Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νόμοι [89]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νόμοι


000-00-00 Serial Number=0552037954
Ad Innocentium papam ii Ante [Go Back]  
 [00012]  Καὶ τὸ μὲν εἰς τὴν εὐλάβειαν ἧκον τὴν ὑμετέραν, τὴν προσήκουσαν διόρθωσιν εἴληφεν ἅπαντα, καὶ ὁ φορυτὸς τῶν κακῶν καὶ τὰ σκάνδαλα ἀνῄρηται, καὶ αἱ Ἐκκλησίαι εἰρήνης ἀπήλαυσαν καὶ λευκῆς γαλήνης, καὶ πάντα κατὰ ῥοῦν φέρεται, καὶ καταφρονηθέντες [52.536] ἐξεδικήθησαν νόμοι, καὶ θεσμοὶ πατέρων παραβαθέντες.
000-00-00 Serial Number=0906611383
Ad populum Antiochenum Ante [Go Back]  
 [00984]  Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι ταῖς τούτου φέροντες χερσὶν ὑπέταξαν·
 [03039]  Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος, δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, καὶ νόμοι νυκτὸς καὶ ἡμέρας, καὶ ὡρῶν ἐνηλλαγμέναι χορεῖαι, καὶ φύσεως δρόμος ποικίλος τις καὶ παντοδαπὸς ἐν γῇ καὶ θαλάττῃ, καὶ ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις, βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ πάντων ἐκείνων κυριωτέρῳ τῶν ἀνθρώπων γένει, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτος χρόνον χωρὶς προνοίας τινός;
 [05179]  Ὁρᾷς πῶς πανταχοῦ οὐδένα τῶν πλουτούντων, οὐ τῶν ἐν εὐγενείᾳ, οὐ τῶν δόξης ἀπολαυόντων μακαρίζουσιν οἱ θεῖοι νόμοι, ἀλλὰ τὸν ἀρετῆς ἐπειλημμένον;
000-00-00 Serial Number=0284480453
Adversus Judaeos Ante [Go Back]  
 [02799]  Καὶ γὰρ οἱ τῆς φύσεως καὶ οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες νόμοι, κἂν μαστίζῃ, κἂν τραπέζης εἴργῃ, κἂν ἐκβάλλῃ τῆς οἰκίας, κἂν παντὶ κολάζῃ τρόπῳ, κελεύουσιν ἅπαντα φέρειν γενναίως, κἂν μὴ πείθηται μηδὲ ἀνέχηται, οὐδεμίαν οὐδεὶς αὐτῷ δίδωσι συγγνώμην·
000-00-00 Serial Number=0013605177
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00231]  ἐπειδὴ δὲ τὰ ἄνω κάτω γέγονε, καὶ αἱ μὲν πόλεις, ἕνθα δικαστήρια καὶ νόμοι, πολλῆς γέμουσι παρανομίας καὶ ἀδικίας, ἡ δὲ ἐρημία πολλῷ βρύει τῷ τῆς φιλοσοφίας καρπῷ, οὐχ οἱ τῆς ζάλης ταύτης καὶ τῆς ταραχῆς τοὺς σωθῆναι βουλομένους ἐξάγοντες, καὶ πρὸς τὸν τῆς ἡσυχίας ὁδηγοῦντες λιμένα, δικαίως ἂν ἐγκαλοῖντο παρ' ὑμῶν, ἀλλ' οἱ πόλιν ἑκάστην οὕτως ἄβατον ἐργαζόμενοι καὶ πρὸς φιλοσοφίαν ἀνεπιτήδειον, ὡς ἀναγκάζεσθαι τοὺς σωθῆναι βουλομένους τὰς ἐρημίας μεταδιώκειν.
 [01106]  οὐ γὰρ οἱ θετοὶ [47.361] μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τῆς φύσεως ἀνατρέπονται νόμοι.
