0345-0407 - Iohannes Chrysostomus - De Melchisedech
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De Melchisedech

[00001]    ΤΟΥ ΑΥΤΟΥ Εἰς τὸν Μελχισεδέκ.

56.257

[00002]    αʹ.

[00003]    Ἀποστολικὴν ὑμῖν σήμερον βούλομαι παραθεῖναι τράπεζαν, καὶ πρὸς τὸ πέλαγος τῆς Παύλου φωνῆς διατεῖναι τὸν λόγον παρασκευάζομαι.

[00004]    Ἀλλὰ τί πάθω;

[00005]    Ὀκνῶ καὶ δέδοικα μήποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν ἀποστολικῶν νοημάτων ἰλιγγιάσωμεν, ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων ἀήθεις.

[00006]    Καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν τὴν γῆν ἀφέντες, ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσιν, καὶ οὐδὲν ἕτερον ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδινίᾳ κατέχονται, καὶ περιφέρεσθαι αὐτοῖς τὸ πλοῖον κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης.

[00007]    Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τῶν πλούντων οἱ ἴλιγγοι γίνονται.

[00008]    Ἕτεροι οὖν τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασιν ἐκκυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσί τι τοιοῦτον·

[00009]    ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει καθημένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δεχόμενοι τὴν ἅλμην, οὐ δυσχεραίνουσιν.

[00010]    Τοσοῦτόν ἐστι μᾶλλον καὶ τοιοῦτον ἀπειρία κακόν.

[00011]    Οὕτως αὕτη καὶ τῶν φοβερῶν καταφρονεῖν πείθει·

[00012]    ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν καὶ δεδοικέναι παρασκευάζει.

[00013]    Οἱ μὲν γὰρ ἐφ' ὑψηλῶν τῶν ἰκρίων καθήμενοι τῆς νηὸς, καὶ πρὸς τὴν θέαν ἰλιγγιῶσιν, οἱ δὲ ἐν μέσοις οὐ θορυβοῦνται τοῖς κύμασιν.

[00014]    Τοῦτο καὶ ἐπὶ τῆς διανοίας γίνεται τῆς ἡμετέρας.

[00015]    Καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν, θαλαττίων ἀγριώτερα, οἷον ζάλη, θυμὸν κάτωθεν στρέφοντα τὴν καρδίαν, πνεύματα ἐπιθυμίας πονηρᾶς, ποιοῦντα πολλὴν τῆς διανοίας τὴν σύγχυσιν.

[00016]    Ἀλλ' ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος, ἀρχομένου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται·

[00017]    ὁρᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν·

[00018]    ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς, τὰ τοιαῦτα φέρει γενναίως·

[00019]    καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων, οὕτως τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα.

[00020]    Ὅπερ οὖν ἐπὶ τῆς θαλάττης γίνεται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτειν ἀνάγκη, θορυβεῖσθαι, ταράττεσθαι·

[00021]    ἐπειδὰν δὲ ἐξέλθωμεν εἰς τὸ πέλαγος·

[00022]    οὐκ ἐπειδὴ τὸ πέλαγος φοβερὸν, ἀλλ' ἐπειδὴ ἡμεῖς οἱ πλέοντες ἄπειροι.

[00023]    Ὅτι γάρ ἐστιν, εὔκολον φύσει [56.258] λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα.

[00024]    Εἰπὼν γὰρ, ὅτι ὁ Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν οὗτος ὁ Μελχισεδὲκ, ἐπήγαγεν·

[00025]    Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος.

[00026]    Τί λέγεις, ὦ Παῦλε;

[00027]    ∆υσερμήνευτός σοι τῷ τὴν πνευματικὴν ἔχοντι σοφίαν;

[00028]    τῷ τὰ ἀπόῤῥητα ἀκούσαντι;

[00029]    τῷ πρὸς τρίτον ἁρπαγέντι οὐρανόν;

[00030]    Εἰ σοὶ δυσερμήνευτος, τίνι καταληπτός;

[00031]    Ἐμοὶ δυσερμήνευτος, φησὶν, οὐ παρὰ τὴν οἰκείαν μου ἀσθένειαν, ἀλλὰ παρὰ τὴν δυσκολίαν τῶν ἀκουόντων.

[00032]    Εἰπὼν γοῦν, ∆υσερμήνευτος, ἐπήγαγεν·

[00033]    Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.

[00034]    Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ' ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸ οὐ δύσκολον πεποίηκεν;

[00035]    Οὐ μόνον δὲ δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ αὐτὸν βραχὺν ἡ αὐτὴ αἰτία.

[00036]    ∆ιὸ οὐδὲ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς.

[00037]    Καθάπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ, τὸ ἕτερον λάβῃ, κἀκεῖνο προσίεται, τὸ ἄλλο δέξηται, κἂν τοῦτο διακρούσηται, θατέρου ἐπιλάβηται, καὶ τῇ ποικιλίᾳ τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον θεραπεύσωμεν τῆς γνώμης·

[00038]    οὕτω πολλάκις καὶ ἐπὶ ἀκροάσεως δεῖ ποιεῖν, ὅταν ἀσθενεῖς ὦμεν, καὶ πολὺν παρασκευάσαι χρὴ λόγον, καὶ ποικίλας παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις.

[00039]    Πλὴν ἀλλ' εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ·

[00040]    τὸ μὲν εἰπεῖν, Πολὺς καὶ δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα μὴ ῥᾳθυμότεροι γίνωνται περὶ τὴν ἀκρόασιν·

[00041]    τὸ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισάμενος αὐτῶν τὴν ἐπιθυμίαν.

[00042]    βʹ.

[00043]    Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσωμεν.

[00044]    Εἰ καὶ πρὸς τὸ πέλαγος καὶ βάθος τῶν νοημάτων ἀδυνατοῦμεν, κατατολμήσωμεν τῆς θαλάττης, οὐ κατὰ τὴν ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν διδομένην ἡμῖν χάριν·

[00045]    οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ διὰ τὴν ὑμῶν ὠφέλειαν κατατολμήσωμεν τῆς θαλάττης, καὶ ἐν τούτῳ Παῦλον μιμούμενοι.

[00046]    Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς τοῦ λόγου τοῦ περὶ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς.

[00047]    Εἰπὼν γοῦν, Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν·

[00048]    Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστιν, βασιλεὺς [56.259] εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων, μήτε τέλος ζωῆς, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.

[00049]    Ἆρ' οὐ κατέξανεν ὑμῶν τὰς ἀκοὰς, περὶ ἀνθρώπου διαλεγόμενος καὶ λέγων, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος;

[00050]    Καὶ τί λέγω περὶ ἀνθρώπου;

[00051]    Εἰ γὰρ περὶ τοῦ Υἱοῦ λέγοιτο τοῦτο, οὐκ ἂν πολλὴν καὶ οὕτως παράσχῃ ζήτησιν;

[00052]    Εἰ γὰρ ἀπάτωρ, πῶς Υἱός;

[00053]    Εἰ δὲ ἀμήτωρ, πῶς Μονογενής;

[00054]    Ὁ γὰρ υἱὸς ὀφείλει πατέρα ἔχειν, ἐπεὶ οὐκ ἂν εἴη υἱός.

