Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μηδέπω [143]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μηδέπω


000-00-00 Serial Number=0724144220
Ad Innocentium papam i Ante [Go Back]  
 [00020]  Καὶ ταῦτα ποιήσας ἔπεμπε, καὶ ἐκάλει ἡμᾶς εἰς δικαστήριον, μηδέπω τὰς καθ' ἑαυτοῦ ἀποδυσάμενος αἰτίας, ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας τοὺς νόμους ἦν.
 [00023]  Ὁ γὰρ μηδέπω λιβέλλους δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας, κοινωνίας, εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστὰς, καὶ ἐκκλησίαν ἐρημῶν·
000-00-00 Serial Number=0947421491
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00314]  μηδέπω θαῤῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς καὶ ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν·
 [00568]  τὸ δὲ αἴτιον, ὅπερ ἔφην, ἐστὶ τὸ μηδέπω παρεῖναι τῆς κρίσεως τὸν καιρόν.
 [01448]  τὰ γὰρ μέλλοντα τοὺς Ἰουδαίους διαδέξασθαι προέμαθε κακὰ, τὴν εἰδωλολατρείαν, τὴν αἰχμαλωσίαν, τὰς ἀφάτους συμφορὰς, ὡς μηκέτι μόνον αὐτὸν οἷς ἑώρα καὶ τοῖς γεγενημένοις, ἀλλὰ καὶ τοῖς μηδέπω συμβεβηκόσι κατατρύχεσθαι τὴν ψυχήν.
 [01681]  Οὐ γὰρ τὰ παρόντα μόνον αὐτὸν ἠνία κακὰ, ἀλλὰ καὶ τὰ μέλλοντα συνετάραττεν, ἅπερ καὶ μηδέπω γεγενημένα κατηξιώθη μαθεῖν προφητικοῖς ὀφθαλμοῖς·
 [01691]  Ταῦτα ἐκεῖνος ὁ μηδέπω καὶ νῦν τετελευτηκώς.
000-00-00 Serial Number=0990663409
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00020]  Καθάπερ γὰρ δέσποινα φοβερά τε καὶ ἐμβριθὴς, μύρον ἐργαζομένη ποικίλον, βαρύτιμον καὶ πολυτελὲς, καὶ πολλῶν εἰς τοῦτο δεομένη τῶν διακονησομένων χειρῶν, τὰς θεραπαίνας αὐτῆς ἀναστήσασα, καὶ πρὸς ἑαυτὴν ἀγαγοῦσα, τὴν μὲν κοσκίνῳ τὸ μηδέπω κατειργασμένον τῶν ἀρωμάτων ἀποκρίνειν ἐκέλευσε, τὴν δ' αὖ ζυγὰ καὶ σταθμὰ λαβοῦσαν σκοπεῖν ἀκριβῶς, ὅπως μήτε ἔλαττον, μῆτε πλέον τοῦ δέοντος ἐπεισελθὸν τῆς τοῦ παντὸς κατασκευῆς τὴν συμμετρίαν λυμήνηται, καὶ τὴν μὲν ἕψειν τὰ τούτου δεόμενα, τὴν δὲ τρίβειν ὅσα μὴ καλῶς ἔχει, τὴν δὲ ἕτερα φύρειν καὶ ἀναμιγνύναι τοῖς ἄλλοις, τὴν δὲ ἀλάβαστρον ἔχουσαν ἑστάναι·
000-00-00 Serial Number=0909216464
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00357]  [7.12] Τί δὲ αὐτοῦ ἡδύτερον, ὅταν τῆς νυκτὸς ἀπελθούσης καὶ μηδέπω τῆς ἀκτῖνος ἀνισχούσης, καθάπερ κροκωτῷ τινι πέπλῳ τοῖς προοιμίοις τῆς ἀνατολῆς τοῦ ἡλίου φοινισσόμενος καλλωπίζηται;
 [01107]  [22.1] Καὶ γὰρ οἱ μηδέπω τῷ λόγῳ τοῦ Χριστιανισμοῦ προσελθόντες καὶ ἐντεῦθεν μειζόνως, ἐὰν νήφωσι, κερδαίνουσι.
000-00-00 Serial Number=0446220875
Ad illuminandos catecheses Ante [Go Back]  
 [00298]  Ἵνα σὺ τὴν πίστιν ἐπιδείξῃ τὴν περὶ αὐτὸν, τοῖς μηδέπω δοθεῖσιν ἀπὸ τῆς ὑποσχέσεως αὐτοῦ μόνης πιστεύων.
000-00-00 Serial Number=0644716918
Ad populum Antiochenum Ante [Go Back]  
 [01984]  ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως.
 [02782]  ποῖον διδάσκαλον, εἰ αἱ Γραφαὶ μηδέπω ἦσαν;
 [05253]  ∆ιὰ τοῦτο καὶ οἴκοι καθήμενος ἔχαιρον μεθ' ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν ἰδεῖν καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν.
 [05440]  Καὶ μή μοι λέγε, ὅτι τὸ πλέον κατώρθωσα, ἀλλ' εἰ μὴ τὸ πᾶν κατώρθωσας, μηδὲν μηδέπω πεποιηκέναι νόμιζε·
000-00-00 Serial Number=0558200955
Adversus Judaeos Ante [Go Back]  
 [00472]  ὅσοι δὲ μηδέπω τῆς καλῆς ταύτης ἐκρατήσατε θήρας, ἱκανὴν ἔχετε προθεσμίαν, τὰς πέντε ταύτας ἡμέρας, ὥστε περιγενέσθαι τῆς ἄγρας.