 [01185]  διὰ τούτους δικαστήρια, καὶ νόμοι, καὶ τιμωρίαι, καὶ διάφοροι κολάσεων τρόποι.
 [01188]  οὕτω καὶ ἐν τῇ οἰκουμένῃ οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι πόλις, ἔνθα μὴ πολλοὶ μὲν οἱ νόμοι, πολλοὶ δὲ οἱ ἄρχοντες, πολλαὶ δὲ αἱ τιμωρίαι.
000-00-00 Serial Number=0675535202
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00110]  ἐπὶ γόνυ δὲ οἱ ἱεροὶ κελεύουσι κεῖσθαι νόμοι, ὥστε καὶ διὰ τοῦ σχήματος ὁμολογῆσαι τὴν δεσποτείαν.
000-00-00 Serial Number=0829332530
Commentarius in Job Ante [Go Back]  
 [00067]  ποῖος φόβος, ποῖα δικαστήρια, ποῖοι νόμοι τοῦτον τοιοῦτον ἐποίησαν;
 [04266]  ὅτι γάρ», φησίν, «νόμοι διηνεκεῖς εἰσι καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῷον καὶ ἀδάμαστον.
000-00-00 Serial Number=0886678338
Contra ludos et theatra Ante [Go Back]  
 [00123]  δι' ἣν νόμοι, καὶ τιμωρίαι, καὶ κολάσεις, καὶ τὰ μυρία θαύματα, καὶ αἱ ποικίλαι τοῦ Θεοῦ πραγματεῖαι·
000-00-00 Serial Number=0345927536
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00018]  [5] Καὶ ἵνα μὴ μόνον οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες ἀτιμάζωνται νόμοι καὶ τοὺς τῆς φύσεως αὐτοὺς θεσμοὺς ἐκ βάθρων ἀνέσπασαν αὐτὴν καθ' ἑαυτῆς ἐκβακχεύσαντες καὶ τὸν ἁπάντων ἐναγέστερον φόνον εἰς τὸν τῶν ἀνθρώπων εἰσάγοντες βίον.
000-00-00 Serial Number=0511820078
De Chananaea Ante [Go Back]  
 [00081]  Οἱ νόμοι ἰατροί εἰσιν, ἔπειτα καὶ δήμιοι γίνονται·
 [00334]  Ἦσαν γὰρ παρ' αὐτοῖς παράνομοι ἐπιμιξίαι, διεφθαρμένοι τῆς φύσεως οἱ νόμοι, εἴδωλα προσκυνούμενα, ξύλα θεραπευόμενα, Θεὸς ὑβριζόμενος, τέκνα σφαττόμενα, πατέρες ἐμπτυόμενοι, μητέρες ἀτιμαζόμεναι, πάντα ἠλλοίωτο, πάντα ἀνατέτραπτο, δαιμόνων ζωὴν ἔζων.
000-00-00 Serial Number=0070722044
De Davide et Saule Ante [Go Back]  
 [00221]  Ἀλλ' οὐκ ἂν ἀνάσχοιντο οἱ θεῖοι νόμοι.
000-00-00 Serial Number=0161777377
De Lazaro Ante [Go Back]  
 [01314]  ἀλλ' ὥσπερ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων τούτων, ὅταν ὦσί τινες ὑπεύθυνοι λῃσταὶ καὶ ἀνδροφόνοι, πόῤῥω τῆς ὄψεως τοῦ δικάζοντος ἀποστήσαντες τούτους οἱ νόμοι, τῆς τοῦ κρίνοντος οὐκ ἐπιτρέπουσιν ἀκοῦσαι φωνῆς, κἂν τούτῳ μετὰ τῶν ἄλλων αὐτοὺς ἀτιμάζοντες, ἀλλὰ μέσος τις διακονεῖ ταῖς ἐρωτήσεσι τοῦ δικάζοντος, καὶ ταῖς ἀποκρίσεσι τῶν δικαζομένων·
 [02501]  Οὐ λύονται οὖν οἱ νόμοι τῆς φύσεως, οὐδὲ σαλεύονται, ἀλλὰ μένουσιν ἀκίνητοι.
