Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐγκαλεῖν [115]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐγκαλεῖν


000-00-00 Serial Number=0857068181
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00740]  Οὐδὲ γὰρ, εἴ τίς σε μόνον ἀπολαβὼν ἔτυπτεν ἁπλῶς καὶ μηδὲν ἔχων ἐγκαλεῖν, ἢ πάλιν κατέῤῥιπτεν εἰς τὴν γῆν, σὺ δὲ πάντα πράως ἐνεγκὼν ἀπηλλάγης, οὐκ αἰσχύνης τὸ πρᾶγμα ἦν, ἀλλὰ φιλοσοφίας καὶ τῶν μεγίστων [47.451] ἐπαίνων.
 [01142]  Τὸ δὲ πάντων χαλεπώτερον ἦν, ἡ ἐρωμένη, δι' ἣν ἔτη δὶς ἑπτὰ δουλεύειν εἵλετο, ὑπὸ τῆς ἀθυμίας ἀπεπνίγετο, τὴν μὲν ἀδελφὴν τίκτουσαν ὁρῶσα, ἑαυτὴν δὲ οὐδὲ ἐλπίδα τοῦ πράγματος ἔχουσαν, καὶ εἰς τοσαύτην ἔκστασιν ὑπὸ τῆς ἀθυμίας ἐξηνέχθη τότε, ὡς ἐγκαλεῖν καὶ μέμφεσθαι τῷ ἀνδρὶ, καὶ θάνατον ἀπειλεῖν καθ' ἑαυτῆς, εἰ μὴ τέκοι·
 [01609]  Τὸν γὰρ συστράτηγον τὸν αὐτοῦ καὶ πάντα τὸν λαὸν ὑποτάξαντα τῷ ∆αυῒδ, τοῦτον ἁπλῶς καὶ οὐδὲν ἔχων ἐγκαλεῖν, ὑπὸ βασκανίας μανεὶς ἀνεῖλε καὶ διεχρήσατο·
000-00-00 Serial Number=0574894726
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00567]  [10.22] Εἶτα μετὰ ταῦτα λαβόντες αὐτὸν ἔξω τῶν πατρικῶν ὀφθαλμῶν καὶ ἐπ' ἐρημίας εὑρόντες αὐτοῖς κομίζοντα τροφὴν καὶ εἰς ἐπίσκεψιν αὐτῶν ἀφιγμένον, οὐ τὴν αἰτίαν τῆς ἀφίξεως ᾐδέσθησαν, οὐ τὴν τράπεζαν ᾐσχύνθησαν τὴν ἀδελφικήν, ἀλλὰ τὰ ξίφη ἠκόνουν καὶ πρὸς σφαγὴν ηὐτρεπίζοντο καὶ ἀδελφοκτόνοι πάντες ἐγίνοντο, οὐ μικρόν, οὐ μέγα ἐγκαλεῖν ἔχοντες τῷ μέλλοντι ἀναιρεῖσθαι παρ' αὐτῶν·
000-00-00 Serial Number=0904508352
Ad illuminandos catecheses Ante [Go Back]  
 [00547]  Καὶ ὁ μὲν Θεὸς καὶ τοὺς ἐχθροὺς φιλεῖν ἐκέλευσε, σὺ δὲ καὶ τὸν οὐδὲν ἠδικηκότα ἀποστρέφῃ μηδὲν ἔχων ἐγκαλεῖν, καὶ οὐκ ἐννοεῖς πόσος ὁ γέλως, πόση ἡ αἰσχύνη, μᾶλλον δὲ πόσος ὁ κίνδυνος;
000-00-00 Serial Number=0153887689
Ad populum Antiochenum Ante [Go Back]  
 [00173]  ∆εῖ δὲ αὐτὴν ἐπαγαγεῖν τὴν λύσιν, ὡς μὴ μόνον εἴ τινες νόσῳ καὶ ἀῤῥωστίᾳ τοιαύτῃ περιπέσοιεν, ἀλλὰ καὶ εἴ τινες πενίᾳ, καὶ λιμῷ, καὶ δεσμοῖς, καὶ βασάνοις, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις, καὶ πᾶσι τοῖς κατὰ τὸν παρόντα βίον δεινοῖς, ἅγιοι καὶ μεγάλοι καὶ θαυμαστοὶ, καὶ ἐπ' ἐκείνων ἀπὸ τῶν σήμερον ῥηθησομένων ἀκριβῆ καὶ σαφεστάτην δυνηθῆναι εὑρέσθαι τὴν ἀπολογίαν πρὸς τοὺς ἐγκαλεῖν βουλομένους.
