Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἅπαξ [459]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἅπαξ


000-00-00 Serial Number=0804180205
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00093]  Καὶ γὰρ ὁ κλέπτων καὶ ὁ πορνεύων, κἂν ἅπαξ μόνον τὴν ἁμαρτίαν ἐκείνην ἐργάσωνται, οὐκ ἐπειδὴ μὴ πολλάκις τοῦτο τετολμήκασιν, ἀφίενται τῆς τιμωρίας, ἀλλὰ ἐπειδὴ τετολμήκασιν ὅλως, κολάζονται.
 [00348]  ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
000-00-00 Serial Number=0258888245
Ad Innocentium papam ii Ante [Go Back]  
 [00017]  ∆ιὸ καὶ παρακαλοῦμεν ὑμῶν τὴν ἐμμέλειαν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ὅσῳ πλείων ἡ ζάλη, τοσούτῳ πλείονα ἐπιδείξασθαι τὴν σπουδήν.
000-00-00 Serial Number=0214039028
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00866]  Οὐχ ἅπαξ δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ πάλιν ὅτε τὸν Ἰεχονίαν εἶδεν ἀναιρούμενον.
000-00-00 Serial Number=0328261971
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00012]  Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας.
 [00114]  Ἥ τε γὰρ πίστις, δι' ἧς κατήνεγκε τὸν τῶν ἀλλοφύλων πύργον, καὶ τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν, ἥ τε εἰς τὸν ἠδικηκότα εὐεργεσία γενομένη καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ πρὸ τούτων ἡ τοῦ Θεοῦ περὶ αὐτοῦ ψῆφος ἐξενεχθεῖσα, πᾶσαν ἱκανὴ δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ τῶν κατορθωμάτων μᾶλλον αὐτῶν.
000-00-00 Serial Number=0234067261
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00065]  Τὴν γὰρ θύραν ἅπαξ ἀποκλείσας ἑαυτῷ τῆς μετανοίας, καὶ τῆς εἰς τὸ στάδιον εἴσοδον ἀποτειχίσας, πῶς δυνήσεται ἔξω μένων ἢ μικρὸν ἢ μέγα ἐργάσασθαι ἀγαθόν;
 [00253]  τοῦτο μὲν γάρ, ὅπερ ἂν λάβῃ, κατέκαυσεν καὶ ἀπήλλαξεν, ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας κάει διὰ παντὸς καὶ οὐδέποτε παύσεται.
 [00531]  Οὐδὲ γὰρ οὕτως αὐτὸν τὰ ἅπαξ τολμηθέντα ὑφ' ἡμῶν παροξῦναι δύναιτ' ἄν, ὡς τὸ μηδὲ θελῆσαι καὶ μεταβαλέσθαι λοιπόν.
 [00545]  Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ τοὺς ἅπαξ τῆς εὐθείας παρατραπέντας ὁδοῦ ἐπὶ τὰ πρότερα πάλιν ἐκώλυεν ἐπανελθεῖν, οὐδεὶς ἂν τάχα πλὴν ὀλίγων καὶ εὐαριθμήτων σφόδρα, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσῆλθέν ποτε·
 [00565]  Μετὰ δὲ ταῦτα οὔτε ἐκεῖνος τοσαύτην ἐπιδείξεται τὴν μανίαν ἅπαξ ἡττηθείς, καὶ ἔνθα ἦν ἰσχυρὸς καταπεσών, ἡμεῖς τε μείζονα τὴν προθυμίαν ληψόμεθα, καὶ μετὰ πολλῆς τῆς εὐκολίας δραμούμεθα τὸν καλὸν ἀγῶνα τοῦτον.
 [00569]  Ψυχὴ γάρ, ἐπειδὰν ἅπαξ ἀπαγορεύσῃ τὴν σωτηρίαν τὴν ἑαυτῆς, οὐδὲ αἰσθήσεται λοιπὸν ὅπως κατακρημνίζεται, πάντα αἱρουμένη καὶ λέγειν καὶ ποιεῖν τὰ κατὰ τῆς σωτηρίας τῆς ἑαυτῆς.
 [00570]  Καὶ καθάπερ οἱ μαινόμενοι, ἐπειδὰν ἅπαξ τῆς ὑγιοῦς ἐκπέσωσι καταστάσεως, οὐδὲν δεδοίκασιν, οὐδὲν αἰσχύνονται, ἀλλ' ἀδεῶς ἅπαντα τολμῶσιν καὶ πράττουσιν κἂν εἰς πῦρ μέλλωσιν ἐμπίπτειν, κἂν εἰς πέλαγος, κἂν εἰς κρημνόν·
 [00641]  οὐ τῶν ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων, καὶ οὐχ ἁπλῶς τῶν μὴ μετανοησάντων, ἀλλὰ τῶν καὶ ἅπαξ καὶ δεύτερον ἐπὶ τοῦτο παρακληθέντων καὶ πεισθῆναι μὴ βουληθέντων.
000-00-00 Serial Number=0208729029
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00005]  Ἰδιώτην μὲν γὰρ οὐδεὶς λειποστρατίας ἄν ποτε γράψαιτο, ὁ δὲ στρατιώτης ἅπαξ γενόμενος ἐὰν ἁλῷ λιποτακτήσας περὶ τῶν ἐσχάτων ὁ κίνδυνος·
 [00008]  Οὐδεὶς ἔμπορος ἅπαξ ναυαγίῳ περιπεσὼν καὶ τὸν φόρτον ἀπολέσας, ἀπέστη τοῦ πλεῖν, ἀλλὰ πάλιν τὴν θάλασσαν καὶ τὰ κύματα καὶ τὰ μακρὰ διαπερᾷ πελάγη καὶ τὸν πρότερον ἀνακτᾶται πλοῦτον.
 [00128]  Πῶς οὖν οὐκ ἄτοπον ἑτέρους μὲν μηδὲ νῦν ἀπογνῶναί σου τὴν σωτηρίαν, ἀλλὰ δι' ὅλου τὸ μέλος αὐτῶν ἀπολαβεῖν εὔχεσθαι, σὲ δὲ ἅπαξ πεσόντα μὴ θέλειν ἀναστῆναι, ἀλλὰ κεῖσθαι, μόνον οὐχὶ βοῶντα πρὸς τὸν ἐχθρόν·
000-00-00 Serial Number=0896010816
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00017]  [1.1] Ἐπειδὴ δὲ καὶ ἐπὶ τῶν σωμάτων οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον πρὸς τὴν τῆς ἀρρωστίας ἀπαλλαγὴν συντελεῖν εἴωθε τὸ μαθεῖν τὸν κάμνοντα τῆς ἀρρωστίας τὴν ὑπόθεσιν οὐ γὰρ δὴ μόνον τῆς κατεχούσης αὐτὸν ἀπαλλαγήσεται νόσου τοῦτο μαθών, ἀλλ' οὐδὲ μετὰ ταῦτα αὐτῇ περιπεσεῖται, τὴν αἰτίαν γνοὺς ἀφ' ἧς αὐτῇ περιέπεσεν ἅπαξ καὶ φυλαττόμενος, φέρε καὶ ἡμεῖς τοῦτο πρῶτον τοὺς τὰ τοιαῦτα νοσοῦντας διδάξωμεν, πόθεν αὐτοῖς τὸ νόσημα τοῦτο γέγονε τοῦ σκανδάλου.
000-00-00 Serial Number=0937864184
Ad illuminandos catecheses Ante [Go Back]  
 [00072]  καὶ πάλιν, Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας καὶ γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν.
 [00138]  Τὰ μὲν γὰρ ὀστράκινα σκεύη συντριβέντα οὐκ ἂν λάβοι διόρθωσιν, διὰ τὴν ἐκ τοῦ πυρὸς ἐγγενομένην αὐτοῖς ἅπαξ ἀντιτυπίαν·
000-00-00 Serial Number=0688707888
Ad populum Antiochenum Ante [Go Back]  
 [00942]  εἰ δὲ ἅπαξ τοῦ παντὸς τοῦτο συνέβη χρόνου, εὔδηλον ὅτι οὐ τοῦ τῆς πόλεως ἤθους τὸ ἁμάρτημα, ἀλλὰ τῶν ἁπλῶς καὶ εἰκῆ προσφθαρέντων αὐτῇ τὸ παρανόμημα γέγονε τοῦτο.
 [01215]  Ἐνταῦθα μὲν γὰρ καὶ τῆς αὐτῆς οὐσίας ὁ ὑβρισθεὶς, καὶ ἅπαξ τοῦ παντὸς χρόνου τοῦτο πέπονθε, καὶ οὐ κατ' ὄψιν οὐδὲ παρὼν καὶ ὁρῶν καὶ ἀκούων, καὶ ὅμως οὐδεὶς ἔτυχε συγγνώμης τῶν τετολμηκότων·
 [03214]  Ψυχὴ γὰρ ἅπαξ ἀθυμίας πλησθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν ἀνεπιτήδειος.
 [03688]  Ἰδοὺ γοῦν κατέβαλον οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις·
 [04136]  Ὤμοσεν ὁ Σαοὺλ, οὐχ ἅπαξ, οὐδὲ [49.151] δὶς, ἀλλὰ καὶ πολλάκις·
 [04335]  Ὁ μὲν γὰρ στρουθὸς ἅπαξ ἁλοὺς ὑπὸ παγίδος, εἶτα διαφυγὼν, καὶ ἔλαφος δὲ εἰς δίκτυον ἐμπεσοῦσα καὶ διαδρᾶσα, δυσκόλως ἁλώσονται πάλιν τοῖς αὐτοῖς·
 [04684]  ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην·
 [04786]  Ἀλλ' εἶπας ἅπαξ, καὶ οὐκ ἤκουσεν·
 [05307]  οὐχὶ τοὺς ἁμαρτάνοντας αὐτοὺς ἐποίησε διηνεκῶς καίεσθαι μέχρι τῆς παρούσης ἡμέρας, ἀλλ' ἐκείνους μὲν ἅπαξ ἐμπρησθέντας ἀπέκρυψε, τὸ δὲ πρόσωπον τῆς γῆς κατακαύσας, εἰς τὸ μέσον ἅπασι προὔθηκε τοῖς μετὰ ταῦτα βουλομένοις ὁρᾷν, καὶ νῦν φωνῆς ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα·
 [05321]  Ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ φίλη πόλις, καὶ τοσούτους διαφυγοῦσα κινδύνους, καὶ ἐν πολλαῖς ἁμαρτίαις συγγνώμης τυχοῦσα, καὶ δυνηθεῖσα ἁπάντων ἀπαχθέντων τῶν ἄλλων μόνη τὴν αἰχμαλωσίαν διαφυγεῖν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, ἀπὸ ὅρκου μόνου κατηνέχθη·
 [05358]  Ὁρᾷς πῶς οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πλεονάκις εἶπεν, ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα ἔπασχεν ἐκεῖνος;
 [05521]  καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις πάσχομεν.
 [05853]  Ναὶ, δέομαι καὶ ἀντιβολῶ, σπουδάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐκεῖνοι μὲν ἅπαξ ἀκούσαντες κατώρθωσαν, ἡμεῖς δὲ οὐδὲ πολλάκις ἀκούσαντες ἐπεστράφημεν·
000-00-00 Serial Number=0244465351
Adversus Judaeos Ante [Go Back]  
 [00684]  καὶ τίνος ἕνεκεν ἐκεῖνο μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ παντὸς ἐγένετο, τοῦτο δὲ καθ' ἑκάστην τελεῖται σύναξιν·
 [00765]  Τεσσαρακοστὴ μὲν γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ γίνεται, πάσχα δὲ τρίτον τῆς ἑβδομάδος·
 [01764]  νυνὶ δὲ αὐτοὺς δείκνυμι οὐχ [48.900] ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς ἐπιχειρήσαντας καὶ ῥαγέντας, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν, ὥστε ἀναμφισβήτητον εἶναι τῆς Ἐκκλησίας τὸν στέφανον.
 [01908]  Καὶ γὰρ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ ἐπιχειρήσαντες διεκωλύθησαν·
 [02555]  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πολέμων, τὸν πεσόντα ἅπαξ καὶ τὴν ψυχὴν ἀφέντα ἀδύνατον στρατιώτῃ πάλιν ἀνακτήσασθαι καὶ πρὸς ζωὴν ἐπαναγαγεῖν·
 [02621]  Ἀλλ' ἐπειδὴ ἅπαξ ἔδειξε τὸ γενόμενον φανερῶς, τότε εἶπε τὴν ἁμαρτίαν, ὅπερ οὐκ ἔστιν ἐξομολόγησις λοιπόν.
000-00-00 Serial Number=0839827240
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00052]  καὶ γάρ εἰσί μοι τῶν τὰ τοιαῦτα νοσούντων φίλοι πολλοὶ, καὶ ἀνέξονται ἐπελθεῖν καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ οἶδα ὅτι ταχέως ἀπαλλάξονται τοῦ λοιμοῦ.
 [00227]  Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, κἂν ἅπαξ εἴπῃ, ὡς πολλάκις εἰρημένον, οὕτω δέχεσθαι χρὴ τὸ λεχθέν.
 [00237]  εἶτα ἐκεῖθεν, ὥσπερ ἔκ τινος ἀκροπόλεως, τὰ μιαρὰ καὶ ἐναγῆ καθ' ἑκάστην ἡμέραν ἐπιτάγματα καταπέμπει πᾶσιν, οὐ γάμους διασπῶν, οὐδὲ χρήματα πέμπων καὶ φέρων μόνον, οὐδὲ σφαγὰς ἐργαζόμενος ἀδίκους, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, τὴν [47.329] ἅπαξ ἁρμοσθεῖσαν.
 [00239]  οἵπερ ἐπειδὰν ἅπαξ αὐτὴν παραλάβωσιν, οὕτως αὐτῇ συγγίνονται αἰσχρῶς καὶ ὑβριστικῶς, ὡς εἰκὸς δαίμονας πονηροὺς σφοδρῶς καὶ μανικῶς τῆς τε ἀπωλείας καὶ τῆς ἀσχημοσύνης ἐρῶντας τῆς ἡμετέρας.
 [00311]  ἀλλ' ἐγένετο μὲν ἅπαξ ἐν Ἑλληνίδι πόλει, τυραννουμένῃ δέ.
 [01013]  τῶν δὲ ἐν τοῖς οὐρανοῖς οὐδὲ ἅπαξ τις μέμνηται, ἀλλὰ κἂν μνησθῆναι ἕτερος ἐπιχειρήσῃ, ὡς πάντα ἀνατρέπων ἐλαύνεται.
000-00-00 Serial Number=0203338742
Catecheses ad illuminandos Ante [Go Back]  
 [00528]  Ἦλθεν ἅπαξ ὁ Χριστός, εὗρεν ἡμῶν χειρόγραφον πατρῷον ὅπερ ἔγραψεν ὁ Ἀδάμ.