000-00-00 Serial Number=0772827685
De fato et providentia Ante [Go Back]  
 [00419]  μάτην εἰσὶν οἱ νόμοι καὶ οἱ δικασταὶ, μάτην ἐπιπλήξεις καὶ νουθεσίαι, μάτην τιμωρίας φόβος, μάτην τιμαὶ καὶ γέρα καὶ ἔπαθλα τοῖς κατορθοῦσιν.
 [00503]  οὐκ ἔστιν ἔπαινος, οὐκ ἔστι ψόγος, οὐκ ἔστιν αἰδὼς, οὐκ ἔστιν αἰσχύνη, οὐκ εἰσὶ νόμοι, οὐκ εἰσὶ δικαστήρια.
000-00-00 Serial Number=0724527836
De gloria in tribulationibus Ante [Go Back]  
 [00037]  πρὸς ταῦτα [51.158] βασιλεῖς ἠγρίαινον, καὶ ἄρχοντες ἐδυσχέραινον, καὶ ἰδιῶται ἐταράττοντο, καὶ ἀγοραὶ ἐθορυβοῦντο, καὶ δικαστήρια ἐχαλέπαινε, καὶ ξίφη ἐγυμνοῦτο, καὶ ὅπλα παρεσκευάζετο, καὶ νόμοι ἠγανάκτουν.
000-00-00 Serial Number=0202374160
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00576]  Καὶ γὰρ καὶ νόμοι παλαιοὶ οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ἠναντιοῦντο καὶ ἐπολέμουν, καὶ ἡ πονηρία καὶ ἡ ἄγνοια τῶν διαβαλλόντων·
000-00-00 Serial Number=0707494855
De libello repudii Ante [Go Back]  
 [00053]  Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς, οὐδὲ προηγουμένως τοῦτο τεθείκασιν, ἀλλὰ καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα·
000-00-00 Serial Number=0563653767
De non iterando conjugio Ante [Go Back]  
 [00063]  Ἅπερ οὖν καὶ οἱ νόμοι συνεωρακότες ἅπαντα, καὶ τοὺς ἐπὶ τούτοις ἀλγοῦντας παραμυθούμενοι, καὶ ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, ὅτι οὐ κατὰ γνώμην οὐδὲ προηγουμένως τοῦτον τὸν γάμον ἐπέταξαν, ἀλλὰ δεδοικότες μή τι χεῖρον γένηται κακόν, πάντα τοῦ δευτέρου γάμου τὰ φαιδρὰ παρῃτήσαντο·
000-00-00 Serial Number=0318114042
De paenitentia [1] Ante [Go Back]  
 [01737]  Καὶ γὰρ, ὥς φασιν οἱ τῶν νόμων τῶν κοινῶν ἔμπειροι, καὶ ὡς οἱ Ῥωμαίων παρακελεύονται νόμοι, τὴν κυοφοροῦσαν, εἴ ποτε περιπέσοι πταίσματι θανάτου δίκην ἐπάγοντι, μὴ πρότερον ἀναιρεῖσθαι, πρὶν ἂν τέκῃ τὸ κυοφορούμενον·
 [01740]  Εἰ δὲ οἱ ἀνθρώπινοι νόμοι φείδονται τῶν μηδὲν ἡμαρτηκότων, ὁ Θεὸς οὐ πολλῷ μᾶλλον εἰκότως φυλάξει τὴν ῥίζαν, τοῖς καρποῖς ταμιευόμενος τὴν ἐκ τῆς μετανοίας εὐεργεσίαν;
000-00-00 Serial Number=0773422182
De perfecta caritate Ante [Go Back]  
 [00111]  Καὶ γὰρ εἰ τοῦτο δοθείη, πάντα συγχυθήσεται τὰ καθ' ἡμᾶς, καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία, οὐ τέχναι, οὐ νόμοι, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν.