 [01861]  Εἰ μὲν γὰρ ἐπὶ τῆς αὐτῆς πονηρίας τῶν ἀνθρώπων μενόντων οὐκ ἐξέβη εἰς ἔργον τὰ τῆς ἀποφάσεως, εἶχεν ἴσως ἄν τις ἐγκαλεῖν τοῖς εἰρημένοις·
 [05982]  Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχοντες, οὐκ εἰς ἐμὲ μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἀπελθόντας ἐνύβρισαν;
 [05987]  οὐ γὰρ δὴ κἀκείνοις ταῦτα ἐγκαλεῖν εἶχον.
000-00-00 Serial Number=0628589034
Adversus Judaeos Ante [Go Back]  
 [00648]  ∆ιὰ τοῦτο καὶ Παῦλος πολλὰ καὶ μεγάλα Κορινθίοις ἐγκαλεῖν ἔχων, οὐδὲν ἐνεκάλεσε πρὸ τούτου·
 [00651]  Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, ἀπ' αὐτῶν τοῦ Παύλου ῥημάτων τοῦτο ποιήσω φανερὸν, ὅτι πάντα ἐκεῖνα ἔχων ἐγκαλεῖν, οὐδὲν πρὸ τούτου διώρθωσεν.
 [00876]  Πῶς γὰρ δυνησόμεθα ἐγκαλεῖν ἐκείνοις μένουσιν ἐπὶ τῆς οἰκίας, ὅταν σὺ πρὸς ἐκείνους τρέχῃς;
000-00-00 Serial Number=0723466933
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00878]  καίτοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας, οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ τότε ἐκείνῳ, ἀλλ' ἦν ἅπαντα τὰ ἄλλα θαυμαστὸς, καὶ τὴν φιλοσοφίαν αὐτοῦ πᾶσαν οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν κατὰ τὴν συμφορὰν ταύτην ἐπισυμβάντων ἔστιν ἰδεῖν.
000-00-00 Serial Number=0319387436
Commentarius in Job Ante [Go Back]  
 [02418]  «μὴ γάρ, ἐπειδὴ συμφορᾷ περιέπεσον», φησίν, «καὶ τὸ φρονεῖν ἀπώλεσα;» δίκαιον ἑαυτὸν ἐνταῦθα λέγει οὐχὶ τὴν τελείαν ἀρετὴν ἑαυτῷ μαρτυρῶν, ἀλλὰ τὸ μηδένα ἠδικηκέναι, τὸ μηδένα τῶν ἄλλων ἔχειν ἐγκαλεῖν αὐτῷ.
000-00-00 Serial Number=0577463329
Contra ludos et theatra Ante [Go Back]  
 [00094]  Καὶ καθάπερ οἱ πυρέττοντες, οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῖς διακονουμένοις, διὰ τὴν τοῦ νοσήματος κακίαν δυσάρεστοι πρὸς πάντας εἰσὶ, σιτία διακρουόμενοι, καὶ ἰατροὺς κακίζοντες, καὶ πρὸς τοὺς οἰκείους ἀγανακτοῦντες, καὶ κατὰ τῶν διακονούντων λυττῶντες·
000-00-00 Serial Number=0603223443
De Anna i Ante [Go Back]  
 [00160]  Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὕτως ἀλόγως διάκεινται, ὡς ταῖς γυναιξὶν ἐγκαλεῖν, ἐπειδὰν μὴ τίκτωσιν, οὐκ εἰδότες ὅτι τὸ τεκεῖν ἄνωθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας, καὶ οὔτε γυναικὸς φύσις, οὔτε συνουσία, οὔτε ἄλλο οὐδὲν αὐταρκὲς πρὸς τοῦτό ἐστιν.
 [00399]  καίτοι καὶ εἰ δίκαια ἐγκαλεῖν εἶχεν, οὐδὲ οὕτω τοῦτο γενέσθαι ἔδει·
000-00-00 Serial Number=0313479722
De Chananaea Ante [Go Back]  
 [00355]  Ἐπεὶ οὖν καὶ τοῦτο νόμιμον ἦν, τὸ μηδὲν κοινὸν ἔχειν μετὰ Χαναναίων, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν αὐτῷ οἱ Ἰουδαῖοι καὶ λέγειν, ∆ιὰ τοῦτο οὐκ ἐπιστεύσαμέν σοι·
 [00378]  ∆ιὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν, ὅτι παρέβην τὸν νόμον.
000-00-00 Serial Number=0257601023
De Davide et Saule Ante [Go Back]  
 [00782]  Κἂν μέλλῃς ἐγκαλεῖν καὶ διαλέγεσθαι, πρότερον τὸ πάθος ἐκβαλὼν καὶ τὸν θυμὸν σβέσας, οὕτως εὐθύνας ἀπαίτει, οὕτως ἔλεγχε, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως.
