Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινὲς [164]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινὲς


000-00-00 Serial Number=0893965840
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00226]  ∆ιὰ γοῦν τοῦτο τῶν οὕτω τελεσθέντων τινὲς ταχέως ἀποπηδήσαντες, μυρία εἰρ [47.403] γάσαντο δεινά.
000-00-00 Serial Number=0403654873
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00587]  Τί οὖν, φησὶν, ὅταν πρὶν ἐλθεῖν εἰς τὴν ἡλικίαν τὴν διαγνωστικὴν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων, ὡς μεγάλα ἠδικηκότες τινὲς κολάζονται;
 [01355]  Οὔπω γὰρ ὅλαι τρεῖς ἡμέραι, καὶ τοὺς βαρβάρους ἅπαντας μετὰ τῶν ὅπλων εἶδον πλησίον ἑστῶτας αὐτῶν, καὶ ταυτὸν ἔπασχον, οἷον εἰ δραπέται τινὲς ἐπὶ τῆς ἀλλοτρίας ἄφνω τοῖς τῶν δεσποτῶν ἐμπεσόντες ὀφθαλμοῖς·
 [01780]  Ἐκεῖθεν εἰς τὸ δεσμωτήριον ἐλθὼν, καὶ πάντα τὰ ἐν τῷ οἰκήματι τούτῳ καταμαθὼν, βάδισον ἐπὶ τὰ προπύλαια τῶν βαλανείων, ἔνθα καὶ κόπρῳ καὶ καλάμῃ ἀντὶ ἱματίων καὶ οἴκων κεχρημένοι τινὲς κατάκεινται γυμνοὶ, κρυμῷ καὶ νόσῳ καὶ λιμῷ πολιορκούμενοι διηνεκεῖ, τῇ ὄψει μόνῃ καὶ τῷ τρόμῳ τοῦ σώματος καὶ τῷ ψόφῳ τῶν συγκρουόντων ὀδόντων παρακαλοῦντες τοὺς παριόντας, καὶ οὔτε φωνὴν ἀφεῖναι, οὔτε χεῖρας ἐκτεῖναι δυνάμενοι τῷ σφόδρα ἤδη τοῖς τοσούτοις ἐκτετῆχθαι κακοῖς.
000-00-00 Serial Number=0599868536
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00173]  τινὲς δὲ αὐτὸν καὶ τῶν ἱερωμένων εἶναί φασιν.
 [00591]  Ἐν τούτῳ δὲ αὐτὸν ὄντα καὶ θαυμαζόμενον, φθόροι τινὲς ἄνδρες, κατὰ τὸν τῆς συγγενείας ἐπισκοποῦντες νόμον, αὖθις ἐπὶ τὸν πρότερον κλύδωνα ἐπανήγαγον.
000-00-00 Serial Number=0522885263
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01029]  Πόσοι προσωπεῖον εὐλαβείας περικείμενοι, πόσοι πεπλασμένην πραότητα ἔχοντες, πόσοι μεγάλοι τινὲς εἶναι νομιζόμενοι, καὶ οὐκ ὄντες, ἀθρόον ἐπὶ τοῦ παρόντος διηλέγχθησαν καιροῦ καὶ τὰ τῆς ἀπάτης αὐτοῖς διερρύη καὶ ὅπερ ἦσαν ἐφάνησαν, οὐχ ὅπερ ὑπεκρίνοντο καὶ ἠπάτων;
000-00-00 Serial Number=0156361938
Ad populum Antiochenum Ante [Go Back]  
 [02078]  Καὶ πρῶτον μὲν ἁπάντων οἱ τὴν πονηρὰν κομίζοντες ἀγγελίαν, ἐξελθόντες ἐντεῦθεν καθάπερ τινὲς ὑπόπτεροι καὶ πάλαι καταλήψεσθαι προσδοκήσαντες τὸ στρατόπεδον, κατὰ μέσην ἔτι διατρίβουσι τὴν ὁδόν·
 [02450]  οὐ γὰρ δήπου τῶν ἀγγέλων τινὲς ταύτης ἐδέοντο τῆς δημιουργίας, ἀλλὰ διὰ σὲ καὶ τὴν ἀνάπαυσιν τὴν σὴν τὸν τοσοῦτον καὶ τηλικοῦτον ἐποίησα κόσμον·
 [02836]  πῶς καὶ αὗται καθάπερ παρθένοι τινὲς χορεύουσαι ἐν κύκλῳ μετὰ πολλῆς τῆς εὐταξίας ἀλλήλας διαδέχονται, καὶ κατὰ μικρὸν καὶ ἀψοφητὶ πρὸς τὰς ἐναντίας αἱ μέσαι διαβιβάζουσαι οὐ παύονται;
 [03251]  εἰ τοίνυν πάντων ταῦτα ὁμολογούντων ἐτόλμησαν ἑαυτοὺς ἀπαθανατίσαι τινὲς ἐν ταῖς τῶν πολλῶν ὑπολήψεσι, καὶ τῆς ὅψεως μαρτυρούσης τὸν θάνατον, ἐφιλονείκησαν ἀναῤῥηθῆναι θεοὶ, καὶ ἐτιμήθησαν οὕτως·
 [03289]  οὕτω δὴ καὶ ἐπὶ τῶν ὀφθαλμῶν, ὥσπερ τινὲς ἀνθέρικες καὶ δόρατα προβέβληνται αἱ τῶν βλεφάρων τρίχες, κόνιν καὶ κάρφη καὶ πάντα τὰ διενοχλοῦντα ἔξωθεν ἀποκρουόμεναι τῶν ὀφθαλμῶν, καὶ οὐκ ἐῶσαι ἐνοχλεῖσθαι τὰ βλέφαρα.
 [03878]  Μὴ τοίνυν τοῦτο εἴπῃς, ὡς ὀλίγοι τινὲς ὑπελείφθησαν οἱ μὴ κατωρθωκότες, ἀλλ' ἐκεῖνο σκόπει ὅτι οὗτοι οἱ ὀλίγοι μὴ διορθωθέντες πολλοὺς διαφθείρουσιν ἑτέρους.