000-00-00 Serial Number=0188930869
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00264]  Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις, καὶ ἐσχίζετο καθ' ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε.
000-00-00 Serial Number=0785605490
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00075]  Κοινοὶ γάρ εἰσι τῆς φύσεως νόμοι παρὰ πᾶσιν ἀνθρώποις, τὸν ἀπελθόντα τῇ γῇ κρύπτεσθαι, καὶ ταφῇ παραδίδοσθαι, καὶ τοῖς κόλποις τῆς πάντων μητρὸς περιστέλλεσθαι γῆς.
000-00-00 Serial Number=0903479576
De virginitate Ante [Go Back]  
 [00125]  Τίνες οὖν οἱ τῆς ἀθλήσεως ταύτης νόμοι;
 [00378]  Ὥσπερ οὖν οὐδὲ ἡ τῶν φαρμάκων φύσις αὐτὴ καθ' ἑαυτὴν δύναιτ' ἂν ἕλκος ἀφανίσαι ποτέ, ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ νόμοι.
000-00-00 Serial Number=0513663471
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01479]  ∆ιὰ γὰρ τοῦτο συνεχῶς ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν ἐκεί [63.614] νην καταφεύγω ψυχὴν, ὅτι χρησμοί τινες εἰσὶ θεῖοι νόμοι τὰ Παύλου ῥήματα·
 [02899]  Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς τοῦτο τεθείκασιν, ἀλλὰ καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα, καὶ ἀηδῶς πρὸς ταύτην ἔχουσι τὴν ἁμαρτίαν.
 [03157]  Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόμοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελομένους ἀφέντες, ἐκείνους κελεύουσιν ἀπαιτεῖν παρ' οἷς ἂν εὕροι τις τὰ αὐτοῦ κείμενα ἅπαντα.
 [03489]  βοήθησον ἱερωσύνῃ, Κύριε, πατουμένῃ, ἧς νῦν οἱ νόμοι ἀδικοῦνται καὶ θεσμοὶ ἀνατρέπονται.
 [05787]  Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι ταῖς [63.742] τούτου χερσὶ φέροντες ὑπέταξαν·
 [06969]  ἀλλ' οὐκ ἂν ἀνάσχοιντο οἱ θεῖοι νόμοι.
 [09669]  εἰ οἱ τῶν ἀνθρώπων νόμοι τοσαύτης ἀπολαύουσι τῆς φυλακῆς.
000-00-00 Serial Number=0729193330
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00374]  ∆ιόπερ οὐκ ἐν τῇ Καινῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ, ὅτε διὰ σκιᾶς καὶ τύπου τὸ τῶν ἀνθρώπων ὁ Θεὸς ἦγε γένος καὶ σωματικώτερον τὰ τῆς πολιτείας ἐρρυθμίζετο καὶ περὶ τῶν οὐρανίων οὐδεὶς οὐδέπω λόγος ἦν, οὐδὲ μελλόντων μνήμη, οὐδὲ τῆς νῦν κατεχούσης φιλοσοφίας αἴνιγμα, ἀλλὰ παχύτερόν πως καὶ σαρκικώτερον οἱ νόμοι τοῖς Ἑβραίοις ἐγράφοντο, μετὰ πολλῆς τῆς σφοδρότητος τὴν ἐν τοῖς ἱματίοις ἀπαγορεύων φιλοκοσμίαν, ταῦτα διὰ τοῦ προφήτου φησί·
000-00-00 Serial Number=0131859124
Expositiones in Psalmos Ante [Go Back]  
 [00109]  Τὸν γὰρ ὑπὲρ ἑτέρων λέγοντα βασιλεῖ, καὶ τοῖς ἐχθροῖς ἐκείνου κοινολογούμενον, καὶ οἱ ἔξωθεν νόμοι τιμωροῦσι.