 [00642]  [4.18] Ὥσπερ γὰρ ἐκεῖνοι ἐπὶ τῆς ἐσθῆτος κατὰ τοῦ στήθους τὰς μορφὰς δεικνύντες τὰς βασιλικὰς πᾶσι φανεροὶ καθεστήκασιν, οὕτω καὶ ἡμεῖς εἰ βουληθείημεν, οἱ ἅπαξ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ ἔνοικον αὐτὸν ἔχειν καταξιωθέντες, δυνησόμεθα διὰ τῆς τοῦ βίου ἀκριβείας καὶ σιγῶντες ἅπασι δεικνύναι τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὴν δύναμιν.
 [00672]  Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς οἵ τε νῦν μεμυημένοι καὶ οἱ πάλαι ταύτης τῆς χάριτος ἀξιωθέντες δίκαιοι ἂν εἴημεν, εἰς τὴν σύγκλητον τὴν πνευματικὴν ἅπαξ ἀπογραψάμενοι, μὴ τὰ αὐτὰ τοῖς ἄλλοις μετιέναι·
 [00866]  τὸ γὰρ ἀξίωμα διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἅπαξ ἡμῖν δωρηθέν, τὴν υἱοθεσίαν λέγω, τὸν ἁγιασμόν, τοῦ Πνεύματος τὴν χάριν, εἰ μὴ ῥᾳθυμήσαιμεν, οὐδεὶς οὐδέποτε ἡμῶν ἀφελέσθαι ταῦτα δυνήσεται.
 [00871]  [5.25] Ἐπὶ μὲν γὰρ τοῦ σωματικοῦ κάλλους ἀμήχανον τὴν ἅπαξ ἄμορφον γενομένην ὄψιν καὶ ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἑτέρας τινὸς σωματικῆς περιστάσεως τὸ πρότερον ἀπολέσασαν κάλλος εἰς ἀκμὴν πάλιν ἐπανελθεῖν.
 [00873]  Ἐπὶ δὲ τῆς ψυχῆς, ἐὰν βουλώμεθα, καὶ τοῦτο γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα.
 [01114]  [7.23] Ἀκουέτωσαν ταῦτα καὶ οἱ πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντες καὶ ἡμεῖς ἅπαντες οἱ πάλαι ταύτης μετασχόντες τῆς χάριτος καὶ δεχώμεθα τὴν συμβουλὴν τοῦ τῆς οἰκουμένης διδασκάλου καὶ ἐννοήσωμεν οἵους εἶναι βούλεται τοὺς ἅπαξ τῶν ἀπορρήτων μυστηρίων μετόχους γεγενημένους, πῶς ἀλλοτρίους αὐτοὺς τοῦ παρόντος βίου, οὐχ ἵνα ἔξω τοῦ κόσμου τούτου καὶ μακράν που ἀποικισθῶσιν, ἀλλ' ἵνα ἐν τῷ μέσῳ στρεφόμενοι τῶν μακρὰν ὄντων μηδὲν διαφέρωσιν ἀλλὰ φωστήρων δίκην διαλάμπωσι καὶ διὰ πραγμάτων δεικνύωσι τοῖς ἀπίστοις ὅτι εἰς ἑτέραν πολιτείαν ἑαυτοὺς μετέστησαν καὶ οὐδὲν κοινὸν ἔχουσι πρὸς τὴν γῆν καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα.
000-00-00 Serial Number=0851512730
Commentarius in Job Ante [Go Back]  
 [00165]  ἐκεῖνοι γάρ, φησίν, τοῦτο παρεσκεύαζον, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ διὰ παντὸς ἐγίνετο.
 [00240]  ἡμεῖς δὲ ἂν ἅπαξ ἢ δεύτερον ποιήσωμέν τι ἀγαθὸν ἢ εὐξώμεθα, ἀναπίπτομεν νομίζοντες τὸ πᾶν τετελεκέναι.
 [03815]  [33,14a] ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος, [14b] ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον ὡς φάσμα [172] [33,15a] ἐν μελέτῃ νυκτερινῇ, [15b] ὡς ὅταν ἐπιπίπτῃ φόβος δεινὸς ἐπ' ἀνθρώπους [15c] ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης.
 [03829]  ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος.
 [03831]  «οὐχὶ καθ' ἕκαστον ἀκούει καὶ παιδεύει, ἀλλὰ τοῦτό ἐστι τοῦ θεοῦ εἰς ἅπαξ τι ποιῆσαι καὶ μὴ κατὰ μικρόν.
 [04295]  [40,5] ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
000-00-00 Serial Number=0128365278
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00266]  Καίτοι καὶ πρὸ τούτου τινὰ παρήκουσε καὶ γὰρ ἀντεῖπε τῷ Θεῷ καὶ ἅπαξ καὶ δὶς πεμπόμενος εἰς Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου διηπίστησε λέγων, «Ἑξακόσιαι χιλιάδες εἰσὶ πεζῶν, καὶ σὺ εἶπας, Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν.
000-00-00 Serial Number=0321184099
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00254]  [53] Ψυχὴ γὰρ ἅπαξ ἁμαρτίας γευσαμένη καὶ ἀναλγήτως διατεθεῖσα πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην.
 [00386]  [79] Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν δείλαιον ἐκεῖνον τὸν ἅπαξ ἑαυτὸν ἐκδεδωκότα τῷ τῶν δαιμόνων γέλωτι μὴ ἐγκαλύπτεσθαι ἐφ' οἷς οἱ παρ' αὐτῷ θεραπευόμενοι σεμνύνονται θεοί.
000-00-00 Serial Number=0610098243
De Chananaea Ante [Go Back]  
 [00489]  Παρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστόν·
000-00-00 Serial Number=0328743994
De Christi divinitate Ante [Go Back]  
 [00111]  Ἡμεῖς δὲ ἐὰν ἅπαξ πρὸς τὸν Θεὸν εὐξώμεθα περὶ ὁτιοῦν, καὶ μὴ λάβωμεν, εὐθέως ἀλύομεν, καὶ εἰς ἀκηδίαν ἐσχάτην ἐμπίπτομεν·
000-00-00 Serial Number=0854142189
De Davide et Saule Ante [Go Back]  
 [00030]  τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας, καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι, καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν;
 [00106]  Ἄρτι τῶν πολεμίων ἀπελαθέντων, καὶ τῆς πόλεως ἑαυτὴν ἀνακτησαμένης, καὶ πάντων ἐπινίκια θυόντων, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων αἴτιον ἀνελεῖν ἐπεχείρησε ψάλλοντα, καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς ἠκόντισε, βουλόμενος ἀνελεῖν.
 [00433]  Οὕτω δὴ καὶ οὗτος ἅπαξ ὑπὸ τῆς ὀργῆς ἁλοὺς, οὐκ ἂν ῥᾳδίως ἐπίστευσεν, ὅτι ἔστιν ἄνθρωπος οὕτω τοῦ πάθους περιγενόμενος, ὡς μὴ μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ καὶ τὸν ἀδικοῦντα σώζειν.
 [00457]  Καὶ ὅτι καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε, καὶ ὅτι μετὰ ταῦτα μέλλων ἀποδιδόναι τὸν μισθὸν τῆς προτέρας μάχης, ἕδνα ἀπῄτησεν, οὐ χρυσίον καὶ ἀργύριον, ἀλλὰ σφαγὴν καὶ πανωλεθρίαν·
 [00482]  ἐβράχητε γὰρ ἅπαξ κακῶς τῷ τῶν φίλων μου αἵματι·
 [00567]  Οἷον ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων, ὃς καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ ∆αυῒδ, αὐτὸς μυρία ἐπιβουλεύσας, εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν.
 [00570]  εἰ δὲ καὶ τὴν ψυχὴν ἐσπούδασεν ἀφελέσθαι, ἀλλ' ἅπαξ τοῦτ' ἐτόλμησεν ἴσως, οὐχὶ δὶς καὶ τρὶς, καὶ πολλάκις καθάπερ οὗτος·
 [00571]  εἰ δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ' οὐ τοσαῦτα εὐεργετηθεὶς, ἀλλ' οὐκ ἐλθὼν εἰς τὰς χεῖρας καὶ ἅπαξ καὶ δεύτερον, καὶ διασωθείς·
 [00606]  Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν πολέμιον σώζων, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸ [54.700] δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτ' εἰδὼς, ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται, εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει·
000-00-00 Serial Number=0921441257
De Joseph et de castitate Ante [Go Back]  
 [00018]  Ἄγεται οὖν εἰς Αἴγυπτον, καὶ πιπράσκεται δεύτερον, καὶ οὐδ' ἅπαξ δουλοῦται.
 [00019]  Ὁ γὰρ τῇ γνώμῃ ἐλεύθερος, κἂν μυριάκις πραθῇ, οὐδ' ἅπαξ δουλοῦται·
 [00020]  ὥσπερ πάλιν δοῦλος τοῖς τρόποις, κἂν μυριάκις ἐλευθερωθῇ, οὐδ' ἅπαξ ἐλευθεροῦται·
000-00-00 Serial Number=0726563096
De Lazaro Ante [Go Back]  
 [00070]  Καὶ γὰρ ὁ γεωργὸς, εἰ μέλλοι διὰ τὰς ἅπαξ καὶ δὶς καὶ πολλάκις γινομένας τῶν ἀέρων ἀνωμαλίας τῆς γεωργίας ἀποπηδᾷν, λιμῷ ταχέως ἀπολούμεθα πάντες.
 [00071]  Καὶ κυβερνήτης δὲ, εἰ διὰ τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις συμβάντα χειμῶνα φύγοι τὴν θάλατταν, ἄπλωτον ἡμῖν ἔσται τὸ πέλαγος, καὶ ἄχρηστος καὶ ἐντεῦθεν ἡμῖν ὁ βίος πάλιν γενήσεται.
 [00073]  Ἅπερ οὖν ἅπαντες εἰδότες, κἂν ἅπαξ, κἂν δὶς, κἂν πολλάκις ἀποτύχωσι τοῦ τέλους τῶν πραγμάτων, ἐν οἷς εἰσι καὶ διατρίβουσι, πάλιν αὐτῶν ἐπιλαμβάνονται μετὰ τῆς αὐτῆς προθυμίας.
 [00077]  οὐδὲν ἐκ τῶν λόγων τούτων ὄφελος γίνεται, Καὶ γὰρ ὁ γηπόνος ἅπαξ καὶ δὶς καὶ πολλάκις τὴν αὐτὴν σπείρας [48.966] ἄρουραν, καὶ ἀποτυχὼν τοῦ κέρδους, πάλιν αὐτὴν εἰργάσατο, καὶ ἐν ἑνὶ πολλάκις ἐνιαυτῷ τοῦ παντὸς χρόνου τὴν ζημίαν ἀνέσωσε.
 [00216]  Εἰ γὰρ τὸν ἐν τῷ πυλῶνι διηνεκῶς ἐῤῥιμμένον, καὶ πρὸ τῶν ὀφθαλμῶν κείμενον, ὃν καθ' ἑκάστην ἡμέραν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πλεονάκις, ὁρᾷν ἠναγκάζετο εἰσιὼν καὶ ἐξιών·
 [00237]  Πάλιν οὐκ ἔστιν ἴσον, ἅπαξ ἢ δεύτερον ἰδόντα πτωχὸν, παραδραμεῖν, καὶ καθ' ἑκάστην ἡμέραν βλέποντα μηδὲ ὑπὸ τῆς κατὰ τὴν ὄψιν συνεχείας πρὸς τὸν ἔλεον καὶ τὴν φιλανθρωπίαν διαναστῆναι ταύτην.
 [01100]  ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην·
 [01414]  Καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις καὶ διὰ παντὸς τοῦ βίου τοῦτο ποιῶν διατελεῖ·
 [01448]  Πατὴρ μὲν γὰρ ἅπαξ, ἢ δεύτερον, ἢ καὶ τρίτον, ἢ καὶ δεκάκις ἐπιτιμήσας τῷ παιδὶ, ἐπειδὰν ἴδῃ μένοντα ἀδιόρθωτον, ἀπαγορεύσας ἀποκηρύττει, καὶ τῆς οἰκίας ἐκβάλλει, καὶ τῆς συγγενείας διακόπτει·
 [01450]  ἀλλὰ, κἂν ἅπαξ, κἂν δεύτερον, κἂν τρίτον, κἂν μυριάκις εἴπῃ, καὶ παρακούσῃς, πάλιν ἐρεῖ, καὶ οὐκ ἀφίσταται ἕως ἐσχάτης ἀναπνοῆς·
 [01456]  εἰ δὲ ἅπαξ καὶ δεύτερον ὑπομνῆσαν ἀπέστη τῆς ἐπιτιμήσεως, οὐκ ἂν πολλὴν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν.
000-00-00 Serial Number=0477640450
De Maccabeis Ante [Go Back]  
 [00256]  [50.628] μᾶλλον δὲ τὴν πολλάκις σφαγεῖσαν, καὶ μηδὲ ἅπαξ ἀλγήσασαν·
000-00-00 Serial Number=0162579775
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00035]  ἅπαξ γὰρ αὐτοῦ ἠλλοτρίωται.
000-00-00 Serial Number=0980747640
De baptismo Christi Ante [Go Back]  
 [00008]  ἡμεῖς δὲ διὰ παντὸς πελάγους σαλεύειν φιλονεικοῦμεν, ἐν ταῖς τῶν βιωτικῶν πραγμάτων τρικυμίαις συνεχῶς ποντούμενοι, καὶ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς δικαστηρίοις στρεφόμενοι, ἐνταῦθα δὲ ἅπαξ ἢ δεύτερον μόλις τοῦ παντὸς ἀπαντῶντες ἐνιαυτοῦ.
 [00033]  Τί γὰρ, εἰπέ μοι, διδάξαι σε τῶν ἀναγκαίων δυνησόμεθα, ἅπαξ τοῦ ἐνιαυτοῦ ἢ δεύτερον παρ' ἡμῖν φοιτῶντα, περὶ ψυχῆς, περὶ σώματος, περὶ ἀθανασίας, περὶ βασιλείας τῶν οὐρανῶν, περὶ κολάσεως, περὶ γεέννης, περὶ μακροθυμίας Θεοῦ, περὶ συγγνώμης, περὶ μετανοίας, περὶ βαπτίσματος, περὶ ἁμαρτημάτων ἀφέσεως, περὶ τῆς κτίσεως ταύτης τῆς ἄνω, καὶ τῆς κάτω, περὶ ἀνθρώπων φύσεως, περὶ ἀγγέλων, περὶ τῆς τῶν δαιμόνων κακουργίας, περὶ τῶν μεθοδειῶν τοῦ διαβόλου, περὶ πολιτείας, περὶ δογμάτων, περὶ τῆς ὀρθῆς πίστεως, περὶ τῶν διεφθαρμένων αἱρέσεων;
 [00035]  Ὑμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν τούτων εἰδέναι δυνήσεσθε μέρος, ἅπαξ [49.365] ἐνταῦθα καὶ τοῦτο παρέργως συναγόμενοι, καὶ διὰ συνήθειαν ἑορτῆς, οὐ δι' εὐλάβειαν ψυχῆς.