[00055]    Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ·

[00056]    ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω.

[00057]    Οὔτε γὰρ ἐπὶ γῆς ἔσχεν πατέρα, οὔτε ἐν οὐρανοῖς μητέρα.

[00058]    Ἀγενεαλόγητος.

[00059]    Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες.

[00060]    Καίτοι τινὲς νομίζουσιν ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο, περὶ τῆς ἄνω γεννήσεως εἴρηται.

[00061]    Οἱ μὲν γὰρ αἱρετικοὶ οὔτε τοῦτο βούλονται·

[00062]    καὶ γὰρ καὶ ἐκείνην πολυπραγμονοῦσι καὶ περιεργάζονται·

[00063]    οἱ δὲ ἐπιεικέστεροι τούτων ἐκείνην μὲν παραχωροῦσι, περὶ δὲ ταύτης κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος.

[00064]    ∆είξωμεν οὖν ὅτι περὶ ἑκατέρας τῆς γεννήσεως τοῦτο Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω.

[00065]    Καὶ γὰρ κἀκείνη φρικτὴ, καὶ αὕτη μυστικωτάτη.

[00066]    ∆ιὰ τοῦτο καὶ Ἡσαΐας φησίν·

[00067]    Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;

[00068]    Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπεν τῆς ἄνω.

[00069]    Τί οὖν ἐροῦμεν τῷ Παύλῳ ἀμφοτέρας εἰπόντι τὰς γεννήσεις, καὶ τότε ἐπαγαγόντι τὸ, Ἀγενεαλόγητος;

[00070]    Ἵνα μὴ μόνον κατ' ἐκείνην τὴν γέννησιν, καθ' ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ' ἣν ἀπάτωρ ἐστὶ, τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς·

[00071]    διὰ τοῦτο ἀμφότερα θεὶς, τότε εἶπεν, Ἀγενεαλόγητος.

[00072]    Καὶ γὰρ καὶ αὕτη ἡ κάτω ἀκατάληπτος, ἵνα πρὸς ἐκείνην μηδὲ παρακύψαι τολμήσωμεν.

[00073]    Εἰ γὰρ τὰ προαύλια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πρὸς τὰ ἄδυτα τίς εἰσελθεῖν ἐπιχειρήσει;

[00074]    Ὅτι ἐγεννήθη παρὰ τοῦ Πατρὸς οἶδα, τὸ δὲ πῶς, οὐκ οἶδα.

[00075]    Ὅτι ἐτέχθη ὑπὸ τῆς Παρθένου ἐπίσταμαι, τὸν δὲ τρόπον οὐδὲ ἐνταῦθα καταλαμβάνω.

[00076]    Ἑκατέρα γὰρ ἡ γέννησις ὡμολόγηται, καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται.

[00077]    Καὶ ὅπερ ἐνταῦθα ἐπὶ τῆς Παρθένου, οὐκ εἰδὼς πῶς ἐκ τῆς παρθένου ἐγεννήθη, ὁμολογῶ ὅτι ἐγεννήθη, καὶ οὐκ ἀναιρῶ τὸ πρᾶγμα διὰ τὴν ἄγνοιαν·

[00078]    οὕτω καὶ σὺ ποίησον ἐπὶ τοῦ Πατρὸς, εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη, ὁμολόγησον.

[00079]    Κἂν εἴπῃ σοι ὁ αἱρετικός·

[00080]    Πῶς ἐγεννήθη ἐκ τοῦ Πατρὸς ὁ Υἱός;

[00081]    κατάσπασον αὐτοῦ τὸ φρύαγμα εἰς τὴν γῆν, καὶ εἰπὲ πρὸς αὐτόν·

[00082]    Κατάβηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη ἐκ τῆς Παρθένου, καὶ τότε ἐκεῖνα ὅρα.

[00083]    Κάτασχε αὐτὸν καὶ περίστησον, μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λαβύρινθον τῶν λογισμῶν, ἀλλὰ κάτασχε καὶ ἀπόπνιξον, μὴ τῇ χειρὶ, ἀλλὰ τῷ ῥήματι.

[00084]    Μὴ δώσῃς αὐτῷ διαστολὴν, καὶ διαφύγῃ ὡς βούλεται.

[00085]    Ἐκεῖθεν γὰρ θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἀπάγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν.

[00086]    Περίθες τοίνυν αὐτῷ πάντοθεν τειχίον τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται.

[00087]    Εἰπὲ, Πῶς ἐγεννήθη ἐκ τῆς Παρθένου;

[00088]    Οὐκ ἀφίσταμαί σου, οὐδὲ ἀναχωρῶ.

[00089]    Ἀλλ' οὐκ ἂν ἔχοι τὸν τρόπον ἡμῖν εἰπεῖν, κἂν μυρία φιλονεικῇ.

[00090]    Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξῃ λοιπόν;

[00091]    Μόνῃ τῇ πίστει τὰ τοιαῦτα παράδεκτα.

[00092]    Εἰ δὲ οὐκ ἂν ἔχοις, ἀλλὰ λογισμοὺς ἐπιζητεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς Νικόδημον ὁ Χριστός φησιν·

[00093]    Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς,

[00094]    [56.260] ἐὰν τὰ ἐπουράνια εἴπω, πιστεύετε;

[00095]    Περὶ τῆς ἐκ Παρθένου γεννήσεως εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὴν οὐράνιον περιεργάζῃ;

[00096]    Καὶ εἴθε μὲν τὸν οὐρανὸν μόνον, ἀλλὰ καὶ τὸν ∆εσπότην τῶν οὐρανῶν πολυπραγμονεῖς.

[00097]    Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε.

[00098]    Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ' Οὐ πιστεύετε·

[00099]    δεικνὺς ἡμῖν, ὅτι εἰ καὶ τὰ ἐπίγεια πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ οὐράνια.

[00100]    Καίτοι τότε τῷ Νικοδήμῳ περὶ τοκετοῦ διελέγετο πολὺ ἐλάττονος·

[00101]    περὶ τοῦ βαπτίσματος γὰρ ὁ λόγος ἦν, καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς·

[00102]    ἀλλὰ δῆλον ὅτι καὶ ταῦτα πίστει ἐστὶ καταληπτά.

[00103]    Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ' ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεννήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν, ἐπίγεια ταῦτά ἐστιν.

[00104]    Εἰ τοίνυν πῶς ἀναγεννώμεθα ἐκ τῶν ὑδάτων οὐ δυνατὸν εἰδέναι, ἀλλὰ πίστει μόνῃ παραδέχεσθαι χρὴ τὸ γινόμενον, καὶ τὸν τρόπον μὴ περιεργάζεσθαι·

[00105]    πόσης ἂν εἴη μανίας ἐπὶ τῆς ἄνω γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν, καὶ τρόπου γεννήσεως εὐθύνας ἀπαιτεῖν;

[00106]    Πῶς ἀπάτωρ καὶ ἀμήτωρ ὁ Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγενεαλόγητος.

