐκ περιουσίας κέχρηται ταῖς πολλαῖς ταύταις προδιορθώσεσι, καί φησιν, Εἴθε ἠνείχεσθέ μου μικρά τινα ἀνοηταίνοντος·
 [06168]  Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τῷ διορισμῷ κέχρηται, τῷ δηλοῦντι ὅτι οὐδὲν περιττὸν, οὐδὲν πλέον τι παρ' αὐτῶν εἰσενήνεκται.
 [06509]  Ἀλλ' ὅμως καὶ οὕτω μετρίως τῷ πράγματι κέχρηται.
 [06511]  Καὶ μικρὸν μέλλων καυχᾶσθαι, πάλιν καὶ ἑτέρᾳ κέχρηται παραιτήσει, λέγων, Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
 [06521]  Καὶ τί δήποτε οὐ κέχρηται ἀκριβολογίᾳ τοσαύτῃ;
 [06724]  Οὐκ ἠρκέσθη τῇ προτέρᾳ παραιτήσει, ἀλλὰ καὶ ἐντεῦθεν πάλιν αὐτῇ κέχρηται·
000-00-00 Serial Number=0896615386
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01321]  Εἰ καὶ μὴ πρὸς τοιαύτην ἐνέργειαν, ἀλλὰ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός·
000-00-00 Serial Number=0597122252
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00049]  καὶ πολλῇ κέχρηται τῇ παῤῥησίᾳ.
 [00483]  Μέλλων γὰρ εἰς πρᾶγμα ἐμβαίνειν πολλῶν κινδύνων γέμον, καὶ τὴν Ἐκκλησίαν ἐκ βάθρων ἱκανὸν ὂν ἀνασπάσαι, προσηνέστερον τῷ λόγῳ κέχρηται.
 [00650]  καὶ οὔτε σφοδρῶς οὔτε κατασκευαστικῶς κέχρηται τῷ λόγῳ, ἀλλ' αἰνιξάμενος δι' ὀλίγων ἅπερ ἐβούλετο, παρέδραμεν·
 [00829]  Οὐδὲν παρ' ἑαυτοῦ φορτικὸν τέως τίθησιν, ἀλλὰ πρότερον ἐπὶ τὴν μαρτυρίαν ἔρχεται τῆς Γραφῆς, καὶ τότε τὴν ἐκεῖθεν παῤῥησίαν λαβὼν καταφορικώτερον κέχρηται τοῖς λόγοις, καί φησιν·
 [01837]  Ταύτῃ γοῦν τῇ λέξει καὶ ἐπὶ τοῦ Θεοῦ κέχρηται λέγων·
 [02237]  Μετὰ γὰρ τὴν τῶν πραγμάτων κατασκευὴν καὶ ἀπόδειξιν, γυμνότερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ·
 [02617]  ἀλλ' ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων·
 [02619]  Καὶ ἐπὶ κακῷ πάλιν εὐφήμῳ κέχρηται ὀνόματι, λέγων·
 [02769]  Στήσας τοίνυν τὸ τρόπαιον οὕτω λαμπρὸν τῆς ἄνωθεν κρίσεως, καταφορικῷ λοιπὸν κέχρηται τῷ λόγῳ, πρὸς τοὺς ἀρχομένους ἀποστρέψας αὐτὸν, καὶ λέγων οὕτως·
 [02776]  Καὶ ἡμερώτερον κέχρηται τῷ λόγῳ.
 [04244]  ἐπειδὴ δὲ οὐ μόνον οὐκ ἔγραψαν, ἀλλὰ καὶ συνεσκίασαν τὸ σφάλμα, τούτου χάριν σφοδρότερον κέχρηται τῷ λόγῳ.
 [04249]  ∆ιὰ τοῦτο καὶ προϊὼν τῷ αὐτῷ κέχρηται τρόπῳ λέγων·
 [04446]  Ἐπειδὴ γὰρ τὰ πράγματα ποικίλα ἐστὶν ἐκ πολλῶν συγκείμενα, καὶ ἐπὶ ἀγαθοῖς καὶ ἐπὶ κακοῖς κέχρηται τοῖς αὐτοῖς, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον.
