Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μόνη [168]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μόνη


000-00-00 Serial Number=0726803005
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00142]  Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους.
 [01774]  Μία γὰρ αὐτῷ παιδίσκη παρακάθηται μόνη τοσαῦτα διακονοῦσα, ὅσα εἰκὸς δύνασθαι γυναῖκά τε οὖσαν, καὶ μόνην, καὶ ἐκ τῆς ἐργασίας διατρεφομένην τῶν χειρῶν.
000-00-00 Serial Number=0485282540
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00169]  μία συμφορὰ Χριστιανῷ μόνη, τὸ προσκροῦσαι θεῷ·
000-00-00 Serial Number=0677068055
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00250]  [6.1] Τοῖς μὲν οὖν εὐγνώμοσιν ἀρκεῖ καὶ πρὸ τῆς διὰ τῶν ἔργων ἀποδείξεως ἡ ἀπόφασις αὐτὴ μόνη τοῦ Θεοῦ, οὐχὶ τὴν πρόνοιαν αὐτοῦ δεικνῦσα μόνον, ἀλλὰ καὶ τὸν σφοδρὸν ἔρωτα τὸν περὶ ἡμᾶς.
000-00-00 Serial Number=0137539148
Ad populum Antiochenum Ante [Go Back]  
 [00905]  πρὸς τούτοις ἡ ἀδελφὴ μόνη οὖσα αὐτῷ καὶ πρὸς ἐσχάτας ἑστῶσα ἀναπνοάς.
 [04189]  Καὶ ὥσπερ πανταχοῦ περὶ τῆς πόλεως ᾄδουσι τῆς ἡμετέρας, ὅτι πρώτη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν τὸ Χριστιανῶν ὄνομα ἀνεδύσατο, οὕτω δότε πᾶσι λέγειν, ὅτι μόνη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν Ἀντιόχεια τοὺς ὅρκους τῶν οἰκείων ὅρων ἀπήλασε.
 [04190]  Μᾶλλον δὲ, ἂν τοῦτο γένηται, οὐκ αὐτὴ στεφανωθήσεται μόνη, ἀλλὰ καὶ ἑτέρας εἰς τὸν αὐτὸν ἐνάξει ζῆλον·
 [04521]  [49.163] Ἐκεῖνον οὐκ ἐφόβησεν ἡ πεῖρα τῶν πραγμάτων, σὲ καὶ ἡ ἀκοὴ μόνη πτοεῖ;
 [04935]  Ἵνα γὰρ μάθῃς ἀκριβῶς, ὅτι ἀρετὴ μόνη κοσμεῖ τοὺς ἐνοικοῦντας, οὐδέν σοι λέγω περὶ πόλεως, ἀλλ' ὃ πάσης πόλεώς ἐστι σεμνότερον, τὸν τοῦ Θεοῦ ναὸν τὸν ἐν Ἱεροσολύμοις εἰς μέσον ἐνεγκὼν τοῦτο ἀποδεῖξαι πειράσομαι.
 [05321]  Ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ φίλη πόλις, καὶ τοσούτους διαφυγοῦσα κινδύνους, καὶ ἐν πολλαῖς ἁμαρτίαις συγγνώμης τυχοῦσα, καὶ δυνηθεῖσα ἁπάντων ἀπαχθέντων τῶν ἄλλων μόνη τὴν αἰχμαλωσίαν διαφυγεῖν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, ἀπὸ ὅρκου μόνου κατηνέχθη·
 [05928]  ἡ μόνη περιλειφθεῖσα ἡμῖν ἀδελφὴ, καὶ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκουσα τοῦ Χριστοῦ, καὶ τοσοῦτόν μοι συνοικήσασα χρόνον, πρὸς ἐσχάτας ἐστὶ νῦν ἀναπνοάς·
000-00-00 Serial Number=0336142957
Adversus Judaeos Ante [Go Back]  
 [01192]  Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἡ μὲν οἰκουμένη πᾶσα ἀνεῖται τοῖς [48.881] Ἰουδαίοις, ἔνθα οὐκ ἔξεστι θύειν, μόνη δὲ ἡ Ἱερουσαλὴμ ἄβατος γέγονεν, ἔνθα μόνον θύειν ἐξῆν.
 [01516]  Μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολογία μόνη μετὰ τὰ ἁμαρτήματα ὑπολέλειπται, τὸ τὰς οἰκείας ἁμαρτίας ὁμολογεῖν.