[00107]    γʹ.

[00108]    Ἀλλ' ἐπειδὴ πολλοὶ μὴ νοήσαντες τὰ περὶ αὐτοῦ γεγραμμένα, καὶ μείζονα τοῦ Χριστοῦ αὐτὸν εἶναι εἰρήκασι, καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, καὶ λέγονται Μελχισεδεκιταὶ, καὶ φιλονεικοῦσιν ἡμῖν, δεῖξαι βουλόμενοι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ, προφέροντες τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·

[00109]    δεῖ καὶ πρὸς αὐτοὺς ἀπαντῆσαι.

[00110]    Φασὶ γάρ·

[00111]    Πῶς οὐκ ἂν εἴη Χριστοῦ μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει Χριστός;

[00112]    Ἡμεῖς οὖν λέγομεν αὐτὸν ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν, καὶ οὔτε μείζονα τοῦ Χριστοῦ, ἀλλ' οὔτε Ἰωάννου τοῦ Βαπτιστοῦ·

[00113]    Μείζων γὰρ αὐτοῦ, φησὶν ὁ Χριστὸς, ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται.

[00114]    Ἄλλοι δὲ πάλιν πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον·

[00115]    ἀλλ' ἡμεῖς οὐδὲ τοῦτό φαμεν.

[00116]    Ἐπεὶ τίς χρεία τὸν Λόγον τοῦ Θεοῦ ἐνανθρωπῆσαι, ἤδη πάλαι τοῦ Πνεύματος ἀνθρώπου γεγονότος;

[00117]    Ὅτι δὲ οὐκ ἔστιν μείζων Χριστοῦ, οὔτε δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι, ποίου χωρίου εἶναι αὐτὸν λέγουσιν·

[00118]    ἆρα οὐρανίου;

[00119]    ἆρα ἐπιγείου;

[00120]    ἢ καταχθονίου;

[00121]    Ἐὰν οὖν εἴπωσιν, ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ, ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι καὶ αὐτὸς γόνυ κάμπτει τῷ Χριστῷ τῷ σαρκωθέντι ἐκ τῆς θεοτόκου Μαρίας.

[00122]    Λέγει γὰρ ὁ Ἀπόστολος, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ, καὶ τὰ ἑξῆς.

[00123]    Εἰ οὖν πᾶν γόνυ κάμπτει, ὁ Μελχισεδὲκ ἐλάττων ἂν εἴη τοῦ Χριστοῦ·

[00124]    προσκυνεῖ γὰρ τῷ προσκυνουμένῳ Χριστῷ.

[00125]    Εἰ δὲ οἱ ἄθλιοι καὶ τάλανες, καὶ τὸ ἑξῆς εἰρημένον σκοπήσωσιν·

[00126]    ἐπιφέρει γὰρ λέγων, Ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ·

[00127]    οὕτω δεῖ νοεῖν, ὅτι ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα Θεοῦ γεγόναμεν καὶ ὁμοίωσιν, οὕτω καὶ αὐτός.

[00128]    Ἰουδαῖοι μὲν γὰρ αὐτὸν λέγουσιν ἐκ πορνείας γεννηθέντα, καὶ διὰ τοῦτο ἀγενεαλόγητον γενέσθαι·

[00129]    πρὸς οὓς ἐροῦμεν, ὅτι Κακῶς φατε.

[00130]    Καὶ γὰρ καὶ Σολομὼν ἐκ τῆς τοῦ Οὐρίου γεννηθεὶς γυναικὸς μοιχαλίδος γενεαλογεῖται.

[00131]    Ἀλλ' ἐπειδὴ ὁ Μελχισεδὲκ τύπος ἦν τοῦ Κυρίου, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ, καθὼς καὶ Ἰωνᾶς, διὰ τοῦτο ἡ Γραφὴ παρέλιπεν αὐτοῦ τὸν πατέρα, ἵνα ἐν ἐκείνῳ, καθάπερ ἐν εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα.

[00132]    Ἀντιλέγουσι δὲ καὶ τοῦτο ἡμῖν οἱ Μελχισεδεκιταὶ λέγοντες·

[00133]    Τί οὖν ἐστιν ὃ λέγει πρὸς αὐτὸν ὁ Πατήρ·

[00134]    Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν [56.261] τάξιν Μελχισεδέκ;

[00135]    Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα ἔφερε τοῦ Χριστοῦ.

[00136]    Προφητικῷ τοίνυν πνεύματι κινούμενος, τὴν μέλλουσαν προσφορὰν ὑπὲρ τῶν ἐθνῶν προσκομίζεσθαι νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρε, μιμούμενος τὸν μέλλοντα Χριστόν.

[00137]    Ἐπειδὴ οὖν ἡ Ἰουδαίων συναγωγὴ ἐν τάξει τοῦ Ἀαρὼν θυσίαν προσέφερε τῷ Θεῷ, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνοὺς, καὶ θυσίαις δι' αἵματος ἐδόξαζε τὸν Θεὸν, ὁ Θεὸς πρὸς [56.262] τὸν μέλλοντα γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας Ἰησοῦν τὸν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, βοᾷ καὶ λέγει·

[00138]    Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·

[00139]    οὐ κατὰ τὴν Ἀαρὼν, τοῦ ἐν μόσχοις καὶ ἄρνασι λατρεύοντος·

[00140]    ἀλλὰ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἄρτῳ καὶ οἴνῳ τὴν τῶν προσκομιζόντων προσφορὰν εἰς τὸ διηνεκὲς προσάγων.

[00141]    ∆ι' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00142]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De Melchisedech
Litterarum Omnium Conspectus: 119 Litterae, quae repetitae sunt in 9,519 occasionibus



α

0945 

671   

Α

0913 

2   

β

0946 

36   

Β

0914 

1   

γ

0947 

208   

Γ

0915 

4   

δ

0948 

153   

Δ

0916 

0   

ε

0949 

565   

Ε

0917 

17   

ζ

0950 

26   

Ζ

0918 

0   

η

0951 

117   

Η

0919 

0   

θ

0952 

112   

Θ

0920 

12   

ι

0953 

418   

Ι

0921 

0   

κ

0954 

338   

Κ

0922 

16   

λ

0955 

274   

Λ

0923 

2   

μ

0956 

226   

Μ

0924 

22   

ν

0957 

830   

Ν

0925 

2   

ξ

0958 

23   

Ξ

0926 

0   

ο

0959 

641   

Ο

0927 

12   

π

0960 

314   

Π

0928 

32   

ρ

0961 

351   

Ρ

0929 

0   

ς

0962 

332   

΢

0930 

0   

σ

0963 

288   

Σ

0931 

6   

τ

0964 

765   

Τ

0932 

9   

υ

0965 

145   

Υ

0933 

12   

φ

0966 

57   

Φ

0934 

1   

χ

0967 

63   

Χ

0935 

17   

ψ

0968 

4   

Ψ

0936 

0   

ω

0969 

125   

Ω

0937 

0   

8164 

4   

 

  

0   

8165 

7   

8172 

   