 [04544]  Ὁ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν μήτε τράπεζαν μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων ἅπερ ἂν θέλῃ, λήψεται·
 [04578]  τούτου δὲ ὑπονοουμένου ἀνάγκη ἦν χωρίζεσθαι καὶ τῶν παρ' Ἕλλησι πόρνων, καὶ οὕτως εἰς ἀδύνατον τοῦ πράγματος περιισταμένου, μειζόνως ἂν ἐδυσχέρανον, τῇ ἐπιδιορθώσει ταύτῃ κέχρηται, λέγων·
 [05242]  Καὶ ἐπὶ τοῦ πεπορνευκότος πάλιν οὕτω κέχρηται τῷ λόγῳ·
 [05486]  ∆ιορθώσας τὰ χαλεπώτατα τρία ἐγκλήματα, ἓν μὲν τὸ διεσπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, κέχρηται λοιπὸν ἡμερωτέρῳ λόγῳ·
 [05934]  ὁ δὲ μακάριος οὗτος μέλλων αὐτὸ διορθοῦν, οὐκ εὐθέως καταφορικῶς κέχρηται τῷ λόγῳ·
 [06328]  Καὶ ὁρῶν ἀνάγκην οὖσαν ἑαυτὸν ἐγκωμιάσαι (οὕτω γὰρ Κορίνθιοι διωρθοῦντο), καὶ μηδὲν βουλόμενος μέγα περὶ ἑαυτοῦ εἰπεῖν, ὅρα πῶς ἀμφοτέροις εἰς δέον κέχρηται, τοσοῦτον ἑαυτὸν ἐπαινῶν, οὐχ ὅσον ἑαυτῷ συνῄδει, ἀλλ' ὅσον ἀπῄτει τῆς προκειμένης ὑποθέσεως ἡ χρεία.
 [06750]  Καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις κέχρηται τῇ ῥήσει ταύτῃ·
 [06810]  Ὁρᾷς πῶς διόλου τῷ ὀνόματι τῆς ἐξουσίας κέχρηται, δεικνὺς τοῦτο, ὃ συνεχῶς εἶπον, ὅτι οὐδὲ οἱ λαμβάνοντες ἐγκλημάτων ἄξιοι;
 [07106]  Ἀλλ' ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου.
 [07520]  ∆ιὸ καὶ τῇ λέξει ταύτῃ κέχρηται, ᾗ καὶ πρὸς Ἰουδαίους ὁ Μωϋσῆς ἐχρήσατό ποτε, ἐγκαλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ·
 [08202]  Καὶ ὅρα πῶς πανταχοῦ πληκτικῶς κέχρηται ταῖς λέξεσι·
 [08383]  ἐπεὶ οὖν εἶδε τοσαῦτα ἀγαθὰ διαφθειρόμενα, πληκτικῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων·
 [08521]  ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα πραότερον τῷ λόγῳ κέχρηται·
 [09845]  Καὶ ὅρα πῶς ἀρίστῃ κέχρηται τῇ τάξει, τὴν προφητείαν τῶν δυνάμεων καὶ τῶν ἰαμάτων προτιθείς.
 [09882]  ἀνωτέρω μὲν παρακλητικωτέρῳ λόγῳ κέχρηται, διὰ πολλῶν ἀποδεικνὺς ἀναγκαίως τοῦτο γινόμενον, καὶ ἀπὸ τῆς τοῦ σώματος εἰκόνος·
 [09900]  ἐνταῦθα δὲ καταφορικῶς καὶ ἐπιτιμητικῶς κέχρηται τῷ λόγῳ λοιπόν.
 [09999]  Ἐνταῦθα δὲ καὶ τῇ τῶν πραγμάτων κέχρηται ψήφῳ, καὶ τῇ τῶν ὠφελουμένων.
 [09999]  Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν καὶ τὴν ἀπόδειξιν, σφοδρότερον κέχρηται τῷ λόγῳ, καὶ πολλῇ τῇ ἐπιτιμήσει, καὶ παραδείγματος μέμνηται καταλ-λήλου τῷ ὑποκειμένῳ.