 [03910]  [49.143] Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν·
 [04502]  σὺ δὲ διδασκάλων τῶν ἔξωθεν ἐδεήθης μετὰ τὴν τοσαύτην τῶν πατέρων παραίνεσιν, καὶ δραπέται καὶ μαστιγίαι τινὲς πόλιν τοσαύτην ἀνεπτέρωσαν καὶ εἰς φυγὴν ἐνέβαλον.
 [04860]  οἱ δὲ μοναχοὶ, ἄνθρωποι πένητες, ἱματίου πλέον οὐδὲν ἔχοντες εὐτελοῦς, ἐν ἀγροικίᾳ βεβιωκότες, οὐδένες εἶναι δοκοῦντες ἔμπροσθεν, ὄρεσι καὶ νάπαις ὁμιλοῦντες, καθάπερ τινὲς λέοντες, μετὰ μεγάλου καὶ ὑψηλοῦ φρονήματος, πάντων δεδοικότων καὶ κατεπτηχότων, εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυσαν, οὐκ ἐν πολλαῖς ἡμέραις, ἀλλ' ἐν βραχείᾳ καιροῦ ῥοπῇ.
000-00-00 Serial Number=0235851347
Adversus Judaeos Ante [Go Back]  
 [00119]  Καὶ οἶδα μὲν ὅτι τινὲς τόλμαν καταγινώσκουσι τοῦ λόγου, ὅτι εἶπον, Θεάτρου καὶ συναγωγῆς οὐδὲν τὸ μέσον·
 [00148]  ἀλλ' ὅμως τινὲς ὡς σεμνοῖς ἐκείνοις τοῖς τόποις προσέχουσι.
 [01079]  Ἐπειδὴ γὰρ ἐποίησαν ἔξω τὸ πάσχα, προσῆλθον, φησὶ, τινὲς τῷ Μωϋσῇ, λέγοντες·
000-00-00 Serial Number=0495124817
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00354]  Οἱ γὰρ ἐπάρατοι καὶ λυμεῶνες καὶ πλάνοι λεγέτω γὰρ δὴ καὶ ταῦτα, οὐ διοισόμεθα ἐκ τῶν τοσούτων ἐλπίδων ἀναρπάσαντές μοι τὸν γηροτρόφον, καθάπερ τινὲς λῄσταρχοι πρὸς τὰς αὐτῶν καταλύσεις ἀπήγαγον, καὶ οὕτω ταῖς αὐτῶν κατεγοήτευσαν ἐπῳδαῖς, ὡς ἑλέσθαι καὶ πρὸς σίδηρον καὶ πρὸς πῦρ καὶ πρὸς θηρία καὶ πρὸς πᾶν ὁτιοῦν στῆναι γενναίως, ἢ πρὸς τὴν προτέραν εὐπραγίαν ἐπανελθεῖν·
 [00634]  Εἰ γὰρ ταπεινοὶ καὶ ἐκ ταπεινῶν ὄντες τινὲς ἀγροίκων υἱοὶ καὶ χειροτεχνῶν, ἐπὶ τὴν φιλοσοφίαν ταύτην ἐλθόντες, οὕτως ἐγένοντο τίμιοι πᾶσιν, ὡς μηδένα τῶν ἐν τοῖς μεγάλοις ὄντων ἀξιώμασιν αἰσχυνθῆναι πρὸς τὸ καταγώγιον τούτων ἐλθεῖν, καὶ λόγων μετασχεῖν καὶ τραπέζης, ἀλλ' ὥσπερ μεγάλων τινῶν ἀγαθῶν, ὅπερ οὖν καὶ ἔστιν, ἀπολαύσαντας οὕτω διατεθῆναι, πολλῷ μᾶλλον, ὅταν ἀπὸ λαμπροῦ μὲν ὁρμώμενον γένους, λαμπρᾶς δὲ οὐσίας, τοσούτων δὲ ἐλπίδων, πρὸς ἐκείνην ἴδωσιν ἐλθόντα τὴν ἀρετὴν, τοῦτο ἐργάσονται.
 [01017]  ὅταν δὲ καὶ ὁμοῦ συνελθόντες εἰς τὴν τοῦ νέου ψυχὴν ἁπαλὴν οὖσαν ἐμπέσωσι, καθάπερ τινὲς χείμαῤῥοι συναφθέντες, ἅπαντα διαφθείρουσι τὰ καλὰ, τοσαύτας ἀκάνθας, τοσαύτην ἄμμον, τοσοῦτον ἐπισυνάγοντες τὸν φορυτὸν, ὡς ἄκαρπόν τε καὶ ἄγονον τῶν ἀγαθῶν πάντων ἐκείνων ἐργάσασθαι τὴν ψυχήν.
 [01512]  Ταῦτα γὰρ εἰ μὲν ἄλλοι τινὲς ἐποίουν, οὐκ ἦν οὕτω δεινόν·
000-00-00 Serial Number=0911579311
Commentarius in Job Ante [Go Back]  
 [00003]  τινὲς μὲν οὖν αὐτόν φασι πρὸ τοῦ Μωσέως εἶναι καὶ πέμπτον ἀπὸ Ἀβραάμ, τινὲς δὲ ἐν τῷ νόμῳ.
 [00147]  τινὲς τὸ τῶν ἀφ' ἡλίου ἀνατολῶν τοῦ Ἀβραάμ φασιν, ἐπειδὴ ἐκεῖθεν ἦν ὁ Ἀβραάμ.
 [00964]  τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ' αὐτὸν εἰς αὐτὴν τυπωθέντα ταυτὶ φθέγγεσθαι.
 [01312]  ἐμοὶ δοκεῖ τοῦ θανάτου λέγειν, τινὲς δὲ τοῦ ἀνθρώπου φασίν.
000-00-00 Serial Number=0016891122
Contra Anomoeos Ante [Go Back]  
 [00115]  οὐ γὰρ δύο τινὲς ἀνώμαλοι, ἀλλὰ μία καὶ αὕτη ἴση Υἱοῦ καὶ Πατρὸς ἡ εἰκών.