 [01843]  Καὶ ὅπερ ἐπὶ τοῦ νόμου καὶ τῆς χάριτος ἔλεγεν ὁ Παῦλος, ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, τοῦτο καὶ ἐνταῦθα θαῤῥοῦντες [48.903] ἂν εἴποιμεν, ὅτι συγκρινομένη πρὸς ἐκείνην αὕτη ἡ θυσία, κυρίως ἂν λεχθείη καὶ μόνη καθαρά.
 [02124]  Εἶτα ἀθρόον τῶν ἄλλων μενουσῶν ἐπὶ τοῦ αὐτοῦ σχήματος, ἡ τοῦ Ἀαρὼν ἐβλάστησε μόνη, καὶ φύλλα ἤνεγκε καὶ καρποὺς, ἵνα μάθωσιν ὅτι ὁ τῆς φύσεως ∆εσπότης πάλιν αὐτὸν ἐχειροτόνει, ἀντὶ γραμμάτων τοῖς φύλλοις χρώμενος.
 [02386]  ἡ δὲ τοῦ Λευῒ φυλὴ ἱερωσύνῃ τιμηθεῖσα, μόνη τῶν μὲν βιωτικῶν ἔργων ἀπήλλακτο, καὶ οὐδὲ ἐγεώργουν, οὐδὲ τέχνας μετῄεσαν, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐπραγματεύοντο, ἀλλὰ τῇ ἱερωσύνῃ προσεῖχον μόνῃ, καὶ δεκάτας ἐλάμβανον παρὰ παντὸς τοῦ λαοῦ, καὶ οἴνου καὶ πυροῦ καὶ κριθῶν, καὶ τῶν ἄλλων ἁπάντων, τὰς δεκάτας αὐτοῖς ἐδίδοσαν πάντες, καὶ τοῦτο ἦν αὐτοῖς πρόσοδος·
000-00-00 Serial Number=0937780261
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00037]  Ταῦτα δὲ οὐχ ἡ μέθη ποιεῖ μόνη ἡ ἐξ οἴνου, ἀλλὰ καὶ μέθη ἡ ἐξ ὀργῆς καὶ ἐπιθυμίας ἀτόπου.
000-00-00 Serial Number=0728022158
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00062]  οὔτε γὰρ λογισμὸς εὑρεῖν οὔτε λόγος ἀνθρώπινος ἑρμηνεῦσαι αὐτὰ δυνήσεται, μόνη δὲ ἡ τῆς πίστεως οἶδεν αὐτὰ διδασκαλία καλῶς.
000-00-00 Serial Number=0009335041
Commentarius in Job Ante [Go Back]  
 [01148]  καὶ πρὸ τῶν ῥημάτων δὲ αὐτῶν ἱκανὴ μόνη ἡ ὄψις τὸν δίκαιον καταβαλεῖν.
000-00-00 Serial Number=0896780670
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00052]  Εἰ γὰρ ὄψις μόνη τοσαύτην ἐντίθησιν ὀδύνην, ὅταν καὶ ἁφὴ προσῇ, τῆς ὄψεως πολὺ παχυτέρα ἀπόλαυσις, μείζονα αἴρει τὴν φλόγα, καὶ δριμυτέραν ἐργάζεται τὴν ἀλγηδόνα, καὶ χαλεπώτερον ποιεῖ τὸ θηρίον.
 [00150]  Εἰ δὲ ἔνθα σκληρότης καὶ ἀντιτυπία, ἡ διάπλασις μόνη τοσοῦτον ἴσχυσεν, ὅταν μετὰ τῆς διαπλάσεως καὶ σῶμα ἁπαλὸν ὑποκείμενον ᾖ, τίνα οὐκ ἐργάσεται μανίαν;
 [00412]  λόγος γὰρ οὐδεὶς αὐτὰ παραστῆσαι δυνήσεται, μόνη δὲ τῶν πραγμάτων ἡ πεῖρα.
000-00-00 Serial Number=0977790952
De Anna i Ante [Go Back]  
 [00297]  διὸ καὶ μόνη προσῆλθε, καὶ ἤνυσεν ὅπερ ἠθέλησεν.
000-00-00 Serial Number=0692218602
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00149]  Τὴν γὰρ παρρησίαν ἐκείνην λόγος μὲν οὐδεὶς οὐδὲ ὄψις παραστῆσαι δύναιτ' ἂν ἡ πεῖρα δὲ μόνη καὶ ἡ χρῆσις αὐτῆς.