 [09999]  ∆ιὸ καὶ πολλῇ τῇ σπουδῇ κέχρηται ὁ Παῦλος.
 [09999]  Οὐ λέγει οὐδὲ ἐνταῦθα, ὅτι Εἶπον ὑμῖν, οὐδὲ, Ἐδίδαξα ὑμᾶς, ἀλλὰ τῇ αὐτῇ κέχρηται λέξει πάλιν, Παρέδωκα ὑμῖν, λέγων, ὃ καὶ παρέλαβον.
000-00-00 Serial Number=0665218353
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00930]  Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν ὕλης ὑποκειμένης, ὁ μὲν ἔμπειρος τῆς τέχνης εἰς δέον αὐτῇ κέχρηται, ὁ δὲ ἄπειρος ἠφάνισε, καὶ ἐποίησεν αὐτῷ ζημίαν·
 [02742]  καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν τῆς φύσεως, ἀπό τε τῶν νόμων τῶν ἔξωθεν μετὰ πολλῆς τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ·
000-00-00 Serial Number=0639579952
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00125]  Ἄκουε τὸ προσηνὲς, πῶς οὐ διδασκάλου κέχρηται φωνῇ, ἀλλ' οἰκέτου σχεδόν.
 [00367]  Ὥσπερ τῷ χαλινῷ, φησὶν, εὐτάκτως κέχρηται, οὐχ ὁ σκιρτῶν ἵππος, οὐδ' ὁ δάκνων, ἀλλ' ὁ ἁπλῶς αὐτὸν περικείμενος σχήματος ἕνεκεν·
 [00374]  Ἐκεῖνος τοίνυν κέχρηται τῷ νόμῳ καλῶς, ὁ μὴ καταξιῶν ἀπ' αὐτοῦ παιδεύεσθαι.
 [00376]  Ὥσπερ γὰρ αἱ στιγμαὶ τῶν γραμμάτων τοῖς παισὶ κεῖνται, ὁ δὲ τὰ ἀπ' αὐτῶν πληρῶν μὴ ἐξ αὐτῶν, ἀλλ' ἐξ ἑτέρων, μείζονος ἐπιστήμης ἂν εἴη ἔμπειρος, καὶ κρεῖττον μᾶλλον κέχρηται τοῖς γράμμασιν·
 [00550]  Ὅρα τοίνυν ποίᾳ κέχρηται διορθώσει ἐπάγων καὶ λέγων·
 [00555]  Ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθεσιν, ὅρα πῶς μετὰ συνέσεως τῷ λόγῳ κέχρηται.
 [00589]  Καὶ ὅταν μὲν περὶ Ἰουδαίων διαλέγηται τῶν ἔτι ἀπίστων, μεθ' ὑποστολῆς κέχρηται τῷ λόγῳ·
 [01466]  Ὁρᾷς πῶς ἡ Γραφὴ μετὰ πολλῆς τῆς ἀκριβείας κέχρηται τῷ λόγῳ;
000-00-00 Serial Number=0118045449
In epistulam ad Colossenses Ante [Go Back]  
 [01161]  Βαβαὶ, ἡλίκῃ κέχρηται τροπῇ.
 [01242]  Ὁ γὰρ Θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ, ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν.
000-00-00 Serial Number=0665498078
In epistulam ad Ephesios Ante [Go Back]  
 [00696]  Ὅρα πόσῃ τάξει κέχρηται Παῦλος, πῶς οὐδενὸς φείδεται ῥήματος, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν δόξαν.
 [01278]  Καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῷ, Κτίσῃ.
 [03444]  ἀλλ' ἐὰν σχῇ συνεχῆ τινα, πάντα καθαιρεῖ, κἂν μὴ τεκτόνων χεῖρες ἢ καὶ ἄλλων τινῶν σβέσωσιν αὐτοῦ τὴν μανίαν, οὐ φίλους οἶδεν, οὐ πολεμίους, ἀλλ' ὁμοίως πᾶσι κέχρηται.