000-00-00 Serial Number=0824429810
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00002]  Ἐπὶ μὲν τῶν προγόνων τῶν ἡμετέρων δύο τινὲς ἦσαν προφάσεις αἱ τὰς γυναῖκας συγκατοικίζουσαι τοῖς ἀνδράσι·
000-00-00 Serial Number=0468891382
De Anna i Ante [Go Back]  
 [00062]  Ἐπειδὴ δὲ ταῦτα λεγόντων ἡμῶν τότε τινὲς ἀντέτεινον, λέγοντες·
000-00-00 Serial Number=0021773756
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00129]  [28] Καὶ ἴσως τινὲς θαυμάζουσι πῶς οὐκ ἐπλήγη θεηλάτῳ πληγῇ τοιαῦτα τολμῶν ἢ πῶς οὐκ ἀπαφῆκεν αὐτῷ σκηπτὸν ἄνωθεν ὁ Θεὸς καὶ πρὸ τῆς εἰσόδον τὴν ἀναίσχυντον ὄψον κατέφλεξε τῷ κεραυνῷ.
000-00-00 Serial Number=0841825366
De Lazaro Ante [Go Back]  
 [00410]  Εἰ δὲνῦν ἐφ' ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς ἀναστάσεως ἐλπίδας, καὶ τὰς κειμένας τοῖς ἁμαρτάνουσι τιμωρίας ἐκεῖ, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθὰ, οὕτω μικροψύχως τινὲς καὶ ταλαιπώρως διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις·
 [01156]  Ἔμιξέ ποτε τὸ αἷμα τῶν Γαλιλαίων ὁ Πιλᾶτος μετὰ τῶν θυσιῶν, καὶ προσελθόντες τινὲς ἀπήγγειλαν τῷ Χριστῷ αὐτὸ τοῦτο·
 [02063]  ἀλλ' ἐπειδὴ μεθ' ὑμῶν εἰσι καὶ ξένοι τινὲς εἰσιόντες, μὴ τρέχετε, ἀλλ' ἀναμείνατε τοὺς χωλεύοντας.
 [02569]  Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθυνῶν τῶν ἀπαραιτήτων, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου), τινὲς τῶν ταῦτα ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ' ἁπλῶς συνηθείᾳ τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ' ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ' ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ·
 [02597]  τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον.
000-00-00 Serial Number=0133074343
De Melchisedech Ante [Go Back]  
 [00060]  Καίτοι τινὲς νομίζουσιν ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο, περὶ τῆς ἄνω γεννήσεως εἴρηται.
000-00-00 Serial Number=0442615986
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00094]  ∆ιὰ τοῦτο οἱ θεῖοι ἱερομύσται, ὥσπερ τινὲς δορυφόροι, προθέντες τὴν βασιλικὴν μάστιγα, διὰ ταύτης ἀποδιώκουσι πᾶσαν ἀντίδικον καὶ ἀντίπαλον φάλαγγα, τὰς θείας καὶ βασιλικὰς δωρεὰς τοῖς μυσταγωγοῖς ἀπονέμοντες, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Χριστὸν γεραίροντες.
000-00-00 Serial Number=0651625335
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00058]  Εἰσὶ γὰρ, εἰσὶ βαττολόγοι τινὲς, καὶ ματαιολόγοι, ταῦτά τε καὶ τὰ τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦντες, καὶ τῶν ὄντως ἀγαθῶν οὐδένα ποιούμενοι λόγον.
 [00068]  τινὲς δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον σώματος ὡραιότητα, καὶ πλοῦτον, καὶ δυναστείαν, καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυ [51.44] τοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται.
000-00-00 Serial Number=0549194455
De consubstantiali Ante [Go Back]  
 [00143]  Τὸ μὴ διὰ τὴν πολλὴν ἐγγύτητα καὶ ἄφατον τῶν ὑποστάσεων εἰς ἑνὸς προσώπου ποτὲ ὑπόνοιαν ἡμᾶς ἐμπεσεῖν, ὅπου γε καὶ νῦν ὀλιγάκις αὐτοῦ τι τοιοῦτον εἰπόντος, πρὸς τὴν ἀσέβειαν ταύτην ἤδη τινὲς ἐξώλισθον.
000-00-00 Serial Number=0470195591
De decem millium talentorum debitore Ante [Go Back]  
 [00096]  τινὲς ἑπτὰ καὶ ἑβδομήκοντα νομίζουσιν, οὐκ ἔστι δέ·
000-00-00 Serial Number=0303566694
De fato et providentia Ante [Go Back]  
 [00162]  ὅταν δὲ λόγου τοῦ λοιμώδους τινὲς ὦσιν ἐμπεπλησμένοι, καὶ νοσήματος, οὐχὶ σῶμα
 [00363]  ἀγνωσίαν Θεοῦ τινὲς ἔχουσιν·
000-00-00 Serial Number=0701829851
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00112]  Πολλάκις τῶν ἀναγκαίων τινὲς ἑαυτοὺς ἀποστερήσαντες καὶ λιμῷ φθειρόμενοι τούτων οὐκ ἀμελοῦσι τῶν σκευῶν.
 [00305]  λέγε τοίνυν πρὸς αὐτὸν καὶ διηγοῦ ὅτι «Ἦσαν παρὰ τὴν ἀρχὴν δύο τινὲς παῖδες πατρὸς ἑνός, ἀδελφοὶ δύο.».
 [00473]  Τάχα τινὲς καταγελῶσιν ὡς περὶ μικροῦ φροντιζόντων ἡμῶν, εἰ περὶ τοιαύτης διαλεγόμεθα πολιτείας·
 [00526]  καθάπερ γὰρ μητέρες τινὲς τῶν λογισμῶν τὰ πάθη ταῦτα καθεστήκασιν.
000-00-00 Serial Number=0749410987
De incomprehensibili dei natura Ante [Go Back]  
 [00302]  ἀλλ' ὥσπερ τινὲς γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἀπελαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ' ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον.