000-00-00 Serial Number=0114060163
De Lazaro Ante [Go Back]  
 [01260]  Ἐὰν γὰρ ἡ φιλία μόνη προΐστατο, ἔδει ἁπλῶς εἰπεῖν, Ποιήσατε ὑμῖν φίλους·
 [01261]  νυνὶ δὲ δεικνὺς, ὅτι οὐχ ἡ φιλία μόνη προΐσταται, προσέθηκεν, Ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας.
000-00-00 Serial Number=0840661943
De Maccabeis Ante [Go Back]  
 [00103]  τὰ γὰρ τῆς φύσεως πάθη λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πεῖρα δὲ διδάσκει μόνη.
000-00-00 Serial Number=0621977210
De Susanna Ante [Go Back]  
 [00046]  καὶ ἦν μόνη Σουσάννα ἀνὰ μέσον τῶν δύο λεόντων, καὶ οὐδεὶς ὁ βοηθῶν, οὐ παιδίσκη, οὐ δοῦλος, οὐ συγγενὴς, οὐ φίλος, οὐ γείτων, εἰ μὴ μόνος οὐρανόθεν προσεῖχε Θεὸς ὁ κωλύειν μὲν δυνάμενος, συγχωρῶν δὲ γίνεσθαι τὴν πάλην ἵνα κρυπτομένας γνώμας ἐλέγξῃ, καὶ τῆς μὲν Σουσάννης τὴν σωφροσύνην, τῶν δὲ πρεσβυτέρων τὴν ἀκολασίαν δημοσιεύσῃ, ὁμοῦ δὲ ταῖς γυναιξὶ παιδευτήριον μέγιστον τὴν Σουσάννης ἐνάρετον ἄθλησιν ἐπιδείξῃ.
000-00-00 Serial Number=0582169592
De decem millium talentorum debitore Ante [Go Back]  
 [00294]  Οὐδὲ γὰρ αὕτη μόνη ἐστὶν ἡ τὸ πᾶν ἀνύουσα, ἀλλ' ἔχει σύμμαχον καὶ βοηθὸν μέγιστον τὴν φιλανθρωπίαν τοῦ δεχομένου τὴν εὐχὴν Θεοῦ, ἥτις ἐνταῦθα τὸ πᾶν εἰργάσατο, καὶ τὴν εὐχὴν ἐποίησε δυνατήν.
000-00-00 Serial Number=0226677895
De diabolo tentatore Ante [Go Back]  
 [00490]  Οὐδαμοῦ διάβολος ἐνταῦθα, οὐδαμοῦ δαίμων ἐνταῦθα, ἀλλὰ κτίσις εἰς τὸ μέσον πρόκειται μόνη διδάσκαλος τῆς θεογνωσίας.
 [00768]  αὕτη γὰρ μόνη τὴν διαίρεσιν ἐποιήσατο.
000-00-00 Serial Number=0405396640
De fato et providentia Ante [Go Back]  
 [00475]  οὐκ ἀρκεῖ αὕτη μόνη ἡ ἀδικία, ὅτι ἁπλῶς καὶ ἀλόγως καὶ ἐμὲ κακὸν ἐποίησε, καὶ ἐκεῖνον καλὸν, ἀλλὰ καὶ ἑτέραν προστίθησιν, καὶ οὐδὲ τὴν τῶν ἀνθρώπων δικαιοκρισίαν μιμεῖται·
000-00-00 Serial Number=0470009446
De incomprehensibili dei natura Ante [Go Back]  
 [00385]  οὐκ ἀρκεῖ μόνη ἡ προφορὰ τῶν ῥημάτων δεῖξαι πᾶσαν αὐτῶν τὴν ἀσέβειαν;
 [00460]  Ὁρᾷς ὅτι οὔχι πρὸς τὴν δημιουργίαν τῶν ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ πρὸς τὴν κτίσιν τῶν ἄνω δυνάμεων ἤρκεσεν ἡ θέλησις αὐτοῦ μόνη;
 [00557]  Ταῦτ' οὖν ἅπαντα ἐννοῶν ὁ Παῦλος καὶ δεικνὺς ὅτι τὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα λογισμὸς μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πίστις δὲ μόνη δύναται διδάξαι καὶ ποιῆσαι σαφῆ, ἔλεγεν ἐπὶ τῇ πίστει·
 [01022]  ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν;
000-00-00 Serial Number=0661363900
De jejunio et eleemosyna Ante [Go Back]  
 [00029]  οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην·
000-00-00 Serial Number=0369221926
De mutatione nominum Ante [Go Back]  
 [00942]  Εἰ γὰρ ἡ πήρωσις μόνη τοῦτο ἐποίησεν, ἐχρῆν καὶ ἐπὶ τοῦ μάγου τὸ αὐτὸ γενέσθαι·
 [01162]  οὐ πνευματικῶν δὲ αὕτη χαρισμάτων περιουσία μόνη ἦν, ἀλλὰ καὶ βιωτικῶν πλεονεκτημάτων πολλὴν εἶχε τὴν ἀφθονίαν.