 [00830]  Καὶ πολλάκις τοῦτο συνέβη, μετὰ τὸν σταυρὸν, μετὰ τὴν ἀνάστασιν, μηδέπω τῆς ἑβδομάδος ἀπαρτισθείσης, τὴν νηστείαν ἐπιτελεῖσθαι·
 [02456]  ∆εκάτας ἔδωκε καὶ αὐτὸς, φησὶ, τῷ Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς, διὰ τοῦ πατρὸς αὐτοῦ·
000-00-00 Serial Number=0478332341
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00675]  τάχα οὐδὲ ἄλλος ἀνθρώπων οὐδεὶς, ἅτε μηδέπω ταύτης γευσάμενος καθαρῶς.
 [01627]  Τοῦτο δὴ καὶ ποιῶμεν, ὅταν αὐτοῖς μηδέπω δυνατὸν ᾖ πρὸς ἡμᾶς ἐλθεῖν·
000-00-00 Serial Number=0173687696
Catecheses ad illuminandos Ante [Go Back]  
 [00275]  Εἰ γὰρ μηδέπω καμόντας μηδὲ ἐπιδειξαμένους τι γενναῖον τοσαύτης ἀξιοῖ τῆς δωρεᾶς καὶ τὰ ἐν παντὶ χρόνῳ πεπλημμελημένα ἀφίησιν, εἰ μετὰ τὴν τοσαύτην φιλοτιμίαν εὐγνώμονες γενόμενοι τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν βουληθείητε, πόσης ὑμᾶς εἰκὸς ἀξιωθῆναι παρὰ τοῦ φιλανθρώπου Θεοῦ τῆς ἀμοιβῆς;
 [00621]  Εἰ γὰρ μηδέπω μηδὲν ἐργασαμένους ἀγαθὸν ἀλλὰ καὶ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντας ἐπικείμενα τοσούτων ἠξίωσε δωρεῶν, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, οὐ γὰρ μόνον ἁμαρτημάτων ἀπήλλαξε καὶ δικαιοσύνην ἐχαρίσατο ἀλλὰ καὶ ἁγίους ἀπέδειξε καὶ υἱοθεσίαν παρέσχεν, εἰ τοίνυν προλαβὼν τοσαῦτα ἐδωρήσατο, εἰ τὰ παρ' ἑαυτῶν μετὰ τοσαύτας δωρεὰς εἰσενεγκεῖν σπουδάσετε καὶ μετὰ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων καὶ πολιτείας ἀκρίβειαν ἐπιδείξεσθε, πῶς οὐ μείζονος πάλιν ἀξιωθήσεσθε τῆς φιλοτιμίας;
000-00-00 Serial Number=0407873094
Commentarius in Job Ante [Go Back]  
 [00004]  ἀλλὰ μηδέπω ἀποφαινώμεθα, ἕως ἂν ἀπ' αὐτῆς τῆς ἱστορίας μάθωμεν, εἴτε ἐν τούτῳ εἴτε ἐν ἐκείνῳ τῷ χρόνῳ ἦν.
000-00-00 Serial Number=0682062507
Contra theatra Ante [Go Back]  
 [00010]  ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται.
000-00-00 Serial Number=0116757452
De Anna i Ante [Go Back]  
 [00229]  Ὢ παῤῥησίας γυναικός! Ἐπειδὴ καταβαλεῖνοὐδὲ τότε εἶχε, διὰ τὸ μηδέπω λαβεῖν, ἀπὸ τῶν μελλόντων καταβάλλει τὴν τιμήν.
 [00863]  Καὶ μὴ θαυμάσητε, εἰ μηδέπω τῆς ὑποθέσεως ταύτης ἀπηλλάγημεν.
000-00-00 Serial Number=0478383064
De Christi precibus Ante [Go Back]  
 [00225]  Οὐκ ὀργισθήσῃ, ἔδοξεν ἂν βαρὺ τὸ λεγόμενον εἶναι διὰ τὴν ἀπόνοιαν τῶν ἀκουόντων μηδέπω συνιέναι δυναμένων, ὅτι οὐκ ἀνατρέπων τὰ πρότερα, ἀλλ' αὔξων ταῦτα ἐνομοθέτει·
000-00-00 Serial Number=0083874881
De Davide et Saule Ante [Go Back]  
 [00510]  ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται.
000-00-00 Serial Number=0133793473
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00064]  Καθάπερ γὰρ καὶ μηδέπω φανέντος ἡλίου, φαιδρὸς ἡμῖν ὁ ὄρθρος φαίνεται, τῶν μὲν ἀκτίνων οὐδέπω γιγνομένων δήλων, τοῦ δὲ φωτὸς τῶν ἀκτίνων τὴν οἰκουμένην καὶ πόῤῥωθεν καταλάμποντος·
000-00-00 Serial Number=0572355568
De Lazaro Ante [Go Back]  
 [00412]  Ἐκεῖνος γὰρ οὐδὲν οὐδέπω τοιοῦτον φιλοσοφεῖν ἠδύνατο διὰ τὸ μηδέπω τὸν καιρὸν τούτων ἀφῖχθαι τῶν διδαγμάτων.
 [00866]  καὶ δεῖ τῶν θείων φαρμάκων ἡμῖν, ἵνα καὶ τὰ γινόμενα ἕλκη θεραπεύωμεν, καὶ τὰ μηδέπω μὲν γινόμενα, μέλλοντα δὲ γίνεσθαι, προαναστέλλωμεν, πόῤῥωθεν τοῦ διαβόλου τὰ βέλη κατασβεννύντες καὶ ἀποκρουόμενοι διὰ τῆς συνεχοῦς τῶν θείων Γραφῶν ἀναγνώσεως.