000-00-00 Serial Number=0067055762
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00568]  Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
 [00916]  Καὶ οἶδα μὲν ὅτι τινὲς πρὸς τοῦτο ἀπολογούμενοι, προφητείαν εἶναί φασι τὸ εἰρημένον.
000-00-00 Serial Number=0170456886
De libello repudii Ante [Go Back]  
 [00066]  Ὅτι γὰρ μιαιφόνοι τινὲς ἦσαν, ἄκουε αὐτῶν τῶν προφητῶν λεγόντων·
000-00-00 Serial Number=0378747165
De mansuetudine sermo Ante [Go Back]  
 [00020]  Κἂν ὑπὲρ χρημάτων τινὲς πρὸς ἀλλήλους διενεχθῶσιν, ἐπὶ τὸν χρηστὸν καὶ πρᾶον ἐπείγονται, νομίζοντες πᾶσαν ἔριν καὶ φιλονεικίαν λυθήσεσθαι ταχέως ὑπὸ τῆς ἐκείνου χρηστότητος.
000-00-00 Serial Number=0135895371
De mutatione nominum Ante [Go Back]  
 [00861]  Ἐπιφύονται τοίνυν τινὲς ἐνταῦθα, καὶ λέγουσι·
000-00-00 Serial Number=0905893624
De paenitentia [1] Ante [Go Back]  
 [00208]  ∆ύο τινὲς ἦσαν ἀδελφοί·
 [00938]  οἷον ὀφθαλμοὺς πάσχοντας ἰδόντες τινὲς, μετέλαβον τοῦ νοσήματος ἀπὸ τῆς θέας μόνης·
000-00-00 Serial Number=0909070253
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00080]  Καὶ πολλάκις τινὲς λέγουσιν·
000-00-00 Serial Number=0647526205
De perfecta caritate Ante [Go Back]  
 [00065]  Τάχα τινὲς ἀγνοοῦσι τὸ λεχθέν·
000-00-00 Serial Number=0125700831
De profectu evangelii Ante [Go Back]  
 [00207]  Τότε τοίνυν, ὅτε ἐν τούτοις τὰ πράγματα ἦν, τινὲς τῶν ἐχθρῶν τῶν Παύλου βουλόμενοι τὸν πόλεμον ἀναῤῥιπίσαι χαλεπώτερον, καὶ μείζονα τοῦ τυράννου ποιῆσαι τὴν πρὸς αὐτὸν ἀπέχθειαν, προσεποιοῦντο καὶ αὐτοὶ κηρύττειν, καὶ ἐκήρυττον τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ὑπὲρ τοῦ τὸ δόγμα ἐπιδοῦναι μειζόνως·
000-00-00 Serial Number=0798049510
De prophetiarum obscuritate Ante [Go Back]  
 [00061]  καίτοι τινὲς νομίζουσιν, ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο περὶ τῆς ἄνω γεννήσεως εἴρηται.
000-00-00 Serial Number=0897885799
De sancta pentecoste Ante [Go Back]  
 [00452]  Τίς οὖν ἂν κατ' ἀξίαν ὀδύραιτο καὶ θρηνήσειε τοὺς βλασφημεῖν ἐπιχειροῦντας τοῦ Πνεύματος τὴν ἀξίαν, οἳ καθάπερ τινὲς μεμηνότες οὐδὲ τῷ μεγέθει τῶν εὐεργεσιῶν τῆς οἰκείας ἀγνωμοσύνης ἀποσχέσθαι ἀνέχονται, ἀλλὰ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα πράττειν τολμῶσιν, ἀλλοτριοῦντες αὐτὸ, τό γε εἰς αὐτοὺς ἧκον, τῆς δεσποτικῆς ἀξίας, καὶ εἰς τὴν τῶν κτισμάτων τάξιν κατάγειν ἐπιχειροῦσιν;
000-00-00 Serial Number=0935229957
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00297]  τινὲς δέ φασιν, ὅτι καὶ τὸν πατέρα λαβοῦσαι συνεργὸν πρὸς τὸ τοὺς στρατιώτας ἀπατῆσαι, καὶ πείθομαι·
000-00-00 Serial Number=0750138402
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02815]  Εἰ δὲ νῦν ἐφ' ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς ἀναστάσεως ἐλπίδας, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθὰ, οὕτω μικροψύχως τινὲς διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις·
 [02904]  τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐτὴν λέγουσιν.
 [05068]  οὐ τινὲς αὐτῶν καὶ γυναῖκας ἔσχον καὶ παῖδας, οἱ δὲ καὶ τέχνας βιω [63.722] τικὰς, ἕτεροι δὲ καὶ εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον κατηνέχθησαν;
 [06357]  Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ὀλίγοι τινὲς ὑπελείφθησαν οἱ μὴ κατορθώσαντες·
 [07597]  παιδεύων ἡμᾶς μὴ ἁπλῶς ἄνευ ἀνάγκης, καὶ μηδενὸς ἀναγκάζοντος, τὰ ὑφ' ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴγε τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι.
 [08167]  Οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μὴ ἁπλῶς ἄνευ ἀνάγκης, μηδενὸς καταναγκάζοντος, τὰ ὑφ' ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴγε τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι.
 [09795]  Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι.
 [09999]  Καὶ γὰρ προμνηστρίαις τινὲς ἐπηράσαντο πολλάκις, καὶ τῇ ἡμέρᾳ, καθ' ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν·
 [09999]  Τάχα τινὲς καὶ ὀνειδίζουσι καὶ γελῶσι.
000-00-00 Serial Number=0712090313
Epistulae Ante [Go Back]  
 [01138]  εἰ μὲν ἀδίκως τινὲς ἐπηρεάσαντες ἐξέβαλον, αἰδουμένη τοῦ δικαίου τὴν φύσιν, διόρθωσον τὸ γεγενημένον·
 [02096]  εἰ μὲν ἀδίκως τινὲς ἐπηρεάσαντες ἐξέβαλον, αἰδουμένη τοῦ δικαίου τὴν φύσιν, διόρθωσον τὸ γεγενημένον·
 [03279]  οὕτως ἐπειδὰν μάθω, ὅτι τινὲς ῥᾳθυμοῦσιν, οὐχ ὡς ἔτυχεν ἀλγῶ ὑπὲρ αὐτῶν τῶν ῥᾳθυμούντων.