000-00-00 Serial Number=0087383687
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00013]  Ἐκπλήττει καὶ μόνη τοὺς λέγοντας τῶν πραγμάτων ἡ μνήμη, δειλίαν ἐντίθησι τῇ ψυχῇ τοῦ θαυμάζοντος.
000-00-00 Serial Number=0345190883
De paenitentia [1] Ante [Go Back]  
 [02286]  Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφοβοῦ·
000-00-00 Serial Number=0522391856
De patientia sermo 1 Ante [Go Back]  
 [00018]  ἡ μόνη ὥρα, καὶ πονηρὰ ὥρα·
 [00019]  ἡ μόνη γέφυρα, καὶ πάροδον οὐκ [60.724] ἔχουσα·
 [00020]  τὸ πάντων χρέος, ἡ μόνη ἀπαρχὴ, καὶ πάντων τέλος·
000-00-00 Serial Number=0576421261
De precatione [1] Ante [Go Back]  
 [00044]  Αὕτη γὰρ ἡ ὑπερηφανία μόνη πρέπει τοῖς τὸν Χριστὸν σεβομένοις, τὸ μηδενὶ δουλεύειν αἰσχρῷ, ἀλλὰ τηρεῖν ἐν ἐλευθερίᾳ τὴν ψυχὴν καὶ βίῳ κεκαθαρμένῳ.
 [00063]  Πανοπλία γὰρ ὡς ἀληθῶς οὐράνιος ἡ θεία προσευχὴ, καὶ μόνη δύναται φυλάττειν βεβαίως τοὺς δεδωκότας ἑαυτοὺς τῷ Θεῷ.
 [00069]  οὕτω καὶ θάνατον διέφυγε, μετὰ τῆς προσηκούσης εὐλαβείας τῷ Θεῷ προσπεσὼν, καὶ ἡ προσευχὴ μόνη δέδωκεν ἀναβιῶναι τῷ βασιλεῖ.
 [00078]  Οὐδὲ γὰρ σωφροσύνη μόνη δύναται σώζειν ἄνευ τῶν ἄλλων ἀγαθῶν, οὐδὲ πρόνοια πτωχῶν, οὐδὲ χρηστότης, οὐδὲ ἄλλο τι τῶν σπουδαίων, ἀλλὰ δεῖ πάντα συνδραμεῖν εἰς τὰς ἡμετέρας ψυχάς·
000-00-00 Serial Number=0344936073
De sacerdotio Ante [Go Back]  
 [00582]  ἀλλ' εἰ καὶ μόνη καθ' ἑαυτὴν
 [00972]  Καὶ τοῖς μὲν ἐκεῖνα θεραπεύουσι τὰ σώματα καὶ φαρμάκων ἐξεύρηται ποικιλία καὶ ὀργάνων διάφοροι κατασκευαὶ καὶ τροφαὶ τοῖς νοσοῦσι κατάλληλοι καὶ φύσις δὲ ἀέρων πολλάκις ἤρκεσε μόνη πρὸς τὴν τοῦ κάμνοντος ὑγίειαν·
 [01035]  Πρὸς ἅπαντα δὲ ταῦτα ἕτερον μὲν οὐδέν, ἡ δὲ τοῦ λόγου βοήθεια δέδοται μόνη·
 [01519]  Οὐ δεῖ τούτοις τοῖς πολεμίοις θώρακος, οὐδὲ ἀσπίδος, οὐδὲ ξιφῶν καὶ δοράτων, ἀλλ' ἀρκεῖ μόνη ἡ ὄψις τῆς ἐπαράτου στρατιᾶς ἐκείνης παραλῦσαι ψυχήν, ἢν μὴ λίαν οὖσα γενναία τύχῃ καὶ πρὸ τῆς οἰκείας ἀνδρείας πολλῆς ἀπολαύσῃ τῆς παρὰ τοῦ Θεοῦ προνοίας.