 [03796]  Ἐπεὶ καὶ τῶν λῃστῶν τοὺς μεθ' ἡμέραν κλέπτοντας μᾶλλον κολάζουσιν οἱ νόμοι.
 [05559]  Ἐπεὶ καὶ τῶν λῃστῶν τοὺς μεθ' ἡμέραν κλέπτοντας μᾶλλον κολάζουσιν οἱ νόμοι.
000-00-00 Serial Number=0213595629
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05016]  Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἐκ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύεται γενέσθαι εἰς ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας.
000-00-00 Serial Number=0786684453
Fragmenta in Job Ante [Go Back]  
 [02031]  Ὅτι γὰρ νόμοι διηνεκεῖς εἰσι, καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῶον καὶ ἀδάμαστον, κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν.
000-00-00 Serial Number=0550022960
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00282]  οὐ τέχναι, οὐ νόμοι, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν.
000-00-00 Serial Number=0999692500
In Acta apostolorum Ante [Go Back]  
 [00361]  Εἰ γὰρ περὶ βιωτικῶν πραγμάτων βουλευομένῳ οὐκ ἂν ἐπιτρέψαιεν οἱ τῶν ἔξωθεν νόμοι τῷ μὴ σφόδρα ὑγιαίνοντι διατάττεσθαι, καὶ ταῦτα ἐν τοῖς αὐτοῦ μέλλοντι νομοθετεῖν·
 [01515]  Ὁ κόραξ, φησὶν, οἶδε τὸν Θεὸν, καὶ ἡ κορώνη, καὶ προφητείας ἔχουσι χαρίσματα, καὶ τὰ μέλλοντα προλέγουσι, καὶ δικαιοσύνη παρ' αὐτοῖς, καὶ πολιτεία, καὶ νόμοι, καὶ ζηλοῖ παρ' αὐτοῖς ὁ κύων κατὰ Πλάτωνα.
 [01812]  Καίτοι γε κολάσεως οἱ νόμοι γέμουσι, καὶ οὐκ ἔστιν εὑρεῖν νόμον κολάσεως χωρίς.
 [01842]  Καθάπερ γὰρ αἱ στῆλαι ἑτέροις ἀπειλοῦσιν, αὐταὶ δὲ οὐκ εἰσὶν ὑπεύθυνοι, ὥσπερ οὐδὲ οἱ νόμοι·
 [09999]  Εἰσὶ πολλοὶ οἳ στρουθοὺς ἔχουσιν οὐδὲν ἔχοντας χρήσιμον, ἀλλ' ἢ ἁπλῶς τέρποντας, καὶ πολλοὶ καὶ περὶ ἐκείνων νόμοι, καὶ οὐδὲν ἠμελημένον οὐδὲ ἄτακτόν ἐστι, καὶ πάντων μᾶλλον ἐπιμελούμεθα, ἢ ἡμῶν αὐτῶν.
 [09999]  καὶ οἰκίας ἐπιμελούμεθα, καὶ τοῖς ἐμπεπιστευμένοις παραινοῦμεν, ὥστε μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐλαύνειν, μηδὲ βάρος ἐπιτιθέναι, μηδὲ ἀωρὶ τῶν νυκτῶν ἐξάγειν, μηδὲ τὰς τροφὰς ἀπεμπολεῖν, καὶ πολλοὶ νόμοι περὶ τοῦ συμφέροντος τῶν ἀλόγων κεῖνται παρ' ἡμῖν·
 [09999]  [60.307] οἱ νόμοι τοῖς δημίοις τὸ πᾶν ἐπιτρέπουσι, τὸν δικαστὴν μέχρι τῆς ἀποφάσεως ἀναγκάσαντες τιμωρεῖσθαι, εἰς δὲ τὸ ἔργον ἐκείνους ἐξήγαγον.