 ά 

 8049 

 109 

 έ 

 8051 

 113 

 ή 

 8053 

 69 

 ί 

 8055 

 130 

 ό 

 8057 

 99 

 ύ 

 8059 

 54 

 ώ 

 8061 

 11 

 ὰ 

 8048 

 101 

 ὲ 

 8050 

 52 

 ὴ 

 80852 

 76 

 ὶ 

 8054 

 178 

 ὸ 

 8056 

 111 

 ὺ 

 8058 

 33 

 ὼ 

 8060 

 9 

 ᾶ 

 8118 

 10 

   

   

 0 

 ῆ 

 8134 

 57 

 ῖ 

 8150 

 69 

   

   

 0 

 ῦ 

 8166 

 105 

 ῶ 

 8182 

 81 

 ἀ 

 7936 

 114 

 ἐ 

 7952 

 119 

 ἠ 

 7968 

 0 

 ἰ 

 7984 

 60 

 ὀ 

 8000 

 3 

 ὐ 

 8016 

 90 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 1 

 ἑ 

 7953 

 7 

 ἡ 

 7969 

 27 

 ἱ 

 7985 

 30 

 ὁ 

 8001 

 30 

 ὑ 

 8017 

 16 

 ὡ 

 8033 

 2 

 ἂ 

 7938 

 12 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 3 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 2 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 2 

 ὓ 

 8019 

 2 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 20 

 ἔ 

 7956 

 13 

 ἤ 

 7972 

 1 

 ἴ 

 7988 

 13 

 ὄ 

 8004 

 1 

 ὔ 

 8020 

 8 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 3 

 ἕ 

 7957 

 4 

 ἥ 

 7973 

 0 

 ἵ 

 7989 

 8 

 ὅ 

 8005 

 19 

 ὕ 

 8021 

 11 

 ὥ 

 8037 

 1 

 ἆ 

 7942 

 2 

   

   

 0 

 ἦ 

 7974 

 2 

 ἶ 

 7990 

 17 

   

   

 0 

 ὖ 

 8022 

 9 

 ὦ 

 8038 

 2 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 7 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 4 

   

   

 0 

 ῃ 

 8131 

 12 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 12 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 4 

   

   

 0 

 ῇ 

 8135 

 11 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 27 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De Melchisedech
Verborum Omnium Conspectus: 826Verba, quae repetita sunt in 1,044,115 occasionibus



α [00002]
Ἀαρὼν [00137] [00139]
ἀγενεαλόγητον [00070] [00128] [00131]
ἀγενεαλόγητος [00048] [00049] [00106]
Ἀγενεαλόγητος [00058] [00060] [00063] [00069] [00071]
ἅγιον [00114] [00117]
ἄγνοιαν [00077]
ἀγριώτερα [00015]
ἀδυνατοῦμεν [00044]
ἄδυτα [00073]
ἀεὶ [00141]
ἀήθεις [00005]
ἄθλιοι [00125]
αἵματος [00137]
αἵρεσιν [00108]
αἵρεσις [00038]
αἱρετικοὶ [00061]
αἱρετικός [00079]
αἰτία [00035]
αἰτίαν [00036]
αἰῶνα [00108] [00134] [00138] [00140]
αἰῶνας [00141]
αἰώνων [00141]
ἀκατάληπτος [00072]
ἀκοαῖς [00033]
ἀκοὰς [00049]
ἀκοῆς [00036]
ἀκολουθοῦμεν [00085]
Ἀκουέτωσαν [00059]
ἀκουόντων [00023] [00031] [00034]
ἀκούσαντι [00028]
ἀκουσάτωσαν [00121]
ἄκουσον [00046]
ἀκροάσεως [00038]
ἀκρόασιν [00040]
ἀληθῶς [00131] [00135]
ἀλλ [00022] [00034] [00039] [00098] [00103] [00112] [00115]
Ἀλλ [00007] [00016] [00089] [00108] [00131]
ἀλλὰ [00007] [00009] [00031] [00035] [00036] [00037] [00044] [00045] [00070] [00083] [00083] [00092] [00096] [00102] [00104] [00137] [00140]
Ἀλλὰ [00004] [00055] [00068]
ἄλλο [00037]
Ἄλλοι [00114]
ἄλλου [00121]
ἅλμην [00009]
ἀμελέτητος [00016]
Ἀμήν [00142]
ἀμήτωρ [00048] [00049] [00053] [00055] [00056] [00070] [00106]
ἀμνοὺς [00137]
ἀμφότερα [00071]
ἀμφοτέρας [00069]
ἂν [00019] [00037] [00051] [00054] [00089] [00092] [00105] [00111] [00123]
ἀναγεννήσεως [00101]
ἀναγεννώμεθα [00104]
ἀναγκαῖον [00037]
ἀνάγκη [00020]
ἀναθεὶς [00036]
ἀναιρῶ [00077]
ἀναστήσας [00040]
ἀναχωρῆσαι [00083]
ἀναχωρῶ [00088]
ἀνὴρ [00135]
ἀνθρωπίνους [00105]
ἄνθρωπον [00112]
ἀνθρώπου [00049] [00050] [00116]
ἀνοίξῃ [00090]
Ἀντιλέγουσι [00132]
ἄνω [00056] [00060] [00064] [00068] [00103] [00105]
ἄνωθεν [00044]
ἀπάγομεν [00085]
ἀπαιτεῖν [00105]
ἀπαντῆσαι [00109]
ἀπάτορα [00131]
ἀπάτωρ [00048] [00052] [00055] [00056] [00070] [00106]
Ἀπάτωρ [00049]
ἀπειρία [00010] [00034]
ἀπειρίαν [00007] [00023]
ἄπειροι [00022]
ἄπειρος [00016]
ἀπεστέρησεν [00039] [00046]
ἀποδέδεικται [00106]
ἀποκλείσῃ [00090]
ἀποπηδῆσαι [00083]
ἀπόπνιξον [00083]
ἀπόῤῥητα [00028]
ἀποῤῥήτου [00103]
Ἀποστολικὴν [00003]
ἀποστολικῶν [00005]
Ἀπόστολος [00122]
ἀπρόσιτα [00073]
Ἆρ [00049]
ἆρα [00118] [00119]
ἄρνασι [00139]
ἁρπαγέντι [00029]
ἀῤῥωστούντων [00037]
ἄρτον [00137]
ἄρτῳ [00136] [00140]
ἀρχὴν [00048]
ἀρχιερεὺς [00024]
ἀρχομένου [00016]
ἀσθένειαν [00031]
ἀσθενεῖς [00038]
ἀσφαλέστερον [00009]
ἀσφαλῆ [00012]
αὐτὰ [00103]
αὐτὴ [00035]
αὕτη [00011] [00065] [00072]
αὐτὸ [00009]
αὐτοῖς [00006] [00085]
αὐτὸν [00035] [00083] [00108] [00112] [00114] [00117] [00128] [00133]
αὐτόν [00081]
αὐτὸς [00121]
αὐτός [00127]
ΑΥΤΟΥ [00001]
αὐτοῦ [00059] [00067] [00081] [00108] [00113] [00131]
αὐτοὺς [00039] [00046] [00109]
Αὐτῷ [00122]
αὐτῷ [00084] [00086]
αὐτῶν [00040] [00041]
ἀφέντες [00006]
ἀφῇς [00083]
ἀφίσταμαί [00088]
ἀφίσταται [00019]
ἀφωμοιωμένος [00048]
Ἀφωμοιωμένος [00126]