000-00-00 Serial Number=0929215670
De Maccabeis Ante [Go Back]  
 [00258]  Οὐκ ἐτάραττεν αὐτὴν ὁ πρῶτος ἑλκόμενος εἰς θάνατον τῶν παίδων, ὡς ὁ δεύτερος μηδέπω τῶν ἀγώνων ἁψάμενος ἐπτόει·
000-00-00 Serial Number=0528496206
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00053]  Ἀλλ' ἵνα πρὸς τοὺς κινδύνους ὦμεν παρατεταγμένοι, τὸ αἷμα ἡμῶν ἐν ταῖς ψυχαῖς περιφέροντες, πρὸς σφαγὴν καὶ θάνατον ἕτοιμοι καθημερινὸν, οὕτως ἅπαντα πράττοντες, ὡς μηδέπω προσδοκᾷν μέχρι τῆς ἑσπέρας τὴν ἡμετέραν διαρκέσαι ζωὴν, ὡς ἀποθανούμενοι πάντως.
000-00-00 Serial Number=0658572078
De consubstantiali Ante [Go Back]  
 [00129]  Αὕτη δὲ ἦν, τὸ μηδέπω δύνασθαι δέξασθαι τὸ μέγεθος τῶν λεγομένων.
 [00131]  νῦν δὲ εἰ καὶ ἐκείνους μηδὲν ὠφέλει, ἀλλ' ἡμᾶς ἐπαίδευε, καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχειν παρεσκεύαζε, καὶ ἔπειθεν ὅτι διὰ τὸ μὴ δύνασθαι μηδέπω τὸ μέγεθος τῶν λεγομένων δέχεσθαι ἐκείνους, ἐπὶ τὸ ταπεινότερον τὸν λόγον μετήγαγεν.
000-00-00 Serial Number=0672092021
De decem millium talentorum debitore Ante [Go Back]  
 [00114]  καὶ μηδέπω γενόμενος ποιμὴν, ποιμένος εἶχε ψυχὴν, καὶ μηδέπω τὴν ἀρχὴν ἐγχειρισθεὶς, τὴν πρέπουσαν ἄρχοντι κηδεμονίαν ἐφύλαττεν, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης φροντίζων.
000-00-00 Serial Number=0857789516
De fato et providentia Ante [Go Back]  
 [00302]  ὅταν δὲ μηδέπω ὦσι παραδοθέντες, μηδὲ ὁ καιρὸς ἐπιστῇ τῆς ψήφου, μήπω δὲ αὐτὸς τὰς εὐθύνας ἀπαιτῇ, προλαβὼν προκαταγινώσκεις;
000-00-00 Serial Number=0309425056
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00399]  μηδέπω γὰρ τίθει τὰ ὀνόματα.
000-00-00 Serial Number=0865834355
De jejunio sermones 1 Ante [Go Back]  
 [00396]  ἀλλὰ μηδέπω παρόντων τῶν πραγμάτων, τὰ γράμματα σκιὰν ἔσχον, τοῦτο οἰκονομήσαντος τοῦ Θεοῦ.
000-00-00 Serial Number=0650158703
De occursu domini Ante [Go Back]  
 [00124]  καὶ ἐγένετο ἐν Ἱερουσαλὴμ μυρίανδρος Ἐκκλησία μηδέπω τοῦ ναοῦ καταστραφέντος, μηδέπω τῶν Ἰουδαίων ἐκβληθέντων, μηδέπω τῆς Ἱερουσαλὴμ κατενεχθείσης.
000-00-00 Serial Number=0374028921
De paenitentia [1] Ante [Go Back]  
 [00060]  Πῶς δὲ τέκνα καλεῖ τὰ μηδέπω τεχθέντα;
 [00067]  Τῶν γὰρ μηδέπω πεπιστευκότων οὐκ ἐλάττονα πόνον παρεῖχεν αὐτῷ τῶν πιστῶν τὰ πτώματα.
 [00148]  Καὶ καθάπερ οἰκίας καιομένης, καὶ οἱ μηδέπω δεξάμενοι τὸ κακὸν, τῶν ὄντων ἐν τῇ συμφορᾷ οὐκ ἔλαττον ἐπείγονται καὶ πάντα συνεισφέρουσιν, ὥστε μὴ τὸ πῦρ ἐπειγόμενον καὶ ἐπὶ τὰς αὐτῶν θύρας ἔλθῃ·
 [01137]  εἰ μηδέπω τοῦ πολέμου τῶν ἐπιθυμιῶν ἀναστάντος ἐπιτήδειον ἡμῖν τὸ ὅπλον ἦν, πολλῷ μᾶλλον μετὰ τὴν τοσαύτην μάχην τὴν ἀπὸ τῶν ἐπιθυμιῶν, τὴν ἀπὸ τῶν δαιμόνων, ἀναγκαία ἡ παρὰ τῆς νηστείας συμμαχία.
000-00-00 Serial Number=0659388483
De paenitentia [2] Ante [Go Back]  
 [00229]  καὶ ἐπειδὴ λαλεῖν οὐ δύναται μηδέπω, μηδὲ τὴν γλῶσσαν ἔχων φθέγξασθαι δυναμένην, μηδὲ τὸ στόμα ταῖς προθυμίαις ὑπηρετούμενον, παρὰ τῆς μητρὸς γλῶσσαν χρησάμενος προφητεύει, καὶ φθέγγεται μὲν Ἐλισάβετ·
000-00-00 Serial Number=0369899154
De resurrectione mortuorum Ante [Go Back]  
 [00382]  Εἰ γὰρ μηδέπω τοῦ καιροῦ τῆς ἀντιδόσεως παραγενομένου, ἀλλ' ἔτι τῶν παλαισμάτων ἑστώτων, τοσούτοις ἡμᾶς ἠμείψατο στεφάνοις ὁ Θεὸς, ἐννόησον ὅσα σοι κατὰ τὸν καιρὸν τὸν τῶν βραβείων δώσει τὰ ἀγαθά.
