0345-0407 - Iohannes Chrysostomus - In Eutropium
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

In Eutropium

[00001]    ΟΜΙΛΙΑ ΕΙΣ ΕΥΤΡΟΠΙΟΝ ΕΥΝΟΥΧΟΝ ΠΑΤΡΙΚΙΟΝ ΚΑΙ ΥΠΑΤΟΝ.

52.391

[00002]    αʹ.

[00003]    Ἀεὶ μὲν, μάλιστα δὲ νῦν εὔκαιρον εἰπεῖν·

[00004]    Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης.

[00005]    Ποῦ νῦν ἡ λαμπρὰ τῆς ὑπατείας περιβολή;

[00006]    ποῦ δὲ αἱ φαιδραὶ λαμπάδες;

[00007]    ποῦ δὲ οἱ κρότοι, καὶ οἱ χοροὶ, καὶ αἱ θαλίαι, καὶ αἱ πανηγύρεις;

[00008]    ποῦ οἱ στέφανοι καὶ τὰ παραπετάσματα;

[00009]    ποῦ ὁ τῆς πόλεως θόρυβος, καὶ αἱ ἐν ἱπποδρομίαις εὐφημίαι, καὶ τῶν θεατῶν αἱ κολακεῖαι;

[00010]    Πάντα ἐκεῖνα οἴχεται·

[00011]    καὶ ἄνεμος πνεύσας ἀθρόον τὰ μὲν φύλλα κατέβαλε, γυμνὸν δὲ ἡμῖν τὸ δένδρον ἔδειξε, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς σαλευόμενον λοιπόν·

[00012]    τοιαύτη γὰρ ἡ τοῦ πνεύματος γέγονε προσβολὴ, ὡς καὶ πρόῤῥιζον ἀπειλεῖν ἀνασπᾷν, καὶ ταῦτα διασαλεῦσαι τοῦ δένδρου τὰ νεῦρα.

[00013]    Ποῦ νῦν οἱ πεπλασμένοι φίλοι;

[00014]    ποῦ τὰ συμπόσια καὶ τὰ δεῖπνα;

[00015]    ποῦ ὁ τῶν παρασίτων ἐσμὸς, καὶ ὁ δι' ὅλης ἡμέρας ἐγχεόμενος ἄκρατος, καὶ αἱ ποικίλαι τῶν μαγείρων τέχναι, καὶ οἱ τῆς δυναστείας θεραπευταὶ, οἱ πάντα πρὸς χάριν ποιοῦντες καὶ λέγοντες;

[00016]    Νὺξ ἦν πάντα ἐκεῖνα καὶ ὄναρ, καὶ ἡμέρας γενομένης ἠφανίσθη·

[00017]    ἄνθη ἦν ἐαρινὰ, καὶ παρελθόντος τοῦ ἔαρος ἅπαντα κατεμαράνθη·

[00018]    σκιὰ ἦν, καὶ παρέδραμε·

[00019]    καρπὸς ἦν, καὶ διελύθη·

[00020]    πομφόλυγες ἦσαν, καὶ διεῤῥάγησαν·

[00021]    ἀράχνη ἦν, καὶ διεσπάσθη.

[00022]    ∆ιὸ ταύτην τὴν πνευματικὴν ῥῆσιν ἐπᾴδομεν συνεχῶς ἐπιλέγοντες·

[00023]    Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης.

[00024]    Ταύτην γὰρ τὴν ῥῆσιν καὶ ἐν τοίχοις, καὶ ἐν ἱματίοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ὁδοῖς, καὶ ἐν θύραις, καὶ ἐν εἰσόδοις, καὶ πρὸ πάντων ἐν τῷ ἑκάστου συνειδότι συνεχῶς ἐγγεγράφθαι δεῖ, καὶ διαπαντὸς αὐτὴν μελετᾷν.

[00025]    Ἐπειδὴ ἡ τῶν πραγμάτων ἀπάτη, καὶ τὰ προσωπεῖα, καὶ ἡ ὑπόκρισις, ἀλήθεια παρὰ τοῖς πολλοῖς εἶναι δοκεῖ·

[00026]    ταύτην καθ' ἑκάστην ἡμέραν, καὶ ἐν δείπνῳ, καὶ ἐν ἀρίστῳ, καὶ ἐν συλλόγοις ἐπιλέγειν ἕκαστον τῷ πλησίον ἐχρῆν, καὶ παρὰ τοῦ πλησίον ἀκούειν, ὅτι Ματαιότης ματαιοτήτων, τὰ πάντα [52.392] ματαιότης.

[00027]    Οὐκ ἔλεγόν σοι συνεχῶς, ὅτι δραπέτης ὁ πλοῦτός ἐστι;

[00028]    Σὺ δὲ ἡμῶν οὐκ ἠνείχου.

[00029]    Οὐκ ἔλεγον ὅτι ἀγνώμων ἐστὶν οἰκέτης;

[00030]    Σὺ δὲ οὐκ ἐβούλου πείθεσθαι.

[00031]    Ἰδοὺ ἐκ τῶν πραγμάτων ἔδειξεν ἡ πεῖρα, ὅτι οὐ δραπέτης μόνον, οὐδὲ ἀγνώμων, ἀλλὰ καὶ ἀνδροφόνος·

[00032]    οὗτος γάρ σε τρέμειν νῦν καὶ δεδοικέναι παρεσκεύασεν.

[00033]    Οὐκ ἔλεγόν σοι, ἡνίκα συνεχῶς ἐπετίμας μοι λέγοντι τἀληθῆ, ὅτι Ἐγώ σε φιλῶ μᾶλλον τῶν κολακευόντων;

[00034]    ἐγὼ ὁ ἐλέγχων πλέον κήδομαι τῶν χαριζομένων;

[00035]    Οὐ προσετίθην τοῖς ῥήμασι τούτοις, ὅτι ἀξιοπιστότερα τραύματα φίλων ὑπὲρ ἑκούσια φιλήματα ἐχθρῶν;

[00036]    Εἰ τῶν ἐμῶν ἠνέσχου τραυμάτων, οὐκ ἄν σοι τὰ φιλήματα ἐκείνων τὸν θάνατον τοῦτον ἔτεκον·

[00037]    τὰ γὰρ ἐμὰ τραύματα ὑγείαν ἐργάζεται, τὰ δὲ ἐκείνων φιλήματα νόσον ἀνίατον κατεσκεύασε.

[00038]    Ποῦ νῦν οἱ οἰνοχόοι;

[00039]    ποῦ δὲ οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ μυρία παρὰ πᾶσιν ἐγκώμια λέγοντες;

[00040]    Ἐδραπέτευσαν, ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς σῆς ἀγωνίας πορίζουσιν.

[00041]    Ἀλλ' οὐχ ἡμεῖς οὕτως, ἀλλὰ καὶ τοῦ δυσχεραίνοντός σου οὐκ ἀποπηδῶμεν, καὶ νῦν πεσόντα περιστέλλομεν καὶ θεραπεύομεν.

[00042]    Καὶ ἡ μὲν πολεμηθεῖσα Ἐκκλησία παρὰ σοῦ τοὺς κόλπους ἥπλωσε καὶ ἐπεδέξατο·

[00043]    τὰ δὲ θεραπευθέντα θέατρα, ὑπὲρ ὧν πολλάκις πρὸς ἡμᾶς ἠγανάκτεις, προὔδωκε καὶ ἀπώλεσεν.

[00044]    Ἀλλ' ὅμως οὐκ ἐπαυσάμεθα ἀεὶ λέγοντες·

[00045]    Τί ταῦτα ποιεῖς;

[00046]    ἐκβακχεύεις τὴν Ἐκκλησίαν, καὶ κατὰ κρημνῶν σαυτὸν φέρεις·

[00047]    καὶ παρέτρεχες ἅπαντα.

[00048]    Καὶ αἱ μὲν ἱπποδρομίαι, τὸν πλοῦτον τὸν σὸν ἀναλώσασαι, τὸ ξίφος ἠκόνησαν·

[00049]    ἡ δὲ Ἐκκλησία ἡ τῆς ὀργῆς τῆς σῆς ἀπολαύσασα τῆς ἀκαίρου, πανταχοῦ παρατρέχει, τῶν δικτύων σε ἐξαρπάσαι βουλομένη.

[00050]    [52.393] βʹ.

[00051]    Καὶ ταῦτα λέγω νῦν, οὐκ ἐπεμβαίνων τῷ κειμένῳ, ἀλλὰ τοὺς ἑστῶτας ἀσφαλεστέρους ποιῆσαι βουλόμενος·

[00052]    οὐκ ἀναξαίνων τὰ ἕλκη τοῦ τετρωμένου, ἀλλὰ τοὺς μηδέπω τετρωμένους ἐν ὑγείᾳ διατηρῆσαι ἀσφαλεῖ·

[00053]    οὐ καταποντίζων τὸν κλυδωνιζόμενον, ἀλλὰ τοὺς ἐξ οὐρίας πλέοντας παιδεύων, ὥστε μὴ γενέσθαι ὑποβρυχίους.

[00054]    Πῶς δ' ἂν τοῦτο γένοιτο;

[00055]    Εἰ τὰς μεταβολὰς τῶν ἀνθρωπίνων ἐννοώμεθα πραγμάτων.