000-00-00 Serial Number=0888066709
De Lazaro Ante [Go Back]  
 [01472]  Ἀπέδοντό ποτε τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, ἐγκαλεῖν μὲν οὐδὲν ἔχοντες, ὅτι δὲ ἐνύπνια ἑώρα τὴν μέλλουσαν αὐτῷ προαναφωνοῦντα δόξαν.
000-00-00 Serial Number=0545680881
De diabolo tentatore Ante [Go Back]  
 [00245]  Ἀνελὼν γὰρ τὸ ζητεῖν κατὰ συγχώρησιν λέγω εἰ χρησίμως ἔλαβε παρ' ἡμῶν ὁ Θεὸς, ἐκεῖνο λέγω μόνον, ὅτι εἰ ἔλαβε τὰ δοθέντα, οὐδὲ οὕτως ἐγκαλεῖν τις εἶχεν αὐτῷ·
 [00463]  Ὅτι οὐδὲν παρ' ἡμῶν ἠδικημένος, οὐ μικρὸν, οὐ μέγα ἐγκαλεῖν ἔχων, ἰδὼν τιμηθέντα τὸν ἄνθρωπον, εὐθέως ἐβάσκηνεν αὐτοῦ τοῖς ἀγαθοῖς.
000-00-00 Serial Number=0113304675
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00126]  «Καὶ τί ἡμῖν ἐγκαλεῖς, φησίν, τοῖς ταῦτα κεκτημένοις, δέον τοῖς τὰ πλείονα ἔχουσιν ἐγκαλεῖν;» ∆ι' ὑμῶν πολλῷ μᾶλλον ἐκείνων κατηγορῶ·
 [00329]  Τί ἔχων ἐγκαλεῖν;
000-00-00 Serial Number=0226534367
De incomprehensibili dei natura Ante [Go Back]  
 [01012]  Ἄτοπον οὖν ῥᾳθυμοῦσι μὲν ἐγκαλεῖν, κατορθοῦντας δὲ μὴ ἐπαινεῖν.
000-00-00 Serial Number=0126042068
De mutatione nominum Ante [Go Back]  
 [00538]  τὸ δὲ ἐπαινεῖν μὲν ἄν τι τῶν δεόντων γίνηται, ἐγκαλεῖν δὲ ἄν τι διαμαρτάνηται, τοῦτο φίλου καὶ κηδεμόνος.
 [00583]  ἀπὸ γὰρ τοῦ σφόδρα φιλεῖν τὸ ἐγκαλεῖν γίνεται.
 [00814]  Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων ἐμοί;
000-00-00 Serial Number=0647428632
De paenitentia [1] Ante [Go Back]  
 [01260]  σὺ δὲ οὐδὲν ἔχων ἐγκαλεῖν τοῖς Νινευΐταις κατέδυσας αὐτοὺς καὶ ἀπώλεσας.
 [01644]  Ἐπειδὴ γὰρ ἔμελλον ἐγκαλεῖν τινες, ὅτι ἀντινομοθετῶν ταῦτα λέγει·
000-00-00 Serial Number=0611039937
De proditione Judae Ante [Go Back]  
 [00136]  τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων, παραδίδως τὸν διδάσκαλον;
000-00-00 Serial Number=0574393034
De prophetiarum obscuritate Ante [Go Back]  
 [00479]  πολλῷ μᾶλλον Ἰουδαίοις διαλεγόμενος ἐδεῖτο συμμαχίας τῆς ἀπὸ τῶν προφητῶν, ὥστε μὴ καὶ ἐκείνους ἐγκαλεῖν, ὅτι καινά τινα καὶ ξενίζοντα εἰσφέρει εἰς τὰς ἀκοὰς αὐτῶν.
000-00-00 Serial Number=0809272707
De sacerdotio Ante [Go Back]  
 [00044]  Εἰ μὲν γὰρ ἔχεις ἐγκαλεῖν ὅτι σὲ εἰς βιωτικὰς περιέλκω φροντίδας καὶ τῶν πραγμάτων ἀναγκάζω προστῆναι τῶν σῶν, μὴ τοὺς τῆς φύσεως νόμους, μὴ τὴν ἀνατροφήν, μὴ τὴν συνήθειαν, μηδὲ ἄλλο μηδὲν αἰδεσθῇς, ὡς ἐπιβούλους φεῦγε καὶ πολεμίους·
 [00136]  Εἰ δὲ οὐκ ἀεὶ τὸ πρᾶγμα ἐπιβλαβές, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται φαῦλον ἢ καλόν, ἀφεὶς ἐγκαλεῖν τὸ ἠπατῆσθαι, δεῖξον ἐπὶ κακῷ τοῦτο τεχνησαμένους·
 [00387]  πᾶσα γὰρ αὐτοῖς κακηγορίας ἐκκόπτεται πρόφασις καὶ οὔτε ἐμοὶ κολακείαν, οὔτε μισθαρνίαν ἐκείνοις ἔχουσιν ἐγκαλεῖν, πλὴν εἴ τινες αὐτῶν ἁπλῶς μαίνεσθαι βούλοιντο.