000-00-00 Serial Number=0043702841
Expositiones in Psalmos Ante [Go Back]  
 [06521]  Ἐπειδὴ δὲ μικρὸν ἀνέπνευσαν, καθάπερ τινὲς σκύλακες γενναῖοι, ἐκπηδήσαντες ἐκ τῶν σπηλαίων καὶ προκύψαντες ἐκ τῶν καταδύσεων, ἔγνωσαν μηκέτι μόνους ἑαυτοὺς διασώζειν, ἀλλὰ καὶ ἑτέρους, ὅσους οἷοί τ' ἂν ὦσι·
 [06529]  Ἰόντες τοίνυν εἰς τὸν πόλεμον, οὐκ ἐτραγῴδουν, οὐ παιᾶνας ᾖδον, καθάπερ τινὲς ποιοῦσιν, οὐδὲ τοὺς αὐλοῦντας προσκαθίεσαν, καθάπερ ἐν ἄλλοις στρατοπέδοις·
000-00-00 Serial Number=0083960474
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00227]  Τὸ δὲ καρυΐνην, ἀμυγδαλίνην τινὲς ἡρμήνευσαν.
 [00421]  Χεττιεὶμ, τινὲς ἔφασαν Κυπρίους, τινὲς δὲ Χίους·
 [00884]  Τινὲς μέν φασιν, ὅτι οὐκ ἔσται φοβερὰ, τινὲς δὲ λέγουσιν ὅτι οὐ δεηθήσονται τοῦ νόμου, ὥσπερ ὅταν λέγῃ, Καρδίαν καινὴν, καὶ ἐπαρῶ τὴν καρδίαν τὴν λιθίνην, τουτέστι, τὸ πνεῦμα ὑμῖν ἔσται, ἀντὶ πάντων αὐτὸ διδάξει, καὶ καθοδηγήσει ἡμᾶς, οὐδὲ ὀνομασθήσεται.
 [02103]  Τινὲς ὄρνιθά φασιν, τινὲς δὲ ἄστρον.
 [03216]  Μέγα γὰρ ὄντως τειχίον ἡ ἁμαρτία καὶ καθάπερ στρατιῶται τινὲς πένητας, καὶ ἀσθενεῖς ἀνθρώπους ἀπείργουσι τῶν ἀρχόντων, βουλομένους ἐντυχεῖν ῥάβδοις ἀποδιώκοντες·
000-00-00 Serial Number=0795401931
Fragmenta in Job Ante [Go Back]  
 [00171]  Ἀλλὰ μὴν ὁ δεσμὸς οὗτος, τὸν δίκαιον τρέχειν ὀρθῶς οὐκ ἐκώλυσεν, ὥστε καὶ τοῦτο μάτην τινὲς προφασίζονται.
 [00845]  Τὸ δὲ, ὥσπερ μία τῶν ἀφρόνων ἐλάλησας, τινὲς εἰς τὴν Εὔαν ἐξέλαβον·
000-00-00 Serial Number=0351934493
Fragmenta in Proverbia Ante [Go Back]  
 [00674]  εἰ δὲ εἰσὶ τινὲς, οἷς τοὐναντίον συμβαίνει, σύμφημι, ὅτι οὐκ ἐπὶ πάντων τοῦτο συμβαίνει·
 [01787]  Εἰ γὰρ σοφῶς πάντα ὁ Θεὸς διοικεῖ, τοῦτο γάρ ἐστιν, οἱ ὀφθαλμοὶ Κυρίου τηροῦσιν αἴσθησιν, αἴσθησιν δὲ τὴν κατὰ νόμον ἀγωγὴν, καὶ τὴν κατὰ λόγον ζωὴν, πῶς τινὲς γενεαλογοῦσιν, ἐπειδὴ παράνομοί εἰσιν;
000-00-00 Serial Number=0047266006
In Acta apostolorum Ante [Go Back]  
 [00593]  Ἄγγελοι γὰρ ἀθρόον τινὲς εἰς τύπον ἀνθρώπων σχηματισθέντες ἐπέστησαν, καί φασιν·
 [09999]  Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς, λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνειν αὐτοὺς τὰ τέκνα, καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα.
 [09999]  Καὶ ὅρα, οὐ τιθέασιν, ὅτι τινὲς ἐξ ἡμῶν ἐκέλευσαν ὑμᾶς τὸν νόμον τηρεῖν·
000-00-00 Serial Number=0553983867
In Isaiam Ante [Go Back]  
 [00360]  Πολὺς τῷ Θεῷ λόγος τοῦ μηδένα πάσχειν κακῶς, πλείων δέ, ὅταν μετὰ τοῦ πάσχειν κακῶς καὶ ἑτέρᾳ τινὲς ὦσιν ἐνδεδυμένοι συμφορᾷ.
 [01572]  νεφέλας δὲ ἐνταῦθα τοὺς προφήτας τινὲς λέγουσιν, ἅτε ἄνωθεν τὸν ὑετὸν δεχομένους καὶ παραπέμποντας τῷ δήμῳ τὰ λεγόμενα.
000-00-00 Serial Number=0193193078
In Joannem Ante [Go Back]  
 [01509]  τινὲς δὲ αὐτῶν καὶ τὴν ἀντικειμένην εἶναι βλασφημοῦσιν αὐτοῦ δύναμιν, καὶ τοὺς νόμους αὐτοῦ, πονηροῦ τινὸς δαίμονος εἶναι νομίζουσι;
 [03221]  τινὲς δὲ οὐχ οὕτως, ἀλλ' ὅτι ἐκεῖνος οὐχὶ τῶν ἐπισήμων ἦν.