[00056]    Καὶ γὰρ οὗτος εἰ ἔδεισε μεταβολὴν, οὐκ ἂν ὑπέμεινε μεταβολήν·

[00057]    ἀλλ' ἐπείπερ οὗτος οὔτε οἴκοθεν, οὔτε παρ' ἑτέρων ἐγίνετο βελτίων, ὑμεῖς γοῦν οἱ κομῶντες τῷ πλούτῳ, ἀπὸ τῆς τούτου κερδάνατε συμφορᾶς·

[00058]    οὐδὲν γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἀσθενέστερον.

[00059]    ∆ιόπερ οἷον ἂν εἴποι τις ὄνομα τῆς εὐτελείας αὐτῶν, ἔλαττον τῆς ἀληθείας ἐρεῖ·

[00060]    κἂν καπνὸν αὐτὰ, κἂν χόρτον, κἂν ὄναρ, κἂν ἄνθη ἐαρινὰ, κἂν ὁτιοῦν ὀνομάσῃ·

[00061]    οὕτως ἐστὶν ἐπίκηρα, καὶ τῶν οὐδὲν ὄντων οὐδαμινώτερα·

[00062]    ὅτι δὲ μετὰ τῆς οὐθενείας καὶ πολὺ ἔχει τὸ ἀπόκρημνον, δῆλον ἐντεῦθεν.

[00063]    Τίς γὰρ τούτου γέγονεν ὑψηλότερος;

[00064]    οὐ πᾶσαν τὴν οἰκουμένην παρῆλθε τῷ πλούτῳ;

[00065]    οὐ πρὸς αὐτὰς τῶν ἀξιωμάτων ἀνέβη τὰς κορυφάς;

[00066]    οὐχὶ πάντες αὐτὸν ἔτρεμον, καὶ ἐδεδοίκεισαν;

[00067]    Ἀλλ' ἰδοὺ γέγονε καὶ δεσμωτῶν ἀθλιώτερος, καὶ οἰκετῶν ἐλεεινότερος, καὶ τῶν λιμῷ τηκομένων πτωχῶν ἐνδεέστερος, καθ' ἑκάστην ἡμέραν ξίφη βλέπων ἠκονημένα, καὶ βάραθρον, καὶ δημίους, καὶ τὴν ἐπὶ θάνατον ἀπαγωγήν·

[00068]    καὶ οὐδὲ εἴποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς οἶδεν ἐκείνης, οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος·

[00069]    ἀλλ' ἐν μεσημβρίᾳ μέσῃ, καθάπερ ἐν πυκνοτάτῃ νυκτὶ, περιεστοιχισμένος οὗτος τὰς ὄψεις πεπήρωται.

[00070]    Μᾶλλον δὲ ὅσα ἂν φιλονεικήσωμεν, οὐ δυνησόμεθα τῷ λόγῳ παραστῆσαι τὸ πάθος, ὅπερ ὑπομένειν αὐτὸν εἰκὸς, καθ' ἑκάστην ὥραν ἀποκτείνεσθαι προσδοκῶντα.

[00071]    Ἀλλὰ γὰρ τί δεῖ τῶν λόγων τῶν παρ' ἡμῶν, αὐτοῦ ταῦτα καθάπερ ἐν εἰκόνι σαφῶς ὑπογράψαντος ἡμῖν;

[00072]    Τῇ γὰρ προτεραίᾳ, ὅτε ἐπ' αὐτὸν ἦλθον ἐκ τῶν βασιλικῶν αὐλῶν πρὸς βίαν ἀφελκύσαι βουλόμενοι, καὶ τοῖς σκεύεσι προσέδραμε τοῖς ἱεροῖς, ἦν αὐτοῦ τὸ πρόσωπον, καὶ τανῦν, νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον·

[00073]    κτύπος δὲ τῶν ὀδόντων, καὶ πάταγος καὶ τρόμος παντὸς τοῦ σώματος, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶττα διαλυομένη, καὶ σχῆμα τοιοῦτον, οἷον εἰκὸς τὴν λιθίνην ἔχειν ψυχήν.

[00074]    γʹ.

[00075]    Καὶ ταῦτα λέγω, οὐκ ὀνειδίζων, οὐδὲ ἐπεμβαίνων αὐτοῦ τῇ συμφορᾷ, ἀλλὰ τὴν ὑμετέραν διάνοιαν μαλάξαι βουλόμενος, καὶ εἰς ἔλεον ἐπισπάσασθαι, καὶ πεῖσαι ἀρκεσθῆναι τῇ τιμωρίᾳ τῇ γεγενημένῃ.

[00076]    Ἐπειδὴ γάρ εἰσι πολλοὶ παρ' ἡμῖν ἀπάνθρωποι, ὥστε ὁμοίως καὶ ἡμῖν ἐγκαλεῖν, ὅτι αὐτὸν ἐδεξάμεθα τῷ βήματι·

[00077]    τὸ ἄστοργον αὐτῶν τοῖς διηγήμασι μαλάξαι βουλόμενος, ἐκπομπεύω τὰ τούτου πάθη.

[00078]    Τίνος γὰρ ἕνεκεν ἀγανακτεῖς, εἰπέ μοι, ἀγαπητέ;

[00079]    Ὅτι, φησὶν, εἰς ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας αὐτὴν διηνεκῶς.

[00080]    ∆ιὰ τοῦτο μὲν οὖν μάλιστα δοξάζειν ἐχρῆν τὸν Θεὸν, ὅτι ἀφῆκεν αὐτὸν ἐν τοσαύτῃ καταστῆναι ἀνάγκῃ, ὥστε καὶ τὴν δύναμιν τῆς Ἐκκλησίας [52.394] καὶ τὴν φιλανθρωπίαν μαθεῖν·

[00081]    τὴν δύναμιν μὲν, ἀφ' ὧν τοσαύτην ὑπέμεινε μεταβολὴν ἐκ τῶν πρὸς ἐκείνην πολέμων·

[00082]    τὴν φιλανθρωπίαν δὲ, ἐξ ὧν πολεμηθεῖσα νῦν τὴν ἀσπίδα προβάλλεται, καὶ ὑπὸ τὰς πτέρυγας ἐδέξατο τὰς αὐτῆς, καὶ ἐν ἀσφαλείᾳ πάσῃ κατέστησεν, οὐ μνησικακήσασα ὑπὲρ τῶν ἔμπροσθεν οὐδενὸς, ἀλλὰ τοὺς κόλπους αὐτῷ μετὰ πολλῆς ἁπλώσασα τῆς φιλοστοργίας.

[00083]    Τοῦτο γὰρ τροπαίου παντὸς λαμπρότερον, τοῦτο νίκη περιφανὴς, τοῦτο Ἕλληνας ἐντρέπει, τοῦτο καὶ Ἰουδαίους καταισχύνει, τοῦτο φαιδρὸν αὐτῆς τὸ πρόσωπον δείκνυσιν·

[00084]    ὅτι τὸν πολέμιον αἰχμάλωτον λαβοῦσα, φείδεται, καὶ πάντων αὐτὸν ἐν ἐρημίᾳ παριδόντων, μόνη καθάπερ μήτηρ φιλόστοργος, ὑπὸ τὰ παραπετάσματα αὐτῆς ἔκρυψε, καὶ πρὸς βασιλικὴν ὀργὴν ἔστη, πρὸς δήμου θυμὸν, καὶ πρὸς μῖσος ἀφόρητον·

[00085]    τοῦτο τῷ θυσιαστηρίῳ κόσμος.

[00086]    Ποῖος κόσμος, φησὶ, τὸ τὸν ἐναγῆ καὶ πλεονέκτην καὶ ἅρπαγα ἅπτεσθαι τοῦ θυσιαστηρίου;

[00087]    Μὴ λέγε ταῦτα·

[00088]    ἐπειδὴ καὶ ἡ πόρνη ἥψατο τῶν ποδῶν τοῦ Χριστοῦ, ἡ σφόδρα ἐναγὴς καὶ ἀκάθαρτος·

[00089]    καὶ οὐκ ἦν ἔγκλημα τῷ Ἰησοῦ τὸ γενόμενον, ἀλλὰ θαῦμα καὶ ὕμνος μέγας·

[00090]    οὐ γὰρ τὸν καθαρὸν ἔβλαπτεν ἡ ἀκάθαρτος, ἀλλὰ τὴν ἐναγῆ πόρνην ὁ καθαρὸς καὶ ἄμωμος διὰ τῆς ἁφῆς καθαρὰν εἰργάσατο.

[00091]    Μὴ δὴ μνησικακήσῃς, ὦ ἄνθρωπε.

[00092]    Ἐκείνου οἰκέται ἐσμὲν τοῦ σταυρουμένου καὶ λέγοντος·

[00093]    Ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.

[00094]    Ἀλλ' ἀπετείχισε, φησὶ, τὴν ἐνταῦθα καταφυγὴν γράμμασι καὶ νόμοις διαφόροις.

[00095]    Ἀλλ' ἰδοὺ διὰ τῶν ἔργων ἔμαθεν, ὅπερ ἐποίησε, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς, δι' ὧν ἐποίησε, καὶ γέγονε τῆς οἰκουμένης θέατρον, καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν ἅπασι παραινῶν, Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα.

[00096]    ∆ιδάσκαλος ἀνεφάνη διὰ τῆς συμφορᾶς, καὶ λαμπηδόνα μεγάλην ἀφίησι τὸ θυσιαστήριον, νῦν φοβερὸν μάλιστα καὶ ἐκ τούτου φαινόμενον, ὅτι τὸν λέοντα δεδεμένον ἔχει·

[00097]    ἐπεὶ καὶ βασιλικῇ εἰκόνι μέγας γένοιτο κόσμος, οὐχ ὅταν ἐπὶ τοῦ θρόνου κάθηται πορφυρίδα περιβεβλημένος, καὶ διάδημα περικείμενος ὁ βασιλεὺς μόνον, ἀλλὰ καὶ ὅταν ὑπὸ τῷ ποδὶ τῷ βασιλικῷ βάρβαροι τῶν χειρῶν ὀπίσω δεδεμένοι, κάτω τὰς κεφαλὰς νεύωσι κείμενοι.