β [00042]
βάθος [00005] [00009] [00044]
βαπτίσματος [00101]
Βαπτιστοῦ [00112]
βασιλεὺς [00048] [00048] [00048]
βοᾷ [00137]
βούλεται [00084]
βουληθῇ [00037]
βούλομαι [00003]
βουλόμενοι [00108]
βούλονται [00061]
βραχὺν [00035]


γ [00107]
γὰρ [00006] [00013] [00015] [00024] [00037] [00046] [00048] [00051] [00052] [00054] [00057] [00061] [00062] [00065] [00072] [00073] [00076] [00085] [00090] [00101] [00113] [00122] [00124] [00126] [00128] [00130]
γάρ [00023] [00110]
γεγόναμεν [00127]
γεγόνατε [00033]
γέγονε [00135]
γεγονότος [00116]
γεγραμμένα [00108]
γενεαλογεῖται [00130]
γενεὰν [00067]
γενέσθαι [00023] [00128]
γένηται [00038]
γενναίως [00018]
γεννᾶσθαι [00137]
γεννηθεὶς [00130]
γεννηθέντα [00128]
γεννήσεις [00069]
γεννήσεως [00060] [00064] [00095] [00103] [00105] [00105]
γέννησιν [00056] [00070]
γέννησις [00076]
γεννητοῖς [00113]
γῇ [00103]
γῆν [00006] [00081]
γῆς [00057]
γίνεται [00014] [00020]
γινομένην [00017]
γινόμενον [00104]
γίνονται [00007]
γίνωνται [00040]
γνώμης [00037]
γόνυ [00121] [00122] [00123]
γοῦν [00032] [00047]
Γραφὴ [00131]
Γραφῶν [00020] [00085] [00086]
γυμνοῖς [00008]
γυναικὸς [00130]
γυναικῶν [00113]


δὲ [00012] [00013] [00018] [00021] [00035] [00041] [00048] [00048] [00053] [00063] [00063] [00074] [00075] [00092] [00103] [00114] [00117] [00117] [00125] [00132]
δέδοικα [00005]
δεδοικέναι [00012]
δεῖ [00037] [00038] [00109] [00127]
δεικνὺς [00099]
δεῖξαι [00108]
δεῖξον [00082]
∆είξωμεν [00064]
δεῖται [00099]
δέξηται [00037]
∆εσπότην [00096]
δεχόμενοι [00009]
δὴ [00043]
δῆλον [00102]
∆ι [00141]
δι [00137]
∆ιὰ [00066]
διὰ [00045] [00045] [00071] [00077] [00128] [00131]
διακρούσηται [00037]
διαλεγομένοις [00085]
διαλεγόμενος [00049]
διανοίας [00014] [00015] [00020]
διαστολὴν [00084]
διατεῖναι [00003]
διατρίβουσι [00009]
διάφορα [00037]
διαφύγῃ [00084]
διδασκαλίας [00039]
διδομένην [00044]
διελέγετο [00100]
διηγήσεται [00067]
διηνεκὲς [00140]
διηνεκές [00048]
δίκαιος [00135]
δικαιοσύνης [00048]
∆ιὸ [00036]
δόξα [00141]
δύναμιν [00044]
δυνατὸν [00104]
δυνήσεται [00086]
δυσάρεστον [00037]
δυσερμήνευτον [00036]
∆υσερμήνευτός [00027]
∆υσερμήνευτος [00032]
δυσερμήνευτος [00025] [00030] [00031] [00039] [00040] [00047]
δυσκολίαν [00031] [00037]
δυσκολίας [00036]
δύσκολον [00023] [00034] [00034] [00035]
δυσχεραίνουσιν [00009]
δώσῃς [00084]


ἐὰν [00094]
Ἐὰν [00121]
ἑαυτοῖς [00108]
ἐγένετο [00024]
ἐγεννήθη [00074] [00077] [00077] [00078] [00080] [00082] [00087]
ἐγέραιρε [00136]
ἐγήγερται [00113]
ἐδάφει [00009]
ἐδόξαζε [00137]
ἐθνῶν [00136]
Εἰ [00030] [00044] [00051] [00052] [00053] [00073] [00092] [00093] [00097] [00104] [00123] [00125]
εἰ [00039] [00078] [00099]
εἰδέναι [00104]
εἰδὼς [00077]
εἴη [00054] [00105] [00111] [00123]
εἴθε [00096]
εἰκόνα [00111] [00127] [00131] [00135]
εἰκόνι [00131]
εἶναι [00036] [00070] [00108] [00114] [00117]
εἰπάτωσαν [00117]
Εἰπὲ [00087]
εἰπὲ [00081]
εἶπε [00064]
εἰπεῖν [00040] [00089]
εἶπεν [00068] [00071] [00098]
εἴπῃ [00079]
εἶπον [00093] [00095] [00097]
εἰπόντι [00069]
εἴπω [00094]
Εἰπὼν [00024] [00032] [00047]
εἴπωσιν [00121]
εἰρήκασι [00108]
εἰρημένον [00125]
εἰρήνης [00048]
εἰρῆσθαι [00063]
εἴρηται [00060]
Εἰς [00001]
εἰς [00021] [00048] [00081] [00083] [00108] [00134] [00138] [00140] [00140] [00141]
εἰσελθεῖν [00073]
ἐκ [00038] [00077] [00080] [00082] [00082] [00087] [00095] [00104] [00121] [00128] [00130] [00137]
ἐκάλεσεν [00103]
Ἑκατέρα [00076]
ἑκατέρας [00064] [00076]
ἑκατέρου [00006]
Ἐκεῖθεν [00085]
ἐκεῖνα [00082]
ἐκείνη [00012]
ἐκείνην [00062] [00063] [00070] [00072]
ἐκείνης [00068]
ἐκεῖνοι [00006] [00117]
ἐκείνῳ [00131]
ἐκκυβιστῶσι [00008]
ἐλάττονος [00100]
ἐλάττων [00123]
Ἐμοὶ [00031]
ἔμπειρος [00018]
ἐμποιοῦσι [00085]
ἐν [00009] [00013] [00020] [00045] [00057] [00103] [00113] [00131] [00131] [00137] [00139]
ἐνανθρωπῆσαι [00116]
ἐνοπτρισώμεθα [00131]
ἐνταῦθα [00075] [00077]
ἐξ [00006]
ἐξελθόντες [00005]
ἐξέλθωμεν [00021]
ἐξηγήσει [00020]
ἑξῆς [00046] [00122] [00125]
ἐπαγαγόντι [00069]
ἐπάνω [00019]
ἐπεὶ [00054]
Ἐπεὶ [00116]
ἐπειδὰν [00006] [00021]
ἐπειδὴ [00022] [00022] [00085] [00103] [00103] [00108] [00131]
Ἐπειδὴ [00033] [00137]
ἔπειτα [00048]
ἐπήγαγεν [00024] [00032] [00047]
ἐπὶ [00014] [00019] [00020] [00020] [00037] [00038] [00057] [00077] [00078] [00105]
ἐπίγειά [00103]
ἐπίγεια [00093] [00097] [00099] [00103]
Ἐπίγεια [00103]
ἐπιγείου [00119]
ἐπιεικέστεροι [00063]
ἐπιζητεῖς [00092]
ἐπιθυμίαν [00041]
ἐπιθυμίας [00015]
ἐπιλάβηται [00037]
ἐπίσταμαι [00075]
ἐπιφέρει [00126]
ἐπιχειρήσει [00073]
ἐπουράνια [00094]
ἐροῦμεν [00069] [00129]
ἐρῶ [00092]
ἐστὶ [00070] [00102] [00108]
ἐστι [00010]
ἐστὶν [00055] [00070] [00121]
ἐστιν [00023] [00024] [00048] [00103] [00103] [00133]
ἔστιν [00117]
ἐσχεδιασμένην [00037]
ἔσχεν [00057]
ἕτερα [00038]
Ἕτεροι [00008]
ἕτερον [00006] [00037]
ἐτέχθη [00075]
εὔδιον [00019]
εὐθέως [00016]
εὐθύνας [00105]
εὔκολον [00023]
ἐφ [00013]
ἔφερε [00131] [00135]
ἔφησεν [00036]
ἔχειν [00054]
ἔχοι [00089]
ἔχοις [00092]
ἔχοντα [00038]
ἔχοντι [00027]
ἔχων [00048]
ἕως [00019]