 [01217]  πολλοὶ γὰρ αὐτῷ συνεχῶς ἐπιφύονται μάτην καὶ εἰκῇ καὶ οὐδὲν ἔχοντες ἐγκαλεῖν πλὴν τοῦ παρὰ πᾶσιν εὐδοκιμεῖν ἀπεχθάνονται.
000-00-00 Serial Number=0667316794
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00362]  γὰρ αὐτοῖς ἀπολογίαν ἐσπούδαζον εἰς τὸ δικαστήριον, ἵνα μὴ ὁ ὠμὸς καὶ ἀπηνὴς δικαστὴς ἐκεῖνος ἐγκαλεῖν ἔχῃ προδοσίαν, καὶ ὅτι λαβόντες ἀργύριον τὰς γυναῖκας ἀφῆκαν·
000-00-00 Serial Number=0592635214
De virginitate Ante [Go Back]  
 [00638]  δεσπότῃ πρόσιμεν φοβερῷ πολλὰ παρ' ὑμῶν ὑβρισμένῳ μεγάλα ἡμῖν ἔχοντι καὶ ὑπὲρ μεγάλων ἐγκαλεῖν.
000-00-00 Serial Number=0755827904
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00094]  τὸ δὲ ἐπαινεῖν μὲν, ἄν τι τῶν δεόντων γίνηται, ἐγκαλεῖν δὲ, ἄν τι διημάρτηται, τοῦτο φίλου καὶ κηδεμόνος ἐστί.
 [01490]  Τίς οὖν οὕτως ὠμὸς καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς, ὡς ἐγκαλεῖν τῷ λέγοντι καὶ διαλεγομένῳ περὶ τῆς τοῦ Θεοῦ συνεχῶς ὀργῆς.
 [02420]  ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν [63.643] ἔχοντας ἐγκαλεῖν ἐκπολεμεῖ, καὶ οὕτως ἐκθηριοῖ καὶ κατεξανίστησι τὴν κατὰ τοῦ νεκροῦ καὶ ἀκινήτου τῶν ἀπανθρώπων μανίαν, ὡς οὐδ' ἂν αὐτῶν τῶν σαρκῶν ἀπέσχοντο, εἴ γέ που χρήσιμα ἦν αὐτοῖς καὶ τὰ μέλη.
 [03744]  Κἂν ἐγκαλεῖν καὶ διαλέγεσθαι μέλλῃς, πρότερον τὸ πάθος ἐκβαλὼν, καὶ τὸν θυμὸν σβέσας, οὕτως ἔλεγχε καὶ εὐθύνας ἀπαίτει, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως.
 [04683]  καίτοι καὶ εἰ δίκαια ἐγκαλεῖν εἶχεν, οὐδὲ οὕτως τοῦτο γενέσθαι ἔδει·
 [05313]  οὐκ ἐκελεύσθης ἀργίαν ἐγκαλεῖν, οὐδὲ κακίαν κατηγορεῖν, οὐδὲ νωθρείαν ὀνειδίζειν, ἀλλὰ πενίαν διορθοῦσθαι, καὶ συμφορὰν ἰᾶσθαι, καὶ χεῖρα τοῖς κειμένοις ὀρέγειν.
 [05548]  σὺ δὲ οὐδὲν ἔχων ἐγκαλεῖν τοῖς Νινευίταις, κατέδυσας αὐτοὺς καὶ ἀπώλεσας.
 [06480]  καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν τι αὐτῷ·
 [06566]  Καί [63.767] τοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ.
 [08263]  τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν ἐπεχείρουν αὐτὸν ἀνελεῖν, εἰ μὴ ἄρα τὸ καλῶς παθεῖν ἔγκλημα;
 [08268]  Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον, καὶ ταύτῃ τῇ πλάνῃ ἀπάγειν τοὺς ὄχλους·
 [08273]  Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον.
000-00-00 Serial Number=0136305988
Epistula ad Cyriacum Ante [Go Back]  
 [00625]  Καὶ γὰρ ἐκ πρώτης ἡλικίας χαλεπὸς αὐτῷ ἀναρριπίζεται πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν παρὰ τοῦ πατρὸς διαθέσεως, καίτοι γε τὸ φίλτρον ὁ νομοθέτης Μωϋσῆς οὐκ ἔφησεν ἐξ ἀρετῆς τοῦ παιδὸς ἔχειν τὴν ἀρχήν, ἀλλ' ἀπὸ τοῦ καιροῦ τῶν ὠδίνων·
 [00641]  Μὴ γὰρ δὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενές, ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετ' ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι, οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου γενέσθαι καὶ τοσαύτης ἀπολαύοντα εὐημερίας πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν, δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης, πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον μετενεχθῆναι γῆν.