000-00-00 Serial Number=0844786525
De beato Philogonio Ante [Go Back]  
 [00002]  Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥᾳθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν.
 [00196]  Οὐ γὰρ δὴ τὸ ἅπαξ τοῦ ἐνιαυτοῦ προσελθεῖν ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, ἂν ἀναξίως προσίωμεν, ἀλλ' αὐτὸ δὴ τοῦτο μειζόνως καταδικάζει, ὅτι ἅπαξ προσιόντες, οὐδὲ τότε καθαρῶς προσίεμεν.
000-00-00 Serial Number=0484542429
De circo Ante [Go Back]  
 [00038]  κατ' ὀξέων πραϋθυμίαν, κατ' ἔχθρας φιλίαν, κατὰ μίσους ἀγάπην, κατὰ θλίψεως εὐχαριστίαν, καθ' ὑπερηφανίας ταπεινοφροσύνην, κατὰ πονηρίας ἀγαθωσύνην, καὶ κατὰ παντὸς ἅπαξ ἐναντίου πράγματος τὴν ὀρθόδοξον καὶ σωτήριον πίστιν ἔχε.
000-00-00 Serial Number=0307157040
De consubstantiali Ante [Go Back]  
 [00291]  Καὶ γὰρ καὶ τῶν ἱματίων τὰ μὲν ἅπαξ βαφέντα ἐξίτηλον ἔχει τὴν βαφὴν, ἃ δὲ πολλάκις καὶ συνεχῶς καθέντες ἀνασπῶσιν οἱ δευσοποιοὶ, ἀκίνητον διατηρεῖ τὸ τοῦ χρώματος ἄνθος·
000-00-00 Serial Number=0301166236
De cruce et latrone i Ante [Go Back]  
 [00043]  Ἀλλαχοῦ δέ φησιν, ὅτι Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
 [00289]  Ὑπὸ Ἰουδαίων τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα.
000-00-00 Serial Number=0871079564
De cruce et latrone ii Ante [Go Back]  
 [00057]  Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας.
 [00064]  ∆ιὰ τοῦτο καὶ ἐφ' ὑψηλοῦ, καὶ οὐκ ἐπικειμένης στέγης, ἀλλ' ἀντὶ στέγης ἐπικειμένου τοῦ οὐρανοῦ, ἵνα καθαρθῇ ὁ οὐρανὸς ἅπαξ, ἐφ' ὑψηλοῦ θυομένου τοῦ προβάτου.
 [00361]  μετὰ γὰρ τὸ εἰπεῖν ὅσα πέπονθεν, ὅτι Πεντάκις τεσσαράκοντα παρὰ μίαν παρὰ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα·
000-00-00 Serial Number=0693016827
De decem millium talentorum debitore Ante [Go Back]  
 [00052]  Καὶ γὰρ ἄτοπον καθ' ἑκάστην ἡμέραν τραυματιζομένους ἐν ἀγοραῖς, ἐν οἰκίαις, ὑπὸ φίλων, ὑπὸ συγγενῶν, ὑπὸ ἐχθρῶν, ὑπὸ γειτόνων, ὑπὸ οἰκετῶν, ὑπὸ γυναικὸς, ὑπὸ παιδίου, ὑπὸ οἰκείων λογισμῶν, μηδὲ ἅπαξ τῆς ἑβδομάδος ἁπάσης ὑπὲρ τῆς θεραπείας τῶν τραυμάτων ἐκείνων φροντίζειν, καὶ ταῦτα εἰδότας ὡς ἀδάπανός τε καὶ ἀνώδυνος οὗτος τῆς θεραπείας ὁ τρόπος.
 [00100]  Ἐὰν γὰρ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἁμαρτόντι συγχωρήσῃς τῆς ἡμέρας, κἂν σφόδρα ᾖ λίθινος, κἂν αὐτῶν τῶν δαιμόνων ἀγριώτερος ὁ λελυπηκὼς, οὐκ ἔσται οὕτως ἀναίσθητος, ὡς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, ἀλλὰ τῇ πυκνότητι τῆς συγχωρήσεως σωφρονισθεὶς, βελτίων ἔσται καὶ ἐπιεικέστερος·
000-00-00 Serial Number=0069673300
De diabolo tentatore Ante [Go Back]  
 [00935]  ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
000-00-00 Serial Number=0099799097
De eleemosyna [4] Ante [Go Back]  
 [00089]  Εἰ γὰρ μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἅπαξ, πόσῳ μᾶλλον μακαριώτατος ὁ ἐν αὐτῇ κατοικεῖν ἀξιωθεὶς εἰς τοὺς ἀτελευτήτους αἰῶνας;
000-00-00 Serial Number=0466636062
De fato et providentia Ante [Go Back]  
 [00259]  Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες ἀποτίθεσθε τὸ νόσημα τῆς ψυχῆς, μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλ' ἔτι περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν, καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις.
 [00328]  Τοῦτο γὰρ ἀναγκαῖον εἰπεῖν, πῶς καθάπερ κακῶν τινων ὁρμαθῷ ἀεὶ δυσσεβεστέρῳ δόγματι, τὸν ἅπαξ ἐκτραπέντα τῆς ἀληθείας παραδίδωσιν ὁ διάβολος.
000-00-00 Serial Number=0181982100
De jejunio sermones 1 Ante [Go Back]  
 [00078]  ∆ιὰ νηστείας σε θέλει Χριστὸς τὸν ἅπαξ ἀναγεννηθέντα ὕδατι καὶ Πνεύματι καὶ θείῳ πυρὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν ἀναγαγεῖν.
000-00-00 Serial Number=0025873184
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00701]  ἡμεῖς δὲ ἅπαξ ἑαυτῶν γενόμενοι κύριοι, οὐκ ἀνεχόμεθα πάντα ὑπακούειν αὐτῷ.
 [00750]  [5.12] Ἵν' οὖν μὴ καὶ ἐνταῦθα τοῦτο γένηται, ὅρα πόσῃ κέχρηται τῇ προδιορθώσει μέλλων καυχᾶσθαι, οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ πολλάκις ἀναδυόμενος.
 [00797]  ∆ιά τοι τοῦτο καὶ Γαλάτας καλῶν ἀνοήτους καὶ ἅπαξ καὶ δίς, καὶ Κρῆτας γαστέρας ἀργάς, καὶ θηρία κακά, καὶ ἐντεῦθεν ἀνακηρύττεται.
000-00-00 Serial Number=0211912334
De mutatione nominum Ante [Go Back]  
 [00285]  Ἀλλ' ἑκάτερα πολλάκις ταῦτα ἐποίησα, καὶ οὐδὲ ἅπαξ τὴν αἰτίαν διέφυγον.
 [00689]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δυσχερὲς, ὅτι διηνεκῶς εἰσιν ἠσχολημένοι, ἀλλ' ὅτι καὶ ἅπαξ τῆς ἑβδομάδος αὐτοὺς ἐνταῦθα λαμβάνομεν.
 [01017]  ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα καλούμενοι, καὶ οὐδὲ τότε ἀνεχόμενοι τὰ πνευματικὰ τῶν γηΐνων προτιμῆσαι πραγμάτων, ἀπὸ τῶν Εὐαγγελίων δῆλον.
000-00-00 Serial Number=0438157678
De negatione Petri Ante [Go Back]  
 [00246]  Καὶ ὥσπερ οὐδ' ἂν ὁτιοῦν γένοιτο, χερσὶν ἀνίπτοις ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ·
000-00-00 Serial Number=0593833268
De non iterando conjugio Ante [Go Back]  
 [00040]  Εἰ δὲ λέγοι τις ὅτι τὸ καλὸν ταὐτόν ἐστι, κἄν τε ἅπαξ γένηται, κἄν τε δίς, κἄν τε πολλάκις ὁμοίως γὰρ ἔσται καλὸν καὶ ὁ πολλάκις αὐτῷ χρώμενος μᾶλλον ἐπαινοῖτ' ἂν δικαίως·
 [00048]  «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ ὥσπερ σαρκὸς ἀληθῶς οἰκείας ἀντείχετο καὶ οὐκ ἐπελάθετο τῆς ἅπαξ δοθείσης αὐτῇ κεφαλῆς·
 [00084]  Καθάπερ γὰρ ἡ παρθένος, μετὰ τὴν τῆς παρθενίας ἐπαγγελίαν διαφθαρεῖσα, μοιχείας χεῖρον ἐτόλμησεν, οὕτω καὶ ἡ χήρα ἅπαξ ἐπαγγειλαμένη, εἶτα πατήσασα τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν πεσεῖται καὶ τῆς αὐτῆς ἔσται τιμωρίας ὑπεύθυνος·
 [00174]  Μὴ γάρ μοι τὰ σπανιάκις καὶ μόλις ἅπαξ συμβαίνοντα εἴπῃς, ἀλλὰ τὰ συνεχῶς ἐπὶ τῶν πραγμάτων δεικνύμενα.
 [00226]  Ταῦτα ἡμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ' ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν ὡς προσῆκε τὰς τοιοῦτον ἐχούσας νυμφίον.
000-00-00 Serial Number=0061071634
De paenitentia [1] Ante [Go Back]  
 [00033]  Καὶ γὰρ καὶ οὗτος ὤδινεν οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς τοὺς αὐτοὺς, καὶ ἐβόα λέγων·
 [00035]  Καίτοι γε τοῦτο οὐδέποτε ἂν πάθοι ἡ γυνὴ, οὐδ' ἂν ὑποσταίη τὰς αὐτὰς πάλιν ὠδῖνας, ἀλλὰ Παῦλος ὑπέμεινε τοῦτο, ὅπερ ἐπὶ τῆς φύσεως ἰδεῖν οὐκ ἔστι, καὶ τοὺς ἅπαξ τεχθέντας πάλιν ἀναλαβεῖν, καὶ τὰς δριμείας ἐπ' αὐτοῖς ὑπομεῖναι ὠδῖνας.
 [00064]  Καὶ γὰρ ἐγενόμην, φησὶν, ἅπαξ πατὴρ, καὶ τὸν ὀφειλόμενον ἐφ' ὑμῖν ὑπέμεινα τόκον, ἐγένεσθε δὲ τέκνα καὶ ὑμεῖς ἅπαξ·
000-00-00 Serial Number=0544061124
De paenitentia [2] Ante [Go Back]  
 [00459]  καὶ ἐπειδὴ πολλάκις ἔπλεξεν ἀσεβῶς, ἅπαξ ἔλυσεν εὐσεβῶς.
000-00-00 Serial Number=0378478885
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00009]  Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ' ἑκάστην ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσσομεν.
 [00021]  Ἀλλ' ὅρα, καὶ τούτους τοὺς νόμους ἅπαξ ἢ δεύτερον ἀναγινώσκομεν τῆς ἑβδομάδος.
000-00-00 Serial Number=0212566912
De proditione Judae Ante [Go Back]  
 [00323]  Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, ἐῤῥέθη μὲν ἅπαξ, διὰ παντὸς δὲ τοῦ χρόνου γίνεται ἔργῳ ἐνδυναμοῦσα τὴν φύσιν τὴν ἡμετέραν πρὸς παιδοποιίαν·
 [00324]  οὕτω καὶ ἡ φωνὴ αὕτη ἅπαξ λεχθεῖσα καθ' ἑκάστην τράπεζαν ἐν ταῖς Ἐκκλησίαις ἐξ ἐκείνου μέχρι σήμερον καὶ μέχρι τῆς αὐτοῦ παρουσίας, τὴν θυσίαν ἀπηρτισμένην ἐργάζεται.
000-00-00 Serial Number=0135778904
De profectu evangelii Ante [Go Back]  
 [00306]  ἐπειδὴ δὲ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρὶς προσῆλθε, τότε τὴν χάριν ἔδωκε, διὰ τοῦ τέλους ἡμᾶς πείθων, ὅτι τὴν δόσιν ἀνεβάλετο, οὐχ ἵνα αὐτὴν διακρούσηται, ἀλλ' ἵνα πᾶσιν ἡμῖν δείξῃ τὴν ὑπομονὴν τῆς γυναικός.
000-00-00 Serial Number=0777214706
De sacerdotio Ante [Go Back]  
 [00271]  Ψυχὴ γὰρ ἐπειδὰν ἅπαξ ἀπερυθριᾶσαι βιασθῇ, εἰς ἀναλγησίαν ἐκπίπτει, καὶ οὔτε προσηνέσιν εἴκει λόγοις λοιπόν, οὔτε ἀπειλαῖς κάμπτεται, οὐκ εὐεργεσίαις προτρέπεται, ἀλλὰ γίνεται πολὺ χείρων τῆς πόλεως ἐκείνης ἣν ὁ προφήτης κακίζων ἔλεγεν·
 [00535]  Ταῦτα γὰρ ἅπαντα καὶ τὰ τούτων πλείονα ὁ σκόπελος ἐκεῖνος τρέφει θηρία οἷς τοὺς ἅπαξ ἁλόντας εἰς τοσαύτην ἀνάγκη καθελκυσθῆναι δουλείαν ὡς καὶ εἰς γυναικῶν ἀρέσκειαν πράττειν πολλὰ πολλάκις ἃ μηδὲ εἰπεῖν καλόν.
000-00-00 Serial Number=0557191968
De sancta trinitate Ante [Go Back]  
 [00046]  Οὐ γὰρ λέγουσιν ἅπαξ μόνον, Ἅγιος, οὔτε δεύτερον, Ἅγιος, ἅγιος, οὔτε τέταρτον, οὐδὲ λέγουσιν, Ἅγιοι, ἅγιοι, ἅγιοι·
000-00-00 Serial Number=0291906178
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00323]  διὰ μὲν γὰρ ἑαυτῆς ἅπαξ, διὰ δὲ τῶν δύο θυγατέρων δὶς ἐμαρτύρησε·
000-00-00 Serial Number=0301325560
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00187]  ∆εύτερον τὸ Κύριος, καὶ ἅπαξ τὸ Θεός·
 [00240]  κἂν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος συλλεγώμεθα, οὐ δεῖ ῥᾴθυμον εἶναι τὸν ἀκροατήν.