[00098]    Καὶ ὅτι οὐ πιθανότητι κέχρηται λόγων, ὑμεῖς μάρτυρες τῆς σπουδῆς καὶ τῆς συνδρομῆς.

[00099]    Καὶ γὰρ λαμπρὸν ἡμῖν τὸ θέατρον σήμερον, καὶ φαιδρὸς ὁ σύλλογος, καὶ ὅσον ἐν τῷ Πάσχα τῷ ἱερῷ δῆμον εἶδον ξυναγόμενον, τοσοῦτον ὁρῶ καὶ ἐνταῦθα νῦν·

[00100]    καὶ οὕτω σιγῶν πάντας ἐκάλεσε, σάλπιγγος λαμπροτέραν φωνὴν διὰ τῶν πραγμάτων ἀφείς.

[00101]    Καὶ παρθένοι θαλάμους, καὶ γυναῖκες γυναικῶνας, καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες, πάντες ἐνταῦθα συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φύσιν ἴδητε ἐλεγχομένην, καὶ τῶν βιωτικῶν πραγμάτων τὸ ἐπίκηρον ἀπογυμνούμενον, καὶ τὴν πορνικὴν ὄψιν τὴν χθὲς καὶ πρώην φαιδρὸν ἀπολάμπουσαν (καὶ γὰρ τοιοῦτον ἡ εὐπραγία ἡ ἀπὸ τῶν πλεονεξιῶν, παντὸς γραϊδίου ῥυτίδας ἔχοντος αἰσχροτέρα φαινομένη), καθάπερ σπογγιᾷ τινι τῇ μεταβολῇ τὰ ἐπιτρίμματα καὶ τὰς ἐπιγραφὰς ἐκμάξασαν.

[00102]    δʹ.

[00103]    Τοιαύτη γὰρ τῆς δυσημερίας ταύτης ἡ ἰσχύς·

[00104]    τὸν φαιδρὸν καὶ περιφανῆ πάντων ἐποίησεν εὐτελέστερον φαίνεσθαι νῦν.

[00105]    Κἂν πλούσιος εἰσέλθῃ, μεγάλα κερδαίνει·

[00106]    ὁρῶν γὰρ ἐκ τοσαύτης κορυφῆς κατενεχθέντα τὸν σείοντα τὴν οἰκουμένην ἅπασαν, καὶ συνεσταλ [52.395] μένον, καὶ λαγωοῦ καὶ βατράχου δειλότερον γεγενημένον, καὶ χωρὶς δεσμῶν τῷ κίονι τούτῳ προσηλωμένον, καὶ ἀντὶ ἁλύσεως τῷ φόβῳ περισφιγγόμενον, καὶ δεδοικότα, καὶ τρέμοντα, καταστέλλει τὴν φλεγμονὴν, καθαιρεῖ τὸ φύσημα, καὶ φιλοσοφήσας ἃ χρὴ περὶ τῶν ἀνθρωπίνων φιλοσοφεῖν, οὕτως ἄπεισιν, ἃ διὰ ῥημάτων λέγουσιν αἱ Γραφαὶ, ταῦτα διὰ τῶν πραγμάτων μανθάνων·

[00107]    ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·

[00108]    καὶ ὁ χόρτος ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν·

[00109]    οἷον, Ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται·

[00110]    ὅτι Ὡσεὶ καπνὸς αἱ ἡμέραι αὐτοῦ, καὶ ὅσα τοιαῦτα.

[00111]    Πάλιν ὁ πένης εἰσελθὼν, καὶ πρὸς τὴν ὄψιν ταύτην ἰδὼν, οὐκ ἐξευτελίζει ἑαυτὸν, οὐδὲ ὀδυνᾶται διὰ τὴν πτωχείαν·

[00112]    ἀλλὰ καὶ χάριν οἶδε τῇ πενίᾳ, ὅτι χωρίον αὐτῷ γέγονεν ἄσυλον καὶ λιμὴν ἀκύμαντος, καὶ τεῖχος ἀσφαλές·

[00113]    καὶ πολλάκις ἂν ἕλοιτο ταῦτα ὁρῶν μένειν, ἔνθα ἐστὶν, ἢ πρὸς βραχὺ τὰ πάντων λαβὼν, ὕστερον καὶ ὑπὲρ αἵματος κινδυνεύειν ἑαυτοῦ.

[00114]    Ὁρᾷς ὡς οὐ μικρὸν κέρδος γέγονε καὶ πλουσίοις, καὶ πένησι, καὶ ταπεινοῖς, καὶ ὑψηλοῖς, καὶ δούλοις, καὶ ἐλευθέροις ἀπὸ τῆς ἐνταῦθα τούτου καταφυγῆς;

[00115]    ὁρᾷς πῶς ἕκαστος φάρμακα λαβὼν ἐντεῦθεν ἄπεισιν, ἀπὸ τῆς ὄψεως ταύτης μόνης θεραπευόμενος;

[00116]    Ἆρα ἐμάλαξα ὑμῶν τὸ πάθος, καὶ ἐξέβαλον ὀργήν;

[00117]    ἆρα ἔσβεσα τὴν ἀπανθρωπίαν;

[00118]    ἆρα εἰς συμπάθειαν ἤγαγον;

[00119]    Σφόδρα ἔγωγε οἶμαι, καὶ δηλοῖ τὰ πρόσωπα, καὶ αἱ τῶν δακρύων πηγαί.

[00120]    Ἐπεὶ οὖν ὑμῖν ἡ πέτρα γέγονε βαθύγειος, καὶ λιπαρὰ χώρα, φέρε δὴ καὶ καρπὸν ἐλεημοσύνης βλαστήσαντες, καὶ τὸν στάχυν κομῶντα τῆς συμπαθείας ἐπιδειξάμενοι, προσπέσωμεν τῷ βασιλεῖ, μᾶλλον δὲ παρακαλέσωμεν τὸν φιλάνθρωπον Θεὸν, μαλάξαι τὸν θυμὸν τοῦ βασιλέως, καὶ ἁπαλὴν αὐτοῦ ποιῆσαι τὴν καρδίαν, ὥστε ὁλόκληρον ἡμῖν δοῦναι τὴν χάριν.

[00121]    Καὶ ἤδη μὲν γὰρ ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἧς οὗτος κατέφυγεν ἐνταῦθα, οὐ μικρὰ γέγονεν ἡ μεταβολή·

[00122]    ἐπειδὴ γὰρ ὁ βασιλεὺς ἔγνω, ὅτι εἰς τὸ ἄσυλον τοῦτο χωρίον κατέδραμε, τοῦ στρατοπέδου παρόντος, καὶ παροξυνομένου ὑπὲρ τῶν αὐτῷ πεπλημμελημένων, καὶ εἰς σφαγὴν αὐτὸν αἰτούντων, μακρὸν ἀπέτεινε λόγον, τὸν στρατιωτικὸν καταστέλλων θυμὸν, ἀξιῶν μὴ τὰ ἁμαρτήματα μόνον, ἀλλὰ καὶ εἴ τι αὐτῷ γέγονε κατόρθωμα, καὶ τοῦτο λογίζεσθαι, καὶ τοῖς μὲν εἰδέναι χάριν ὁμολογῶν, ὑπὲρ δὲ τῶν ἑτέρως ἐχόντων ὡς ἀνθρώπῳ συγγινώσκων.

[00123]    Ὡς δὲ ἐπέκειντο πάλιν εἰς ἐκδικίαν τοῦ ὑβρισμένου βασιλέως, βοῶντες, πηδῶντες, θανάτου μεμνημένοι, καὶ τὰ δόρατα σείοντες, πηγὰς λοιπὸν ἀφεὶς δακρύων ἀπὸ τῶν ἡμερωτάτων ὀφθαλμῶν, καὶ ἀναμνήσας τῆς ἱερᾶς τραπέζης, εἰς ἣν κατέφυγεν, οὕτω τὴν ὀργὴν κατέπαυσε.

[00124]    εʹ.

[00125]    Πλὴν ἀλλὰ καὶ ἡμεῖς τὰ παρ' ἑαυτῶν προσθῶμεν.

[00126]    Τίνος γὰρ ἂν ἦτε συγγνώμης ἄξιοι, εἰ τοῦ βασιλέως τοῦ ὑβρισμένου μὴ μνησικακοῦντος, ὑμεῖς οἱ μηδὲν τοιοῦτον παθόντες τοσαύτην ὀργὴν ἐπεδείξασθε;

[00127]    πῶς δὲ τοῦ θεάτρου τούτου λυθέντος, ὑμεῖς μυστηρίων ἅψεσθε, καὶ τὴν εὐχὴν ἐρεῖτε ἐκείνην, δι' ἧς κελευόμεθα λέγειν·

[00128]    Ἄφες ἡμῖν καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, τὸν ὑμῶν ὀφειλέτην ἀπαιτοῦντες δίκην;

[00129]    Ἠδίκησε μεγάλα καὶ ὕβρισεν;

[00130]    Οὐδὲ ἡμεῖς ἀντεροῦμεν.