 [04248]  Καὶ μετὰ ταῦτα δὴ πάντα προκάθηται καθάπερ τις τύραννος, καὶ καλεῖ παῖδας, καὶ παραστησαμένη τὸν ἀνόητον ἄνδρα, καθάπερ δημίῳ αὐτῷ κέχρηται.
 [05425]  πάλιν γὰρ τῷ αὐτῷ κέχρηται ὑποδείγματι·
 [06358]  Ὅταν μέλλῃ τελευτᾷν ὁ λόγος, ἀεὶ τούτῳ κέχρηται τῷ τρόπῳ.
 [06507]  ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ τούτῳ τῷ ῥήματι κέχρηται, λέγων·
000-00-00 Serial Number=0512092829
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00009]  ∆ιὰ τοῦτο καὶ ὁ Κύριος πολλὰ προσηνῶς τοῖς μαθηταῖς διαλεχθεὶς, ἔστιν ὅπου καὶ αὐστηρότερον κέχρηται τῷ λόγῳ, καὶ νῦν μὲν μακαρίζει, νῦν δὲ ἐπιτιμᾷ.
 [00018]  καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον κέχρηται ταύτῃ τῇ ἐπιτιμήσει.
 [00079]  Οὕτως ἀδιαφόρως κέχρηται τῷ λόγῳ, τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος.
 [00223]  Οὕτω καὶ ὁ Παῦλος τὰς πονηρὰς διαβάλλων προαιρέσεις, τῇ συνηθείᾳ κέχρηται·
 [00241]  ∆ιὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ.
 [00398]  Ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραμμένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην·
 [00880]  διὸ καὶ σφοδρῶς κέχρηται τῷ Πέτρῳ.
 [00882]  Καὶ σκόπει μεθ' ὅσης ἀκριβείας κέχρηται τῷ λόγῳ, διδοὺς τοῖς συνετοῖς ἰδεῖν, ὅτι οὐ μάχης ἦν τὰ ῥήματα, ἀλλ' οἰκονομίας.
 [00955]  Καὶ μετ' ἐξουσίας κέχρηται τῷ λόγῳ, Ἡμεῖς φύσει Ἰουδαῖοι, λέγων, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί.
 [01122]  Ἐννοήσας τοίνυν τὴν ὑπερβολὴν τῆς ἀτοπίας, εἰ τοσοῦτον πρᾶγμα καὶ τηλικοῦτον περιττῶς λέγοιεν γεγενῆσθαι (τοῦτο γὰρ καὶ ἀφ' ὧν ἐποίουν συνίστατο), καὶ ὕβρει κατ' αὐτῶν κέχρηται, λέγων οὕτως·
 [01140]  Σὺ δέ μοι σκόπει, πῶς οὐκ ἀπὸ προοιμίων ταύτῃ κέχρηται τῇ σφοδρότητι, ἀλλὰ μετὰ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις, ὅτε λοιπὸν οὐ παρ' ἐκείνου, ἀλλὰ παρ' αὐτῶν τῶν ἐλέγχων τὴν ἐπιτίμησιν ἐδέχοντο.
 [01212]  Ἀλλὰ τοῦτο μὲν προϊών φησιν, ὅτε καὶ μείζονι κέχρηται παῤῥησίᾳ, ἀπὸ τῶν ἤδη κατεσκευασμένων τὴν ἀφορμὴν λαμβάνων·
 [01374]  πῶς μυρίοις κέχρηται ὀφθαλμοῖς;
000-00-00 Serial Number=0192950666
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00225]  Τῷ δὲ τοῦ κληρονόμου ὀνόματι κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀναπόσπαστον.
 [00504]  ὀνόμασιν οἵοις κέχρηται, οὐδαμοῦ τῆς οὐσίας αὐτῆς ὄνομα εὑρών.
 [00862]  Ὡς ἂν εἴποι τις, Εἰς τοῦτο κέχρηται αὐτοῖς, φησὶ, τοῦτο ἀγγέλων λειτουργία, τὸ διακονεῖν τῷ Θεῷ εἰς σωτηρίαν ἡμετέραν.