000-00-00 Serial Number=0319881380
De virginitate Ante [Go Back]  
 [00572]  Ὁ γὰρ ἀκούσας ὅτι μετὰ τὸν γάμον οὐκ ἔσται κύριος ἑαυτοῦ ἀλλ' ἐν τῇ τῆς γυναικὸς κείσεται γνώμῃ ταχέως ἀπαλλαγῆναι σπουδάσει τῆς πικροτάτης δουλείας, μᾶλλον δὲ μηδὲ τὴν ἀρχὴν τὸν ζυγὸν ὑπελθεῖν, ἐπειδὴ εἰσελθόντα ἅπαξ δουλεύειν ἀνάγκη λοιπὸν ἕως ἂν τῇ γυναικὶ τοῦτο δοκῇ.
 [00831]  τοσοῦτον ἡ παρθένος σου ἐχέτω πλέον ὅσον τὴν μὲν οὐδὲ ἅπαξ ἐπιθυμία κατεπάλαισε, σὲ δὲ κρατήσασα πρότερον οὐκ ἴσχυσε διὰ παντὸς κατασχεῖν.
 [01305]  Ἡ γὰρ ἅπαξ τῇ μοχθηρᾷ ταύτῃ νόσῳ κατασχεθεῖσα ψυχὴ πάντα ἐυκόλως τίθεται καὶ πᾶσιν ἀναπετάσασα ἐξ ἴσης τὴν ἀκοὴν οὐκ ἀνέχεται διακρίνειν τοὺς συκοφάντας τῶν μὴ τοιούτων, ἀλλὰ καὶ αὐτοὶ μάλιστα πιστὰ λέγειν δοκοῦσιν, ὅσοι τὴν ὑποψίαν ἐπαίρουσιν, ὅσοι σπουδάζουσιν αὐτῆς καθελεῖν.
 [01322]  Οὔτε οὖν τούτοις δυνήσεται ἑαυτὴν παραμυθήσασθαι τοῖς μηχανήμασιν οὔτε γοῦν τὴν ὀργὴν διὰ τῶν ῥημάτων ἐξενεγκεῖν, ἀλλ' ἅπαξ μὲν αὐτὴν ἴσως χαλεπαίνουσαν οἴσει καὶ δὶς ὁ ἀνήρ.
 [01371]  Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἀποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμει δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων, καὶ ὅσῳπερ ἂν εἰς πλειόνας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ, καὶ καθ' ἕκαστον τούτων εἴτε ζημία χρημάτων εἴτε σώματος ἀρρωστία εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν.
 [01680]  Ἐπειδὴ γὰρ διαρρῆξαι αὐτὸν οὐκ ἔνι περιβληθέντα ἅπαξ, ἀνεκτότερον αὐτὸν ποίησον.
000-00-00 Serial Number=0061272025
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00429]  Παρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστὸν, καὶ οὐκ ἔλαβον.
 [00658]  καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις πάσχομεν.
 [00798]  Ἄνθρωπον μὲν γὰρ παροξύνων, καὶ φίλους καὶ γείτονας καὶ θυρωροὺς παρακαλεῖς, καὶ χρήματα δαπανᾷς, καὶ πολλὰς ἀναλίσκεις ἡμέρας προσιὼν καὶ δεόμενος, κἂν ἅπαξ, κἂν δὶς, κἂν μυριάκις σε διακρούσηται παροξυνθεὶς, καθάπαξ οὐκ ἀναπίπτεις, ἀλλ' ἐναγώνιος μᾶλλον γενόμενος πλείονα τὴν ἱκετηρίαν τίθης·
 [00947]  Οὐδεὶς ἔμπορος ἅπαξ ναυαγίῳ περιπεσὼν καὶ τὸν φόρτον ἀπολέσας, ἀπέστη τοῦ πλεῖν, ἀλλὰ πάλιν τὴν θάλασσαν καὶ τὰ μακρὰ διαβαίνει πελάγη, καὶ τὸν πρότερον ἀνακτᾶται πλοῦτον.
 [01513]  ἅπαξ καὶ δὶς καὶ τρίς;
 [01967]  Πολλοὶ τῶν μυστηρίων ἅπαξ μεταλαμβάνουσι τοῦ ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι δὲ πολλάκις.
 [01968]  Τίνας οὖν τούτων ἀποδεξόμεθα, τοὺς ἅπαξ, ἢ τοὺς πολλάκις, ἢ τοὺς ὀλιγάκις;
 [01969]  Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀνεπιλήπτου.
 [01971]  οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ ἅπαξ·
 [02273]  Πύξινον γὰρ αὐτοῦ βλέπω τὸ πρόσωπον, καὶ τοῦ νῦν νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον·
 [03677]  ὃς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ ∆αυῒδ, αὐτὸς μυριάκις ἐπεβουλεύσατο·
 [03694]  Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν πολέμιον σώσας, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτα εἰδὼς ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται·
 [04922]  τὰ δὲ εἰς τὴν χεῖρα τοῦ Κυρίου καταβαλλόμενα χρήματα ἀνώτερα πάσης ἐστὶν ἐπιβουλῆς, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ λαβόντος τὰ δοθέντα ἅπαξ, ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἀμητὸν ἐν καιρῷ φέροντα πλούσιον.
 [05222]  Ἡμεῖς δὲ οὐ μόνον οὐκ ἐλεοῦμεν, ἀλλὰ καὶ τὰ ὠμὰ ἐκεῖνα προστίθεμεν ῥήματα, Οὐκ ἔλαβεν ἅπαξ καὶ δίς;
 [05225]  οὐ δεῖ τραφῆναι πάλιν, ἐπειδὴ ἅπαξ ἐτράφη;
 [05809]  καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων ἐλεημοσύνας, νηστείας.
 [05886]  ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας καίει διαπαντὸς καὶ οὐδέποτε παύεται.
 [06418]  ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπεδίδοσο τὸ ἥμισυ·
 [06467]  Ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων.
 [06849]  ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην·
 [06939]  τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν;
 [06942]  Καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἠκόντισε βουλόμενος αὐτὸν ἀνελεῖν, καὶ τοιαύτας ἀντὶ τῶν κινδύνων ἐκείνων ἐδίδου τὰς ἀμοιβάς.
 [07046]  καὶ ὅτι ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε·
 [07128]  ἐβράχητε γὰρ ἅπαξ κακῶς τῷ τῶν φίλων μου αἵματι.
 [07723]  ἅπαξ γὰρ τοῦτο ὡρίσθη καὶ νενομοθέτηται.
 [09109]  ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλα [63.842] βον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
 [09303]  λόγον δὲ ἐκπηδήσαντα ἅπαξ, ἀνακτῆσαι πάλιν οὐκ ἔνι.
 [09999]  καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν.
 [09999]  Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παρόντος ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι πολλάκις.
 [09999]  ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μετέχουσι, πολλάκις δὲ καὶ διὰ δύο ἐτῶν.
 [09999]  οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ ἅπαξ.
000-00-00 Serial Number=0633425772
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00026]  ἰδοὺ τέταρτον ἐμνημόνευσε τοῦ Λόγου καὶ οὐδὲ ἅπαξ εἶπε τὸ ἐγένετο.
000-00-00 Serial Number=0965487480
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00030]  Τέλος ἰδόντες οἱ τοῦ πυρὸς ἄνθρωποι οὐ δυνάμενον ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι τὸν μακάριον Πολίκαρπον, ὠθῆσαι ἐκέλευσαν εἰς τὸ σῶμα τοῦ μάρτυρος ξίφει στέρνης ἔνδον ἅπαξ ἕνα.
000-00-00 Serial Number=0511233509
Epistula ad Cyriacum Ante [Go Back]  
 [00203]  Εἰ δὲ ἅπαξ τοῦτό μοι λέγουσι καὶ φιλονεικοῦσι, καθελέτωσαν τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον ἐβάπτισε.
 [00339]  Εἰ δὲ ἅπαξ μοι τοῦτο λέγουσι καὶ φιλονεικοῦσι, καθελέτωσαν τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον οἶκον ἐβάπτισε.
 [00564]  ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν.
000-00-00 Serial Number=0185701966
Epistulae Ante [Go Back]  
 [00260]  Ἐπειδὴ γὰρ ἔγνων ἅπαξ, ὅτι σφοδρὸς ἡμῶν ἐραστὴς εἶ, [52.634] ἔγνων καὶ τοῦτο καλῶς.
 [00649]  Ἤρκεσε γὰρ ἡμῖν καὶ τὸ ἅπαξ σοι συγγενέσθαι, εἰς τὸ γενέσθαι σου σφοδροὺς ἐραστάς.
 [01313]  Εἰ δὲ ἅπαξ καὶ τοῦτό μοι λέγουσι, καὶ φιλονεικοῦσι, καθελέτωσαν καὶ τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον ἐβάπτισε·
 [01607]  Ἤρκεσε γὰρ ἡμῖν καὶ τὸ ἅπαξ σοι συγγενέσθαι, εἰς τὸ γενέσθαι σου σφοδροὺς ἐραστάς.
 [02271]  Εἰ δὲ ἅπαξ καὶ τοῦτό μοι λέγουσι, καὶ φιλονεικοῦσι, καθελέτωσαν καὶ τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον ἐβάπτισε·
 [02601]  καὶ γὰρ σφόδρα ἀλγοῦμεν, ὅτι δεύτερον ἐπεσταλκότες ἤδη, οὐδὲ ἅπαξ ἐδεξάμεθα γράμματα τῆς σῆς ἐμμελείας.
 [02784]  ∆ιὸ καὶ σφόδρα ἐθαυμάσαμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ οὐδὲ ἅπαξ ἡμῖν ἐπιστεῖλαι κατεδέξω.
 [02787]  Πλὴν ἀλλ' οὐκ ἀρκεῖ τοῦτο ἡμῖν εἰς τὸ μηδὲ ἅπαξ δέξασθαι γράμματα.
 [03021]  Αὐτόθι μὲν ὄντων ἡμῶν μυρία καὶ ποιεῖν καὶ λέγειν ἐσπούδακας, καὶ τῇ πόλει πάσῃ, μᾶλλον δὲ τῇ οἰκουμένῃ κατάδηλος γέγονας ἐπὶ τῷ φίλτρῳ, ᾧ περὶ ἡμᾶς ἐπιδείκνυσαι, μὴ στέγων αὐτὸ σιγῇ κατέχειν, ἀλλὰ διὰ τῶν ἔργων, διὰ τῶν ῥημάτων πανταχοῦ ἐπιδεικνύμενος, ἐπιστεῖλαι δὲ ἡμῖν οὐδὲ ἅπαξ κατεδέξω, καὶ ταῦτα σφόδρα διψῶσι τῶν ἐπιστολῶν τῶν σῶν, καὶ τῶν γραμμάτων ἐπιθυμοῦσιν;
 [03117]  Καὶ γὰρ ἅπαξ χειρωθέντες ἀπὸ φήμης ψιλῆς μόνης, καὶ συνδεθέντες σου τῇ εὐγενείᾳ, οὐδὲ ἂν αὐτοὶ σιγᾷν δυνηθείημεν λοιπὸν, οὔτε τοῦ σιγῶντος ἀνέχεσθαι, ἀλλὰ μυρία σοι παρέξομεν πράγματα, εἰ μὴ συνεχεῖς καὶ πυκνὰς ἡμῖν πέμπεις τὰς ἐπιστολὰς, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας σοφιζόμενος ἡδονήν.
 [03148]  Ἐν τῇ τοσαύτῃ ἀθυμίᾳ, ἐν οὕτω χρόνῳ μακρῷ, ἐν τοσούτῳ θορύβῳ, καὶ ταραχῇ, καὶ συντριβῇ, καὶ ταλαιπωρίᾳ καθεστώτων ἡμῶν, οὐδὲ ἅπαξ ἡμῖν ἐπιστεῖλαι κατεδέξω·
 [03149]  ἀλλ' ἡμεῖς μὲν καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις ἐπεστάλκαμεν, σὺ δὲ σιγᾷς χρόνον οὕτω μακρὸν, καὶ νομίζεις τὸ τυχὸν ἡμαρτηκέναι ἁμάρτημα, οὕτως ἀγνώμων περὶ ἡμᾶς γεγενημένος;
 [03237]  Καίτοι γε ἤδη ἐπεστάλκαμεν καὶ ἅπαξ, καὶ δίς·
 [03306]  Καὶ ἤδη ἐπεστάλκαμέν σου τῇ εὐγενείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ νῦν τὸ αὐτὸ πάλιν ποιοῦμεν, καίτοι μηδὲ ἅπαξ σοῦ ἐπεσταλκότος ἡμῖν.
 [03413]  Οὕτως ἡμῶν ἐρῶντες οὐδὲ γὰρ ἐκ τοσούτου καθημένους ὑμῶν διαστήματος ἔλαθεν ἡμᾶς ὁ ἔρως, διὰ τὸ σφοδρὸς εἶναι καὶ πεπυρωμένος, κατεδέξασθε σιγᾷν, καὶ οὐδὲ ἅπαξ ἡμῖν ἐπεστείλατε, ἀλλ' αἴνιγμα τὸ πρᾶγμα ἡμῖν πεποιήκατε;
 [03425]  οὐδὲ γὰρ ἔνι γνησίως φιλοῦντα λαθεῖν, οὐδὲ ἅπαξ ἡμῖν ἐπέστειλας, καὶ ταῦτα πλησίον ἐλθοῦσιν ὑμῶν, καὶ τοῦ τιμίου μοι καὶ ἐνδοξοτάτου ἀδελφοῦ Λιβανίου ἐνταῦθα ἀφιγμένου.
 [03614]  καὶ γράψαντα δὲ καὶ ἅπαξ, καὶ δὶς, οὐδὲ οὕτως ἠξιώσατε τῶν ὑμετέρων γραμμάτων, ἀλλ' ἐσιγήσατε σιγὴν οὕτω μακρὰν πρὸς ἄνθρωπον ἐπιθυμοῦντα δέχεσθαι νιφάδας γραμμάτων.
 [03652]  Ἡμεῖς δὲ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις ἐπεστάλκαμεν.
000-00-00 Serial Number=0414676964
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00524]  ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δὶς καὶ ἀνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.
 [00556]  «Ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς», δεικνὺς ὅτι πλέον τῶν ἄλλων ἐσπούδαζεν.
 [00913]  Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
000-00-00 Serial Number=0408110857
Expositiones in Psalmos Ante [Go Back]  
 [00356]  Οὐ γὰρ ἅπαξ τοῦτο ποιεῖ καὶ δὶς καὶ τρὶς, ἀλλὰ διηνεκῶς, φησὶν, ἐὰν αὐτὸν καλῶμεν·
 [01361]  Μὴ γὰρ δὴ νομίσητε, ὅτι ταῦτα ποιήσας ἅπαξ, πρὸς ἄνεσιν ἑαυτὸν λοιπὸν ἀφῆκεν, ἀλλὰ διηνεκῶς τοῦτο πράττων διετέλει διὰ πάσης τῆς ζωῆς.