000-00-00 Serial Number=0185082555
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00025]  Οὐ πατὴρ ἔνδον, οὐ μήτηρ παρῆν, οὐ τροφὸς, οὐ θεραπαινὶς, οὐ γείτων, οὐ φίλη, ἀλλὰ μόνη μεταξὺ τῶν δημίων ἐκείνων ἀπείληπτο.
 [00038]  Οὐ γὰρ ἦν ἔνδον μόνη, ἀλλ' εἶχε σύμβουλον Ἰησοῦν·
000-00-00 Serial Number=0415070355
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00213]  Εἰ γὰρ μόνη ἐξῆλθεν ἡ μήτηρ, οὐκ ἦν καὶ οὕτως ἀφόρητος ὁ ἀγών·
 [00355]  οὐδεὶς γὰρ παραστῆσαι δυνήσεται λόγος τοῦ πάθους τὸ μέγεθος, ἀλλὰ μόνη ἡ πεῖραν λαβοῦσα καὶ ἀγωνισαμένη γυνὴ οἶδεν, ὁποῖα ταῦτά ἐστι τὰ παλαίσματα.
000-00-00 Serial Number=0911325216
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00011]  κἂν ἡμεῖς σιγήσωμεν, ἀρκεῖ μόνη ἡ ἑορτὴ καὶ τῆς ὑμετέρας σπουδῆς ἡ θερμότης σάλπιγγος λαμπρότερον ἀναβοῆσαι τοῦ ἁγίου Μελετίου τὸ φιλότεκνον·
000-00-00 Serial Number=0551405847
De virginitate Ante [Go Back]  
 [00004]  Θαυμάζουσι δὲ Ἕλληνες καὶ καταπλήττονται, ζηλοῖ δὲ μόνη ἡ ἐκκλησία τοῦ Θεοῦ.
 [00415]  ὕστερον δὲ πληρωθείσης καὶ τῆς γῆς καὶ τῆς θαλάττης καὶ τῆς οἰκουμένης πάσης μία λείπεται πρόφασις αὐτοῦ μόνη, ἡ τῆς ἀκολασίας καὶ ἡ τῆς ἀσελγείας ἀναίρεσις.
 [01876]  Τότε φόνος ἐδόκει μόνον εἶναι δεινόν, νῦν δὲ καὶ ὀργὴ καὶ λοιδορία μόνη τῇ γεέννῃ παραπέμψαι δύναιτ' ἄν.
 [01878]  Τότε ἡ ἐπιορκία μόνη ἦν ἐκ τοῦ πονηροῦ, νῦν δὲ καὶ τὸ ὀμόσαι.
000-00-00 Serial Number=0182128310
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00731]  Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφόβου·
 [01255]  ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν;
 [01925]  Προδοσία μόνη ἡ τοῦ συνειδότος·
 [03832]  Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους.
 [05555]  Εἰ δὲ καὶ λίαν δίκαιος ᾖ, καὶ οὕτω δίκαιος, ὡς μέχρι τῆς Μωσέως ἀρετῆς ἐληλακέναι, οὐχ ἡ αὐτοῦ μόνη δικαιοσύνη τὰ ἄμετρα τῶν [63.735] ὑπηκόων συγκαλύψαι δυνήσεται πταίσματα.
 [08761]  Εἰ μετάνοια μόνη ἦν, εἰκότως ἐφόβου·
 [09644]  Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλείπῃ, εἰς τὸ πῦρ ἀπελευσόμεθα·
 [09727]  μία μόνη παραμυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον·
 [09999]  ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἀμφοτέρων καταλαλησάντων, ἐκείνη μόνη τὴν δίκην ὑπέμεινε;
000-00-00 Serial Number=0824567854
Epistula ad Cyriacum Ante [Go Back]  
 [00661]  Καὶ τότε εὑροῦσα μόνον ἐν τῷ οἴκῳ τὰ συνήθη ποιοῦντα ἀνασκάπτει βαθύτερον λοιπὸν τὸ βάραθρον καὶ τὰ πτερὰ τῆς ἡδονῆς πάντοθεν ἀναπετάσασα, ὥσπερ ἐν μέσοις δικτύοις λοιπὸν ἔχουσα τὸν νέον, ἐπεισέρχεται καὶ μόνη μόνον ἀπολαβοῦσα.