000-00-00 Serial Number=0726099074
De sacerdotio Ante [Go Back]  
 [00927]  Πῶς γὰρ οὐκ ἄτοπον ἀνδράποδον μὲν πρίασθαι βουλομένους καὶ ἰατροῖς ἐπιδεικνύναι καὶ τῆς πράσεως ἐγγυητὰς ἀπαιτεῖν καὶ γειτόνων πυνθάνεσθαι καὶ μετὰ ταῦτα πάντα μηδέπω θαρρεῖν, ἀλλὰ καὶ χρόνον πολὺν πρὸς δοκιμασίαν αἰτεῖν, εἰς δὲ τοσαύτην λειτουργίαν μέλλοντάς τινα ἐγγράφειν, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἂν τῷ δεῖνι δόξῃ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἑτέρων μαρτυρῆσαι, ἐγκρίνειν, μηδεμίαν ποιουμένους ἑτέραν ἐξέτασιν;
000-00-00 Serial Number=0631803513
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00021]  ἡ δὲ μηδὲν μηδέπω παθοῦσα τοιοῦτον, ἀλλὰ ἀκέραιον ἔτι τὸ σῶμα ἔχουσα, καὶ μηδεμιᾶς ὀδύνης αἰσθομένη μηδέπω, μεγάλου τινὸς καὶ γενναίου φρονήματος δεῖται, εἰ μέλλοι βιαίῳ θανάτῳ τῆς παρούσης ἑαυτὴν ἐξάγειν ζωῆς.
000-00-00 Serial Number=0679277599
De sancta pentecoste Ante [Go Back]  
 [00150]  τῆς δὲ καταλλαγῆς μηδέπω γενομένης, εἰκότως οὐδὲ τὸ Πνεῦμα ἐπέμπετο, ὥστε καταλλαγῆς τεκμήριον τὸ Πνεῦμα ἀποσταλῆναι.
000-00-00 Serial Number=0180593133
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00254]  δι' ἓν μὲν, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, καὶ ὅτι ἀληθής ἐστι Θεὸς τὰ μηδέπω συμβάντα προορῶν πόῤῥωθεν.
000-00-00 Serial Number=0932933152
De virginitate Ante [Go Back]  
 [00865]  Ἔστι γὰρ καὶ χήραν εἶναι καὶ μὴ καταλέγεσθαι εἰς τὸ τῶν χηρῶν ἀξίωμα, ὅταν μηδέπω ᾖ τοῦτο καταδεξαμένη.
000-00-00 Serial Number=0344553232
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02088]  Ὁ γὰρ μηδέπω θαῤῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα, οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν·
 [02191]  ὅταν δὲ μηδέπω ὦσι παραδοθέντες, αὐτὸς
 [03210]  οἱ δὲ μηδέπω παθόντες, δεδοικότες μὴ πάθωσι, καὶ συναλγοῦντες τοῖς πεπονθόσι, τὸν αὐτὸν ἐπιδείκνυνται πόλεμον·
 [06779]  ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως.
 [09811]  δότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις καὶ τοῖς περιφερομένοις.
000-00-00 Serial Number=0791272581
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00156]  πύργος γὰρ ἦν ᾠκοδομημένος ἐπὶ τὴν πέτραν, πανταχόθεν περικρουόμενος καὶ μηδέπω καταπίπτων.
000-00-00 Serial Number=0343875766
Epistulae Ante [Go Back]  
 [02934]  Εἰ δὲ μηδὲν μηδέπω γέγονε πλέον, τοὺς μὲν ἀνίατα νοσοῦντας καὶ μὴ διορθωθέντας ταλανίζομεν, ὑμᾶς δὲ θαυμάζοντες καὶ μακαρίζοντες οὐ διαλιμπάνομεν, ὅτι μετὰ τοσοῦτον χρόνον τῶν πραγμάτων ἀδιορθώτων μεινάντων, οὐκ ἀπεκάμετε, οὐδὲ ὕπτιοι γεγόνατε, ἀλλὰ καὶ ἐπίκεισθε, ἔτι ἀκμαζούσῃ τῇ προθυμίᾳ τὴν παρ' ἑαυτῶν εἰσφέροντες συμμαχίαν, εἰς κρῖμα μὲν τῶν οὐκ ἐθελόντων ὑμῶν ἀνασχέσθαι, εἰς στεφάνους δὲ τῆς ὑμετέρας σπουδῆς, καὶ βραβεῖα πολλά.
000-00-00 Serial Number=0195282519
Expositiones in Psalmos Ante [Go Back]  
 [00738]  Εἰ δέ τινα θορυβεῖ τὸ μηδέπω τελείους ἡμᾶς εἶναι, καὶ ὑποπτεύει τὰ εἰρημένα, ἀκουέτωσαν Παύλου λέγοντος·
 [03667]  καθάπερ οἱ τεμνόμενοι, μηδέπω τελείας γενομένης τῆς τομῆς, παρακαλοῦσι τὸν ἰατρὸν ἀποστῆσαι τὴν χεῖρα·
 [05430]  καθάπερ οἱ τεμνόμενοι, μηδέπω τελείας γενομένης τῆς τομῆς, παρακαλοῦσι τὸν ἰατρὸν ἀποστῆσαι τὴν χεῖρα·
000-00-00 Serial Number=0550913334
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01452]  ἐναπόθετε μόνον τὸν καρπὸν, καὶ μηδέπω συλλεγέντων αὐτῶν, πάλιν αὐτὴν κελεύει τὰ αὐτὰ ἐκφέρειν.