[00131]    Ἀλλ' οὐ δικαστηρίου καιρὸς νῦν, ἀλλ' ἐλέους·

[00132]    οὐκ εὐθύνης, ἀλλὰ φιλανθρωπίας·

[00133]    οὐκ ἐξετάσεως, ἀλλὰ συγχωρήσεως·

[00134]    οὐ ψήφου καὶ δίκης, ἀλλὰ οἴκτρου καὶ χάριτος.

[00135]    Μὴ τοίνυν φλεγμαινέτω τις, μηδὲ δυσχεραινέτω, ἀλλὰ μᾶλλον δεηθῶμεν τοῦ φιλανθρώπου Θεοῦ, δοῦναι αὐτῷ προθεσμίαν ζωῆς, καὶ τῆς ἀπειλουμένης ἐξαρπάσαι σφαγῆς, ὥστε αὐτὸν ἀποδύσασθαι τὰ πεπλημμελημένα, καὶ κοινῇ προσέλθωμεν τῷ φιλανθρώπῳ βασιλεῖ, ὑπὲρ τῆς Ἐκκλησίας, ὑπὲρ τοῦ θυσιαστηρίου, ἕνα ἄνδρα τῇ τραπέζῃ τῇ ἱερᾷ χαρισθῆναι παρακαλοῦντες.

[00136]    Ἂν τοῦτο ποιήσωμεν, καὶ αὐτὸς ὁ βασιλεὺς ἀποδέξεται, καὶ ὁ Θεὸς πρὸ τοῦ βασιλέως ἐπαινέσεται, καὶ μεγάλην ἡμῖν τῆς φιλανθρωπίας ἀποδώσει τὴν ἀμοιβήν.

[00137]    Ὥσπερ γὰρ τὸν ὠμὸν καὶ ἀπάνθρωπον ἀποστρέφεται καὶ μισεῖ, οὕτω τὸν ἐλεήμονα καὶ φιλάνθρωπον προσίεται καὶ φιλεῖ·

[00138]    κἂν μὲν δίκαιος ὁ τοιοῦτος ᾖ, λαμπροτέρους αὐτῷ πλέκει τοὺς στεφάνους·

[00139]    ἂν δὲ ἁμαρτωλὸς, παρατρέχει τὰ ἁμαρτήματα, τῆς πρὸς τὸν ὁμόδουλον συμπαθείας ἀμοιβὴν αὐτῷ ταύτην ἀποδιδούς.

[00140]    Ἔλεον γὰρ, φησὶ, θέλω, καὶ οὐ θυσίαν·

[00141]    καὶ πανταχοῦ τῶν Γραφῶν ὁρᾷς αὐτὸν τοῦτο ἀεὶ ἐπιζητοῦντα, καὶ ταύτην λύσιν τῶν ἁμαρτημάτων εἶναι λέγοντα.

[00142]    Οὕτω τοίνυν αὐτὸν καὶ ἡμεῖς ἵλεων ἐργασόμεθα, οὕτω τὰ ἡμέτερα διαλύσομεν πλημμελήματα, οὕτω τὴν Ἐκκλησίαν κοσμήσομεν, οὕτω καὶ βασιλεὺς ἡμᾶς ὁ φιλάνθρωπος ἑπαινέσεται, καθάπερ ἔφθην εἰπὼν, καὶ ἅπας ὁ δῆμος κροτήσει, καὶ τὰ πέρατα τῆς οἰκουμένης τὸ φιλάνθρωπον καὶ ἥμερον τῆς πόλεως θαυμάσεται, καὶ μαθόντες οἱ πανταχοῦ τῆς γῆς τὰ γενόμενα κηρύξουσιν ἡμᾶς.

[00143]    Ἵνα οὖν ἀπολαύσωμεν τῶν τοσούτων ἀγαθῶν, προσπέσωμεν, παρακαλέσωμεν, δεηθῶμεν, ἐξαρπάσωμεν τοῦ κινδύνου τὸν αἰχμάλωτον, τὸν φυγάδα, τὸν ἱκέτην, ἵνα καὶ αὐτοὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00144]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In Eutropium
Litterarum Omnium Conspectus: 127 Litterae, quae repetitae sunt in 11,127 occasionibus



α

0945 

933   

Α

0913 

4   

β

0946 

67   

Β

0914 

0   

γ

0947 

187   

Γ

0915 

2   

δ

0948 

204   

Δ

0916 

0   

ε

0949 

565   

Ε

0917 

5   

ζ

0950 

15   

Ζ

0918 

0   

η

0951 

177   

Η

0919 

0   

θ

0952 

157   

Θ

0920 

4   

ι

0953 

430   

Ι

0921 

7   

κ

0954 

419   

Κ

0922 

13   

λ

0955 

336   

Λ

0923 

1   

μ

0956 

353   

Μ

0924 

9   

ν

0957 

990   

Ν

0925 

6   

ξ

0958 

41   

Ξ

0926 

0   

ο

0959 

709   

Ο

0927 

13   

π

0960 

398   

Π

0928 

13   

ρ

0961 

410   

Ρ

0929 

2   

ς

0962 

389   

΢

0930 

0   

σ

0963 

355   

Σ

0931 

4   

τ

0964 

822   

Τ

0932 

11   

υ

0965 

159   

Υ

0933 

4   

φ

0966 

110   

Φ

0934 

0   

χ

0967 

81   

Χ

0935 

3   

ψ

0968 

12   

Ψ

0936 

0   

ω

0969 

161   

Ω

0937 

0   

8164 

2   

 

  

0   

8165 

8   

8172 

   



 ά 

 8049 

 135 

 έ 

 8051 

 175 

 ή 

 8053 

 42 

 ί 

 8055 

 150 

 ό 

 8057 

 106 

 ύ 

 8059 

 75 

 ώ 

 8061 

 22 

 ὰ 

 8048 

 103 

 ὲ 

 8050 

 49 

 ὴ 

 80852 

 69 

 ὶ 

 8054 

 217 

 ὸ 

 8056 

 114 

 ὺ 

 8058 

 21 

 ὼ 

 8060 

 7 

 ᾶ 

 8118 

 16 

   

   

 0 

 ῆ 

 8134 

 74 

 ῖ 

 8150 

 66 

   

   

 0 

 ῦ 

 8166 

 118 

 ῶ 

 8182 

 96 

 ἀ 

 7936 

 117 

 ἐ 

 7952 

 131 

 ἠ 

 7968 

 7 

 ἰ 

 7984 

 45 

 ὀ 

 8000 

 13 

 ὐ 

 8016 

 91 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 8 

 ἑ 

 7953 

 13 

 ἡ 

 7969 

 47 

 ἱ 

 7985 

 29 

 ὁ 

 8001 

 28 

 ὑ 

 8017 

 32 

 ὡ 

 8033 

 5 

 ἂ 

 7938 

 14 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 1 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 2 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 18 

 ἔ 

 7956 

 28 

 ἤ 

 7972 

 2 

 ἴ 

 7988 

 8 

 ὄ 

 8004 

 8 

 ὔ 

 8020 

 4 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 9 

 ἕ 

 7957 

 6 

 ἥ 

 7973 

 3 

 ἵ 

 7989 

 5 

 ὅ 

 8005 

 26 

 ὕ 

 8021 

 13 

 ὥ 

 8037 

 6 

 ἆ 

 7942 

 2 

   

   

 0 

 ἦ 

 7974 

 10 

 ἶ 

 7990 

 6 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 2 

 ἷ 

 7991 

 3 

   

   

 0 

 ὗ 

 8023 

 5 

 ὧ 

 8039 

 4 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 9 

   

   

 0 

 ῃ 

 8131 

 10 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 11 

 ᾴ 

 8116 

 1 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 9 

   

   

 0 

 ῇ 

 8135 

 11 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 27 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In Eutropium
Verborum Omnium Conspectus: 1,068Verba, quae repetita sunt in 2,146,528 occasionibus