ζάλη [00015]
ζήτησιν [00051]
ζητῶν [00024]
ζωῆς [00048]


[00034] [00034] [00035] [00038] [00072] [00076] [00131] [00137] [00141]
[00006] [00120] [00121]
ἤδη [00116]
ἡμεῖς [00022] [00043] [00085] [00115] [00127]
Ἡμεῖς [00112]
ἡμερῶν [00048]
ἡμετέραν [00044] [00045]
ἡμετέρας [00014]
ἡμῖν [00025] [00038] [00044] [00089] [00099] [00108] [00112] [00117] [00132]
ἣν [00070] [00070]
ἦν [00101] [00131]
Ἡσαΐας [00066]


θάλατταν [00006]
θαλάττης [00006] [00007] [00020] [00044] [00045]
θαλαττίων [00015]
θατέρου [00037]
θέαν [00013]
θεὶς [00071]
θείων [00085]
Θεὸν [00136] [00137]
Θεὸς [00090] [00137]
θεοτόκου [00121]
Θεοῦ [00048] [00055] [00106] [00116] [00126] [00127] [00137]
θεραπεύσωμεν [00037]
Θεῷ [00137]
θορυβεῖσθαι [00020]
θορυβεῖται [00016]
θόρυβον [00085]
θορυβοῦνται [00013]
θυμὸν [00015]
θυσίαις [00137]
θυσίαν [00137]


ἴδωσιν [00006]
ἱερατεύει [00111]
ἱερεὺς [00048] [00108] [00134] [00138] [00140]
Ἰησοῦν [00137]
ἱκανῶς [00106]
ἰκρίων [00013]
ἰλιγγιάσωμεν [00005]
ἰλιγγιῶσιν [00013]
ἴλιγγοι [00007]
ἵνα [00037] [00038] [00040] [00072] [00131]
Ἵνα [00070]
Ἰουδαῖοι [00128]
Ἰουδαίων [00137]
Ἰωάννου [00112]
Ἰωνᾶς [00131]


καθ [00070] [00070]
Καθάπερ [00037]
καθάπερ [00019] [00131]
καθήμενοι [00013]
καθημένων [00009]
καθίσας [00019]
καθὼς [00131]
Καίτοι [00060] [00100]
κἀκείνη [00065]
κἀκεῖνο [00037]
κακόν [00010]
Κακῶς [00129]
κάμνων [00037]
κάμπτει [00121] [00123]
κάμψει [00122]
Κἂν [00079]
κἂν [00037] [00089]
καρδίαν [00015]
κατ [00070] [00127]
καταβάντες [00009]
Κατάβηθι [00082]
καταλαμβάνει [00015]
καταλαμβάνω [00075]
καταληπτά [00102]
καταληπτός [00030]
καταντήσαντες [00005]
κατασκευὰς [00038]
κατάσπασον [00081]
Κάτασχε [00083]
κάτασχε [00083]
κατατολμήσωμεν [00044] [00045]
καταφρονεῖν [00011]
καταχθονίου [00120]
κατέξανεν [00049]
κατευθύνῃ [00019]
κατέχονται [00006]
κάτω [00056] [00063] [00064] [00070] [00072]
κάτωθεν [00015]
κινεῖν [00105]
κινούμενος [00136]
κλονεῖται [00016]
κυβερνήτης [00019]
κύκλῳ [00006]
κύμασιν [00013]
κύματα [00015]
κυμάτων [00008]
Κυρίου [00131]


λάβῃ [00037]
λαβύρινθον [00083]
λατρεύοντος [00139]
Λέγει [00122]
λέγει [00133] [00137]
λέγεις [00026]
λέγοιτο [00051]
λέγομεν [00112] [00135]
λέγονται [00108]
λέγοντες [00132]
λέγουσιν [00114] [00117] [00128]
λέγω [00050] [00070]
λέγων [00049] [00126]
λιμένα [00005] [00019]
λογισμὸν [00019]
λογισμοὺς [00092] [00105]
λογισμῶν [00083]
Λόγον [00116]
λόγον [00003] [00023] [00038]
λόγος [00025] [00039] [00047] [00101]
λόγου [00034] [00046]
λοιπόν [00090]


μᾶλλον [00010] [00099]
μανίας [00105]
Μαρίας [00121] [00137]
μάρτυρα [00023]
μαρτυρίας [00086]
μείζονα [00108] [00112]
Μείζων [00113]
μείζων [00108] [00111] [00117]
μέλλοντα [00136] [00137]
μέλλουσαν [00136]
Μελχισεδὲκ [00024] [00024] [00046] [00048] [00121] [00123] [00131] [00135] [00140]
Μελχισεδέκ [00001] [00039] [00108] [00134] [00138]
Μελχισεδεκιταὶ [00108] [00132]
μεμελετηκὼς [00018]
μὲν [00013] [00016] [00040] [00061] [00063] [00096] [00128]
μένει [00048]
μέρους [00006]
μέσοις [00013]
μηδὲ [00072] [00083]
μήκους [00036]
μήποτε [00005]
μήτε [00048] [00048]
μητέρα [00057]
μιμούμενοι [00045]
μιμούμενος [00136]
μοιχαλίδος [00130]
Μόνῃ [00091]
μόνῃ [00104]
Μονογενής [00053]
μονογενοῦς [00105]
μόνον [00035] [00036] [00070] [00096]
μόσχοις [00139]
μόσχους [00137]
μου [00031]
μυρία [00089]
μυστικωτάτη [00065]