000-00-00 Serial Number=0441967666
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00052]  τί εἰκὸς ἦν παθεῖν ἐκεῖνον τὸν πρῶτον βλέποντα νεκρὸν, καὶ ἐν τῷ τοῦ παιδὸς σώματι, καὶ παιδὸς τοιούτου, καὶ μηδέπω τῇ συνεχείᾳ τῶν τελευτώντων μελετήσαντα τὸ πάθος, ἀλλὰ τῷ ξένῳ μάλιστα θορυβούμενον;
000-00-00 Serial Number=0832464337
In Acta apostolorum Ante [Go Back]  
 [00216]  Καὶ πῶς, εἰ μηδέπω παρεγεγόνει, ἔλεγε, Λάβετε Πνεῦμα ἅγιον;
 [03069]  τὸν δὲ μηδέπω, οὐδὲ λόγον ἀκοῦσαι ἄξιον.
000-00-00 Serial Number=0657495320
In Eutropium Ante [Go Back]  
 [00052]  οὐκ ἀναξαίνων τὰ ἕλκη τοῦ τετρωμένου, ἀλλὰ τοὺς μηδέπω τετρωμένους ἐν ὑγείᾳ διατηρῆσαι ἀσφαλεῖ·
000-00-00 Serial Number=0630339384
In Genesim sermones Ante [Go Back]  
 [01199]  Ὥσπερ οὖν ἐκεῖνος κέκριται, μηδέπω κρινόμενος, κἀκεῖνος μεταβέβηκεν εἰς τὴν ζωὴν, μηδέπω μεταβὰς, καὶ πρὸς ἐκεῖνον ἀπὸ τοῦ κατορθώματος, καὶ πρὸς τοῦτον ἀπὸ τοῦ ἁμαρτήματος, ὡς γεγενημένων δὴ πραγμάτων οὔπω γεγενημένων διαλέγεται·
000-00-00 Serial Number=0055496156
In Isaiam Ante [Go Back]  
 [01349]  Εἰ δὲ μή τις μηδέπω τὸ τοιοῦτον ἔπαθε γυνὴ καλλωπισαμένη, μὴ θαρρείτω.
 [02671]  Ἐν τῷ χρόνῳ, φησί, τῆς ἡλικίας τῆς ἀώρου καὶ μηδέπω φθέγγεσθαι δυναμένης, τὰ τῆς νίκης ἔσται καὶ τῶν τροπαίων, οὐχ ὡς τοῦ παιδίου δυναμένου παρατάξασθαι καὶ καθελεῖν τοὺς πολεμίους, ἀλλ' ὡς τῆς ἡλικίας ἐκείνης, τουτέστι, τοῦ χρόνου τοῦ πρὸ τῆς τοῦ παιδίου διαλέξεως παραδιδόντος ἅπαντα τοῖς πολεμίοις.
000-00-00 Serial Number=0686458945
In Joannem Ante [Go Back]  
 [00177]  τὰ δὲ ἐν τοῖς οὐρανοῖς, καὶ ἃ μηδεὶς μηδέπω ἔμαθε πρὸ τούτου.
 [01332]  Καὶ γὰρ ἐπὶ τῆς οἰκοδομίας, ὁ μὲν μηδέπω τῶν προτέρων λίθων σφιγγέντων ἑτέρους ἐπιθεὶς, σαθρὸν ἅπαντα καὶ εὐκατάβλητον ὑφαίνει τὸν τοῖχον·
 [01960]  Οὐκ ἄνδρες δὲ καὶ γυναῖκες μόνον ὑπὸ τῆς ἡδονῆς ἐπτερώθησαν, ἀλλὰ καὶ τὸ μηδέπω βρέφος εἰς φῶς ἐξελθὸν, ὁ τῆς ἐρήμου πολίτης, λέγω, καὶ τούτου ὁμώνυμος τοῦ εὐαγγελιστοῦ, ἐσκίρτησεν, ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν ἔτι, καὶ πάντες μετέωροι ταῖς ἐλπίσι πρὸς τὰ μέλλοντα ἦσαν.
 [02096]  Οἱ δὲ ἔτι παῖδες Ἰουδαῖοι, καὶ πρὸς τὸ ὕψος ἐκεῖνο μηδέπω φθάσαι δυνάμενοι, ἄνθρωπον εἶχον διδάσκαλον, οὐ τὰ ἑαυτοῦ αὐτοῖς λέγοντα, ἀλλὰ τὰ ἄνωθεν ἀπαγγέλλοντα.
 [02111]  Τέως οὖν τοῦτο κατορθῶσαι ἐσπούδαζεν ἐν ταῖς τῶν ἀκροατῶν διανοίαις, ὅτι τοῦ μαρτυροῦντος ὁ μαρτυρούμενος μείζων, τοῦ παραγενομένου πρώτου ὁ μετὰ ταῦτα ἐλθὼν, τοῦ δήλου καὶ περιφανοῦς ὁ μηδέπω φανείς.
 [02154]  Καὶ πῶς, φησὶν, εἰ περὶ τῆς ἐκφάνσεως τῆς εἰς ἀνθρώπους ἦν, καὶ τῆς μελλούσης ἕψεσθαι παρ' αὐτῶν δόξης ὁ λόγος, τὸ μηδέπω τέλος εἰληφὸς ὡς ἤδη γεγενημένον λέγει;
 [02163]  Καὶ περὶ τοῦ προδότου διαλεγόμενος τοῦ μηδέπω γεννηθέντος, οὕτω πώς φησιν·
 [04189]  Καὶ οὐδὲ ὁ Χριστὸς πρὸ τοῦ πράγματος αὐτοῖς ἀπεκάλυψε τοῦτο σαφῶς, ἵνα μὴ σκανδαλισθῶσιν ἐν ἀρχῇ διαπιστοῦντες τῷ λεγομένῳ διὰ τὸ πολὺ παράδοξον, καὶ μηδέπω σαφῶς αὐτὸν εἰδέναι ὅστις ἐστίν.