[00106] [00106]
α [00002]
ἀγαθῶν [00143] [00143]
ἀγανακτεῖς [00078]
ἀγαπητέ [00078]
ἀγνώμων [00029] [00031]
ἀγορᾷ [00024]
ἀγορὰν [00101]
ἀγορᾶς [00039]
ἀγωνίας [00040]
ἀεὶ [00044] [00141] [00143]
Ἀεὶ [00003]
ἀθλιώτερος [00067]
ἀθρόον [00011]
αἱ [00006] [00007] [00007] [00009] [00009] [00015] [00048] [00106] [00110] [00119]
αἵματος [00113]
αἰσθάνεται [00068]
αἰσχροτέρα [00101]
αἰτούντων [00122]
αἰχμάλωτον [00084] [00143]
αἰῶνας [00143]
αἰώνων [00143]
ἀκάθαρτος [00088] [00090]
ἀκαίρου [00049]
ἀκούειν [00026]
ἄκρατος [00015]
ἀκτῖνος [00068]
ἀκύμαντος [00112]
ἀλήθεια [00025]
ἀληθείας [00059]
ἀλλ [00057] [00069] [00131]
Ἀλλ [00041] [00044] [00067] [00094] [00095] [00131]
ἀλλὰ [00031] [00041] [00051] [00052] [00053] [00075] [00082] [00089] [00090] [00097] [00112] [00122] [00125] [00132] [00133] [00134] [00135]
Ἀλλὰ [00071]
ἁλύσεως [00106]
ἁμαρτήματα [00122] [00139]
ἁμαρτημάτων [00141]
ἁμαρτωλὸς [00139]
ἄμεινον [00072]
Ἀμήν [00144]
ἀμοιβὴν [00139]
ἀμοιβήν [00136]
ἄμωμος [00090]
ἂν [00054] [00056] [00059] [00070] [00113] [00126] [00139]
ἄν [00036]
Ἂν [00136]
ἀνάγκῃ [00080]
ἀναλώσασαι [00048]
ἀναμνήσας [00123]
ἀναξαίνων [00052]
ἀνασπᾷν [00012]
ἄνδρα [00135]
ἄνδρες [00101]
ἀνδροφόνος [00031]
ἀνέβη [00065]
ἄνεμος [00011]
ἀνεφάνη [00096]
ἄνθη [00017] [00060]
ἄνθος [00107] [00108]
ἄνθρωπε [00091]
ἀνθρωπίνην [00101]
ἀνθρωπίνων [00055] [00058] [00106]
ἀνθρώπου [00107]
ἀνθρώπῳ [00122]
ἀνίατον [00037]
ἀντεροῦμεν [00130]
ἀντὶ [00106]
ἄξιοι [00126]
ἀξιοπιστότερα [00035]
ἀξιωμάτων [00065]
ἀξιῶν [00122]
ἀπαγωγήν [00067]
ἀπαιτοῦντες [00128]
ἁπαλὴν [00120]
ἀπανθρωπίαν [00117]
ἀπάνθρωποι [00076]
ἀπάνθρωπον [00137]
ἅπαντα [00017] [00047]
ἅπαξ [00072]
ἅπας [00142]
ἅπασαν [00106]
ἅπασι [00095]
ἀπάτη [00025]
ἀπειλεῖν [00012]
ἀπειλουμένης [00135]
ἄπεισιν [00106] [00115]
ἀπέτεινε [00122]
ἀπετείχισε [00094]
ἁπλώσασα [00082]
ἀπογυμνούμενον [00101]
ἀποδέξεται [00136]
ἀποδιδούς [00139]
ἀποδύσασθαι [00135]
ἀποδώσει [00136]
ἀπόκρημνον [00062]
ἀποκτείνεσθαι [00070]
ἀπολάμπουσαν [00101]
ἀπολαύσασα [00049]
ἀπολαύσωμεν [00143]
ἀποξηρανθήσονται [00109]
ἀποπεσοῦνται [00109]
ἀποπηδῶμεν [00041]
ἀποστρέφεται [00137]
ἅπτεσθαι [00086]
ἀπώλεσεν [00043]
ἆρα [00117] [00118]
Ἆρα [00116]
ἀράχνη [00021]
ἀρίστῳ [00026]
ἀρκεσθῆναι [00075]
ἅρπαγα [00086]
ἀσθενέστερον [00058]
ἀσπίδα [00082]
ἄστοργον [00077]
ἄσυλον [00112] [00122]
ἀσφαλεῖ [00052]
ἀσφαλείᾳ [00082]
ἀσφάλειαν [00040]
ἀσφαλές [00112]
ἀσφαλεστέρους [00051]
αὐλῶν [00072]
αὐτὰ [00060]
αὐτὰς [00065]
αὐτὴν [00024] [00079]
αὐτῆς [00011] [00068] [00082] [00083] [00084]
αὐτοὶ [00143]
αὐτοῖς [00093]
αὐτὸν [00066] [00070] [00072] [00076] [00080] [00084] [00122] [00135] [00141] [00142]
αὐτὸς [00095] [00136]
αὐτοῦ [00071] [00072] [00075] [00110] [00120]
αὐτῷ [00082] [00112] [00122] [00122] [00135] [00138] [00139]
αὐτῶν [00059] [00077]
ἀφ [00081]
ἀφεὶς [00123]
ἀφείς [00100]
ἀφελκύσαι [00072]
Ἄφες [00093] [00128]
ἀφῆκεν [00080]
ἁφῆς [00090]
ἀφίεμεν [00128]
ἀφίησι [00095] [00096]
ἀφόρητον [00084]
ἅψεσθε [00127]


β [00050]
βαθύγειος [00120]
βάραθρον [00067]
βάρβαροι [00097]
βασιλεῖ [00120] [00135]
βασιλεὺς [00097] [00122] [00136] [00142]
βασιλέως [00120] [00123] [00126] [00136]
βασιλικῇ [00097]
βασιλικὴν [00084]
βασιλικῷ [00097]
βασιλικῶν [00072]
βατράχου [00106]
βελτίων [00057]
βήματι [00076]
βίαν [00072]
βιωτικῶν [00101]
βλαστήσαντες [00120]
βλέπων [00067]
βουλομένη [00049]
βουλόμενοι [00072]
βουλόμενος [00051] [00075] [00077]
βοῶντες [00123]
βραχὺ [00113]


γ [00074]
γὰρ [00012] [00024] [00037] [00056] [00058] [00063] [00071] [00072] [00078] [00083] [00090] [00093] [00099] [00101] [00103] [00106] [00121] [00122] [00126] [00137] [00140]
γάρ [00032] [00076]
γεγενημένῃ [00075]
γεγενημένον [00106]
γέγονε [00012] [00067] [00095] [00114] [00120] [00122]
γέγονεν [00063] [00068] [00112] [00121]
γενέσθαι [00053]
γένοιτο [00054] [00097]
γενόμενα [00142]
γενομένης [00016]
γενόμενον [00089]
γῆς [00142]
γλῶττα [00073]
γοῦν [00057]
γράμμασι [00094]
Γραφαὶ [00106]
Γραφῶν [00141]
γραϊδίου [00101]
γυμνὸν [00011]
γυναῖκες [00101]
γυναικῶνας [00101]


δ [00054] [00102]
δακρύων [00119] [00123]
δὲ [00003] [00006] [00007] [00011] [00028] [00030] [00037] [00039] [00043] [00049] [00062] [00070] [00073] [00082] [00120] [00122] [00123] [00127] [00139]
δεδεμένοι [00097]
δεδεμένον [00096]
δεδοικέναι [00032]
δεδοικότα [00106]
δεηθῶμεν [00135] [00143]
δεῖ [00024] [00071]
δείκνυσιν [00083]
δειλότερον [00106]
δεῖπνα [00014]
δείπνῳ [00026]
δένδρον [00011]
δένδρου [00012]
δεσμῶν [00106]
δεσμωτῶν [00067]
δὴ [00091] [00120]
δηλοῖ [00119]
δῆλον [00062]
δημίους [00067]
δῆμον [00099]
δῆμος [00142]
δήμου [00084]
δι [00015] [00095] [00127]
∆ιὰ [00080]
διὰ [00040] [00090] [00095] [00096] [00100] [00106] [00106] [00111]
διάδημα [00097]
διακείμενον [00072]
διακοπτομένη [00073]
διαλυομένη [00073]
διαλύσομεν [00142]
διάνοιαν [00075]
διαπαντὸς [00024]
διασαλεῦσαι [00012]
διατηρῆσαι [00052]
διαφόροις [00094]
∆ιδάσκαλος [00096]
διελύθη [00019]
διεῤῥάγησαν [00020]
διεσπάσθη [00021]
διηγήμασι [00077]
διηνεκῶς [00079]
δίκαιος [00138]
δικαστηρίου [00131]
δίκην [00128]
δίκης [00134]
δικτύων [00049]
∆ιὸ [00022]
∆ιόπερ [00059]
δοκεῖ [00025]
δόξα [00107] [00143]
δοξάζειν [00080]
δόρατα [00123]
δούλοις [00114]
δοῦναι [00120] [00135]
δραπέτης [00027] [00031]
δύναμιν [00080] [00081]
δυναστείας [00015]
δυνησόμεθα [00070]
δυσημερίας [00103]
δυσχεραινέτω [00135]
δυσχεραίνοντός [00041]