 [09999]  ∆ιὰ τί νόμοι;
000-00-00 Serial Number=0869128704
In Ecclesiasten Ante [Go Back]  
 [00285]  Εἰκότως καὶ οἱ τῶν ἔξωθεν νόμοι τοῖς αὐτοῖς ὑπάγουσιν αὐτοὺς ἐπιτιμίοις.
000-00-00 Serial Number=0292985618
In Genesim sermones Ante [Go Back]  
 [00528]  Ἄρχοντες γὰρ ἀρχόντων εἰσὶν οἱ νόμοι.
000-00-00 Serial Number=0862418294
In Isaiam Ante [Go Back]  
 [00255]  Καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ καὶ ἐν ἑτέροις πλείοσι πολλοὶ περὶ τούτων εἰσὶ διεσπαρμένοι νόμοι.
000-00-00 Serial Number=0818610013
In Joannem Ante [Go Back]  
 [04704]  πολλῷ μᾶλλον τὴν τοῦ Πνεύματος ἐνέργειαν οὐ φύσεως δυνήσονται νόμοι κατασχεῖν, οὐχ ὅροι σωματικῆς γεννήσεως, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν.
000-00-00 Serial Number=0394065619
In Psalmum 118 Ante [Go Back]  
 [01099]  Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ μὲν πλεῖστα οἱ θεῖοι νόμοι διαγο ρεύουσιν, ἔνια δὲ καὶ ἡ γνώμη προστίθησιν.
 [01425]  Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπινοι οὐ πάντες τὸ δίκαιον ἔχουσιν, ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται.
 [01505]  Οὐδὲ γὰρ ὥσπερ τῶν βασιλέων καὶ τῶν πόλεων οἱ νόμοι μετατίθενται, οὕτω καὶ οἱ τοῦ Θεοῦ·
000-00-00 Serial Number=0023106515
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00528]  ∆ιά τοι τοῦτο καὶ τὰς εὐχὰς οὕτω γίνεσθαι κελεύουσιν οἱ τῆς Ἐκκλησίας νόμοι, οὐ τὰς ὑπὲρ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τὰς ὑπὲρ τῶν κατηχουμένων.
000-00-00 Serial Number=0007260680
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00414]  πόθεν οἱ νόμοι καὶ τὰ δικαστήρια;
 [01329]  Ἀλλ' οἱ νόμοι αὐτοῖς ἐβοήθουν οἱ Ῥωμαίων;
 [04476]  Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόμοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελομένους ἀφέντες, ἐκείνους κελεύουσιν ἀπαιτεῖν παρ' οἷς ἂν εὕροι τις τὰ αὐτοῦ κείμενα ἅπαντα.
 [04818]  Οὐκοῦν ἐνταῦθα μᾶλλον τὸ δίκαιον, ἐπειδὴ καὶ ἐξ οὐρανῶν εἰσιν οἱ νόμοι πεμφθέντες.
 [04833]  Εἰ γὰρ ἐθέλοις ἰδεῖν πόσον ταύτης ἀπέχειν σε τῆς χρείας, τῆς τῶν δικαστηρίων λέγω, προσέταξεν ἡ Γραφὴ, καὶ τίσιν οἱ νόμοι κεῖνται μαθεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος·
000-00-00 Serial Number=0628467619
In epistulam ad Ephesios Ante [Go Back]  
 [00451]  Ἴσασι καὶ οἱ νόμοι τοῖς ἐξ ἀνάγκης συγγινώσκειν ἁμαρτήμασι·
 [01070]  Εἰ δὲ οἱ τῶν ἀνθρώπων νόμοι τοσαύτης ἀπολαύουσι τῆς φυλακῆς, πόσῳ μᾶλλον οἱ τοῦ Θεοῦ! Ἀλλ' ἀγαθός ἐστι, φησί, Μέχρι τίνος τὸν μωρὸν τοῦτον λόγον φθεγγόμεθα;
 [06322]  Οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι·
000-00-00 Serial Number=0481338501
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01678]  ∆ύο νόμοι.