 [04560]  Οἱ δὲ μηδέπω τούτων καταξιωθέντες, πάντα πράττετε ὥστε καταξιωθῆναι, ἵνα γενώμεθα σῶμα ἓν, ἵνα ὦμεν ἀδελφοί.
 [04988]  Καὶ μὴν εἰ μὴ διὰ τοῦτο ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, πῶς ὁ μὴ πιστεύων ἤδη κέκριται, εἰ μηδέπω πάρεστι τῆς κρίσεως ὁ καιρός;
 [05834]  ἔδοξε γὰρ ἂν κομπάζειν μόνον, τῆς ἀποδείξεως μηδέπω φαινομένης·
 [05904]  ∆ιὰ τοῦτο ἐπάρας αὐτῆς τὸν νοῦν ταῖς ὑποσχέσεσιν, ἔτι τοῖς αἰσθητοῖς ἐνδιατρίβει ῥήμασι, διὰ τὸ μηδέπω δύνασθαι χωρῆσαι τῶν πνευματικῶν τὴν ἀκρίβειαν.
000-00-00 Serial Number=0261771262
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01574]  Μὴ τοίνυν ἐπιμένωμεν, ἀλλ' οἱ μὲν μηδέπω πεσόντες, ἐν τῷ οἰκείῳ μενέτωσαν κάλλει, μᾶλλον δὲ ἐπιπλέον ἀσκείτωσαν τοῦτο·
 [04111]  Οὐδὲ γὰρ οὕτω δέδοικεν ὁ πένης ὑπὲρ λιμοῦ, ὡς ὁ πλούσιος ὑπὲρ τῆς ἀπωλείας τῶν ὄντων τρέμει καὶ ἄγχεται, καὶ ὑπὲρ τοῦ μηδέπω τὰ πάντων λαβεῖν.
 [05055]  διόπερ οὐκ ἐμφιλοχωρεῖ τοῖς ἐγκωμίοις, ἐπειδὴ μηδέπω πεῖραν αὐτῶν εἰλήφεισαν, ἀλλὰ τοσοῦτον λέγει, ὅσον εἰς σύστασιν αὐτοῖς ἤρκει μόνον καὶ τὸ φυγεῖν τὴν πονηρὰν ὑποψίαν.
 [05297]  καὶ οὐκ εἶπε, μὴ βουλομένους, ἀλλὰ, ἀπαρασκευάστους, μηδέπω τὸ πᾶν πεπληρωκότας.
 [06633]  ∆ιόπερ ἐκείνους ἀφεὶς, τῷ μηδέπω βασκαίνοντι διαλέγεται.
 [07544]  Οὕτω [61.593] ἰδὼν τὸν Ἠλίαν ὁ Ἀχαὰβ ᾐσχύνετο, καὶ μηδέπω μηδὲν εἰρηκότος ἐκείνου, ἀπὸ τῆς ὄψεως αὐτοῦ μόνης ἁλούς·
000-00-00 Serial Number=0568732262
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00506]  Ἔστι δὲ καὶ τοῖς νοήμασι συμφωνοῦντα, μηδέπω καὶ τῇ γνώμῃ συμφωνεῖν·
 [00748]  Ἂν μὲν γὰρ μηδέπω τῶν μικρῶν καταφρονῶμεν, καὶ τῶν μεγάλων ἀνθεξόμεθα·
 [01271]  Εἰ δὲ μηδέπω πείθομεν, λογίζου κἀκεῖνο, ὅτι εἰ μὴ τοῦτο ἦν, κἂν εἰ σφόδρα παρεσκευάζοντο, οὐκ ἂν ἐπ' αὐτῷ τὸ κήρυγμα ἐκήρυξαν, ἀλλ' ἀπεστράφησαν αὐτόν.
 [01728]  Τοῦτο καὶ ὁ Παῦλος σπουδάζει δεῖξαι νῦν, ὅτι ἀεὶ ἡμᾶς ἐφίλει καὶ ἄνωθεν ὁ Θεὸς καὶ μηδέπω γενομένους.
 [02157]  τὸ δὲ, καὶ χρόνου παρελθόντος τοσούτου, μηδέπω πρὸς τὰ τελειότερα φθάσαι, τοῦτο τῆς ἐσχάτης νωθείας ἦν.
 [03186]  Καὶ τούτοις αὐτοὺς προλεαίνοντες τοῖς λόγοις, μηδέπω περὶ γεέννης διαλεγώμεθα·
 [05644]  οὐδὲ γὰρ περὶ τῶν μηδέπω συνελθόντων διαλέγεται νῦν, ἀλλὰ περὶ τῶν ἤδη συνελθόντων.
 [06912]  Οὕτω γοῦν καὶ φοβερὸς ἦν, ὡς τοὺς ἀποστόλους [61.186] καὶ μετὰ τὴν ἀρίστην μεταβολὴν μηδέπω τολμᾷν κολλᾶσθαι αὐτῷ.
 [09999]  Ὁ μηδέπω τέως ἁλούς.
 [09999]  Καὶ γὰρ ἐπονείδιστον αὐτοῖς εἶναι δοκεῖ τὸ δεδέ-σθαι, ἐπεὶ μηδέπω τῆς παρ' ἡμῖν ἐγεύσαντο δόξης.
 [09999]  Τίς δὲ ἔσται ποθεινότερος, ὁ κατειργασμένος, ἢὁ μηδέπω ἁλούς;
000-00-00 Serial Number=0236655414
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00019]  Ἐμοὶ δοκεῖ, διὰ τὸνεοκατηχήτους εἶναι τοὺς ἄνδρας, καὶ μηδέπω αὐτοῦ πεῖραν εἰληφέναι, οὐ τίθησι τὸ ἀξίωμα·
 [00068]  Μικρὸς οὗτος κόπος, εἰπέ μοι, μηδέπω τῶν σπερμάτων παγέντων, τοσοῦτον χειμῶνα φέρειν, τοσούτους πειρασμούς;
 [00168]  Εἰ γὰρ ὁ μηδέπω πιστεύσας, τοσοῦτον ἔλαμψεν ἐν ἀρχῇ, πολλῷ μᾶλλον οἱ ἤδη πιστεύσαντες.