 [01764]  Τὸν γὰρ μετὰ μυρίας εὐεργεσίας, καὶ τὰ τρόπαια, καὶ τὰς νίκας ἀδικοῦντα, καὶ ἐπιβουλεύοντα, καὶ ἀνελεῖν καθ' ἑκάστην ἐπιθυμοῦντα τὴν ἡμέραν, λαβὼν εἰς χεῖρας καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις καθεύδοντα, καὶ καθάπερ ἐν δεσμωτηρίῳ συγκεκλεισμένον, καὶ δορυφόρων ἔρημον, πολλῶν ἐγκελευομένων σφάξαι καὶ ἀνελεῖν, ἐφείσατο, καὶ τῆς ὀργῆς ἐκράτησε, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφεὶς αὐτὸν διαφυγεῖν, πολέμιον ἀφήσει ἑαυτῷ καὶ ἐχθρὸν ἀκατάλλακτον.
 [02366]  Ἐπὶ [55.102] μὲν γὰρ τῆς γυναικὸς τὸ καταβληθὲν ἅπαξ σπέρμα αὐτὸ καὶ διαπλάττεται πρὸς τὴν σύστασιν τοῦ τικτομένου·
 [06481]  Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων, ἢ βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύσῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην ἀπελθὼν λήψῃ τὴν παραμυθίαν.
 [06592]  Ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς τὰ εἰς τὴν χρείαν μοι ἐπέμψατε.
 [06593]  ∆ιά τοι τοῦτο πολλοὶ πολλοῖς διδόντες τοῦτο παρεγγυῶσι, μὴ ἐξειπεῖν ἑτέροις, ἵνα [55.170] μὴ ἡ εἰς τὸν ἕνα γενομένη χάρις πολλοὺς ἐπεγείρῃ τῷ δεδωκότι τοὺς αἰτοῦντας, ὥσπερ οὖν οὐκ ἔχοντος καταφυγεῖν εἴς τινα ἀναχώρησιν τοῦ δόντος ἅπαξ, εἰ μὴ καὶ ἑτέροις δοίη.
 [07245]  Καταδεξάμενος γὰρ ἅπαξ γενέσθαι ἄνθρωπος, διὰ τῶν εὐτελῶν ἁπάντων διῆλθεν, οὔτε μητέρα βασιλίδα ἐπιγραψάμενος, οὔτε ἐν καιρῷ τῶν σπαργάνων ἐπὶ κλίνης τεθεὶς χρυσῆς, ἀλλ' ἐν φάτνῃ, οὔτε ἐν οἰκίᾳ τραφεὶς πολυτελεῖ, ἀλλ' ἐν εὐτελεῖ τέκτονος δωματίῳ.
000-00-00 Serial Number=0074232519
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00280]  οὐ γὰρ ψιλὰ ἦν ῥήματα, οὐδὲ ἅπαξ εἰπεῖν ἔδει, οὐδὲ βραχεῖ χρόνῳ, τουτέστιν, Ἀνδρεῖος γενοῦ·
 [00293]  Ἐπειδὴ γὰρ εἶπε τὴν τιμωρίαν, ἵνα δείξῃ, ὅτι δικαίαν ταύτην ἐπάγει, λέγει ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, Ἐμνήσθην ἐλέους νεότητός σου, τουτέστι τοῦ ἐλέους·
 [01349]  ∆εινὸν μὲν γὰρ τὸ ἁμαρτεῖν ἅπαξ, τὸ δὲ ἐπιμεῖναι, καὶ προσθεῖναι χαλεπώτερον.
 [01641]  Τίνος ἕνεκεν ἅπαξ τὸ παιδίον ἐπὶ τὸν αὐτὸν ὠθεῖς κρημνόν;
 [03555]  καὶ οὐδὲ ἅπαξ ἀκούεται, οὐδὲ καθικνεῖται αὐτῶν καὶ τὸ ἄταφον, ὃ μάλιστα αὐτοὺς ἐλύπει, λιμὸς, θάνατος νοσερὸς, σφαγὴ, τὸ μὴ ταφῆναι, τὸ μετὰ αἰσχύνης ἀφειδοῦς, μηδὲ ἐλεουμένους·
 [03753]  Μὴ γὰρ ἐπειδὴ εἶπον ἅπαξ, ἐκβῆναι δεῖ;
 [04393]  Οὐ γὰρ ἔστι τὰ ἅπαξ διαφθαρέντα ἐπανελθεῖν, καὶ γενέσθαι καλά.
 [05272]  Ἡμεῖς δὲ πολλάκις ἀντίστασιν ὑποπτεύοντες, τὴν ἀρχὴν οὐδὲ παραινοῦμεν, ἢ πῶς ἅπαξ ἀποτυχόντες, ὕβριν τὸ χρῆμα νομίζομεν, καὶ πάλιν λέγειν οὐκ ἀνεχόμεθα, Θεοῦ τοσαύτην ὑπομείναντος ὕβριν περὶ τὴν καῦσιν τοῦ βιβλίου, καὶ τῶν προφητῶν τὴν ἐπιβουλήν.
000-00-00 Serial Number=0074097514
Fragmenta in Job Ante [Go Back]  
 [00943]  Ψυχὴ γὰρ ἅπαξ ὑπὸ ἀθυμίας βληθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν ἀνεπιτήδειος.
 [01275]  Τῷ γὰρ ἅπαξ, φησὶ, διὰ θανάτου εἰς τὸν ᾅδην κατελθόντι, οὐκέτι δέδοται πάλιν ἀναβιώσαντι, εἰς τὸν ἴδιον οἶκον ἐπαναστρέφειν·
000-00-00 Serial Number=0267312586
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00211]  καθάπερ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα, καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς κατασκευῆς.
 [00216]  Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβάλλοντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖται προσεδρείας, ἀποσοβοῦν τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰς ἀκάνθας ἐκκόπτοντα, τὰ πετρώδη γῆς πληροῦντα πολλῆς·
000-00-00 Serial Number=0546737194
Homilia de capto Eutropio Ante [Go Back]  
 [00654]  Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, καὶ τὸ ὀστράκινον σκεῦος οὐ κατεκλάσθη.
000-00-00 Serial Number=0818753898
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00113]  καὶ πάλιν, Τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐν ἐρημίαις·
000-00-00 Serial Number=0609332204
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00132]  οὐδὲ γὰρ ἐξέπεσέ ποτε ὁ ἑωσφόρος, ἀλλ' ἐμπέπηγε θεμελιωθεὶς ἅπαξ ἐν τῷ οὐρανῷ, καὶ τὸν οἰκεῖον δρόμον διατηρεῖ.
000-00-00 Serial Number=0605212033
In Acta apostolorum Ante [Go Back]  
 [00064]  ∆ιὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποιήσας, οὐδὲ δεῖται ἐνταῦθα ἑτέρας βεβαιώσεως, ἅπαξ αὐτοῦ πιστευθέντος, καὶ δι' ἐκείνου τὸ ἀκριβὲς αὐτὸν τῆς ἀληθείας κατηχήσας.
 [01051]  καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις.
 [01977]  καὶ τῆς μὲν ἀναστάσεως συνεχῶς μέμνηται, τοῦ δὲ τολμήματος αὐτῶν ἅπαξ, ἵνα μὴ αὐτοὺς βαρήσῃ.
 [02096]  Ἐκεῖνο μὲν γὰρ ἐπειδὰν ἅπαξ ἡμερωθῇ, φυλάττει τὸν αὐτοῦ νόμον·
 [02097]  τοῦτον δὲ ὁσάκις ἂν ἡμερώσῃς, πάλιν ἐκθηριοῦται, ἅπαξ εἰς ἕξιν ἑαυτόν τινα τοιαύτην καταστήσας.
 [02350]  Καὶ ἅπαξ εἶπε τὰ ὀνείρατα, καὶ πάλιν εἶπε, καὶ οὐκ ἐφυλάξατο·
 [02611]  Ἂν γὰρ ἅπαξ τὰ μικρὰ κατορθώσῃ, τὸ πᾶν ἤνυσται.
 [02612]  Συμβαίνει δὲ πολλάκις καὶ τὸ ἐναντίον, ἅπαξ κατορθώσαντάς τι πάλιν ἀπὸ ῥᾳθυμίας τοῖς αὐτοῖς περιπεσεῖν, ὡς ἐκ τούτου καὶ εἰς ἀδύνατον περιστῆναι λοιπὸν τὸ πρᾶγμα.
 [08117]  Ὁρᾷς, πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν πιστεύσαντας ἅπαξ;
 [09999]  ἀλλ' εἰ τῆς ἑβδομάδος ἅπαξ καλοῦμεν ὑμᾶς, καὶ ὀκνεῖτε, καὶ οἱ μὲν οὐδὲ παραγίνεσθε, οἱ δὲ παραγινόμενοι οὐδὲν πλέον κερδάναντες ἄπιτε·
 [09999]  Τί μένεις διαπαντὸς κολαζόμενος, ἵνα ἐκεῖνον ἅπαξ κολάσῃς καὶ τιμωρήσῃ;
 [09999]  Εἰ μὲν γὰρ ἅπαξ ἐμέσας ἐπαύετο, οὐκ ἦν κατ' ἐκεῖνον·
 [09999]  τέως δὲ, ὅτι μεγάλη γέγονεν οἰκονομία, εἴ γε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ.
 [09999]  Ἐξέβαλόν με ἅπαξ αὐτοὶ, καὶ τοῦτο νομίζουσι κατακρίνειν, τῷ δεικνύειν, ὅτι εἰς Καίσαρα ἥμαρτον·
 [09999]  ἅπαξ ἐπεκαλεσάμην Καίσαρα·
000-00-00 Serial Number=0952228308
In Ecclesiasten Ante [Go Back]  
 [00072]  ἢ οὐκ ἀρκεῖται ἅπαξ εἰπών, ἀλλ' ἐπιλέγει ἀεὶ οὕτως;
000-00-00 Serial Number=0594712198
In Eutropium Ante [Go Back]  
 [00072]  Τῇ γὰρ προτεραίᾳ, ὅτε ἐπ' αὐτὸν ἦλθον ἐκ τῶν βασιλικῶν αὐλῶν πρὸς βίαν ἀφελκύσαι βουλόμενοι, καὶ τοῖς σκεύεσι προσέδραμε τοῖς ἱεροῖς, ἦν αὐτοῦ τὸ πρόσωπον, καὶ τανῦν, νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον·
000-00-00 Serial Number=0554162383
In Genesim sermones Ante [Go Back]  
 [00455]  Ἐδίδαξε γὰρ ἅπαξ κακῶς τὸν Ἀδάμ.
 [00458]  [54.595] Καὶ γὰρ ηὐθέντησεν ἅπαξ κακῶς.
 [00844]  ὅπερ οὖν καὶ ἕτερος ἑρμηνευτὴς ἀκριβέστερον ἑρμηνεύων ἔλεγε, Τοῦτο ἅπαξ, ὡσανεὶ ἔλεγε, Νῦν μόνον γυνὴ γέγονεν ἐξ ἀνδρὸς μόνου·
000-00-00 Serial Number=0202606261
In Isaiam Ante [Go Back]  
 [00259]  Ὥσπερ γὰρ οὐκ ἐβούλετο γυναῖκα ἐκβάλλεσθαι τὴν ἅπαξ ἀνδρὶ συναφθεῖσαν, μεῖζον δὲ ἐκκόπτων κακόν, τὸ μὴ κωλυομένους ἐκβάλλειν, ἀναγκάζεσθαι σφάττειν ἔνδον οὔσας καὶ μισουμένας, τὸ ἔλαττον συνεχώρησεν·
 [00572]  οὗτος δὲ καὶ τῶν ἀναγκαίων ἠπόρει καὶ θητεύων ἐτρέφετο καὶ τοσοῦτον ἀπέσχε κρατῆσαι τἀδελφοῦ, ὅτι δὴ καὶ περὶ αὐτῶν ἐκινδύνευε τῶν ἐσχάτων καὶ ἅπαξ αὐτῷ συντυχὼν μόνον μετὰ πολλοῦ τοῦ δέους, ἠγάπησε τὸ δυνηθῆναι διαφυγὼν αὐτὸν καὶ σωθῆναι.
 [00756]  Ὁ γοῦν παρ' Ἀθηναίοις μάλιστα λάμψας ἀπραγμοσύνης ἕνεκεν καὶ φιλοσοφίας Σωκράτης ὁ Σωφρονίσκου καὶ ἅπαξ καὶ δὶς ἐπὶ παρατάξεως ἔστη.
 [01357]  ∆ιὰ γὰρ τοῦτο ἅπαξ αὐτὸ ποιήσας ὁ Θεὸς ἀπέστη, ἵνα οἱ τὰ αὐτὰ τολμῶντες, κἂν μὴ δῶσιν ἐνταῦθα δίκην, εἰδότες ὦσι σαφῶς ὅτι οὐδέποτε διαφεύξονται.
 [01651]  Ἐπειδὰν γὰρ ἅπαξ φθάσωσι καταποντισθῆναι εἰς τὸν τῆς ἀκρασίας βυθὸν καὶ τῶν κατὰ φύσιν ἐκπέσωσι φρενῶν καὶ τὴν ψυχὴν αἰχμάλωτον τῇ πονηρᾷ τῆς μέθης παραδῶσι τυραννίδι, καθάπερ πλοῖον ἀνερμάτιστον καὶ κυβερνήτου καὶ ναυτῶν ἀπεστερημένον, ἁπλῶς καὶ εἰκῆ φέρεται, τῇ τῶν ὑδάτων ἀτάκτῳ ῥύμῃ πανταχοῦ περιαγόμενον·
 [01982]  Τίνος δὲ ἕνεκεν οὐκ εἶπον ἅπαξ καὶ ἐσίγησαν, οὐδὲ δεύτερον καὶ ἔστησαν, ἀλλὰ τρίτον καὶ προσέθηκαν;
000-00-00 Serial Number=0114391327
In Joannem Ante [Go Back]  
 [00807]  Ὁρᾶτε εἰς ὅσην τόλμαν αὐτοὺς ἅπαξ παρακινηθείσης τῆς ἀληθείας ὁ λόγος ἐξήγαγε;
 [01943]  ἅπαξ ὡς βασιλεύς·
 [02031]  Τὸν γὰρ ἅπαξ ἐμπεσόντα ἐκεῖ, χρὴ μένειν διὰ παντὸς, καὶ ὁ τῆς κολάσεως ἐξαιρησόμενος οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφός.