000-00-00 Serial Number=0322203279
Epistulae Ante [Go Back]  
 [00293]  Τί περιέρχῃ ἀπολογίαν ζητοῦσα, καὶ συγγνώμην [52.635] αἰτοῦσα ὑπὲρ ὧν ἡμεῖς σε στεφανοῦμεν καὶ ἀνακηρύττομεν, ὅτι μὲν ἔγραψας, ἀποδεχόμενοι, ὅτι δὲ ὀψὲ καὶ βραδέως, ἐγκαλεῖν ἔχοντες;
 [00849]  καὶ τοῦτο οἶμαι αἴτιον εἶναι τοῦ συνεχῶς ἡμῖν ἐγκαλεῖν, ὅτι μὴ πολλάκις ἐπεστάλκαμεν.
 [01807]  καὶ τοῦτο οἶμαι αἴτιον εἶναι τοῦ συνεχῶς ἡμῖν ἐγκαλεῖν, ὅτι μὴ πολλάκις ἐπεστάλκαμεν.
 [03338]  [52.732] ὁμοίως περὶ ἡμᾶς διάκεισθε, τούτου χάριν ἐγκαλεῖν οὐκ ἂν ἀνασχοίμην τῆς σιγῆς ἕνεκεν, εἰ καὶ σφόδρα ἐπιθυμῶ πυκνὰ παρ' ὑμῶν δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας ὑμῶν δηλοῦντα.
000-00-00 Serial Number=0970016778
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00979]  Καὶ γὰρ ἐκ πρώτης ἡλικίας οἴκοθεν χαλεπὸς αὐτῷ ἀνερριπίζετο πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν αὐτὸν παρὰ τοῦ πατρὸς διαθέσεως.
 [00996]  Μὴ γάρ μοι παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενὲς ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετὰ ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου καὶ πολίτου γενέσθαι, καὶ τοσαύτης ἀπολαύσαντα τῆς εὐημερίας, πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης καὶ πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθῆναι γῆν.
000-00-00 Serial Number=0847560167
Expositiones in Psalmos Ante [Go Back]  
 [01498]  Ἐπειδὴ δὲ οὐκ ἐγκαλεῖν δεῖ μόνον, ἀλλὰ καὶ διδάσκειν, ἀναγκαῖον ἅψασθαι τοῦ διηγήματος.
 [02465]  Τί δὲ καὶ ἔχων ἐγκαλεῖν τῷ πατρὶ, ταῦτα ἐποίει;
 [02468]  Ἀλλ' οὐδὲν ἔχων ἐγκαλεῖν, ἀλλ' ἐπιθυμίᾳ ἁλοὺς ἀκαίρῳ, καὶ ταῦτα λοιπὸν γέροντος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις τῆς προσδοκίας οὔσης, οὐκ ἀνέμεινεν οὐδὲ σμικρόν.
000-00-00 Serial Number=0439478338
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00483]  Τοῦτο πάντες ἐγκαλοῦσι, καὶ κατηγοροῦσι καθ' ὑμῶν, ὅτι παρέντες τὸν Θεὸν ἐγκαλεῖν εἰς συμμαχίαν, τοὺς ἐχθροὺς καὶ ἐπιβουλεύοντας αὐτοῖς ἐπε [64.765] σπῶντο, καὶ αὐτοὺς ἔσχον φίλους.
 [00726]  Οὐδὲν οὐδέπω λέγω, ὅτι δαίμοσιν, ἀλλ' ὅτι μηδὲν ἔχοντες ἐγκαλεῖν, καὶ τὸ δεινὸν οὐδὲ λάθρα, οὐδὲ νόμῳ λῃστείας, ἀλλὰ τρόπῳ εὐσεβείας ἐδρᾶτο τὰ δεινὰ, ἐπὶ προσχήματι ἁγιαστείας μιαιφονίαι ἐτελοῦντο ἄλλ'.
 [01357]  Τί ἔχοντες ἐγκαλεῖν;
 [02054]  Ὅτι ἀπὸ Θεοῦ, ὅτι ἐπὶ τοιούτοις, ὅτι διὰ παντὸς, ὅτι οὐδὲν ἔχουσα ἐγκαλεῖν.
 [05351]  οὐδὲν ἔχοντες ἐγκαλεῖν, ταῦτα εἰργάσαντο εἰς τὸν ἄνθρωπον τοῦ Θεοῦ.