ναοῦ [00073]
ναυάγιον [00017]
ναυτῶν [00008]
νηὸς [00006] [00013]
νικήσωμεν [00037]
Νικόδημον [00092]
Νικοδήμῳ [00100]
νοεῖν [00127]
νοημάτων [00005] [00044]
νοήσαντες [00108]
νοήσας [00136]
νομίζουσι [00006]
νομίζουσιν [00060] [00063]
νόμους [00085]
νοῦν [00103]
νῦν [00141]
νωθροὶ [00033]
νωθρότητι [00036]


[00016] [00018] [00024] [00024] [00025] [00037] [00039] [00047] [00048] [00055] [00076] [00079] [00080] [00090] [00092] [00101] [00106] [00113] [00121] [00122] [00123] [00131] [00133] [00135] [00137]
[00092] [00133]
[00048]
[00054]
Οἱ [00013] [00061]
οἱ [00005] [00007] [00013] [00022] [00059] [00063] [00125] [00132]
οἰάκων [00019]
οἶδα [00074] [00074]
οἶδας [00078] [00095]
οἰκείαν [00031]
οἶνον [00137]
οἴνῳ [00136] [00140]
οἷον [00015]
Ὀκνῶ [00005]
ὁμοιοπαθῆ [00112]
ὁμοίωσιν [00127]
ὁμολόγησον [00078]
ὁμολογῶ [00077]
ὄντα [00023]
ὅπερ [00005] [00077]
Ὅπερ [00020]
ὁρᾷ [00017]
ὅρα [00082]
Ὁρᾷς [00034]
ὀργῆς [00016]
ὅταν [00038]
Ὅταν [00090]
ὅτι [00024] [00034] [00060] [00064] [00077] [00099] [00102] [00108] [00121] [00121] [00122] [00127] [00129] [00135]
Ὅτι [00023] [00046] [00074] [00075] [00117]
Οὐ [00035] [00098]
οὐ [00007] [00009] [00013] [00019] [00031] [00034] [00044] [00045] [00049] [00093] [00097] [00098] [00104] [00139]
οὗ [00025] [00047] [00111] [00141]
οὐδὲ [00036] [00075] [00086] [00088] [00095] [00115]
οὐδὲν [00006] [00008]
Οὐκ [00088] [00098]
οὐκ [00022] [00037] [00039] [00046] [00051] [00054] [00074] [00077] [00077] [00078] [00085] [00089] [00092] [00095] [00103] [00111] [00113] [00117] [00137]
οὖν [00008] [00020] [00064] [00069] [00112] [00121] [00123] [00133] [00137]
οὐράνια [00099]
οὐράνιον [00095]
οὐρανίου [00118]
οὐρανίων [00121]
οὐρανοῖς [00057]
οὐρανὸν [00006] [00096]
οὐρανόν [00029]
οὐρανῶν [00082] [00096]
Οὐρίου [00130]
οὓς [00129] [00135]
οὐσίαν [00059]
Οὔτε [00057]
οὔτε [00057] [00061] [00112] [00112] [00117]
Οὗτος [00048]
οὗτος [00024] [00135]
οὕτω [00038] [00073] [00078] [00127] [00127]
Οὕτως [00011]
οὕτως [00019] [00051]
οὐχ [00034]
ὀφείλει [00054]
ὀφθαλμοῖς [00009]


πάθω [00004]
παθῶν [00015] [00017] [00019]
πάλαι [00116]
πάλιν [00114] [00117]
πᾶν [00122] [00123]
παναγίῳ [00141]
πάντα [00019] [00103]
παντὶ [00009]
πάντοθεν [00086]
πάντων [00038]
παρὰ [00007] [00007] [00023] [00031] [00031] [00074]
παραβολὰς [00038]
παραδείγματα [00038]
παράδεκτα [00091]
παραδέχεσθαι [00104]
παραθεῖναι [00003] [00037]
παρακύψαι [00072]
παρασκευάζει [00012]
παρασκευάζομαι [00003]
παρασκευάσαι [00037] [00038]
παραστήσομαι [00023]
παρασχεῖν [00041]
παράσχῃ [00051]
παραχωροῦσι [00063]
παρέλιπεν [00131]
Παρθένου [00075] [00077] [00082] [00087] [00095]
παρθένου [00077] [00137]
παῤῥησίαν [00045]
πάσχουσί [00008]
πάσχουσιν [00005]
πατέρα [00054] [00057] [00131]
Πατήρ [00133]
Πατρὶ [00141]
Πατρὸς [00074] [00078] [00080]
Παῦλε [00026]
Παῦλον [00023] [00045]
Παῦλος [00064]
Παύλου [00003]
Παύλῳ [00069]
πείθει [00011]
πείθεσθε [00098]
πέλαγος [00003] [00006] [00021] [00022] [00044]
πεποίηκεν [00034]
Περὶ [00025] [00047] [00095]
περὶ [00040] [00046] [00049] [00050] [00051] [00060] [00063] [00064] [00064] [00064] [00068] [00100] [00101] [00108]
περιεργάζεσθαι [00104]
περιεργάζῃ [00095]
περιεργάζονται [00062]
Περίθες [00086]
περιόδους [00038]
περίστησον [00083]
περιφέρεσθαι [00006]
πίστει [00091] [00102] [00104]
πιστεύετε [00093] [00094] [00097] [00098]
πιστεύσῃς [00070]
πίστεως [00099]
πλανηθέντες [00114]
πλέοντες [00022]
Πλὴν [00039]
πλοῖον [00006]
πλούντων [00007]
πλωτήρων [00005]
Πνεῦμα [00114] [00117]
πνεύματα [00015]
Πνεύματι [00141]
πνεύματι [00136]
πνευματικὴν [00027]
πνευματικῆς [00101]
Πνεύματος [00116]
ποιεῖ [00035]
ποιεῖν [00038]
ποίησον [00078]
ποιήσωμεν [00043]
ποικίλας [00038]
ποικιλίᾳ [00037]
ποίου [00117]
ποιοῦντα [00015]
ποιῶν [00019]
πολλὰ [00038]
πολλάκις [00015] [00038]
πολλὴν [00015] [00051]
πολλοὶ [00108]
πολλῷ [00099]
πολὺ [00100]
πολὺν [00035] [00036] [00038]
πολυπραγμονεῖς [00096]
πολυπραγμονοῦντες [00059]
πολυπραγμονοῦσι [00062]
Πολὺς [00040]
πολὺς [00025] [00039] [00047]
πολυτρόπῳ [00037]
πονηρᾶς [00015]
πορνείας [00128]
πόσης [00105]
πρᾶγμα [00077]
προαύλια [00073]
Πρὸς [00135]
πρὸς [00003] [00005] [00009] [00013] [00019] [00029] [00044] [00072] [00073] [00081] [00092] [00092] [00109] [00129] [00133] [00137]
προσάγων [00140]
προσέφερε [00137]
προσίεται [00037]
προσκομίζεσθαι [00136]
προσκομιζόντων [00140]
προσκυνεῖ [00124]
προσκυνουμένῳ [00124]
προσφορὰν [00136] [00140]
πρότερον [00019]
προφέροντες [00108]
Προφητικῷ [00136]
Πῶς [00080] [00087] [00106] [00111]
πῶς [00052] [00053] [00074] [00077] [00078] [00082] [00093] [00104] [00106]