000-00-00 Serial Number=0460750759
In epistulam ad Romanos Ante [Go Back]  
 [01867]  Οὐδὲ γὰρ οἱ παρ' ἡμῖν νόμοι συγχωροῦσιν ἡμῖν ταύτης ἀπολαύειν τῆς παῤῥησίας, ὅταν ὁ βίος ἡμῶν διεφθαρμένος ᾖ.
 [02867]  ποῦ δὲ οἱ νόμοι οἱ ἀποστολικοὶ οἱ κελεύοντες ἀλλήλων τὰ βάρη βαστάζειν;
 [03820]  ∆ιὰ ταύτην καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι, καὶ οἱ τῆς συγγενείας ἐκινήθησαν θεσμοὶ, καὶ τὰ τῆς οὐσίας αὐτῆς διέφθαρται δίκαια.
 [04168]  Καὶ γὰρ καὶ ἐν τῇ Καινῇ νόμοι μυρίοι, καὶ περὶ πολλῶν μειζόνων πραγμάτων·
 [09701]  Εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ' ἐκείνου οἱ νόμοι.
000-00-00 Serial Number=0845939279
In illud Domine non est in homine Ante [Go Back]  
 [00042]  εἰκῆ βασιλείας ὑπόσχεσις, εἰκῆ γεέννης ἀπειλὴ, εἰκῆ νόμοι καὶ τιμωρίαι καὶ κολάσεις καὶ συμβουλαί.
000-00-00 Serial Number=0907597840
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00303]  Ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὅτι, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι τῆς Παλαιᾶς τοῖς τῆς Καινῆς, σφόδρα ἂν διισχυρισάμην, ὡς οὐδὲ οὕτως ἕτερον ἐπεισάγειν Θεὸν ἐχρῆν.
 [00316]  Ὅτι μὲν οὖν, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι, οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτων·
000-00-00 Serial Number=0508449793
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00377]  τὰ δὲ πράγματα ἦν ἀδιόρθωτα, καὶ ἡ οἰκουμένη ἀκανθῶν ἔγεμε, καὶ ἀσέβεια ἐτυράννει, καὶ ἡ κακία ἐκράτει, καὶ βωμοὶ ἀνήπτοντο, καὶ κνίσσα ἐμόλυνε, καὶ αἵματα ἐξεχεῖτο, καὶ φύσις ἐπατεῖτο, καὶ ὠδῖνες κατεφρονοῦντο, καὶ νόμοι καὶ θεσμοὶ καινοὶ παρελύοντο, καὶ θυγατέρας αὐτῶν καὶ υἱοὺς αὐτῶν τοῖς δαιμονίοις ἔθυον·
 [00378]  καὶ τὰ ἄλλα πάντα ἦσαν πανηγύρεις, καὶ ῥητόρων χοροὶ, καὶ φιλοσόφων σύλλογοι, καὶ δαιμόνων βακχεῖαι, καὶ διαβόλου δύναμις, καὶ ξίφη ἠκονημένα, καὶ πανταχοῦ κρημνοὶ, καὶ πανταχοῦ σκόπελοι, καὶ συνήθεια ἡ κρατοῦσα, καὶ ὠδῖνες πατέρων, καὶ ἡ προγόνων ἀσέβεια, ὁδὸν ἡδονῆς ἔχουσα, καὶ νόμοι βασιλέων διεφθαρμένοι, καὶ δοῦλοι καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἰδιῶται, καὶ πλούσιοι καὶ πένητες, πάντες ἀσεβείᾳ συμπεπλεγμένοι, καὶ πολλὰ ἔχοντες τὰ μηχανήματα·
000-00-00 Serial Number=0035911024
In illud Vidi dominum Ante [Go Back]  
 [01001]  νόμοι ἀδικοῦνται, θεσμοὶ ἀνατρέπονται.