000-00-00 Serial Number=0927578807
In Acta apostolorum Ante [Go Back]  
 [04842]  Ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαμαλιῆλος μηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν.
 [04940]  Ἁρπάσαι γὰρ αὐτοὺς ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν.
 [05190]  Οὐδὲν γὰρ ἔχοντες ἐγκαλεῖν, ἀλλ' ἐλθόντα ἐπὶ τροφὴν τὴν αὐτῶν, κακῶς διέθηκαν.
 [08472]  Πολλὴν τῶν καθ' ἑαυτοὺς πρόνοιαν ἐποιοῦντο, καὶ οὐκ ἐβούλοντο ἐγκαλεῖν αὐτοῖς Ἰουδαίους, ὅτι προσελάμβανον τὰ ἔθνη·
 [09689]  οὐ γὰρ ἐγκαλεῖν δεῖ μόνον.
 [09999]  μή τι ἔχεις ἐγκαλεῖν;
 [09999]  Οὐδὲν ἔχω ἐγκαλεῖν ὑμῖν·
000-00-00 Serial Number=0859212458
In Ecclesiasten Ante [Go Back]  
 [00448]  Εἰ μέλλεις ἐγκαλεῖν τῷ θεῷ ὅτι σε ταχέως ἀνήρπασεν ἀπὸ τοῦ κόσμου, εἶτα μετὰ ταῦτα συνέβη δεινὰ εἶναι, οὐκ ἔχων εἰδέναι αὐτὰ τὰ μετὰ σέ, οὐδὲν ἔχεις λέγειν, ἀλλὰ ἁλίσκῃ.
000-00-00 Serial Number=0314006329
In Eutropium Ante [Go Back]  
 [00076]  Ἐπειδὴ γάρ εἰσι πολλοὶ παρ' ἡμῖν ἀπάνθρωποι, ὥστε ὁμοίως καὶ ἡμῖν ἐγκαλεῖν, ὅτι αὐτὸν ἐδεξάμεθα τῷ βήματι·
000-00-00 Serial Number=0888040245
In Joannem Ante [Go Back]  
 [05022]  Οὐδὲν γὰρ ἔχοντες ἡμῖν ἐγκαλεῖν, ἀλλὰ μυρία εὐεργετούμενοι, φησὶν, ἀποπηδῶσιν ἡμῶν.
000-00-00 Serial Number=0288191915
In Lazarum i Ante [Go Back]  
 [00096]  Ἤκουσεν ἡ Μάρθα, καὶ μικρὸν τοῦ λυπηροῦ σχήματος φροντίσασα ἔρχεται δρομαία κατὰ τὴν ὁδὸν, καὶ ἐγκαλεῖν ἄρχεται τῷ Σωτῆρι πενθικῶς·
000-00-00 Serial Number=0908476651
In diem natalem Ante [Go Back]  
 [00236]  ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ Θεὸς ζῶντα ἐκ Πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησε;
 [00245]  Τὴν τῶν ἀνδροφόνων ψυχὴν καὶ τὴν τῶν γοήτων τῆς οὐσίας εἶναι λέγων τοῦ Θεοῦ, ἡμῖν τολμᾷς ἐγκαλεῖν, ὅτι τούτων μὲν οὐδὲν ἀνεχόμεθα, οὔτε ὑπομένομεν ἀκοῦσαι λεγόμενον, ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας κρίνομεν μετόχους·
000-00-00 Serial Number=0022903204
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00100]  Ἡ γὰρ δοξολογία αὕτη ἀπολογία γίνεται τῷ μέλλοντι ἐγκαλεῖν, καὶ οὐδὲ ἀφίησι μέμψασθαι τῇ μελλήσει.
 [04145]  οὐδὲ γὰρ οὐ μικρὸν, οὐ μέγα ἔχετε ἡμῖν ἐγκαλεῖν.
 [04186]  Τοῦτο φιλοῦντός ἐστι, καὶ ἐγκαλεῖν ὑπὲρ τοῦ μὴ φιλεῖσθαι καὶ δεδοικέναι μὴ, πέρα τοῦ μέτρου ἐγκαλέσας, λυπήσῃ.
 [06227]  Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν;
 [07514]  Καὶ μὴν δόξα αὕτη ἐστὶ, τὸ ἐγκαλεῖν, τὸ τιμωρεῖσθαι, τὸ εὐ [61.592] θύνας ἀπαιτεῖν, τὸ ἐν τάξει δικαστοῦ καθέζεσθαι·
000-00-00 Serial Number=0441281259
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00920]  Ταύτην ὑμᾶς τὴν χάριν αἰτῶ, προσιέναι, καὶ ἐγκαλεῖν, καὶ ἀπολογίας δέχεσθαι παρ' ἡμῶν.