 [02367]  Τοῦτο δὲ αὐτῇ συμβαίνειν εἴωθεν, ὅταν ἀτελῆ καὶ μηδέπω κατηρτισμένην τὴν διάνοιαν ἔχῃ.
000-00-00 Serial Number=0403967500
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00546]  ἀντίκειται γὰρ αὐτῷ ἔτι, καὶ τοσοῦτον αὐτοῦ τὸ μέσον, ὡς τοὺς ὑπ' ἐκείνου φερομένους μηδέπω ἀξίους εἶναι τούτου μετέχειν·
000-00-00 Serial Number=0576286614
In epistulam ad Colossenses Ante [Go Back]  
 [01276]  Πάλιν σε ἐρωτῶ, διὰ τί μὴ πάντας ἀθρόον ἐποίησεν, ἀλλ' ἡ μὲν τοῦ δεῖνος ψυχὴ τοῦ πρώτου γενομένου τοσαῦτα ἔτη ἔχει οὖσα, ἡ δὲ ἑτέρα ἠλάττωται ἡ μηδέπω γενομένη;
000-00-00 Serial Number=0474063158
In epistulam ad Ephesios Ante [Go Back]  
 [00855]  Οὐ γάρ ἐστιν ἴσον μηδέπω τυχεῖν μυστηρίων, καὶ μετὰ τὸ τυχεῖν προσκρούσαντα καταφρονεῖν, καὶ ἀνάξιον ἑαυτὸν καταστῆσαι τοῦ πράγματος.
000-00-00 Serial Number=0224031866
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00164]  δεύτερον δὲ, διὰ τὸ τοὺς ἀκροατὰς μηδέπω εἶναι τελείους·
 [01385]  ἢ ἐκεῖνο, ὅτι πάντες δοῦλοι ἦσαν τοῦ θανάτου, φησὶ, καὶ τῷ μηδέπω αὐτὸν λελύσθαι ἐκρατοῦντο·
 [01490]  Ἡμεῖς ἐρχόμεθα τὰ περὶ ἀναστάσεως φιλοσοφοῦντες, πάντας παιδεύοντες, καὶ τοὺς μηδέπω πεπληγμένους, διὰ τῆς εἰς ἐκεῖνον τιμῆς, εἴ ποτε συμβαίη τι τοιοῦτον, φέρειν γενναίως·
 [03168]  ὁ δὲ μηδέπω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ' ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται.
 [04231]  Ὅσοι δὲ μηδέπω κατηξιώθησαν τούτων, μηδὲ οὗτοι διὰ τοῦτο θαῤῥείτωσαν·
 [06492]  Εἰ δὲ οἱ μηδὲν μηδέπω περὶ ἀναστάσεως εἰδότες, ἀλλὰ καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν·
 [06629]  Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ·
 [06652]  Περὶ τῶν μηδέπω βλεπομένων, φησί·
 [06659]  Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ.
 [06856]  ∆ότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις, οἱ ἑδραῖοι τοῖς περιφερομένοις·
 [08965]  Τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, καί φησιν ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν·
 [09026]  Πῶς ἀξιοῖς συγγνώμης τυχεῖν, εἰπέ μοι, ἐπὶ τοῖς ἁμαρτήμασι, μηδέπω ταῦτα ὁμολογήσας;
 [09028]  σὺ δὲ μηδέπω πείσας σαυτὸν ἡμαρτηκέναι, πῶς ἀξιοῖς ἐλεηθῆναι, ἐπὶ τοῖς πλημμελήμασιν οὕτως ἀναισχυντῶν;
000-00-00 Serial Number=0581730723
In epistulam ad Romanos Ante [Go Back]  
 [01863]  ὁ μηδέπω μαθὼν, ὅτι πλεονεξία κακὸν, πῶς περὶ τῶν ἐν τοῖς οὐρανοῖς πραγμάτων φιλοσοφεῖς;
 [06179]  Καίτοι μηδέπω γεννηθέντων, ὁ μὲν ἐτιμᾶτο, ὁ δὲ κατεδικάζετο·
 [07059]  Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἀλλ' ὁ μάλιστα πάντων παρ' αὐτοῖς θαυμασθεὶς, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ τῷ Θεῷ φίλος, ὁ ὑπὲρ αὐτῶν οὕτω ζηλώσας, ὡς καὶ λιμῷ παραδοθῆναι, ὁ μέχρι σήμερον μηδέπω τετελευτηκώς.
000-00-00 Serial Number=0873319209
In epistulam ad Titum Ante [Go Back]  
 [00030]  τὸ γὰρ, Κέκρικα παραχειμάσαι ἐν Νικοπόλει, τεκμήριον ἦν τοῦ μηδέπω ἐν δεσμοῖς εἶναι·
000-00-00 Serial Number=0341998577
In illud Domine non est in homine Ante [Go Back]  
 [00103]  Λέγω γὰρ, φησὶ, τοῖς ἀγάμοις καὶ ταῖς χήραις, οὐ ταῖς ὑποσχομέναις χηρείαν, ἀλλὰ ταῖς μήτε τοῦτο, μήτε ἐκεῖνο μηδέπω ψηφισαμέναις, ἀλλ' ἐν μεταιχμίῳ τινὶ τῆς γνώμης ἑκατέρας οὔσαις.