 [00662]  Μᾶλλον δὲ οὐ μόνη·
000-00-00 Serial Number=0730928421
Epistulae Ante [Go Back]  
 [00478]  μόνη δὲ ἡ ἀγάπη τὴν ἐντεῦθεν διέφυγε βλάβην, καὶ οὐ μόνον οὐ μαραίνεται χρόνου πλήθει, ἀλλ' οὐδὲ αὐτῷ διακόπτεται τῷ θανάτῳ.
 [01436]  μόνη δὲ ἡ ἀγάπη τὴν ἐντεῦθεν διέφυγε βλάβην, καὶ οὐ μόνον οὐ μαραίνεται χρόνου πλήθει, ἀλλ' οὐδὲ αὐτῷ διακόπτεται τῷ θανάτῳ.
000-00-00 Serial Number=0198309124
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01020]  Καί ποτε εὑροῦσα μόνον ἔνδον ἐν τῷ οἴκῳ τὰ συνήθη ποιοῦντα ἀνασκάπτει βαθύτερον λοιπὸν τὸ βάραθρον καὶ τὰ πτερὰ τῆς ἡδονῆς πάντοθεν ἀναπετάσασα, ὥσπερ ἐν μέσοις δικτύοις λοιπὸν ἔχουσα τὸν ἀετόν, ἐπεισέρχεται καὶ μόνη μόνον ἀπολαβοῦσα·
 [01021]  μᾶλλον δὲ οὐ μόνη·
000-00-00 Serial Number=0174279809
Expositiones in Psalmos Ante [Go Back]  
 [03232]  Ἀρκεῖ γὰρ μόνη ἡ ἐποπτεία ἀπολέσαι τοὺς πονηρούς.
 [04995]  Ἀρκεῖ γὰρ μόνη ἡ ἐποπτεία ἀπολέσαι τοὺς πονηρούς.
 [06557]  Ἀρκεῖ γὰρ τοῦ Θεοῦ καὶ ἡ προσηγορία μόνη μυρίους καταλῦσαι πολέμους.
 [06716]  Ἐπὶ οὖν Ἐζεκίου οὐδὲν τοιοῦτον γίνεται, ἀλλὰ πόῤῥησις μόνη, καὶ οὐδὲν ἀνθρώπινον παρελαμβάνετο·
000-00-00 Serial Number=0299529374
Fragmenta in Job Ante [Go Back]  
 [00649]  ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων, ἀλλ' ἡ ἁμαρτία μόνη.
 [00757]  Καὶ ἡ νὺξ, αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμύθιον γίνεται τῶν κακῶν·
 [00768]  αὕτη γάρ σοι μόνη τῶν κακῶν ὑπολέλειπται λύσις·
 [00932]  καὶ πρὸ τῶν ῥημάτων δὲ αὐτῶν, ἱκανὴ μόνη ἡ ὄψις τὸν δίκαιον καταβαλεῖν.
000-00-00 Serial Number=0201795816
Homilia de capto Eutropio Ante [Go Back]  
 [00093]  Προδοσία μόνη ἡ τοῦ συνειδότος.
000-00-00 Serial Number=0348451078
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00088]  [63.471] οὗτος ἐξαίρετος ὁ κόσμος ἐγένετο, καὶ τοῦτο μόνης αὐτῆς τὸ τρόπαιον Μάρτυρας γὰρ μόνη βασιλίδων αὕτη μετὰ τοσαύτης προέπεμψε τιμῆς, μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας, ἀναμιγνυμένη τῷ πλήθει, καὶ τὴν δορυφορίαν ἅπασαν περικόψασα, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ὅλην σχεδὸν μετὰ πολλῆς ἀπελάσασα τῆς ὑπερβολῆς.
000-00-00 Serial Number=0285621524
In Acta apostolorum Ante [Go Back]  
 [03469]  Καὶ εἴθε ἦν τέρψις μόνη, καὶ μὴ καὶ βλάβη μετὰ τῆς τέρψεως·
 [04835]  Πρὸ τούτου δὲ οὐκ ἐποίει σημεῖα, ἀλλ' ὅτε δῆλος γέγονεν, ἵνα δειχθῇ, ὅτι οὐκ ἀρκεῖ μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας·
 [08945]  Τοῦτο ποίησον καὶ σὺ ὁ ἀνὴρ, μὴ μόνη ἡ γυνή.
 [08947]  Μὴ γὰρ ὅτι σὺ μόνος εἶ ὁ ἀνὴρ, μηδὲ ὅτι αὕτη μόνη ἐστὶν ἡ γυνὴ, νομίσῃς κώλυμα εἶναι.