ε [00124]
ἐαρινὰ [00017] [00060]
ἔαρος [00017]
ἑαυτοῖς [00040]
ἑαυτὸν [00111]
ἑαυτοῦ [00113]
ἑαυτῶν [00125]
ἔβλαπτεν [00090]
ἐβούλου [00030]
ἐγγεγράφθαι [00024]
ἐγίνετο [00057]
ἐγκαλεῖν [00076]
ἔγκλημα [00089]
ἐγκώμια [00039]
ἔγνω [00122]
ἐγχεόμενος [00015]
ἐγὼ [00034]
Ἐγώ [00033]
ἔγωγε [00119]
ἐδεδοίκεισαν [00066]
ἔδειξε [00011]
ἔδειξεν [00031]
ἔδεισε [00056]
ἐδεξάμεθα [00076]
ἐδέξατο [00082]
Ἐδραπέτευσαν [00040]
Εἰ [00036] [00055]
εἰ [00056] [00126]
εἴ [00122]
εἰδέναι [00122]
εἶδον [00099]
εἰκόνι [00071] [00097]
εἰκὸς [00070] [00073]
εἶναι [00025] [00141]
εἰπέ [00078]
εἰπεῖν [00003]
εἴποι [00059]
εἴποτε [00068]
εἰπὼν [00142]
εἰργάσατο [00090]
εἰς [00075] [00079] [00118] [00122] [00122] [00123] [00123] [00143]
ΕΙΣ [00001]
εἰσέλθῃ [00105]
εἰσελθὼν [00111]
εἰσι [00076]
εἰσόδοις [00024]
ἐκ [00031] [00072] [00081] [00096] [00106]
ἐκάλεσε [00100]
ἑκάστην [00026] [00067] [00070]
ἕκαστον [00026]
ἕκαστος [00115]
ἑκάστου [00024]
ἐκβακχεύεις [00046]
ἐκδικίαν [00123]
ἐκεῖνα [00010] [00016]
ἐκείνην [00081] [00127]
ἐκείνης [00068] [00121]
Ἐκείνου [00092]
ἐκείνων [00036] [00037]
Ἐκκλησία [00042] [00049]
ἐκκλησίαν [00079]
Ἐκκλησίαν [00046] [00142]
Ἐκκλησίας [00080] [00135]
ἐκμάξασαν [00101]
ἑκούσια [00035]
ἐκπομπεύω [00077]
ἔκρυψε [00084]
ἔλαττον [00059]
ἔλεγόν [00027] [00033]
ἔλεγον [00029]
ἐλεγχομένην [00101]
ἐλέγχων [00034]
ἐλεεινότερος [00067]
ἐλεήμονα [00137]
ἐλεημοσύνης [00120]
ἔλεον [00075]
Ἔλεον [00140]
ἐλέους [00131]
ἐλευθέροις [00114]
ἕλκη [00052]
Ἕλληνας [00083]
ἕλοιτο [00113]
ἔλυσε [00095]
ἐμὰ [00037]
ἔμαθεν [00095]
ἐμάλαξα [00116]
ἔμπροσθεν [00082]
ἐμῶν [00036]
ἐν [00009] [00024] [00024] [00024] [00024] [00024] [00024] [00024] [00024] [00026] [00026] [00026] [00052] [00069] [00069] [00071] [00080] [00082] [00084] [00099]
ἕνα [00135]
ἐναγῆ [00086] [00090]
ἐναγὴς [00088]
ἐνδεέστερος [00067]
ἕνεκεν [00078]
ἔνθα [00113]
ἐννοώμεθα [00055]
ἐνταῦθα [00094] [00099] [00101] [00114] [00121]
ἐντεῦθεν [00062] [00095] [00115]
ἐντρέπει [00083]
ἐξ [00053] [00082]
ἐξαρπάσαι [00049] [00135]
ἐξαρπάσωμεν [00143]
ἐξέβαλον [00116]
ἐξέπεσεν [00108]
ἐξετάσεως [00133]
ἐξευτελίζει [00111]
ἐξηράνθη [00108]
ἐπ [00072]
ἐπᾴδομεν [00022]
ἐπαινέσεται [00136]
ἑπαινέσεται [00142]
ἐπαυσάμεθα [00044]
ἐπεδείξασθε [00126]
ἐπεδέξατο [00042]
ἐπεὶ [00097]
Ἐπεὶ [00120]
ἐπειδὴ [00088] [00122]
Ἐπειδὴ [00025] [00076]
ἐπείπερ [00057]
ἐπέκειντο [00123]
ἐπεμβαίνων [00051] [00075]
ἐπετίμας [00033]
ἐπὶ [00039] [00067] [00068] [00097]
ἐπιγραφὰς [00101]
ἐπιδειξάμενοι [00120]
ἐπιζητοῦντα [00141]
ἐπίκηρα [00061]
ἐπίκηρον [00101]
ἐπιλέγειν [00026]
ἐπιλέγοντες [00022]
ἐπισπάσασθαι [00075]
ἐπιτρίμματα [00101]
ἐπιτύχωμεν [00143]
ἐποίησε [00095] [00095]
ἐποίησεν [00104]
ἐργάζεται [00037]
ἐργασόμεθα [00142]
ἔργων [00095]
ἐρεῖ [00059]
ἐρεῖτε [00127]
ἐρημίᾳ [00084]
ἔσβεσα [00117]
ἐσμὲν [00092]
ἐσμὸς [00015]
ἔστη [00084]
ἐστι [00027]
ἐστὶν [00029] [00061] [00113]
ἑστῶτας [00051]
ἔτεκον [00036]
ἑτέρων [00057]
ἑτέρως [00122]
ἔτρεμον [00066]
εὐθύνης [00132]
εὔκαιρον [00003]
ΕΥΝΟΥΧΟΝ [00001]
εὐπραγία [00101]
εὐτελείας [00059]
εὐτελέστερον [00104]
ΕΥΤΡΟΠΙΟΝ [00001]
εὐφημίαι [00009]
εὐχὴν [00127]
ἔφθην [00142]
ἔχει [00062] [00096]
ἔχειν [00073]
ἐχθρῶν [00035]
ἔχοντος [00101]
ἐχόντων [00122]
ἐχρῆν [00026] [00080]


ζωῆς [00135]


[00005] [00012] [00025] [00025] [00031] [00042] [00049] [00049] [00088] [00088] [00090] [00101] [00101] [00103] [00120] [00121] [00143]
[00113]
[00138]
ἤγαγον [00118]
ἠγανάκτεις [00043]
ἤδη [00121]
Ἠδίκησε [00129]
ἡδονῆς [00068]
ἠκονημένα [00067]
ἠκόνησαν [00048]
ἦλθον [00072]
ἡμᾶς [00043] [00142] [00142]
ἡμεῖς [00041] [00125] [00128] [00130] [00142]
ἡμέραι [00110]
ἡμέραν [00026] [00067]
ἡμέρας [00015] [00016] [00121]
ἥμερον [00142]
ἡμερωτάτων [00123]
ἡμέτερα [00142]
ἡμῖν [00011] [00071] [00076] [00076] [00099] [00120] [00128] [00136]
ἡμῶν [00028] [00071] [00128] [00143]
ἣν [00123]
ἦν [00016] [00017] [00018] [00019] [00021] [00072] [00089]
ἠνείχου [00028]
ἠνέσχου [00036]
ἡνίκα [00033]
ἥπλωσε [00042]
ἠρνήσαντο [00040]
ἧς [00121] [00127]
ἦσαν [00020]
ἦτε [00126]
ἠφανίσθη [00016]
ἥψατο [00088]


θαλάμους [00101]
θαλίαι [00007]
θάνατον [00036] [00067]
θανάτου [00123]
θαῦμα [00089]
θαυμάσεται [00142]
θέατρα [00043]
θέατρον [00095] [00099]
θεάτρου [00127]
θεατῶν [00009]
θέλω [00140]
Θεὸν [00080] [00120]
Θεὸς [00136]
Θεοῦ [00135]
θεραπευθέντα [00043]
θεραπεύομεν [00041]
θεραπευόμενος [00115]
θεραπευταὶ [00015]
θόρυβος [00009]
θρόνου [00097]
θυμὸν [00084] [00120] [00122]
θύραις [00024]
θυσίαν [00140]
θυσιαστήριον [00096]
θυσιαστηρίου [00086] [00135]
θυσιαστηρίῳ [00085]


ἴδητε [00101]
ἰδοὺ [00067] [00095]
Ἰδοὺ [00031]
ἰδὼν [00111]
ἱερᾷ [00135]
ἱερᾶς [00123]
ἱεροῖς [00072]
ἱερῷ [00099]
Ἰησοῦ [00089] [00143]
ἱκέτην [00143]
ἵλεων [00142]
ἱματίοις [00024]
ἵνα [00095] [00101] [00143]
Ἵνα [00143]
Ἰουδαίους [00083]
ἱπποδρομίαι [00048]
ἱπποδρομίαις [00009]
ἰσχύς [00103]


καθ [00026] [00067] [00070]
καθαιρεῖ [00106]
καθάπερ [00069] [00071] [00084] [00101] [00142]
καθαρὰν [00090]
καθαρὸν [00090]
καθαρὸς [00090]
κάθηται [00097]
καθὼς [00128]
καιρὸς [00131]
Κἂν [00105]
κἂν [00060] [00060] [00060] [00060] [00060] [00138]
καπνὸν [00060]
καπνὸς [00110]
καρδίαν [00120]
καρπὸν [00120]
καρπὸς [00019]
καταισχύνει [00083]
καταποντίζων [00053]
καταστέλλει [00106]
καταστέλλων [00122]
καταστῆναι [00080]
καταφυγὴν [00094]
καταφυγῆς [00114]
κατέβαλε [00011]
κατέδραμε [00122]
κατεμαράνθη [00017]
κατενεχθέντα [00106]
κατέπαυσε [00123]
κατεσκεύασε [00037]
κατέστησεν [00082]
κατέφυγεν [00079] [00121] [00123]
κατόρθωμα [00122]
κάτω [00097]
κείμενοι [00097]
κειμένῳ [00051]
κελευόμεθα [00127]
κενώσαντες [00101]
κερδαίνει [00105]
κερδάνατε [00057]
κέρδος [00114]
κεφαλὰς [00097]
κέχρηται [00098]
κήδομαι [00034]
κηρύξουσιν [00142]
κινδυνεύειν [00113]
κινδύνου [00143]
κίονι [00106]
κλυδωνιζόμενον [00053]
κοινῇ [00135]
κολακεῖαι [00009]
κολακευόντων [00033]
κόλπους [00042] [00082]
κομῶντα [00120]
κομῶντες [00057]
κορυφάς [00065]
κορυφῆς [00106]
κοσμήσομεν [00142]
κόσμος [00085] [00086] [00097]
κράτος [00143]
κρημνῶν [00046]
κροτήσει [00142]
κρότοι [00007]
κτύπος [00073]
Κυρίου [00143]


λαβοῦσα [00084]
λαβὼν [00113] [00115]
λαγωοῦ [00106]
λαμπάδες [00006]
λαμπηδόνα [00096]
λαμπρὰ [00005]
λαμπρὸν [00099]
λαμπροτέραν [00100]
λαμπρότερον [00083]
λαμπροτέρους [00138]
λάχανα [00109]
λέγε [00087]
λέγειν [00127]
λέγοντα [00141]
λέγοντες [00015] [00039] [00044]
λέγοντι [00033]
λέγοντος [00092]
λέγουσιν [00106]
λέγω [00051] [00075]
λέοντα [00096]
λιθίνην [00073]
λιμὴν [00112]
λιμῷ [00067]
λιπαρὰ [00120]
λογίζεσθαι [00122]
λόγον [00122]
λόγῳ [00070]
λόγων [00071] [00098]
λοιπὸν [00123]
λοιπόν [00011]
λυθέντος [00127]
λύσιν [00141]