 [02636]  διὸ καὶ λέξεσι δέξασθαι δυναμέναις τὴν διαφορὰν κέχρηται, ἐκεῖ μὲν λέγων, Σαρκικοί ἐστε, ἐνταῦθα δέ·
 [03265]  Τοῦτο δὲ ποιεῖ, ἵνα μὴ λέγωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ' εἰδέναι ἔχωσιν ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός.
 [03986]  τουτέστι, κέχρηται αὐτῇ καὶ ἐχρήσατο·
 [04436]  οὕτω καὶ ἐνταῦθα τῷ αὐτῷ συλλογισμῷ κέχρηται, λέγων·
 [04595]  Εἰ τοίνυν ὁ ἐπ' ἀνθρώπων ἀγωνίζεσθαι μέλλων, τοσαύτῃ κέχρηται προνοίᾳ, πολλῷ μᾶλλον ἡμῖν ἁρμόσει διηνεκῶς φροντίζειν καὶ μεριμνᾷν, οἷς ὁ πᾶς βίος ἀγών ἐστι.
 [08720]  Ὁρᾷς πῶς καὶ εὐφήμῳ ὀνόματι κέχρηται;
000-00-00 Serial Number=0425950885
In epistulam ad Philippenses Ante [Go Back]  
 [00477]  Ἆρα οὖν ὑπουργῷ κέχρηται τῷ Θεῷ;
 [02754]  καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων, Ἐγὼ γὰρ ἤδη σπένδομαι·
 [03390]  Ὁ γὰρ μὴ τολμῶν αὐτοῖς χρήσασθαι ὥσπερ ἀλλοτρίοις, οὐ κέχρηται, καὶ οὐκ ἔστι χρῆσις οὐδαμοῦ.
000-00-00 Serial Number=0087729037
In epistulam ad Romanos Ante [Go Back]  
 [01231]  Καὶ ὅρα πῶς κυρίως ταῖς λέξεσι κέχρηται·
 [01290]  Ἀλλ' ἐπειδὴ οὐ τοῦτο ἦν αὐτῷ τὸ ζητούμενον, περὶ κρίσεως μόνον εἰπεῖν τῆς μελλούσης, ἀλλὰ καὶ δεῖξαι οὐδὲν πλέον ἔχοντα τὸν Ἰουδαῖον τοῦ τοιούτου Ἕλληνος, ἵνα μὴ μέγα φρονῇ, πρόεισι περαιτέρω, καὶ τάξει κέχρηται.
 [01349]  Εἶδες πόσῃ τῇ περιουσίᾳ κέχρηται εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον;
 [01526]  Ἀλλ' ἐκεῖ μὲν ἀποτομώτερον, ἐνταῦθα δὲ ἡμερώτερον κέχρηται τῷ λόγῳ.
 [01537]  Καλῶς δὲ καὶ ταῖς λέξεσι κέχρηται·
 [03313]  καὶ ἐπειδὴ σαφῶς τοῦτο ἀπέδειξε, πάλιν τῷ πρώτῳ κέχρηται συλλογισμῷ, ἐπισφίγγων αὐτὸν τῇ ἐπαναλήψει, καὶ λέγων, ὅτι, εἰ διὰ τοῦ παραπτώματος ἐκείνου ἐκολάσθησαν ἅπαντες, δύναιντ' ἂν καὶ ἐντεῦθεν δικαιωθῆναι.
 [03724]  Πρῶτον μὲν γὰρ τῇ ἀπαγορεύσει, διὰ τὸ σφόδρα ἄτοπον εἶναι τὸ λεγόμενον, κέχρηται·
 [04163]  Εἰ δὲ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόμου, μὴ θαυμάσῃς·
 [05298]  Ἀλλ' ὁ Παῦλος, ἐπειδὴ αὐτὴν ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ' ἑτέρῳ τινὶ λόγῳ, τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων.
 [05657]  τουτέστιν, ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν·
 [05739]  Καὶ μεθ' ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται, ἵνα αὐτοῦ ἐνδείξηται τὴν ἀγάπην.
 [06468]  ∆ιὸ καὶ ταῖς λέξεσιν ἐμφαντικώτερον κέχρηται·
 [06517]  διὸ πάλιν ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν, καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει.