 [03847]  Πάλιν ἄλλοι τινὲς, πιστοὶ μὲν ὄντες, βίου δὲ ἠμελημένως τυγχάνοντες, παρακαλούμενοι πρὸς ἀρετὴν, τὸ αὐτὸ δὴ τοῦτο προβάλλονται λέγοντες·
 [04055]  Εἶπον καὶ πρώην ὅτι τινὲς οὐκ ἀρχὴν ταύτην εἶναί φασι.
 [04202]  ἀνώτεροι πάντων ἐγένοντο, καὶ καθάπερ τινὲς ἀετοὶ κοῦφοι ὑψηλὰ πετώμενοι, διὰ τῶν ἔργων πρὸς αὐτὸν ἀφείλκοντο τὸν οὐρανὸν, καὶ διὰ τούτων ἔσχον τοῦ Πνεύματος τὴν χάριν ἄφατον.
 [04801]  Τὰ δὲ ἐπίγεια ἐνταῦθα τινὲς μὲν περὶ τοῦ ἀνέμου φασὶν εἰρῆσθαι·
000-00-00 Serial Number=0984977067
In Psalmos 101-107 Ante [Go Back]  
 [00111]  Ἀλλὰ μὴν καὶ Οἱ βασιλεῖς τῆς γῆς, οὐ τινὲς, ἀλλὰ Πάντες·
000-00-00 Serial Number=0918890238
In Psalmum 092 Ante [Go Back]  
 [00202]  Μὴ πάλιν τινὲς τῶν ἀθέων προσφάτως τὰς λέξεις δεξάμενοι, ἄρξωνται τὰς ἀκοὰς δάκνεσθαι, εἰς διανοίας (λ.
000-00-00 Serial Number=0876855314
In Psalmum 118 Ante [Go Back]  
 [00447]  Καὶ γὰρ ἴσως τινὲς ἄπιστοι ὁρῶντές με ἐν τῷ βίῳ ἐν θλίψεσι καὶ συμφοραῖς ὄντα, ὀνειδίζουσί με·
000-00-00 Serial Number=0661346316
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00129]  Καὶ καθάπερ πρὸς τὰς μεγάλας τινὲς ἀρχὰς καλούμενοι, καὶ τὰς βασιλικωτέρας τῶν πόλεων μέλλοντες οἰκεῖν, διαπαντὸς τὴν οὐσίαν αὐτῶν πᾶσαν ἐξαργυρίσαντες, οὕτω μεθίστανται·
000-00-00 Serial Number=0520214617
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01756]  Κἂν ἐπιχειρῶσι συναναβαίνειν τινὲς τῶν τοιούτων ἐννοιῶν, ἐπίταξον αὐταῖς μετ' ἐξουσίας, καὶ εἰπὲ, Καθίσατε αὐτοῦ, ἐγὼ δὲ καὶ τὸ παιδίον προσκυνήσαντες ὑποστρέψομεν·
 [05047]  τινὲς δὲ τὸν Βαρνάβαν·
000-00-00 Serial Number=0744085789
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00013]  ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετίθη, τούτου χάριν προστίθησι ταύτην τὴν ἐπιστολὴν, καθάπερ καὶ ἐν τῇ πρὸς Τιμόθεόν φησιν, ὅτι Ἀνατρέπουσι τήν τινων πίστιν τινὲς, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι.
 [00849]  Ἄρα μεγάλοι τινὲς ἦσαν, εἴ γε τοσαύτην ἔχουσι παῤῥησίαν, ὡς δύνασθαι καὶ τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν, καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα.
000-00-00 Serial Number=0358544052
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00009]  Κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται [62.601] τοὺς οἴακας καὶ τὴν κυβέρνησιν τῆς Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖς πολλαχόθεν βαπτιζόμενοι πραγμάτων κύμασι, καὶ μάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν, ὅτε πάντα ἀνήροτα, ὅτε πάντα ἐχθρὰ, ὅτε πάντα προσίστατο.
 [01738]  Οὐκ αἰδεσθησόμεθα τοίνυν ἡμεῖς, εἰ περὶ μὲν χρημάτων οὕτω τινὲς μεμήνασι, περὶ δὲ τὸν Θεὸν ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης ἐπιδεικνύμεθα, ἀλλὰ ἀργυρίου γίνεται ἀτιμότερος ἡμῖν ὁ Θεός;
 [02575]  τινὲς δέ φασι τὸ γλωσσόκομον, ἔνθα τὰ βιβλία ἔκειτο.
000-00-00 Serial Number=0594453931
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00030]  Καὶ μετὰ τοῦτο πάλιν τινὲς τῶν δῆθεν τελειοτέρων, καὶ ὑπὸ γαστριμαργίας τῶν εἰδωλοθύτων ἀπογευόμενοι, καὶ ἐν τοῖς ἱεροῖς κατακλινόμενοι, τὰ πάντα ἐλυμαίνοντο.
 [03521]  Ἴσως γὰρ, ἴσως, κἂν μὴ πάντες, ἀλλ' ὀλίγοι τινὲς ἡμᾶς ἀποδέξονται, καὶ αἱρήσονται καταγελᾶσθαι μεθ' ἡμῶν, ἢ γελᾷν ἡμᾶς μετ' ἐκείνων γέλωτα δακρύων ἄξιον καὶ πολλῆς κολάσεως καὶ τιμωρίας.
 [03556]  Καὶ δραπέται καὶ μαστιγίαι μυρίοι τινὲς καὶ ὀλέθριοι μετὰ ἀδείας λοιπὸν ἅπαντα φθέγγονται, ἅπερ ἂν βούλωνται, εἴς τε ἐκείνην εἴς τε τὸν ἐκείνῃ συνοικεῖν μέλλοντα·
 [04024]  Εἰ τοίνυν μεγάλοι τινὲς εἶναι βούλονται οἱ πεφυσιωμένοι νῦν, ἐπειδὰν παραγένωμαι, δειξάτωσαν, εἴ τινα δύναμιν τοιαύτην ἔχουσι·
 [05715]  Καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τὸ, Μᾶλλον χρῆσαι, περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, ὅτι Εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώθητι·
 [08350]  τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐτὴν λέγουσιν.