μαγείρων [00015]
μαθεῖν [00080]
μαθόντες [00142]
μακρὸν [00122]
μαλάξαι [00075] [00077] [00120]
μάλιστα [00003] [00080] [00096]
Μᾶλλον [00070]
μᾶλλον [00033] [00120] [00135]
μανθάνων [00106]
μάρτυρες [00098]
Ματαιότης [00004] [00023] [00026]
ματαιότης [00004] [00023] [00026]
ματαιοτήτων [00004] [00023] [00026]
μεγάλα [00105] [00129]
μεγάλην [00096] [00136]
μέγας [00089] [00097]
μελετᾷν [00024]
μελλόντων [00143]
μεμνημένοι [00123]
μὲν [00003] [00011] [00042] [00048] [00080] [00081] [00121] [00122] [00138]
μένειν [00113]
μένον [00106]
μέσῃ [00069]
μεσημβρίᾳ [00069]
μεταβολὰς [00055]
μεταβολή [00121]
μεταβολῇ [00101]
μεταβολὴν [00056] [00081]
μεταβολήν [00056]
μηδὲ [00135]
μηδὲν [00126]
μηδέπω [00052]
μήτηρ [00084]
μικρὰ [00121]
μικρὸν [00114]
μισεῖ [00137]
μῖσος [00084]
μνησικακήσασα [00082]
μνησικακήσῃς [00091]
μνησικακοῦντος [00126]
μοι [00033] [00078]
μόνη [00084]
μόνης [00115]
μόνον [00031] [00097] [00122]
μυρία [00039]
μυστηρίων [00127]


νεκρωθέντος [00072]
νεῦρα [00012]
νεύωσι [00097]
νίκη [00083]
νόμοις [00094]
νόμον [00095]
νόσον [00037]
νυκτὶ [00069]
νῦν [00003] [00005] [00013] [00032] [00038] [00041] [00051] [00082] [00096] [00099] [00104] [00131] [00143]
Νὺξ [00016]


ξίφη [00067]
ξίφος [00048]
ξυναγόμενον [00099]


[00009] [00015] [00015] [00027] [00034] [00079] [00090] [00097] [00099] [00108] [00111] [00122] [00136] [00136] [00138] [00142] [00142]
ὁδοῖς [00024]
ὀδόντων [00073]
ὀδυνᾶται [00111]
οἱ [00007] [00007] [00008] [00013] [00015] [00015] [00038] [00039] [00057] [00126] [00142]
οἴδασι [00093]
οἶδε [00112]
οἶδεν [00068]
οἰκέται [00092]
οἰκέτης [00029]
οἰκετῶν [00067]
οἰκίᾳ [00024]
οἴκοθεν [00057]
οἰκουμένην [00064] [00106]
οἰκουμένης [00095] [00142]
οἴκτρου [00134]
οἶμαι [00119]
οἰνοχόοι [00038]
οἷον [00059] [00073] [00109]
οἴχεται [00010]
ὅλης [00015]
ὁλόκληρον [00120]
ΟΜΙΛΙΑ [00001]
ὁμόδουλον [00139]
ὁμοίως [00076]
ὁμολογῶν [00122]
ὅμως [00044]
ὄναρ [00016] [00060]
ὀνειδίζων [00075]
ὄνομα [00059]
ὀνομάσῃ [00060]
ὄντων [00061]
ὅπερ [00070] [00095]
ὀπίσω [00097]
ὁρᾷς [00115] [00141]
Ὁρᾷς [00114]
ὀργὴν [00084] [00123] [00126]
ὀργήν [00116]
ὀργῆς [00049]
ὁρῶ [00099]
ὁρῶν [00106] [00113]
ὅσα [00070] [00110]
ὅσον [00099]
ὅταν [00097] [00097]
ὅτε [00072]
ὅτι [00026] [00027] [00029] [00031] [00033] [00035] [00062] [00076] [00080] [00084] [00096] [00098] [00107] [00110] [00112] [00122]
Ὅτι [00079]
ὁτιοῦν [00060]
Οὐ [00035]
οὐ [00031] [00053] [00064] [00065] [00070] [00082] [00090] [00093] [00098] [00114] [00121] [00131] [00134] [00140]
οὐδαμινώτερα [00061]
Οὐδὲ [00130]
οὐδὲ [00031] [00068] [00068] [00075] [00111]
οὐδὲν [00058] [00061] [00072]
οὐδενὸς [00082]
οὐθενείας [00062]
Οὐκ [00027] [00029] [00033]
οὐκ [00028] [00030] [00036] [00041] [00044] [00051] [00052] [00056] [00075] [00089] [00111] [00132] [00133]
οὖν [00080] [00120] [00143]
οὐρίας [00053]
οὔτε [00057] [00057]
οὗτος [00032] [00056] [00057] [00069] [00121]
Οὕτω [00142]
οὕτω [00100] [00123] [00137] [00142] [00142] [00142]
οὕτως [00041] [00061] [00106]
οὐχ [00041] [00097]
οὐχὶ [00066]
ὀφειλέταις [00128]
ὀφειλέτην [00128]
ὀφθαλμῶν [00123]
ὄψεις [00069]
ὄψεως [00115]
ὄψιν [00101] [00111]


πάθη [00077]
πάθητε [00095]
παθόντες [00126]
πάθος [00070] [00116]
παιδεύων [00053]
Πάλιν [00111]
πάλιν [00123]
πανηγύρεις [00007]
Πάντα [00010]
πάντα [00004] [00015] [00016] [00023] [00026]
πάντας [00100]
πανταχοῦ [00049] [00141] [00142]
πάντες [00066] [00101]
παντὸς [00073] [00083] [00101]
πάντων [00024] [00084] [00104] [00113]
παρ [00057] [00071] [00076] [00125]
παρὰ [00025] [00026] [00039] [00042]
παραινῶν [00095]
παρακαλέσωμεν [00120] [00143]
παρακαλοῦντες [00135]
παραπετάσματα [00008] [00084]
παρασίτων [00015]
παραστῆσαι [00070]
παρατρέχει [00049] [00139]
παρέδραμε [00018]
παρελθόντος [00017]
παρεσκεύασεν [00032]
παρέτρεχες [00047]
παρῆλθε [00064]
παρθένοι [00101]
παριδόντων [00084]
παρόντος [00122]
παροξυνομένου [00122]
Πᾶσα [00107]
πᾶσα [00107]
πᾶσαν [00064]
πάσῃ [00082]
πᾶσιν [00039]
Πάσχα [00099]
πάταγος [00073]
ΠΑΤΡΙΚΙΟΝ [00001]
πείθεσθαι [00030]
πεῖρα [00031]
πεῖσαι [00075]
πένης [00111]
πένησι [00114]
πενίᾳ [00112]
πεπήρωται [00069]
πεπλασμένοι [00013]
πεπλημμελημένα [00135]
πεπλημμελημένων [00122]
πέρατα [00142]
περὶ [00106]
περιβεβλημένος [00097]
περιβολή [00005]
περιεστοιχισμένος [00069]
περικείμενος [00097]
περιστέλλομεν [00041]
περισφιγγόμενον [00106]
περιφανῆ [00104]
περιφανὴς [00083]
πεσόντα [00041]
πέτρα [00120]
πηγαί [00119]
πηγὰς [00123]
πηδῶντες [00123]
πιθανότητι [00098]
πλέκει [00138]
πλέον [00034]
πλεονέκτην [00086]
πλεονεξιῶν [00101]
πλέοντας [00053]
πλημμελήματα [00142]
Πλὴν [00125]
πλησίον [00026] [00026]
πλουσίοις [00114]
πλούσιος [00105]
πλοῦτον [00048]
πλοῦτός [00027]
πλούτῳ [00057] [00064]
πνευματικὴν [00022]
πνεύματος [00012]
πνεύσας [00011]
ποδὶ [00097]
ποδῶν [00088]
ποιεῖς [00045]
ποιεῖτε [00095]
ποιῆσαι [00051] [00120]
ποιήσωμεν [00136]
ποικίλαι [00015]
Ποῖος [00086]
ποιοῦντες [00015]
ποιοῦσιν [00093]
πολεμηθεῖσα [00042] [00082]
πολεμήσας [00079]
πολέμιον [00084]
πολέμων [00081]
πόλεως [00009] [00142]
πολλάκις [00043] [00113]
πολλῆς [00082]
πολλοὶ [00076]
πολλοῖς [00025]
πολὺ [00062]
πομφόλυγες [00020]
πορίζουσιν [00040]
πόρνη [00088]
πόρνην [00090]
πορνικὴν [00101]
πορφυρίδα [00097]
Ποῦ [00005] [00013] [00038]
ποῦ [00006] [00007] [00008] [00009] [00014] [00015] [00039]
πραγμάτων [00025] [00031] [00055] [00058] [00100] [00101] [00106]
πρὸ [00024] [00136]
προβάλλεται [00082]
προθεσμίαν [00135]
πρόῤῥιζον [00012]
πρὸς [00015] [00043] [00065] [00072] [00081] [00084] [00084] [00084] [00111] [00113] [00139]
προσβολὴ [00012]
προσδοκῶντα [00070]
προσέδραμε [00072]
προσέλθωμεν [00135]
προσετίθην [00035]
προσηλωμένον [00106]
προσθῶμεν [00125]
προσίεται [00137]
προσπέσωμεν [00120] [00143]
πρόσωπα [00119]
προσωπεῖα [00025]
πρόσωπον [00072] [00083]
προτεραίᾳ [00072]
προὔδωκε [00043]
πρώην [00101]
πρῶτος [00095]
πτέρυγας [00082]
πτωχείαν [00111]
πτωχῶν [00067]
πυκνοτάτῃ [00069]
Πῶς [00054]
πῶς [00115] [00127]