000-00-00 Serial Number=0593125999
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00517]  σὺ δὲ, ὅταν μὲν σπείρειν δέῃ, οὐ προσέχεις, ὅτι κενοῖς τὰ ταμιεῖα τῶν παλαιῶν γεννημάτων, ἀλλὰ προσέχεις τῷ μηδέπω παρόντι τῶν γεννημάτων ἀμητῷ·
 [00745]  Καὶ πῶς εἶδον, εἰπέ μοι, τὰς μηδέπω παρούσας;
 [00757]  Καὶ τότε εἶπε κατὰ πίστιν πάντας τετελευτηκέναι, καὶ μηδέπω κεκομίσθαι τὰς ἐπαγγελίας·
000-00-00 Serial Number=0805747151
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00135]  Ἡμεῖς μὲν γὰρ τῶν συνόντων ἡμῖν ἀνθρώπων μόλις ποιούμεθα πρόνοιαν, ἐκεῖνος δὲ ὑπὲρ τῶν μηδέπω τεχθέντων πολλὴν ποιεῖται τὴν σπουδήν.
 [00137]  Οὕτω καὶ ὁ Παῦλος, καθάπερ ποιμὴν ἄριστος, ἐφ' ὑψηλοῦ χω ρίου τοῦ τῆς προφητείας ἀξιώματος καθήμενος, καὶ τοῖς προφητικοῖς ὀφθαλμοῖς ἄνωθεν προορῶν κατατρέχοντα τὰ θηρία, ἐπ' αὐτῆς τῆς συντελείας ὁρ μῶντας καὶ ἀποτεινομένους κατὰ τῆς ποίμνης προλέγει καὶ προδιαμαρτύρεται, ἵνα καὶ τοὺς μηδέπω γεννωμέ νους παρασκευάσῃ νήφειν, καὶ πᾶσαν τειχίσῃ τὴν ποί μνην τῇ προφητείᾳ.
000-00-00 Serial Number=0457373440
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00140]  Οὐδέπω ἦν δοθεῖσα ἡ χάρις, ἐπειδὴ ἡ ἔχθρα ἡ πρὸς τοὺς ἀνθρώπους οὐδέπω ἦν καταλυθεῖσα, τῷ μηδέπω τὸν σταυρὸν προκεχωρηκέναι.
000-00-00 Serial Number=0071525335
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00246]  Ὁ δὲ λογισμὸς κυβερνήτου τάξιν ἐπέχει, οὔτε ὑπὸ τοῦ χειμῶνος βαπτιζόμενος, οὔτε ὑπὸ τῆς γαλήνης χαυνούμενος, ἀλλ' ἐν καιρῷ ἀνωμαλίας τὴν ἴσην αὐτῷ φιλοσοφίαν διατηρῶν, μηδέπω τῇ διαφορᾷ σαλευόμενος, καὶ τοῦτο ἢ ἐκεῖνο γινόμενος·
000-00-00 Serial Number=0209477365
In illud Vidua eligatur Ante [Go Back]  
 [00078]  σὺ μέντοι μὴ καταδέξῃ μηδέπω, ἵνα μὴ λέγωσιν ὅτι Νεωτέραν οὖσαν, γήμασθαι βουλομένην, οἰκίας προστῆναι, ὁ δεῖνα κατηνάγκασε·
000-00-00 Serial Number=0791898131
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00317]  ἢ εἰ μὴ τοῦτο, διὰ τὸ μηδὲν αὐτὸν μηδέπω περὶ τοῦ Χριστοῦ πεπεῖσθαι μέγα, διὰ τοῦτο ἐπὶ τὸ ἔλαττον πρότερον ἦλθε, καὶ τὸ φανερὸν καὶ δῆλον, τὴν τοῦ σώματος ὑγείαν·
000-00-00 Serial Number=0243305266
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00118]  Καὶ καθάπερ στρατιώτης γενναῖος εἰς πολεμίους εἰσελθὼν, καὶ κατακόψας τὴν φάλαγγα τῶν ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς·
000-00-00 Serial Number=0730575562
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00077]  Οὐ γάρ ἐστιν ἴσον Ἐκκλησίαν οἰκονομῆσαι νῦν, καὶ τότε, ὥσπερ οὐκ ἔστιν ἴσον τετριμμένην ὁδὸν, καὶ κατεσκευασμένην κα λῶς, μετὰ πολλοὺς ὁδοιπόρους ὁδεύειν, καὶ νῦν πρώτως τέμνεσθαι μέλλουσαν, καὶ φάραγγας καὶ λίθους ἔχουσαν, καὶ θηρίων γέμουσαν, καὶ μηδέπω μηδένα δεξαμένην ὁδοιπόρον.
000-00-00 Serial Number=0431789577
Oratio de hypapante Ante [Go Back]  
 [00032]  Καὶ τότε ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, τουτέστι τῷ πατρί, τὸν μηδέπω χωρισθέντα τοῦ πατρός·
 [00120]  Ἔκτοτε ἀσφαλῶς ἔχε, ὅτι καὶ σὺ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τὴν δωρεὰν ἔλαβες, καὶ μηδέπω ἀπογνῷς σεαυτόν.
000-00-00 Serial Number=0776572824
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00164]  οἱ δὲ ἀνακαίοντες, ἅπαντες αὐτοί τε οἱ ἁλόντες ἤδη, οἵ τε μηδέπω ἁλόντες, ἵνα ἁλῶσι.
000-00-00 Serial Number=0584447205
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00099]  Ὥσπερ γὰρ τὰ μηδέπω γενόμενα, καὶ ἀφανῆ ἔτι τυγχάνοντα, προφητείας ἐστὶν εἰπεῖν, οὕτω τὰ γενόμενα μὲν, κεκρυμμένα δὲ τῷ χρόνῳ, ταῦτα ἀνακαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν τῆς ἴσης χάριτός ἐστιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»