 [02060]  ἐπειδὴ ἅγιος ἦν καὶ Θεοῦ δοῦλος, καὶ σφόδρα φίλος γνήσιος καὶ γενναῖος, οὐδὲ ἀκοῦσαι ταύτην ἠνέσχετο τὴν φωνὴν, ἀλλ' εἵλετο μᾶλλον ἀπολέσθαι μετὰ τῶν ἅπαξ κληρωθέντων αὐτῷ, ἢ χωρὶς ἐκείνων διασώζεσθαι, καὶ ἐν ἀξιώματι εἶναι μείζονι.
 [02090]  διὰ δὴ τοῦτο ἡ μὲν ἀπὸ τοῦ οὐρανοῦ γέγονεν ἅπαξ ἢ δὶς, ἡ δὲ τοῦ Ἰωάννου πολλάκις καὶ συν [59.88] εχῶς.
 [02346]  Τὸ μὲν γὰρ ἑπόμενον ἦν, τοὺς τὴν ἅπαξ δοθεῖσαν ἐντολὴν παραχαράττοντας, κολάζεσθαι καὶ τιμωρεῖσθαι·
 [02896]  Καὶ τίνος ἕνεκεν, φησὶ, νῦν παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον τοῦτο ποιεῖ;
 [03099]  Ἡ μὲν γὰρ γῆ τὰ σπέρματα παραλαβοῦσα ἅπαξ, εὐθέως ἀποδίδωσι τοὺς καρποὺς, καὶ οὐ δεῖται δευτέρας καταβολῆς·
 [03100]  ἐπὶ δὲ τῆς ψυχῆς τῆς ἡμετέρας οὐχ οὕτως, ἀλλ' ἀγαπητὸν πολλάκις σπείραντα καὶ πολλὴν ἐπιδειξάμενον ἐπιμέλειαν, ἅπαξ γοῦν δυνηθῆναι τὸν καρπὸν ἀπολαβεῖν.
 [03106]  Ἐβούλετο μὲν γὰρ ἅπαξ εἰπὼν ἀκουσθῆναι·
 [03279]  τῶν δὲ θείων δογμάτων ἅπαξ ἢ δὶς τῆς ἑβδομάδος ἀκούοντες, ναυτιῶμεν, διακορεῖς γινόμεθα.
 [03296]  Ἀλλ' ἔνεστι, φησὶν, ἅπαξ εἰπόντα ταῦτα, πληρῶσαι τὸ πᾶν.
 [04789]  Τὸ μὲν γὰρ ὑψηλὸν καὶ μέγα, καὶ ἅπαξ λεχθὲν, ἱκανὸν παραστῆσαι τὴν ἀξίαν ἐκείνην, καθόσον ἡμῖν ἀκοῦσαι δυνατόν·
 [05009]  Πλὴν ἐνταῦθα ἐκεῖνό φησιν, ὅτι κατ' αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκα οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ.
000-00-00 Serial Number=0495186031
In Psalmos 101-107 Ante [Go Back]  
 [00879]  Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπι κουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέλειαν καρ ποῦσθαι·
 [01205]  Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι.
000-00-00 Serial Number=0941852212
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00444]  Ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ κρηπὶς τῆς πίστεως, ἡ κεφαλὴ τοῦ χοροῦ τῶν ἀποστόλων, ὁ Πέτρος, οὐκ ἠρνήσατο τὸν Χριστὸν καὶ ἅπαξ καὶ δὶς καὶ τρίς;
000-00-00 Serial Number=0022202790
In Psalmum 100 Ante [Go Back]  
 [00169]  καὶ τὸν συνόμιλον ὄντα τῷ ∆εσπότῃ πρὸς ἑαυτὴν ἐπισπασαμένη, ἄρτι ἐχθρὸν διὰ τῆς ἀπάτης κατέστησε, καὶ ἀλλότριον εἰς ἅπαξ τῶν ἀγαθῶν ἀπέδειξε.
000-00-00 Serial Number=0957603693
In Psalmum 118 Ante [Go Back]  
 [01137]  Καίτοι γε εὑρὼν ὁ ∆αυῒδ τὸν Σαοὺλ καὶ ἅπαξ καὶ δὶς, οὐκ ἀπέδωκεν αὐτῷ κακὸν ἀντὶ κακοῦ.
000-00-00 Serial Number=0309543073
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00039]  ἀλλ' ἅπαξ ἑλο μένῳ τὰ ὑπὲρ ἡμῶν ἀναδέξασθαι, φορητὰ τὰ συμβαί νοντα.
000-00-00 Serial Number=0716798663
In catenas sancti Petri Ante [Go Back]  
 [00158]  ἕτερον δὲ τὸ μὴ πρὸς μόνον τὸν κορυφαῖον τῇ τοσαύτῃ χρήσασθαι θηριωδίᾳ, ἢ γὰρ ἂν καὶ φιλανθρωπίας ἠξίωντο ἅπαξ τῷ τοιούτῳ παρωλισθηκότες πτώματι.
000-00-00 Serial Number=0293310702
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00133]  Οὐδὲ γὰρ ἅπαξ εἰπὼν ἐσίγησεν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἵνα μάθῃς, ὅτι οὐ παρέργως αὐτὰ προσέῤῥιψεν.
 [00139]  Εἰ γὰρ ἁπλῶς ἐτίθει, ἤρκει ἅπαξ εἰπόντα σιγῆσαι, καὶ εἰπεῖν οὕτως·
000-00-00 Serial Number=0606438160
In diem natalem Ante [Go Back]  
 [00127]  εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
 [00128]  Ὁρᾷς ὅτι καὶ μόνος εἰσέρχεται ὁ ἀρχιερεὺς, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ παντός;
 [00145]  Ἂν τοίνυν ἀποδειχθῇ σαφῶς ἀπὸ τῶν Γραφῶν, ὅτι καὶ ἅπαξ εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς, καὶ μόνος, καὶ πότε, καὶ ποίῳ μηνὶ τοῦ ἐνιαυτοῦ τὸ ἅπαξ τοῦτο εἰσέρχεται, εὔδηλος ἔσται ὁ καιρὸς, καθ' ὃν εὐηγγελίσθη·
 [00147]  Ὅτι μὲν οὖν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο, καὶ ὁ Παῦλος ἐδήλωσε, καὶ ὁ Μωϋσῆς δὲ τοῦτο αὐτὸ δῆλον ποιεῖ, οὕτω λέγων·
 [00155]  Ὑπόλοιπον γάρ ἐστι δεῖξαι, ποῖος ἦν ὁ καιρὸς, καθ' ὃν εἰσῄει εἰς τὰ Ἅγια τῶν [49.357] ἁγίων, καὶ ὅτι ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος τοῦτο ἔπραττε.
 [00169]  Τότε γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰσῄει·
000-00-00 Serial Number=0226565063
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00131]  Ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διηνεκῶς τοῦτο ποιεῖ.
 [00638]  ∆ιὸ καὶ αἰσχύνομαι διὰ τοὺς ἅπαξ τοῦ ἐνιαυτοῦ μόλις ἐν ἐκκλησίᾳ φαινομένους.
 [02224]  Ὅπερ γὰρ γέγονεν ἐπὶ Μωϋσέως τότε ἅπαξ, τοῦτο ἐπὶ τοῦ νόμου γίνεται διηνεκῶς.
 [04760]  Καλῶς δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς μνημονεύσας τῆς ἐλεημοσύνης, χάριν τὸ πρᾶγμα καλεῖ, νῦν μὲν λέγων, Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας·
 [04968]  Ὅτι καὶ ἅπαξ καὶ δὶς ἐν ταῖς χρείαις μου ἐπέμψατε·
 [06060]  Καὶ οὐχ ἅπαξ, οὐδὲ δεύτερον τοῦτο ποιεῖ·
 [06272]  Τοῦτο δὲ καὶ αὐτοῖς Μακεδόσιν ἐπιστέλλων λέγει, ὅτι Ἐν ταῖς χρείαις μου ἐπέμψατέ μοι καὶ ἅπαξ καὶ δὶς, καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου·
 [06749]  Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα.
 [06770]  οὐδὲ γὰρ κατ' εἶδος αὐτὰ τέθεικεν, ἀλλ' ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς καὶ βραχὺς, ἐμνήσθη τούτων, τρὶς καὶ τρὶς, λέγων, καὶ ἅπαξ·
 [06872]  Ὁ μάρτυς ἅπαξ ἀποθνήσκει·
 [07647]  Οὐ γὰρ εὐθέως ἁμαρτάνοντας ἐκόλασεν, ἀλλὰ παρήγγειλεν ἅπαξ καὶ δεύτερον·
 [07684]  καὶ ἀπολογησάμενος αὐτοῖς, ὅτι καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον προεῖπε, καὶ ὅτι πάντα ποιεῖ καὶ μηχανᾶται, ὥστε ἀνακρούσασθαι τὴν τιμωρίαν, καὶ τῷ φόβῳ τῶν ῥημάτων βελτίους ποιῆσαι, τότε τὸ φορτικὸν τοῦτο καὶ φοβερὸν ἔθηκε λέγων, Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.
000-00-00 Serial Number=0625156522
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00561]  Καθάπερ γὰρ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς συγκατασκευῆς, κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόμενα, τοῖς σπερμολόγοις ὀρνέοις ἔσπειραν·
 [00564]  Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβαλόντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖ τῆς ἐπιμελείας καὶ τῆς προσεδρείας τῷ μέλλοντι τοὺς καρποὺς συγκομίζειν, ἀποσοβοῦντι τὰ πετεινὰ, τὰς ἀκάνθας ἐκκόπτοντι, τὰ πετρώδη γῆς πληροῦντι πολλῆς, πᾶσαν λύμην κωλύοντι καὶ ἀποτειχίζοντι καὶ ἀναιροῦντι.
 [01203]  Ἐμοῦ μὲν γὰρ ἅπαξ ἢ δεύτερον ἀκούσονται τοῦ μηνὸς, ἢ οὐδὲ ἅπαξ, καὶ ἅπερ ἂν ἀκούσωσιν, ἴσως μέχρι τοῦ τῆς ἐκκλησίας οὐδοῦ φυλάξαντες, εὐθέως ἀποβάλλουσιν·
000-00-00 Serial Number=0839965641
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00621]  Ὅτε καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε.
 [00624]  Ὅτι ἐπέμψατέ μοι, φησὶ, τὰ εἰς τὴν χρείαν καὶ ἅπαξ καὶ δίς.
 [00682]  Τοιοῦτον γὰρ δεῖ εἶναι τὸν νήφοντα καὶ διεγηγερμένον, οὐχ ἅπαξ ἐργάζεσθαι οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ δι' ὅλης τῆς ζωῆς.
 [00683]  Ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐχ ἅπαξ τραφὲν ἔχει τῆς ὅλης ζωῆς τὴν ὑπόστασιν, ἀλλὰ δεῖται καὶ τῆς καθημερινῆς τροφῆς·
 [01089]  ἀλλ', Εἰ ὑπομένομεν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ ἅπαξ ἀποθανεῖν (καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν ὁ μακάριος οὗτος)·
000-00-00 Serial Number=0401287794
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02318]  Ἐνταῦθά μοι δοκεῖ εἰς τὸν περὶ τῆς πολιτείας λοιπὸν αὐτοὺς ἐμβάλλειν ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησε.
 [02651]  Βάρβαρος γάρ ἐστιν ἡ ἁμαρτία, καὶ ψυχῆς οὐκ εἰδυῖα φείδεσθαι τῆς ἅπαξ ἁλούσης, ἀλλ' ἐπὶ λύμῃ τῶν ἐπιδεχομένων αὐτὴν τυραννοῦσα.
 [03528]  Εἰ μὲν γὰρ πονηρὸν, μηδὲ ἅπαξ γινέσθω·
 [03531]  ἆρα οὖν συγχωρήσομεν κἂν ἅπαξ τοῦτο γενέσθαι;
 [03534]  Ὅτι κἂν ἅπαξ γένηται, πονηρόν ἐστιν ὁμοίως.
 [03535]  Ὥστε καὶ τὸ φαιδρύνεσθαι τὴν νύμφην οὕτως, εἰ μὲν ἔστι πονηρὸν, μηδὲ ἅπαξ γινέσθω·
 [03835]  Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον ὑπὸ Ἰουδαίων, τρὶς ἐῤῥαπίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα.
 [04050]  ὅτι δὲ κολαστικὸς, ἅπαξ που καὶ δεύτερον καὶ σπανιάκις, καὶ ταῦτα τῆς αἰτίας κατεπειγούσης.
 [05344]  ἅπαξ γὰρ ἔδωκας καὶ ἐπώλησας.
 [05883]  Εἰ γὰρ αἱ χῆραι κρῖμα ἔχουσι δευτέροις ὁμιλοῦσαι γάμοις, ἐὰν ἅπαξ ἕλωνται χηρείαν, πολλῷ μᾶλλον αἱ παρθένοι.
 [06750]  Καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις κέχρηται τῇ ῥήσει ταύτῃ·
 [07027]  ἀλλὰ πάντων ἑαυτοὺς ἅπαξ ἀποστήσαντες, τοῖς γυμνασίοις μόνον προσέχουσιν.
 [08323]  Οὐχ ὁρᾷς τοὺς γεωργοὺς, πῶς τὴν ἅπαξ ὑποδεξαμένην τὰ σπέρματα γῆν θεραπεύουσι παντοδαπῷ θεραπείας τρόπῳ, κἂν μυρία ἐλαττώματα ἔχῃ, οἷον κἂν λυπρόγεως ᾖ, κἂν βοτάνας φέρῃ πονηρὰς, κἂν ὑπὸ ἐπομβρίας ἐπηρεάζηται τῇ φύσει τῆς θέσεως;
 [08677]  Ἐπειδὴ γὰρ ἅπαξ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον εἶναι ἐνόμισεν ἐπεξελθεῖν τῇ ὑποθέσει·
 [09782]  ἡ γὰρ τῶν φθο-νούντων ἐπιβουλὴ καὶ ἅπαξ καὶ δὶς ψηφίσασθαι αὐ-τὸν τὸν Θεὸν ἐποίησε, καὶ τὴν ῥάβδον βλαστῆσαι παρεσκεύασεν.
 [09999]  Ὁ γὰρ ἁλοὺς ἅπαξ ὑπὸ τῆς ἀγάπης, φιλονεικίας ἀπήλλακται.
 [09999]  ὅπερ κατηγορία ἦν ἐκείνων τῶν ἅπαξ καταδεξαμένων καὶ μεταθεμένων.
 [09999]  ∆ιὸ οὐδὲ ἅπαξ εἶπε τὸ, Ὤφθη, καίτοι γε ἤρκει κατὰ κοινοῦ θέντα τὴν λέξιν·
000-00-00 Serial Number=0787572801
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00709]  Ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δίς·
 [00727]  Ἐγὼ μὲν, φησὶ, Παῦλος, καὶ ἅπαξ καὶ δίς.