000-00-00 Serial Number=0400976062
In illud Vidua eligatur Ante [Go Back]  
 [00282]  καὶ διὰ τοῦτο τὰ ἄνω κάτω γεγένηται, καὶ οὓς οὐ παιδεύουσιν οἱ γονεῖς, οἱ ἔξωθεν παιδεύουσι νόμοι.
000-00-00 Serial Number=0650934756
In operarios undecimae horae Ante [Go Back]  
 [00058]  Ἀμπελὼν αὐτοῦ ἐστιν νόμοι, προστάγματα, δικαιώματα, κρίματα.
000-00-00 Serial Number=0303097248
In principium Actorum Ante [Go Back]  
 [00412]  καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι.
000-00-00 Serial Number=0827994049
In resurrectionem domini [2] Ante [Go Back]  
 [00017]  [3] Αὕτη ἡ ἡμέρα ἐν ᾗ ὁ Ἀδὰμ ἠλευθερώθη, ἐν ᾗ ἡ Εὕα ἀπηλλάγη τῆς λύπης, ἐν ᾗ ὁ ἀνήμερος θάνατος ἔφριξεν, ἐν ᾗ τῶν κραταιῶν λίθων ἡ δύναμις παρελύθη ῥαγεῖσα καὶ τὰ τῶν μνημείων κλεῖθρα διασπασθέντα ἀνέθη, ἐν ᾗ τὰ τῶν τελευτησάντων πάλαι σώματα τῇ προτέρᾳ ζωῇ παρεδόθη, ἐν ᾗ οἱ διὰ παντὸς ἰσχυροὶ καὶ βέβαιοι τῶν καταχθονίων νόμοι ἥττηνται, ἐν ᾗ ἐξανισταμένου τοῦ δεσπότου Χριστοῦ οἱ οὐρανοὶ ἀνεῴχθησαν, ἐν ᾗ τὸ τῆς ἀναστάσεως εὐθαλὲς καὶ εὔκαρπον ὡς ἐν κήπῳ τῇ οἰκουμένῃ τῷ γένει τῶν ἀνθρώπων ἐβλάστησεν, ἐνᾗ τὰ τῶν νεοφωτίστων ἀνεφύησαν κρίνα, ἐν ᾗ τὰ τῶν ἁμαρτωλῶν ἐξηράνθησαν ῥεῖθρα, ἐν ᾗ τὰ τοῦ διαβόλου παρελύθησαν νεῦρα, ἐν ᾗ τὰ τῶν δαιμόνων ἐσκορπίσθησαν τάγματα, ἐν ᾗ τὰ τῶν Ἰουδαίων κατῃσ χύνθησαν πλήθη, ἐν ᾗ τὰ τῶν πιστῶν εὐφραίνονται τάγματα, ἐν ᾗ τὰ τῶν μαρτύρων ἀναθάλλουσι διαδήματα.
000-00-00 Serial Number=0746650815
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00291]  τότε οὐρανοὶ μὲν ἐσαλεύθησαν, ἀρχαὶ δὲ ἐκινήθησαν, ὑπερκόσμιοι θρόνοι καὶ νόμοι, τὸν ἀρχιστράτηγον τῆς μεγάλης δυνάμεως ὁρῶντες κρεμάμενον, μικροῦ δ' ἂν ἐξέπεσον καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ, τὸν πρὸ ἑωσφόρου βλέποντες ἁπλούμενον, ἐσβέσθη δὲ παρ' ὀλίγον καὶ τὸ τοῦ ἡλίου πῦρ, τὸ μέγα βλέπον τοῦ κόσμου φῶς ἀμαυρούμενον·
000-00-00 Serial Number=0698139012
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00067]  ∆ιὰ γὰρ τοῦτο συνεχῶς ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν ἐκείνην καταφεύγω ψυχὴν, ὅτι χρήσιμοί τινές εἰσι καὶ θεῖοι νόμοι τὰ Παύλου ῥήματα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»