ῥᾳδία [00038]
ῥᾳθυμότεροι [00040]
ῥήματι [00083]


Σαλὴμ [00048]
σαρκωθέντι [00121]
σὲ [00092]
σεσίγηται [00076]
σήμερον [00003]
σιτία [00037]
σκάφος [00019]
σκοπήσωσιν [00125]
σκοτοδινίᾳ [00006]
σοὶ [00030]
σοι [00027] [00079]
Σολομὼν [00130]
σου [00088]
σοφίαν [00027]
σπουδὴν [00040]
στόματι [00009]
στρέφοντα [00015]
Σὺ [00108] [00134] [00138] [00140]
σὺ [00078]
συγκρίσει [00103]
σύγχυσιν [00015]
συμβαίνει [00020]
συμπίπτειν [00020]
συμφερόντων [00038]
σὺν [00141]
συναγωγὴ [00137]
συνεστήσαντο [00108]
σύντομον [00037]
σώμασιν [00008]
σώματι [00009]


τὰ [00012] [00018] [00028] [00037] [00073] [00073] [00091] [00093] [00094] [00097] [00099] [00099] [00108] [00122]
ταῖς [00033]
τάλανες [00125]
τάξει [00137]
τάξιν [00024] [00108] [00111] [00134] [00138] [00140]
ταράττεσθαι [00020]
ταράττεται [00016]
τὰς [00049] [00069] [00086]
ταῦτά [00103]
ταῦτα [00102]
ταύτην [00015] [00070]
ταύτης [00063]
τειχίον [00086]
τελεῖται [00103]
τέλος [00048]
τῇ [00020] [00036] [00037] [00083] [00091] [00103] [00103]
Τὴν [00067]
τὴν [00006] [00007] [00007] [00009] [00013] [00015] [00015] [00017] [00023] [00024] [00027] [00031] [00031] [00036] [00037] [00040] [00040] [00041] [00041] [00044] [00044] [00045] [00045] [00056] [00056] [00059] [00070] [00070] [00077] [00081] [00095] [00108] [00111] [00111] [00134] [00136] [00138] [00139] [00140] [00140]
τῆς [00003] [00006] [00006] [00007] [00013] [00014] [00014] [00015] [00016] [00019] [00020] [00020] [00036] [00036] [00037] [00037] [00039] [00044] [00045] [00060] [00064] [00064] [00064] [00068] [00075] [00077] [00077] [00082] [00087] [00095] [00101] [00101] [00103] [00103] [00105] [00121] [00130] [00137]
Τί [00026] [00069] [00133]
τί [00004] [00050]
τι [00008]
τινὲς [00060]
τίνι [00030]
τινὸς [00121]
τίς [00024] [00067] [00073] [00090] [00116]
τὸ [00003] [00005] [00006] [00009] [00019] [00021] [00022] [00034] [00037] [00037] [00037] [00040] [00041] [00044] [00048] [00060] [00063] [00069] [00074] [00077] [00081] [00104] [00108] [00114] [00114] [00117] [00117] [00125] [00140]
τοιαῦτα [00018] [00038] [00091]
τοίνυν [00086] [00104] [00136]
τοιοῦτον [00008] [00010]
τοῖς [00008] [00009] [00013] [00085]
τοκετοῦ [00100]
τολμᾷς [00095]
τολμήσωμεν [00072]
τὸν [00001] [00003] [00005] [00019] [00019] [00046] [00075] [00083] [00089] [00096] [00096] [00104] [00108] [00116] [00131] [00131] [00134] [00136] [00136] [00137] [00137] [00137] [00137] [00138] [00140]
Τοσοῦτόν [00010]
τότε [00069] [00071] [00082] [00100]
ΤΟΥ [00001]
τοῦ [00016] [00034] [00036] [00039] [00046] [00046] [00048] [00051] [00055] [00073] [00074] [00078] [00080] [00101] [00105] [00106] [00108] [00108] [00112] [00112] [00116] [00116] [00123] [00126] [00130] [00131] [00131] [00135] [00137] [00137] [00139]
τοὺς [00085] [00141]
Τοῦτο [00014] [00043]
τοῦτό [00115]
τοῦτο [00020] [00037] [00037] [00051] [00060] [00061] [00064] [00066] [00071] [00128] [00131] [00132]
τούτῳ [00045]
τούτων [00063]
τράπεζαν [00003] [00037] [00041]
τραπέζης [00037]
τρίτον [00029]
τρόπον [00075] [00089] [00104]
τρόπος [00076]
τρόπου [00105]
τύπος [00131]
τῷ [00009] [00009] [00027] [00028] [00029] [00037] [00048] [00069] [00083] [00100] [00121] [00121] [00124] [00126] [00137] [00141] [00141]
τῶν [00005] [00005] [00007] [00008] [00008] [00009] [00011] [00013] [00017] [00019] [00019] [00020] [00023] [00031] [00034] [00037] [00038] [00044] [00046] [00082] [00083] [00085] [00086] [00096] [00104] [00121] [00136] [00140] [00141]


ὑδάτων [00104]
Υἱὸν [00137]
Υἱὸς [00055] [00106]
Υἱός [00052] [00080]
υἱὸς [00054]
υἱός [00054]
Υἱοῦ [00051] [00105]
Υἱῷ [00048] [00126]
ὑμῖν [00003] [00023] [00093] [00097]
ὑμῶν [00045] [00049]
ὑπὲρ [00136]
ὑπερβαινούσης [00103]
ὑπὸ [00017] [00075] [00085]
ὑποβρύχιον [00017]
ὑπομένουσαν [00017]
ὑποπτεύειν [00012]
ὑψηλῶν [00013]


φαμεν [00115]
Φασὶ [00110]
φατε [00129]
φέρει [00018]
φησὶν [00031] [00068] [00113]
φησίν [00066]
φησιν [00092]
φιλονεικῇ [00089]
φιλονεικοῦσιν [00108]
φιλοσοφίας [00019]
φοβερὰ [00073]
φοβερὸν [00022]
φοβερῶν [00011]
φρικτὴ [00065]
φρύαγμα [00081]
φύσει [00023]
φύσιν [00007]
φύσις [00034]
φωνῆς [00003]


χᾶναι [00086] [00095]
χάριν [00044]
χαρισάμενος [00041]
χειμῶνος [00016]
χειρὶ [00083]
χρεία [00116]
χρὴ [00038] [00104]
Χριστὸν [00131] [00137]
Χριστόν [00136]
Χριστὸς [00024] [00113]
Χριστός [00092] [00111]
Χριστοῦ [00108] [00108] [00111] [00112] [00117] [00123] [00131] [00135]
Χριστῷ [00121] [00124]
χωρίου [00117] [00121]


ψυχὴν [00017]


[00026]
ὦμεν [00038]
ὡμολόγηται [00076]
ὡς [00084]
ὥσπερ [00127]
ὠφέλειαν [00045]