 [08900]  Εἴ τις ἐβαπτίσατο, γλώσσαις εὐθέως ἐλάλει, καὶ οὐ γλώσσαις μόνον, ἀλλὰ πολλοὶ καὶ προεφήτευον, τινὲς δὲ καὶ ἑτέρας πλείους δυνάμεις ἐπεδείκνυντο.
 [09999]  ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμή-θησαν·
 [09999]  Καὶ ἐπειδήπερ ἐξαρχῆς δύο τινὲς ἐδόκουν εἶναι, ὅρα πῶς αὐτοὺς συγκολλᾷ πάλιν καὶ εἰς ἓν συνάγει διὰ τοῦ γάμου·
 [09999]  Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπ-ηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχε-δὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος·
000-00-00 Serial Number=0836370289
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01076]  Ἦ γὰρ ἂν ἦσαν ἔτι καὶ οὕτω λέγοντές τινες, ὅτι Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη, καὶ ἄλλοι τινὲς, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα.
000-00-00 Serial Number=0699183226
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01975]  Ἐπειδὴ εἰσὶν ἀκαίρως τινὲς πλήττοντες τῶν ἀδελφῶν τὴν συνείδησιν, τούτους νῦν αἰνίττεσθαί μοι δοκεῖ.
 [02832]  Ἤδη γὰρ, φησὶ, τινὲς ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
 [04210]  Ἢ τάχα τοῦτό φησι, διότι τινὲς ἑαυτοὺς ἐκάλουν τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες.
000-00-00 Serial Number=0032558382
In epistulam ad Ephesios Ante [Go Back]  
 [00770]  ὅταν μὴ μετέχωμεν τῆς πνευματικῆς τροφῆς, ὅταν πονηρίαι τινὲς ἀντὶ χυμῶν διεφθαρμένων ἡμᾶς λυμαίνωνται, πάντα ταῦτα τίκτει τὴν νόσον χαλεπὴν, νόσον τηκεδόνα ἐργαζομένην·
 [03771]  αὗται δὴ ἐξαίφνης τῷ πυρὶ ληφθεῖσαι τοῦ Χριστοῦ, πᾶσαν ἐκείνην ἀποδυσάμεναι τὴν βλακείαν καὶ τὸν τῦφον, καὶ τρυφῆς καὶ ἡλικίας ἐπιλαθόμεναι, καθάπερ τινὲς ἀθληταὶ γενναῖοι τὰ μαλακὰ ἐκεῖνα ἀποδυσάμεναι, εἰς μέσους ἐνέβησαν τοὺς ἀγῶνας.
 [04710]  Ἦσαν, ὡς ἔοικε, τινὲς καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ τοῦ Ἰεζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, οἱ δρακὸς κριθῶν ἐκφαυλίζοντες τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ·
000-00-00 Serial Number=0204491019
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02024]  Ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν πάντως, ἐκεῖνοι δὲ οὐκ εἰσῆλθον, πάλιν ὁρίζει τρίτην ἄλλην κατάπαυσιν.
 [04374]  ∆ιὰ τοῦτο πάλιν ἐπὶ τοῦτο κατάγει τὸν λόγον, ἐπειδὴ ἐζήτουν τινὲς, τίνος ἕνεκεν ἀπέθανεν, ἱερεὺς ὤν.
 [05607]  Τάχα τινὲς καὶ οἰωνίζονται τῶν ἀκουόντων.
 [05781]  ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνόδους διατέμνουσι, τοῦτο αὐτοῖς ἀπαγορεύει.
 [06515]  τινὲς γὰρ αὐτόματά φασιν ἄγεσθαι τὰ ὄντα.
 [06837]  Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι·
 [06928]  διὰ τοῦτο παροξύνομεν τὸν Θεὸν, ὅτι προκειμένης ἡμῖν τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόμεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόμεθα, καὶ ὅλως οὐδὲ μικρὸν ἀνακύψαι βουλόμεθα, οὐδὲ ἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ μέθης καταβαπτισθέντες, καταπεπλήγμεθα φανταζόμενοι.
 [06957]  Οἱ γὰρ ἐν σκηναῖς κατοικοῦντες, οἱ ἀργυρίου καὶ τάφους ὠνούμενοι δῆλον ὅτι ξένοι τινὲς οὕτως ἦσαν, ὥστε μηδὲ ὅπου θάψωσι τοὺς νεκροὺς ἑαυτῶν ἔχειν.
 [06995]  διὰ τοῦτο ὀδυρόμεθα, ὅτε χαίρειν ἐχρῆν, διὰ τοῦτο φρίττομεν, καθάπερ τινὲς ἀνδροφόνοι καὶ λῄσταρχοι, μέλλοντες δικαστηρίῳ παρίστασθαι, καὶ πάντα λογιζόμενοι ἅπερ ἔπραξαν, καὶ διὰ τοῦτο δεδοικότες καὶ τρέμοντες.
 [07016]  Οἷον ἐπὶ τῶν ἐν ταῖς μεγάλαις οἰκίαις, ὅταν τινὲς εὐδοκιμῶσι τῶν προεστηκότων τῆς οἰκίας, καὶ σφόδρα εὐδοκιμῶσι, καὶ πάντα αὐτοὶ διέπωσι, καὶ πρὸς τοὺς δεσπότας πολλὴν τὴν παῤῥησίαν ἔχωσιν, ἀπ' αὐτῶν ὁ δεσπότης καλεῖται·
 [07206]  Ταῦτα δὲ τύποι τινὲς ἦσαν·
 [07425]  Ὥστε ὅταν τινὲς λέγωσιν, Ἰδοὺ καὶ δίκαιοι ἐφρόντισαν μνημείων·
 [07734]  Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲς ὅτι τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις.
 [07903]  τινὲς δὲ ἡμῶν καὶ ἐμεθύσθησαν πολλάκις.
000-00-00 Serial Number=0360018790
In epistulam ad Philippenses Ante [Go Back]  
 [00510]  Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσι.