000-00-00 Serial Number=0838673949
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00425]  καὶ μετὰ πολλῆς στήσῃ τῆς παῤῥησίας, καὶ ἐρεῖς, ὅτι ἀνοίας ἐσχάτης ἦν τὸ ἐγκαλεῖν τῷ Θεῷ, ὅτι μὴ τῇ φύσει τὴν γνῶσιν ἐνέθηκε;
 [00467]  Οὐδὲ μέλλων τίς τινι ἐγκαλεῖν εἶπεν·
 [00517]  Οὔτε οὖν εὐθέως εἶπεν ὅτι ἐδηλώθη, ἵνα μὴ δόξῃ ὡς ἐξ ἐκείνων ἐγκαλεῖν, οὔτε ἀπεσιώπησεν, ἵνα μὴ δόξῃ ἐξ ἑαυτοῦ μόνον λέγειν.
 [03244]  οὕτω καὶ Παῦλος μέλλων ὑπὲρ ἑτέρων ἐγκαλεῖν, τῶν μὲν ὡς ἀδικουμένων, τῶν δὲ ὡς πέρα τοῦ μέτρου τιμωμένων, αὐτὰ μὲν οὐκ ἔθηκε τὰ πρόσωπα, ἐπὶ δὲ τῆς ἑαυτοῦ προσηγορίας καὶ τῆς Ἀπολλὼ τὸν λόγον προσήγαγεν, ἵνα αἰδούμενοι τούτους δέξωνται τὴν θεραπείαν·
 [03706]  Ὁ γὰρ μυρία ἔχων ἐγκαλεῖν, καὶ ἀσπάζεται.
 [09999]  Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπ-έχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖ-νον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυ-61.275 ναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγέ-νετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην;
 [09999]  Καὶ ἡ μὲν φύσις καὶ τοὺς ἐχθροὺς αὐτῷ κατ-αλλάττει τότε, ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν ἔχοντας ἐγκαλεῖν ἐκπολεμοῖ, καὶ ἐν ἐρημίᾳ πολλῇ τὸ σῶμα αἰκίζεται.
000-00-00 Serial Number=0876415312
In epistulam ad Colossenses Ante [Go Back]  
 [00460]  ὅταν γὰρ μέλλῃ τισὶ γράφειν, ἔχων μέν τι ἐγκαλεῖν, ἔχων δὲ καί τι ἐπαινέσαι, πρότερον ἐπαινεῖ, καὶ τότε καθίησιν εἰς τὰ ἐγκλήματα.
 [03487]  Εἰ γὰρ μέλλοιεν ἡμῖν καὶ δι' ἕτερα ἀπεχθάνεσθαι, οὔτε μισθὸς ἡμῖν ἔσται, καὶ αὐτοὶ χείρους ἔσονται, καὶ δόξουσιν ἡμῖν δίκαια ἐγκαλεῖν·
 [03892]  Οὐκέτι γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοὺς, ὅταν αὐτοὶ ὦσιν ἀναδεδεγμένοι τὸ πᾶν·
000-00-00 Serial Number=0510932922
In epistulam ad Ephesios Ante [Go Back]  
 [04387]  Καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν αὐτῷ τι·
 [05848]  Πάντα τοίνυν κατ' ἐκεῖνον νομοθέτει τὸν χρόνον, καθ' ὃν ἡ αἰσχύνη, καθάπερ τις χαλινὸς ἐπικείμενος τῇ ψυχῇ, οὐκ ἀφίησιν οὐδὲν μέμφεσθαι, οὐδὲ ἐγκαλεῖν τοῖς γινομένοις.
000-00-00 Serial Number=0051654994
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01879]  Οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν ἔχουσί μοι οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο μόνον.
000-00-00 Serial Number=0034164071
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07968]  τί ἔχοντες ἐγκαλεῖν, ἤλαυνον αὐτὸν καὶ ἐδίωκον, καὶ λιμῷ παλαίειν ἠνάγκαζον;
000-00-00 Serial Number=0460110962
In epistulam ad Philippenses Ante [Go Back]  
 [01939]  τί ἔχων ἐγκαλεῖν, ὦ μιαρέ;
 [03013]  Οὐκ ἐχρῆν δοῦναι, εἴ γε ἔμελλες ἐγκαλεῖν.
 [04684]  Μὴ νομίσητε, φησὶν, ἀναισχυντίας εἶναι τὰ ῥήματα, τὸ ἐγκαλεῖν, καὶ λέγειν, Ἤδη ποτὲ ἀνεθάλετε, καὶ τοῦ ἐν χρείᾳ εἶναι·
 [04754]  Εἶτα ἵνα μὴ δόξῃ διὰ τοῦτο ἐγκαλεῖν, ὅρα πῶς ἐπισφραγίζεται.