000-00-00 Serial Number=0530201495
In Eutropium Ante [Go Back]  
 [00084]  ὅτι τὸν πολέμιον αἰχμάλωτον λαβοῦσα, φείδεται, καὶ πάντων αὐτὸν ἐν ἐρημίᾳ παριδόντων, μόνη καθάπερ μήτηρ φιλόστοργος, ὑπὸ τὰ παραπετάσματα αὐτῆς ἔκρυψε, καὶ πρὸς βασιλικὴν ὀργὴν ἔστη, πρὸς δήμου θυμὸν, καὶ πρὸς μῖσος ἀφόρητον·
000-00-00 Serial Number=0065687656
In Genesim sermo 3 Ante [Go Back]  
 [00465]  Πόσαι γὰρ γυναῖκες διὰ γραμμάτων ἀπέκτειναν τοὺς ἑαυτῶν ἄνδρας, καὶ τὰ μυστήρια, ἅπερ μόνη ἐγίνωσκε καὶ αὐτὸς, εἰς ἐμφάνισιν καὶ πραγμάτων ἔκβασιν δι' ἐπιστολῶν ἐγνωρίσθησαν;
000-00-00 Serial Number=0339050949
In Genesim sermones Ante [Go Back]  
 [01141]  ὅτε δὲ στεφάνων καιρὸς, μόνη ἡ ψυχὴ στεφανοῦται;
000-00-00 Serial Number=0816995740
In Isaiam Ante [Go Back]  
 [00647]  ἐπὶ δὲ τῶν ἐθνῶν ἤρκεσε ῥῆμα ψιλὸν καὶ ἀκοὴ μόνη, καὶ πάντες εὐθέως προσέδραμον.
 [01261]  Καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.
 [01381]  Καὶ γὰρ εἰ αἰχμαλωσία μόνη ἦν, ἀφόρητον ἦν τὸ δεινόν·
 [01386]  Καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.
 [01398]  Τί δέ ἐστι, Καταλειφθήσῃ μόνη;
000-00-00 Serial Number=0676557362
In Joannem Ante [Go Back]  
 [02035]  Μία γὰρ προστασία μόνη, ἡ διὰ τῶν ἔργων ἐστὶν ἐκεῖ, καὶ τὸν ταύτης ἀπεστερημένον, ἑτέρωθεν σωθῆναι οὐκ ἔνι.
 [04466]  πῶς τὸ μὲν ὑποκείμενον μονοειδὲς (γῆ γὰρ ἦν μόνη), τὰ δὲ ἐξ αὐτῆς γενόμενα ποικίλα καὶ παντοδαπά;
 [05538]  καὶ ἡ [59.176] εἰς τὸ Πνεῦμα δὲ βλασφημία ἀρκεῖ καὶ μόνη εἰς γέενναν ἐμβαλεῖν.
 [05551]  ∆ιά τοι τοῦτο οὐκ εἶπεν, αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ μόνη·
000-00-00 Serial Number=0655184507
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00634]  Ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαι με δύναται μόνη, καὶ τῆς χιόνος μου τὴν λευκότητα δοῦναι.
000-00-00 Serial Number=0734867036
In Samaritanam Ante [Go Back]  
 [00187]  μὴ μόνη λάμβανε τὴν δωρεὰν τῶνδε τῶν πνευματικῶν χαρισμάτων.
000-00-00 Serial Number=0386627555
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00075]  καὶ οὐ μόνη τὸ δῶρον κατέσχεν, ἀλλὰ καὶ τοὺς ἑαυτῆς πολίτας ἔπεισε πρὸς αὐτὸν δραμεῖν, ἀποστολικῶς κηρύξασα;
000-00-00 Serial Number=0946421683
In duodecim apostolos Ante [Go Back]  
 [00028]  ἑτέρου καὶ σκιὰ μόνη τὰς νόσους ἐδίωκεν·
000-00-00 Serial Number=0159312248
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05804]  Καὶ γὰρ καὶ χεὶρ μόνη τοῦ ἀριστέως τούτου παρ' αὐτοῖς οὖσα, κατ' ἄκρας αὐτοὺς ἐλαύνει·
 [06918]  Οὐκ αὐτὴ δὲ γέγονε μόνη, ἀλλὰ καὶ ἕτεραι πλείους·
000-00-00 Serial Number=0531321704
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00982]  Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι εἰ καὶ ἀρκεῖ ἡ ἀρετὴ καὶ μόνη σῶσαι, ἀλλ' ὅμως χρὴ διαρκῆ τε αὐτὴν εἶναι, καὶ μέχρι τοῦ ἐλθεῖν ἡμᾶς εἰς ἐσχάτας ἀναπνοὰς ἡμῖν συμπαρεῖναι.