 [02040]  ἐπειδὴ δὲ φιλονείκως τινὲς διάκεινται, καὶ ἀπὸ τῶν λογισμῶν ἐκινήσαμεν πολλά.
 [02359]  Ἔστωσαν δύο τινὲς, ἀμφότεροι καὶ πλουτοῦντες, καὶ μετέχοντες πολλῆς τιμῆς, καὶ ἐπὶ σοφίᾳ καὶ δυναστείᾳ, καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς κοσμικοῖς πλεονεκτήμασι μεγαλοφρονοῦντες·
000-00-00 Serial Number=0316958427
In epistulam ad Romanos Ante [Go Back]  
 [00005]  ἀλγῶ δὲ καὶ ὀδυνῶμαι, ὅτι τὸν ἄνδρα τοῦτον οὐχ ἅπαντες ἴσασιν, ὥσπερ εἰδέναι χρὴ, ἀλλ' οὕτω τινὲς αὐτὸν ἀγνοοῦσιν, ὡς μηδὲ τῶν Ἐπιστολῶν τὸν ἀριθμὸν εἰδέναι σαφῶς.
 [01730]  Καὶ οἶδα μὲν, ὅτι τινὲς τὸ, Ἐπιστεύθησαν, οὐκ ἐπὶ τῶν Ἰουδαίων λέγουσιν, ἀλλ' ἐπὶ τῶν λογίων, τουτέστιν, ὅτι ἐπιστεύθη ὁ νόμος·
 [01775]  Οὐ λέγω, φησὶν, ὅτι τινὲς ἠπίστησαν, ἀλλ' εἰ βούλει, τίθει πάντας ἠπιστηκέναι·
 [02754]  Ὥστε ὅταν ἡμῖν ἐγκαλῶσι τὴν πίστιν τινὲς, ἀντεγκαλῶμεν ἡμεῖς τὴν ἀπιστίαν αὐτοῖς, ὡς ταλαιπώροις καὶ μικροψύχοις καὶ ἀνοήτοις καὶ ἀσθενέσιν καὶ ὄνων οὐδὲν ἄμεινον διακειμένοις.
 [03223]  Τὸ, Ἄχρι νόμου, τινὲς τὸν χρόνον ἐκεῖνον νομίζουσιν αὐτὸν εἰρηκέναι τὸν πρὸ τῆς τοῦ νόμου δόσεως·
 [09999]  τοῦτο γὰρ αἰνιττομένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο.
000-00-00 Serial Number=0863070667
In epistulam ad Titum Ante [Go Back]  
 [00015]  ∆οκοῦσι δέ μοι χρόνοι εἶναι μέσοι τινὲς, καὶ ἐν ἀδείᾳ Παῦλος ὢν γράφει ταῦτα·
 [01448]  ∆ιωγμοῦ ποτε κατειληφότος, καὶ πολέμου σφοδροῦ κατὰ τῆς Ἐκκλησίας ἀναῤῥιπισθέντος, δύο τινὲς συνελήφθησαν ἄνδρες·
000-00-00 Serial Number=0911440492
In illud Domine non est in homine Ante [Go Back]  
 [00048]  Εἰ γὰρ νῦν καθ' ἑκάστην ἡμέραν περὶ γεέννης ἐνηχούντων ἡμῶν, περὶ βασιλείας δια [56.156] λεγομένων, καὶ τὰς κολάσεις τὰς ἀφορήτους καὶ τὰ ἔπαθλα τὰ ὑπερβαίνοντα διάνοιαν ἀνθρωπίνην προτιθέντων, συμβουλευόντων, παρακαλούντων, πάντα κινούντων λόγον, μόλις τινὲς ὑπομένουσι τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας, μόλις ἀφίστανται τῆς ἐν τοῖς ἁμαρτήμασιν ἡδονῆς·
000-00-00 Serial Number=0893711388
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00233]  Εἰ γὰρ βλέποντες μόνον τοὺς λελυπηκότας τινὲς ἐκθηριοῦνται, πῶς ἂν εἵλοντο θρέψαι πεινῶντας;
000-00-00 Serial Number=0002257586
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00202]  Τὸ, κολαφίζειν, τινὲς ἐπὶ κεφαλῆς ἔλαβον μόνον·
000-00-00 Serial Number=0198042333
In illud Vidi dominum Ante [Go Back]  
 [00132]  Ἀλλ' οὕτω τινὲς μεμήνασιν, ὥστε καὶ σχῆμα εὐλαβείας ἐπιφερόμενοι καὶ εἰς πολιὰν ἐληλακότες βαθεῖαν, ὅμως αὐτομολοῦσιν πρὸς ἐκεῖνα μήτε τοῖς ἡμετέροις προσέχοντες λόγοις, μήτε τὴν οἰκείαν αἰσχυνόμενοι μόρφωσιν.
 [00184]  Ἀλλ' ἴσως τινὲς τῶν παρόντων τὰ τῆς ἱστορίας ταύτης ἀγνοοῦσιν.
000-00-00 Serial Number=0983918071
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00148]  Καὶ οἶδα μὲν ὅτι τινὲς ἀσθένειαν εἶναι νομίζουσι σωμα τικήν·
000-00-00 Serial Number=0694100916
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00058]  Ἀνέστησαν γὰρ, φησὶ, τινὲς τῶν ἀπὸ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ.
 [00065]  Ἀνέστησαν γὰρ, φησὶ, τινὲς ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ.
000-00-00 Serial Number=0797622204
In venerandum crucem Ante [Go Back]  
 [00022]  Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται.
000-00-00 Serial Number=0472348869
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00486]  Πιστεύει Ναβουχοδονόσορ, τινὲς δὲ ἀπιστοῦσι τοῦτο.
 [01309]  Τάχα τινὲς ὑμῶν λέγουσιν, ὅτι Οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι;
000-00-00 Serial Number=0429797292
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02066]  Ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νόμον τοῦ Κυρίου, καὶ τινὲς οἱ ὑποταγέντες αὐτῷ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»