 [00764]  Καὶ ἅπαξ καὶ δεύτερον ἤθελον ἐλθεῖν, καὶ οὐκ ἴσχυσα·
 [01310]  Οὕτω γὰρ κατεκλάσθη ἡ χρυσοφοροῦσα γυνὴ, καὶ ἐν ἀξιώματι οὖσα βασιλικῷ, ὡς τοῦ παιδὸς τοῦ αἰχμαλώτου πρὸς τὰ γόνατα ἴσως ἑαυτὴν ῥῖψαι, ἴσως δὲ καὶ παρακαλέσαι δακρύουσαν καὶ τῶν γονάτων ἁπτομένην, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δεύτερον, ἀλλὰ πολλάκις μηχανησαμένην.
 [01568]  ὁρᾷς ἑτέρους καταπα [62.428] λαίσαντας μυριάκις τὴν ἡδονὴν, καὶ σὺ οὐδὲ ἅπαξ ἀνέχῃ;
000-00-00 Serial Number=0355463386
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01141]  Καὶ πῶς, φησὶν, ὅταν ἅπαξ δι' ἐνιαυτοῦ προσερχώμεθα;
 [01142]  Τοῦτο γὰρ τὸ δεινὸν, ὅτι οὐ καθαρότητι διανοίας, ἀλλὰ διαστήματι χρόνου τὴν ἀξίαν διορίζεις τῆς προσόδου, καὶ τοῦτο εὐλάβειαν εἶναι νομίζεις, τὸ μὴ πολλάκις προσελθεῖν, οὐκ εἰδὼς ὅτι τὸ ἀναξίως προσελθεῖν, κἂν ἅπαξ γένηται, ἐκηλίδωσε·
 [01144]  Οὐκ ἔστι τόλμα τὸ πολλάκις προσιέναι, ἀλλὰ τὸ ἀναξίως, κἂν ἅπαξ τις τοῦ παντὸς χρόνου προσέλθῃ.
 [01145]  Ἡμεῖς δὲ οὕτως ἀνοήτως διακείμεθα καὶ ἀθλίως, ὅτι μυρία διαπαντὸς ἐργαζόμενοι τοῦ ἐνιαυτοῦ κακὰ, τοῦ μὲν ἀποδύσασθαι ἐκεῖνα οὐδεμίαν ποιούμεθα φροντίδα, νομίζομεν δὲ ἀρκεῖν τὸ μὴ συνεχῶς κατατολμᾷν καὶ ἐπιπηδᾷν ὑβριστικῶς τῷ σώματι τοῦ Χριστοῦ, οὐκ ἐννοοῦντες ὅτι καὶ οἱ τὸν Χριστὸν σταυρώσαντες ἅπαξ ἐσταύρωσαν.
 [01146]  Ἆρ' οὖν, ἐπειδὴ ἅπαξ, ἔλαττον τὸ ἁμάρτημα;
 [01147]  Καὶ ὁ Ἰούδας δὲ ἅπαξ προέδωκε·
 [01809]  Ἐδίδαξεν ἅπαξ ἡ γυνὴ, καὶ πάντα κατέστρεψε·
000-00-00 Serial Number=0659054816
In epistulam ad Colossenses Ante [Go Back]  
 [00492]  τουτέστιν, ἀεὶ, οὐχ ἅπαξ, ἀλλὰ διαπαντός.
 [01007]  καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν, ἐπιλέγων.
 [01712]  Τίκτει στεῖρα οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις.
 [02362]  ἅπαξ, καὶ δὶς, καὶ τρὶς, μὴ διαπαντός.
000-00-00 Serial Number=0163990974
In epistulam ad Ephesios Ante [Go Back]  
 [00765]  Μὴ τοίνυν θαῤῥῶμεν, ὅτι γεγόναμεν ἅπαξ τοῦ σώματος.
 [03316]  Τῶν γὰρ εἰς τὴν Ἐκκλησίαν ταύτην τελούντων οἱ μὲν οὐδέποτε προσίασιν, ἢ τοῦ ἐνιαυτοῦ ἅπαξ, καὶ τότε εἰκῆ καὶ ὡς ἔτυχεν·
 [03598]  Οὕτω καὶ ἐκεῖνοι ἅπαξ ἑαυτοὺς δόντες τῇ ἀσελγείᾳ, κἂν πυρὸς δίκην, κἂν σιδήρου ἐπαγάγῃς αὑτοῖς τὸν λόγον, οὐδὲν καθάπτεται, οὐδὲν καθικνεῖται αὐτῶν·
 [03599]  νενέκρωται γὰρ αὐτῶν ἅπαξ τὸ μέλος·
 [06057]  Τίς ὑμῶν οὐκ ἂν ἐθελήσειε Σαμουὴλ τὸν υἱὸν τὸν ἑαυτοῦ ἅπαξ γενέσθαι, ἢ μυριάκις βασιλέα τῆς οἰκουμένης ἁπάσης;
000-00-00 Serial Number=0089551151
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00018]  καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον κέχρηται ταύτῃ τῇ ἐπιτιμήσει.
 [00109]  Ἐπειδὴ γὰρ ἅπαξ νενοσήκασι, πρὸς μὲν τὰ ὑψηλὰ τῶν δογμάτων ἐθελοκωφοῦσι, τὰ δὲ ταπεινὰ, καὶ ἢ τῆς σαρκὸς ἕνεκεν εἰρημένα οὕτως, ἢ διὰ τὴν εἰς τὸν Πατέρα τιμὴν, ἢ δι' ἄλλην τινὰ οἰκονομίαν, ταῦτα ἐκλέγουσι, καὶ καθ' ἑαυτὰ ἐξετάζοντες, ἐπηρεάζουσιν ἑαυτοῖς (οὐ γὰρ ἂν εἴποιμι τῇ Γραφῇ)·
 [01289]  ἡμεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόμενοι τῆς δουλείας, ὑπευθύνους ἑαυτοὺς κατεστήσαμεν τῇ κατάρᾳ·
 [01293]  Ὁ γὰρ δικαιωθεὶς ἅπαξ, καὶ ἀποθανὼν τῷ νόμῳ, καὶ ζωῆς ἐπιλαβόμενος ξένης, πῶς ἂν ὑπεύθυνος εἴη τῇ ἀρᾷ;
 [01765]  Οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὁ νόμος, ἅπαξ ἑτέρου παρ' αὐτοῦ πάντας ἡμᾶς πριαμένου.
 [01907]  Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἐπὶ τοὺς ἠπατημένους τὴν κατηγορίαν ἔτρεπεν, ἀνοήτους καλῶν, καὶ ἅπαξ καὶ δεύτερον·
 [02318]  νεκρὰ γάρ ἐστιν ἅπαξ·
000-00-00 Serial Number=0929264665
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02074]  ἅπαξ ἥμαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐμαυτὸν, ἀπάτη ἐστίν.
 [02901]  Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
 [02906]  ὥστε εἰς ἀπόγνωσιν ἐμβαλεῖν, εἰ ὅλως ἐφωτίσθητε ἅπαξ.
 [02957]  τοῦτο γὰρ Θεοῦ μόνου χαρίζεσθαι, καὶ ἡ χάρις ἅπαξ ἐστὶ χάρις.
 [04150]  οὐ γὰρ ἅπαξ αὐτὸν ἐντυχόντα τούτου τυχεῖν λέγει, ἀλλ' ἀεὶ, καὶ ἡνίκα ἂν δέηται ἐντυγχάνειν ὑπὲρ αὐτῶν·
 [04188]  ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν.
 [04194]  Τοῦτο οὖν αἰνίττεται ἐνταῦθα τῆς θυσίας τὸ μεγαλεῖον, ἣ ἤρκεσε μία οὖσα, καὶ ἅπαξ προσενεχθεῖσα, τοσοῦτον ὅσον αἱ πᾶσαι οὐκ ἴσχυσαν.
 [04674]  Εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
 [04676]  Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι πῶς μία θυσία, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερε, δείκνυσιν αὐτὸ ἄνωθεν οὕτως ὄν·
 [04679]  καὶ γὰρ τότε ὁ ἀρχιερεὺς, φησὶν, ἅπαξ προσέφερε.
 [04684]  Ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα, οὔτε ξύλα, οὔτε πολλάκις προσφερόμενον, ἀλλὰ ἅπαξ ἐν αἵματι προσενεχθέντα·
 [04685]  δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν, ἅπαξ προσεφέρετο ἐν αἵματι.
 [05140]  νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρ τίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.
 [05184]  τοῦ πολλάκις τὸ ἅπαξ, τοῦ ἐν αἵματι ἀλλοτρίῳ τὸ ἐν ἰδίῳ.
 [05189]  Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων.
 [05197]  Νῦν δὲ, φησὶν, ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.
 [05198]  Καὶ καθ' ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις.
 [05200]  ∆είξας ὅτι οὐκ ἔδει πολλάκις ἀποθανεῖν, νῦν δείκνυσι καὶ διὰ τί ἅπαξ ἀπέθανεν·
 [05202]  Ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν.
 [05203]  Τοῦτο οὖν τὸ, ἅπαξ ἀπέθανεν, ὑπὲρ ἀνθρώπων πάντων.
 [05211]  Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθείς.
 [05234]  οὐδὲ γὰρ ὃ ἅπαξ ἀπέθανεν, ὀφείλων ἀποθανεῖν ἀπέθανεν.
 [05248]  ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν συνείδησιν ἔχειν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους·
 [05264]  Ὥσπερ γὰρ φάρμακον, ὅταν ᾖ ἰσχυρὸν, καὶ ὑγείας ποιητικὸν, καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν τὸ πᾶν ποιεῖ·
 [05265]  ὅπερ ἐὰν ἅπαξ ἐπιτεθὲν τὸ πᾶν ἐργάσηται, δείκνυσιν αὑτοῦ τὴν ἰσχὺν τῷ μηκέτι ἐπιτίθεσθαι, καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ μηκέτι ἐπιτίθεσθαι·
 [05267]  φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι, καὶ μὴ πολλάκις·
 [05280]  ἅπαξ προσηνέχθη, καὶ εἰς τὸ ἀεὶ ἤρκεσε.
 [05309]  Ἐπειδὴ ἅπαξ προσηνέχθη, ὥσπερ ἐκείνη ἡ εἰς τὰ Ἅγια τῶν ἁγίων.
 [05326]  Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παντὸς ἐνιαυτοῦ, ἄλλοι δὲ δὶς, ἄλλοι δὲ πολλάκις.
 [05328]  ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μετέχουσι, πολλάκις δὲ καὶ διὰ δύο ἐτῶν.
 [05331]  τοὺς ἅπαξ;
 [05334]  Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀλήπτου.
 [05336]  οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ ἅπαξ.
 [08131]  τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις, πολλάκις, ἐν θλίψεσιν, ἐν στενοχωρίᾳ, ἐν λιμῷ.
 [09156]  Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.
 [09157]  Τὸ δὲ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
 [09245]  Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.
 [09246]  Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων.
 [09341]  Εἰσὶ γὰρ οἳ ἐλεοῦντες ὀλίγα διδόασιν, ἢ διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἅπαξ, ἢ καθ' ἑκάστην ἑβδομάδα, ἢ τὸ τυχὸν προϊέμενοι·
 [09414]  ἀλλ' [63.226] ἅπαξ εἰπὼν, τότε ἐπήγαγεν ὡς κοινὴν παραίνεσιν, καὶ οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος·
 [09763]  ∆εδοικέναι γὰρ χρὴ καὶ τρέμειν, καὶ διὰ τὸ συνειδὸς καὶ διὰ τὸν ὄγκον τῆς ἀρχῆς, καὶ οὔτε ἑλκομένους ἅπαξ παραιτεῖσθαι, οὔτε μὴ ἑλκομένους ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλὰ καὶ φεύγειν μὲν προορῶντας τοῦ ἀξιώματος τὸ μέγεθος, κατασχεθέντας δὲ, πάλιν τὴν εὐλάβειαν ἐπιδείκνυσθαι χρή.
000-00-00 Serial Number=0748441994
In epistulam ad Philippenses Ante [Go Back]  
 [00060]  ὅτι Καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε, οὐδενὸς ἑτέρου τοῦτο πεποιηκότος.
 [00071]  Οὐκοῦν κἂν μηδὲν ἕτερον, μιμώμεθα αὐτῶν τὴν εὐποιίαν τὴν μετὰ σφοδρότητος, μηδὲ, ἐὰν ἅπαξ δῶμεν καὶ δεύτερον, τὸ πᾶν ἡγώμεθα πεπληρωκέναι·
 [00073]  οὐ γὰρ ἅπαξ εὐαρεστεῖν δεῖ, ἀλλὰ διηνεκῶς.
 [00626]  Ἐκεῖνος μὲν γὰρ ἅπαξ ἀπώλεσε, καὶ λυπηθεὶς ἀπέθετο τὴν φροντίδα·
 [01106]  πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
 [01133]  οὗτος μὲν γὰρ ὁ ἥλιος τὸ ἅπαξ διασαπὲν τῶν ἀκροδρύων οὐδὲν ὀνῆσαι δυνήσεται.
 [01483]  Ὅταν γὰρ ἅπαξ πληροφορηθῇ ἡ ψυχὴ, ὅτι μείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐμπίπτει ἐν οἷς ἂν παρ' αὐτοῦ πάθῃ κακῶς, οὐκ εἰς βασκανίαν.
 [02076]  ἂν γὰρ ἅπαξ κρύψῃ, εὐθέως ἀπόλωλεν.
 [04730]  Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας μοι ἐπέμψατε.
000-00-00 Serial Number=0713456392
In epistulam ad Romanos Ante [Go Back]  
 [00414]  τῆς οἰκουμένης ἁπάσης προσῄει τῷ Θεῷ, καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ διηνεκῶς.
 [00471]  Ἐπειδὴ γὰρ ἅπαξ ἑαυτὸν ἔδωκε τῇ πάντα κυβερνώσῃ χειρὶ, καὶ μετὰ τοσαύτης ὑποταγῆς ὑπέθηκε, μεθ' ὅσης ὁ πηλὸς τῷ κεραμεῖ, ᾗπερ ἦγεν ὁ Θεὸς, ἠκολούθει.
 [01377]  Καὶ μὴ θαυμάσῃς, εἰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις αὐτὸ κατασκευάζει.
 [03402]  Τοῦτο γὰρ τὸ μὲν βάπτισμα ἐποίησεν ἅπαξ, ἐνέκρωσεν ἡμᾶς αὐτῇ·
 [03593]  ἐπειδὴ γὰρ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ μένειν διαπαντὸς τῇ ἁμαρτίᾳ.