ῥήμασι [00035]
ῥημάτων [00106]
ῥῆσιν [00022] [00024]
ῥίζης [00011]
ῥυτίδας [00101]


σαλευόμενον [00011]
σάλπιγγος [00100]
σὰρξ [00107]
σαυτὸν [00046]
σαφῶς [00071]
σε [00032] [00033] [00049]
σείοντα [00106]
σείοντες [00123]
σήμερον [00099]
σῆς [00040] [00049]
σιγῶν [00095] [00100]
σκεύεσι [00072]
σκιὰ [00018]
σοβοῦντες [00039]
σοι [00027] [00033] [00036]
σὸν [00048]
σοῦ [00042]
σου [00041]
σπογγιᾷ [00101]
σπουδῆς [00098]
σταυρουμένου [00092]
στάχυν [00120]
στέφανοι [00008]
στεφάνους [00138]
στρατιωτικὸν [00122]
στρατοπέδου [00122]
Σὺ [00028] [00030]
συγγινώσκων [00122]
συγγνώμης [00126]
συγχωρήσεως [00133]
συλλόγοις [00026]
σύλλογος [00099]
συμπάθειαν [00118]
συμπαθείας [00120] [00139]
συμπόσια [00014]
συμφορᾷ [00075]
συμφορᾶς [00057] [00096]
συνδρομῆς [00098]
συνεδράμετε [00101]
συνειδότι [00024]
συνεσταλ [00106]
συνεχῶς [00022] [00024] [00027] [00033]
σφαγὴν [00122]
σφαγῆς [00135]
Σφόδρα [00119]
σφόδρα [00088]
σχῆμα [00073]
σώματος [00073]


τὰ [00008] [00011] [00012] [00014] [00014] [00025] [00026] [00036] [00037] [00037] [00043] [00052] [00077] [00084] [00101] [00113] [00119] [00122] [00123] [00125] [00135] [00139] [00142] [00142] [00142]
τἀληθῆ [00033]
τανῦν [00072]
ταπεινοῖς [00114]
τὰς [00055] [00065] [00069] [00082] [00082] [00097] [00101]
ταῦτα [00012] [00045] [00051] [00071] [00075] [00087] [00106] [00113]
Ταύτην [00024]
ταύτην [00022] [00026] [00111] [00139] [00141]
ταύτης [00103] [00115]
ταχὺ [00109] [00109]
τεῖχος [00112]
τετρωμένου [00052]
τετρωμένους [00052]
τέχναι [00015]
Τῇ [00072]
τῇ [00075] [00075] [00075] [00101] [00112] [00135] [00135]
τηκομένων [00067]
τὴν [00022] [00024] [00040] [00046] [00064] [00067] [00073] [00075] [00080] [00080] [00081] [00082] [00082] [00090] [00094] [00101] [00101] [00101] [00101] [00106] [00106] [00111] [00111] [00117] [00120] [00120] [00123] [00127] [00136] [00142]
τῆς [00005] [00009] [00011] [00015] [00039] [00040] [00049] [00049] [00049] [00057] [00059] [00059] [00062] [00068] [00068] [00080] [00082] [00090] [00095] [00096] [00098] [00098] [00103] [00114] [00115] [00120] [00121] [00123] [00135] [00135] [00136] [00139] [00142] [00142] [00142]
Τί [00045]
τί [00071] [00093]
τι [00122]
τιμωρίᾳ [00075]
τινι [00101]
Τίνος [00078] [00126]
Τίς [00063]
τις [00059] [00135]
τὸ [00011] [00048] [00062] [00070] [00072] [00077] [00083] [00086] [00089] [00096] [00099] [00101] [00106] [00108] [00116] [00122] [00142] [00143]
τοιαῦτα [00095] [00095] [00110]
Τοιαύτη [00103]
τοιαύτη [00012]
τοίνυν [00135] [00142]
τοιοῦτον [00073] [00101] [00126]
τοιοῦτος [00138]
τοῖς [00025] [00035] [00072] [00072] [00077] [00122] [00128]
τοίχοις [00024]
τὸν [00036] [00048] [00048] [00053] [00080] [00084] [00086] [00090] [00095] [00096] [00104] [00106] [00120] [00120] [00120] [00122] [00128] [00137] [00137] [00139] [00143] [00143] [00143]
τοσαύτῃ [00080]
τοσαύτην [00081] [00126]
τοσαύτης [00106]
τοσοῦτον [00099]
τοσούτων [00143]
τοῦ [00012] [00012] [00017] [00026] [00041] [00052] [00073] [00086] [00088] [00092] [00097] [00120] [00122] [00123] [00126] [00126] [00127] [00135] [00135] [00136] [00143] [00143]
τοὺς [00042] [00051] [00052] [00053] [00082] [00138] [00143]
Τοῦτο [00083]
τοῦτο [00054] [00080] [00083] [00083] [00083] [00083] [00085] [00122] [00122] [00136] [00141]
τούτοις [00035]
τοῦτον [00036]
τούτου [00057] [00063] [00077] [00096] [00114] [00127]
τούτῳ [00106]
τραπέζῃ [00135]
τραπέζης [00123]
τραύματα [00035] [00037]
τραυμάτων [00036]
τρέμειν [00032]
τρέμοντα [00106]
τρόμος [00073]
τροπαίου [00083]
τῷ [00024] [00026] [00051] [00057] [00064] [00070] [00076] [00085] [00089] [00097] [00097] [00099] [00099] [00106] [00106] [00120] [00135]
τῶν [00009] [00015] [00015] [00025] [00031] [00033] [00034] [00036] [00049] [00055] [00058] [00061] [00065] [00067] [00071] [00071] [00072] [00073] [00081] [00082] [00088] [00095] [00097] [00100] [00101] [00101] [00106] [00106] [00119] [00122] [00122] [00123] [00141] [00141] [00143] [00143] [00143]


ὕβρισεν [00129]
ὑβρισμένου [00123] [00126]
ὑγείᾳ [00052]
ὑγείαν [00037]
ὑμεῖς [00057] [00098] [00126] [00127]
ὑμετέραν [00075]
ὑμῖν [00120]
ὕμνος [00089]
ὑμῶν [00116] [00128]
ὑπατείας [00005]
ΥΠΑΤΟΝ [00001]
ὑπέμεινε [00056] [00081]
ὑπὲρ [00035] [00043] [00082] [00113] [00122] [00122] [00135] [00135]
ὑπὸ [00082] [00084] [00097]
ὑποβρυχίους [00053]
ὑπογράψαντος [00071]
ὑπόκρισις [00025]
ὑπομένειν [00070]
ὕστερον [00113]
ὑψηλοῖς [00114]
ὑψηλότερος [00063]


φαιδραὶ [00006]
φαιδρὸν [00083] [00101] [00104]
φαιδρὸς [00099]
φαίνεσθαι [00104]
φαινομένη [00101]
φαινόμενον [00096]
φάρμακα [00115]
φείδεται [00084]
φέρε [00120]
φέρεις [00046]
φησὶ [00086] [00094] [00140]
φησὶν [00079]
φιλανθρωπίᾳ [00143]
φιλανθρωπίαν [00080] [00082]
φιλανθρωπίας [00132] [00136]
φιλάνθρωπον [00120] [00137] [00142]
φιλάνθρωπος [00142]
φιλανθρώπου [00135]
φιλανθρώπῳ [00135]
φιλεῖ [00137]
φιλήματα [00035] [00036] [00037]
φιλίαν [00040]
φίλοι [00013]
φιλονεικήσωμεν [00070]
φιλοσοφεῖν [00106]
φιλοσοφήσας [00106]
φιλοστοργίας [00082]
φιλόστοργος [00084]
φιλῶ [00033]
φίλων [00035]
φλεγμαινέτω [00135]
φλεγμονὴν [00106]
φοβερὸν [00096]
φόβῳ [00106]
φυγάδα [00143]
φύλλα [00011]
φύσημα [00106]
φύσιν [00101]
φωνὴ [00073]
φωνὴν [00095] [00100]


χαριζομένων [00034]
χάριν [00015] [00112] [00120] [00122]
χαρισθῆναι [00135]
χάριτι [00143]
χάριτος [00134]
χειρῶν [00097]
χθὲς [00101]
χλόης [00109]
χοροὶ [00007]
χόρτον [00060]
χόρτος [00107] [00108] [00109]
χόρτου [00107]
χρὴ [00106]
Χριστοῦ [00088] [00143]
χώρα [00120]
χωρίον [00112] [00122]
χωρὶς [00106]


ψήφου [00134]
ψυχήν [00073]


[00091]
[00143]
ὠμὸν [00137]
ὧν [00043] [00081] [00082] [00095]
ὥραν [00070]
ὡς [00012] [00107] [00114] [00122]
Ὡς [00123]
ὡσεὶ [00109]
Ὡσεὶ [00109] [00110]
Ὥσπερ [00137]
ὥστε [00053] [00076] [00080] [00120] [00135]