 [06627]  Καὶ κέχρηται ῥήμασι τοῖς ἐν τῇ Παλαιᾷ κειμένοις, σπουδάζων ἀεὶ τὰ τῆς καινοτομίας καὶ τῆς πρὸς ἐκείνην μάχης ἐγκλήματα διαφεύγειν.
 [07317]  ∆ιὸ καὶ σφόδρα ἐμφαντικῶς τῇ λέξει κέχρηται, καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύμενος.
 [07812]  Σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει μετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας.
 [08010]  Πάλιν τῷ αὐτῷ ὑποδείγματι κέχρηται, ᾧ καὶ πρὸς Κορινθίους ἐχρήσατο, τὸ αὐτὸ τοῦτο καταστέλλων πάθος.
 [08650]  Μὴ γάρ μοι τοῦτο εἴπῃς, εἴ τις κακῶς τῷ πράγματι κέχρηται, ἀλλ' αὐτῆς βλέπε τῆς διατάξεως τὴν εὐκοσμίαν, καὶ τὴν πολλὴν ὄψει τοῦ ταῦτα ἐξ ἀρχῆς νομοθετήσαντος σοφίαν.
 [08752]  οὐ τῷ αὐτῷ κέχρηται τῆς ἡμερότητος τρόπῳ;
 [09064]  ὅρα πόσῃ κέχρηται συνέσει, καὶ πῶς ἑκατέρων ἐπιμελεῖται τῶν μερῶν μετὰ τῆς συνήθους αὐτῷ σοφίας.
 [09138]  Ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἶναι παρ' αὐτοῖς τὴν πίστιν.
 [09612]  ἐπὶ δὲ τῶν πνευματικῶν οὐ κέχρηται τῇ αὐτῇ ταύτῃ συνέσει;
 [09999]  Καὶ σκόπει πῶς μεγαλοπρεπῶς ταῖς λέξεσι κέχρηται·
000-00-00 Serial Number=0457558155
In epistulam ad Titum Ante [Go Back]  
 [00554]  ∆ιὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται λέγων, Ἀγνώστῳ Θεῷ.
000-00-00 Serial Number=0970080078
In illud In faciem ei restiti Ante [Go Back]  
 [00485]  Καὶ ἐνταῦθα μὲν ἡμερώτερον κέχρηται τῷ λόγῳ·
000-00-00 Serial Number=0503986478
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00128]  Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τοσαύτας ἔχων ἀπολογίας ἀφορμὰς, οὐδεμίᾳ τούτων κέχρηται, οὐδὲ λέγει, Τί μοι ἐγκαλεῖτε, ὅτι λύω τὸ σάββατον;
 [00149]  Εἰ δέ που καὶ ἑτέραις κέχρηται ἀπολογίαις, ὡς ὅταν λέγῃ·
000-00-00 Serial Number=0875350773
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00422]  ἀλλὰ τοῦ μὲν οἴκου οὐδένα ποιεῖται λόγον, ὅλῃ δὲ σπουδῇ κέχρηται πρὸς τὸν νοσοῦντα.
000-00-00 Serial Number=0279507399
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00207]  Καὶ αὐτὸς κέχρηται τῇ λέξει πάλιν.
 [00208]  Ἐπειδὴ γὰρ ἰδιώτης ἦν, τῇ συνήθει λέξει κέχρηται εἰς παράστασιν τῶν νοημάτων.
000-00-00 Serial Number=0199788988
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00037]  ∆ιὰ τί δὲ κραυγῇ κέχρηται πρὸς τὸ παρὸν ὁ Σωτήρ;
000-00-00 Serial Number=0978189826
In venerandum crucem Ante [Go Back]  
 [00036]  Οὐδεὶς οἰκέτης ἐξευμενίσασθαι θέλων τὸν ἑαυτοῦ δεσπότην, τῷ ἐχθρῷ αὐτοῦ προστάτῃ καὶ διαλλακτῇ κέχρηται.
000-00-00 Serial Number=0212750494
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00175]  καὶ πολιτικοῖς κέχρηται πράγμασι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»