000-00-00 Serial Number=0499347925
In epistulam ad Titum Ante [Go Back]  
 [00280]  Ταῦτα εἶπον, ἵνα εἰδῆτε μὴ ἁπλῶς ἐγκαλεῖν, ἵνα εἰδῆτε μᾶλλον ἀποδέχεσθαι, ἵνα καὶ εἴ τις ἐφίεται τῆς ἀρχῆς, τὰς νιφάδας τῶν κατηγοριῶν ὁρῶν, τὴν τοιαύτην ἐπιθυμίαν σβεννύῃ.
000-00-00 Serial Number=0117904127
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00314]  Πῶς οὖν οὐκ ἄτοπον ἰατρῷ μὲν μὴ ἐγκαλεῖν ἐναντία ποιοῦντι πολλὰ καὶ περὶ σώματος ἑνὸς φύσιν, τῷ Θεῷ δὲ μέμψιν ἐπάγειν, εἰ κατὰ διαφόρους καιροὺς διαφόροις ἀνθρώποις διάφορα ἔδωκε τὰ προστάγματα;
 [00316]  Ὅτι μὲν οὖν, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι, οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτων·
 [00463]  Μὴ γὰρ τοῦτο προσετάγης, ἄνθρωπε, ἐγκαλεῖν καὶ ἐπιτιμᾷν ἁπλῶς τοῖς δεομένοις;
000-00-00 Serial Number=0990934253
In illud Vidi dominum Ante [Go Back]  
 [01246]  ἀλλ' ὅπερ φίλοι ποιοῦσι πρὸς τοὺς ὁμοτίμους τῶν φίλων, ἐπειδὰν ἔχωσί τι δίκαιον ἐγκαλεῖν, ἐν παρασιωπήσει μένοντες, τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸ ἔθνος ἐκεῖνο ἐποίησεν, μείζονος ὂν ἄξιον κολάσεως καὶ τιμωρίας.
000-00-00 Serial Number=0373247683
In principium Actorum Ante [Go Back]  
 [00248]  Ἔμελλον αὐτῷ μετὰ ταῦτα ἐγκαλεῖν, ὅτι Ξενίζοντα εἰσφέρεις δόγματα εἰς τὰς ἀκοὰς ἡμῶν, ὅτι καινοτομεῖς, ὅτι θεὸν εἰσφέρεις, ὃν οὐκ ἴσμεν.
 [00276]  ὅτι δεῖ τοῦτον ἀποθανεῖν, ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, βασκανίᾳ δὲ τηκόμενος.
 [00644]  Οὐκ ἐκέλευσέ σοι ἀργίαν ἐγκαλεῖν, ἀλλὰ πενίαν διορθοῦσθαι·
000-00-00 Serial Number=0659595966
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00102]  Καὶ γὰρ καὶ τῆς πατρίδος αὐτὸν ἐξήλασαν, καὶ πρὸς τὴν ὑπερορίαν μετέστησαν, καὶ πολλὰ ἕτερα κατὰ τοῦ μακαρίου ἐκίνησαν τότε ἐκείνου, δίκαιον μὲν οὐδὲν ἔχοντες ἐγκαλεῖν, ὅτι δὲ ἀκούσας τοῦ Παύλου λέγοντος, Ἐσε βάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἔφυγε τὸ ἀσέβημα, καὶ τὴν παρανομίαν ἔδεισεν·
000-00-00 Serial Number=0188185394
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00091]  Τίς οὖν οὕτως ὠμὸς καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς, ὡς ἐγκαλεῖν τῷ λέγοντι καὶ περὶ τῆς τοῦ Θεοῦ διαλεγομένῳ συνεχῶς ὀργῆς, τοσαύτην κόλασιν ὑφίστασθαι μέλλοντι, εἰ σιγήσειεν;
000-00-00 Serial Number=0377014279
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00291]  Ἐπεὶ οὖν αὐτὴν τοῦ κακοῦ τὴν ῥίζαν ηὑρήκαμεν, φέρε λοιπὸν τὸ ἐγκαλεῖν ἀφέντες, παραινῶμεν καὶ πείθωμεν, ὅτι καθάπερ τῶν ἀνδρῶν οἱ συνοικοῦντες αὐταῖς δοκοῦσι μὲν ἡδονὴν καρποῦσθαι, πλείονι δὲ περιβάλλονται βασάνῳ (καὶ γὰρ ἐκείνη μόνη καθαρὰ γένοιτ' ἂν ἡδονὴ καὶ μόνιμος, ἡ τοῦ χωρισμοῦ), οὕτω δὴ καὶ ταύταις δοκεῖ μὲν, ὡς αὐταὶ νομίζουσι, δόξα τις ἐντεῦθεν καὶ περιφά νεια τίκτεσθαι·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»