 [03609]  Μὴ γὰρ, ἐπειδὴ ἅπαξ ἀπέθανε, φησὶ, νομίσῃς αὐτὸν θνητὸν εἶναι·
 [03628]  Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
 [05079]  Οὐδὲ γὰρ οὕτως ἅπαξ ἡ δοθεῖσα εὐεργεσία, ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα, ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε.
 [05800]  Κἂν γὰρ τῇ φύσει κεκληρωμένον ᾖ τὸ μόνον ἅπαξ ἀποθανεῖν, τῇ προαιρέσει τὸ καθημέραν τοῦτο πάσχειν, εἰ βουληθείημεν, δέδωκεν ὁ Θεός.
 [05803]  ἔστι γὰρ ἐν ἡμέρᾳ μιᾷ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀποθανεῖν.
 [06705]  Μυρίων γὰρ ἂν ἑλοίμην γενέσθαι βαρβάρων δοῦλος, ἢ κενοδοξίας ἅπαξ·
 [06968]  Οὗτοι μὲν γὰρ οὐδὲ παρακαλοῦντι ἐπείσθησαν, ἀλλὰ καὶ ἀντεῖπον, καὶ ταῦτα οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ διὰ παντὸς τοῦ χρόνου ταῦτα ποιοῦντα ὁρῶντες·
 [07211]  Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, [60.582] ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα ἅπαντα μετὰ πλείονος τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη τῷ ἐγγραφῆναι ἅπαξ.
 [07253]  Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, [60.582] ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα ἅπαντα μετὰ πλείονος τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη τῷ ἐγγραφῆναι ἅπαξ.
 [07392]  ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας, προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν, τὸν Ἡσαΐαν, τὸν Ἠλίαν, τὸν ∆αυῒδ, τὸν Μωϋσέα, τὸν Ὠσηὲ, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις·
 [09937]  Ὅταν οὖν λέγῃ, ∆ιάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν, καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, ἔπαυσε τοῦ Θεοῦ τὴν ὀργὴν, ἐπιτηδείους λοιπὸν ἐποίησε τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν, ἅπαξ ἀπαλλαγέντας τοῦ προσκεκρουκέναι.
 [09999]  οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ πολιτείας πνευματικῆς, ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἅπαξ.
 [09999]  ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν ἐκωλύθη, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις.
 [09999]  ∆ιὰ δὴ τοῦτο, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις προσέρχεται τῷ Θεῷ, καὶ ἐπὶ τὴν φύσιν καταφεύγει λέγων·
 [09999]  Ὁ μὲν γὰρ ἅπαξ δι' αὐτὸν ἀπέθανεν, οὗτος δὲ μυριάκις διὰ τὴν ποίμνην, εἴ γε ποιμὴν εἴη τοιοῦτος, οἷον εἶναι χρή·
000-00-00 Serial Number=0238274038
In epistulam ad Titum Ante [Go Back]  
 [00139]  τέκνον μέν ἐστιν, ἐπειδὴ ἅπαξ ἐδέξατο τὴν χάριν, καὶ ἀνεγεννήθη·
 [01312]  οὐδὲ γὰρ ἂν κερδάνειάν ποτε, ἅπαξ διεστραμμένοι τὴν γνώμην.
 [01452]  ἐκεῖνον δὲ ἀναρτήσας κατέξαινε, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ πάσας περιάγων τὰς πόλεις.
000-00-00 Serial Number=0341738582
In illud Exiit edictum Ante [Go Back]  
 [00135]  ἐὰν δὲ γένηται σκεῦος, καὶ ἅπαξ πυρὶ προσομιλήσῃ, καὶ γένηται ξηρότατον ὄστρακον, ἐπειδὰν δὲ συντριβῇ, οὐκ ἔτι ἀνάληψιν ἐπιδέχεται.
000-00-00 Serial Number=0185092509
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00671]  πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
 [00838]  Καὶ ὥσπερ οὖν ἀεὶ, ὅ τι οὖν γένοιτο, χερσὶν ἀνίπτοις οὐχ ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ·
000-00-00 Serial Number=0631288052
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00093]  σὺ κἂν ἅπαξ μοι βοήθησον ἀντὶ τῶν πολλῶν μου κακῶν·
 [00094]  κἂν ἅπαξ μοι εὐεργέτησον, κούφισόν μου τὸν πυρετόν, ἐλάφρυνόν μου τὴν νόσον, ἐξαγόρασόν μου τὸν θάνατον·
000-00-00 Serial Number=0051429451
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00012]  Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων ἡ μὲν ἅπαξ νεκρωθεῖσα σὰρξ οὐ τομῆς, οὐ φαρμάκων, οὐ καυτῆρος αἰσθάνεται·
000-00-00 Serial Number=0452321172
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00413]  καὶ ἐπειδὴ ἅπαξ τῆς ζωῆς ὑπερεῖδε τῆς παρούσης, πάντα ῥᾳδίως καὶ μετὰ πολλῆς ποιεῖ τῆς εὐκολίας.
 [00487]  εἰ τὸν ἀδελφὸν βλασφημήσασα Μαρία ἅπαξ, τοσαύτην ἔδωκε δίκην, ποίας σωτηρίας ἡμῖν ἐλπὶς, ὅταν μυρίαις καθ' ἑκάστην ἡμέραν τοὺς ἄρχοντας πλύνωμεν λοιδορίαις;
000-00-00 Serial Number=0453198254
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00287]  Οὐ μὲν ἐψώμισε τὸν ἐχθρὸν, οὐδὲ ἐπότισε μόνον, ἀλλὰ καὶ κινδυνεύοντα πολλάκις ἐξήρπασε τοῦ θανάτου, καὶ γενόμενος κύριος αὐτοῦ τῆς σφαγῆς, ἐφείσατο καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις.
 [00324]  Οὐ γὰρ ἀντὶ μιᾶς σφαγῆς μίαν ἐπῆρεν, ἀλλ' ἀντὶ πολλῶν θανάτων, ὧν ἐκεῖνος ἐπήγαγεν, οὐχ ἅπαξ, οὐ δὶς, ἀλλὰ πολλάκις αὐτὸν ἐπιχειρήσας ἀνελεῖν, ἕνα ἔμελλεν ἐπαγαγεῖν θάνατον·
000-00-00 Serial Number=0277410269
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00080]  Ἐξῆλθον ἅπαξ, καὶ θηρεύσας ὑπέστρεψα ἐξῆλθον δεύτερον, καὶ ζωγρήσας ἀνέκαμψα·
000-00-00 Serial Number=0011744440
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00423]  Προσῆλθεν αὐτῷ ἅπαξ, καὶ λέγει αὐτῷ·
000-00-00 Serial Number=0125331283
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00089]  οὕτω καὶ ὁ μακάριος Παῦλος καθάπερ ἐπὶ κρημνόν τινα μέλ λων ἑαυτὸν ἀφιέναι, τῶν οἰκείων ἐγκωμίων τὴν δι ήγησιν, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις ἀνα δύεται οὕτω λέγων·
000-00-00 Serial Number=0022302687
In illud Vidua eligatur Ante [Go Back]  
 [00274]  ἀλλὰ κἂν ἅπαξ ἢ δεύτερον παραγένηται τὸ παιδίον, ἁπλῶς καὶ εἰκῆ καὶ μάτην καὶ ψυχαγωγίας ἕνεκεν ἐνταῦθα παραγίνεται.
 [00508]  Οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ λαβόντος τὰ δοθέντα ἅπαξ·
000-00-00 Serial Number=0055692673
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00014]  τότε γὰρ ἐν τῇ σκηνοπηγίᾳ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων θυμιᾷν.
000-00-00 Serial Number=0470110118
In martyres Aegyptios Ante [Go Back]  
 [00024]  οὐ προδίδοται τοῖς τοῦ σώματος πάθεσιν, ὅταν αὐτὰ κατέχῃ μετὰ ἀσφαλείας, ἀλλὰ κἂν αὐτά τις ἀναῤῥήξῃ τὰ στέρνα, καὶ κατὰ μικρὸν τὴν καρδίαν διέλοι λαβὼν, οὐ προήσεται τὸν ἅπαξ αὐτῇ παρὰ τῆς πίστεως ἐμπιστευθέντα θησαυρόν.
000-00-00 Serial Number=0620595574
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00108]  Ἐχρῆν γὰρ τοὺς ἅπαξ προσελθόντας Χριστῷ, μὴ τοῖς αὐτοῖς ἴχνεσι τῆς ἀσεβείας ἀναλύειν·
000-00-00 Serial Number=0175425828
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00123]  Μὴ πάλιν εἴπῃς μετὰ τὸ ἅπαξ ἰδεῖν·
000-00-00 Serial Number=0929575205
In pharisaeum et meretricem Ante [Go Back]  
 [00089]  κλαύσω καλῶς ἅπαξ, ἡ γελάσασα πολλάκις κακῶς·
 [00343]  ἅπαξ ἐκαθαρίσθης, ἅπαξ ἐχωνεύθης·
000-00-00 Serial Number=0098706663
In principium Actorum Ante [Go Back]  
 [01146]  [51.100] Ἐγὼ μὲν γὰρ ὑμῖν ἅπαξ τῆς ἑβδομάδος συγγίνομαι, ἢ καὶ δεύτερον πολλάκις·
000-00-00 Serial Number=0234073520
In principium indictionis [1] Ante [Go Back]  
 [00158]  Ἐκείνη μόνον ἤρκεσεν ἅπαξ ἱματίου καθάψασθαι·
000-00-00 Serial Number=0087189257
In sancta et magna parasceve Ante [Go Back]  
 [00005]  ἅπαξ μὲν παγεὶς, ἀεὶ δαίμονας τρέπει.
 [00206]  ἅπαξ γὰρ εἶπε, καὶ ἀεὶ τὸ ἔργον τελεῖται.
000-00-00 Serial Number=0187693119
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00172]  Καὶ τὰ μὲν ἐπὶ γῆς φυόμενα δένδρα ἅπαξ τοῦ ἐνιαυτοῦ δίδωσι τὴν φορὰν, κἂν μὴ τρυγή σῃς, ἐπιστάσης τῆς ὥρας τοῦ χειμῶνος ἀπόλλυσι τὴν οἰκείαν εὐπρέπειαν, φθειρομένου τοῦ καρποῦ καὶ κα ταῤῥέοντος·
000-00-00 Serial Number=0594128311
In sanctum pascha [1] Ante [Go Back]  
 [00213]  Ἀγὼν γάρ ἐστι καὶ πάλη πᾶς ὁ παρὼν βίος, καὶ τοὺς ἐν τῷ σταδίῳ τούτῳ τῆς ἀρετῆς ἅπαξ εἰσελθόντας προσήκει πάντα ἐγκρατεύεσθαι·
000-00-00 Serial Number=0188482404
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00134]  Οὕτως οὖν καὶ ὁ κύριος ἅπαξ τὴν ἀνακεφαλαίωσιν ἐργασάμενος τῇ παρασκευῇ παθὼν καὶ τελέσας τὰ ὑπὲρ τοῦ πεπτωκότος ἀνθρώπου τῆς διορθώσεως ἔργα τῇ ἑβδόμῃ καταπαύει καὶ διαμένει ἐν τῇ καρδίᾳ τῆς γῆς, τοῖς ἐν ᾅδου λοιπὸν δωρησάμενος τὴν ἐκ τοῦ πάθους ἐλευθερίαν.
 [00146]  Ὅθεν ἅπαξ τυθέντος τοῦ μονογενοῦς καὶ πρὸς τὴν οἰκονομίαν ἀρκέσαντος οὐκέτι ἀμνὸς θύεται, ἀλλ' ὁ σωτὴρ ἐπὶ τῷ πάθει γινόμενος τῆς κυριωτάτης θυσίας ἄρτον καὶ ποτήριον μίμημα δίδωσιν, τὸ μὲν σῶμα ἴδιον, τὸ δὲ αἷμα ἀρρήτοις ἐπικλήσεσιν ἐκτελῶν καὶ προστάττων ἐν τούτοις τοῖς τύποις τὸ πάσχα ποιεῖν.
 [00164]  Καὶ τοσαύτη ἦν ἡ ἀνάγκη τῆς ἀντεισαγωγῆς, ὥστε ἑορτῆς οὔσης τοῦ πάσχα οὐκ ἠδυνήθησαν Ἰουδαῖοι εἰς τιμὴν τῆς ἑορτῆς μεταθεῖναι τὸ ἄγος, ὃ δὴ καὶ ἄλλοι ἂν ἐποίησαν, ἀλλ' ἅπαξ πρὸς τὸν φόνον ἑκουσίως ὁρμήσαντες ἔσχον τὴν δίκην συγχρωμένην τῇ ὁρμῇ, ὡς οὐκ ᾔδεσαν, πρὸς τὴν τῆς ἀντεισαγωγῆς φανοτάτην ἐκκάλυψιν.
000-00-00 Serial Number=0151941121
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00513]  Τότε ἐλεπτύνθη εἰς ἅπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκὸς, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς·
 [01889]  Καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις.
000-00-00 Serial Number=0459501982
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00231]  καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων, εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων, ἐλεημοσύνας, νηστείας.
000-00-00 Serial Number=0630508363
Quales ducendae sint uxores Ante [Go Back]  
 [00339]  Ὅταν δὲ ἴδῃς αὐτὴν εἰς ἀγορὰν ἐξιοῦσαν, καθ' ἑκάστην ἡμέραν ὑδροφορεῖν ἀναγκαζομένην, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, εἶτα μηδενὶ γνώριμον οὖσαν ἀνδρὶ, τότε μάλιστα αὐτῆς δυνήσῃ κατιδεῖν τὸ ἐγκώμιον.
000-00-00 Serial Number=0773922324
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00034]  ἀλλ' ἁρπάζοντες, πλεονεκτοῦντες, ὥσπερ ἔν τινι κοπρίᾳ σκώληκες, τῷ φορυτῷ τῶν φροντίδων τούτων ἀπειλημμένοι καὶ ἐγκατορωρυγμένοι, οὐδὲ ἅπαξ τῆς ἑβδομάδος παραγίνεσθαι σπουδάζουσιν, ἵνα κἂν αὐτὸ τοῦτο μάθωσιν ἔνθα εἰσίν.
000-00-00 Serial Number=0561881125
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00042]  Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον πάλιν ἐν τῷ κατακλυσμῷ Νῶε, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐν μέσῃ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς οὐρανόπολιν πλοῦν οἰκονόμησεν.
000-00-00 Serial Number=0980902672
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00003]  μετὰ γὰρ τοῦ προφήτου καὶ ἐμοὶ νῦν εὔκαιρον τοῦτο εἰπεῖν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, Οἴμοι ψυχή·
000-00-00 Serial Number=0062644184
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01628]  Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασιλέα καὶ τὸν Ἀμὰν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»