000-00-00 Serial Number=0320749879
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00204]  Μία μόνη ἐστὶν ὁδὸς ταύτης ἀπηλλαγμένη τῆς ἀνωμαλίας, ἡ κατὰ ἀρετήν·
000-00-00 Serial Number=0423595726
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01007]  Εἰ δὲ ὑπόληψις μόνη καινοτομίας τοσοῦτον κίνδυνον ἤνεγκε φιλοσόφοις ἀνδράσι καὶ σοφοῖς καὶ μυρίας ἀπολελαυκόσι θεραπείας, καὶ οὐ μόνον οὐκ ἴσχυσαν ἅπερ ἤθελον, ἀλλὰ καὶ αὐτοὶ καὶ ζωῆς καὶ πατρίδος ἐξέπεσον, πῶς οὐ θαυμάζεις καὶ ἐκπλήττῃ, τὸν ἁλιέα ὁρῶν ἐπὶ τῆς οἰκουμένης τοσαῦτα ἐργασάμενον, καὶ κατορθώσαντα ἅπερ ἐσπούδασε, καὶ περιγενόμενον καὶ βαρβάρων καὶ Ἑλλήνων ἁπάντων;
 [01916]  οὕτως οὐδὲ ψυχὴ μόνη τὰ τοῦ Πνεύματος.
 [04761]  κἀκεῖ μὲν ἡ φύσις τοῦ πράγματος καταπεπάτηται μόνη, ἐνταῦθα δὲ καὶ ἡ τοῦ προσώπου ποιότης.
 [06610]  Ἀλλὰ μηκέτι τοῦτο ἐρώτα, ἀλλὰ πῶς μία γέεννα μόνη.
 [06699]  Ἵν' οὖν τὸν λόγον τοῦτον μετὰ καλῆς παράσχωμεν ἀπολογίας, τὸν ἑαυτῶν ῥυθμίσωμεν βίον, καὶ δαψιλῆ τὴν χεῖρα ἐκτείνωμεν τοῖς δεομένοις, εἰδότες ὅτι αὕτη μόνη ἡμῖν ἐστιν ἀπολογία, τὸ δεῖξαι ἡμᾶς αὐτοὺς κατωρθωκότας τὰ ἐπιτεταγμένα, ἑτέρα δὲ οὐδεμία.
 [08802]  Καὶ γὰρ ἡ γυνὴ μόνη λοιπὸν ὑπελείφθη, πάντων ἀφανισθέντων αὐτῷ, καὶ τῶν παίδων καὶ τῶν κτημάτων καὶ αὐτοῦ τοῦ σώματος, καὶ αὕτη πρὸς πεῖραν καὶ ἐπιβουλήν.
 [08854]  αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμυθία γίνεται τῶν κακῶν.
 [09999]  τὰ δὲ κακὰ αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν·
000-00-00 Serial Number=0139167070
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02397]  Ἀρετὴ μόνον οἶδεν ἡμῖν συναποδημεῖν, ἀρετὴ μόνη διαβαίνει πρὸς τὴν ζωὴν τὴν ἐκεῖ.
 [03295]  οὐκ ἰατρῶν χεῖρες, ἀλλὰ πίστις μόνη πολλάκις ἀπήλλαξε τὸν ἄῤῥωστον.
 [03573]  Οὐδὲν, ἀλλ' ἡ ψυχὴ μόνη τῶν ἐν ἡμῖν, καὶ ταύτης ἀμελοῦμεν.
 [03906]  Ἃ γὰρ ἡ πίστις ἐπαγγέλλε [62.592] ται μόνη, ἡ ζήτησις ἐπειδὰν ἀναδέξηται, οὔτε δείκνυσιν, οὔτε συνιέναι ἀφίησιν.
000-00-00 Serial Number=0607626379
In epistulam ad Colossenses Ante [Go Back]  
 [01069]  ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἀμφοτέρων καταλαλησάντων, ἐκείνη μόνη τὴν δίκην ἔδωκε;
000-00-00 Serial Number=0294228435
In epistulam ad Ephesios Ante [Go Back]  
 [01044]  Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλίπῃ, εἰς τὸ πῦρ ἀπελευσόμεθα.
 [01134]  Μία μόνη παραμυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον·
 [01778]  αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνεκές.
 [03775]  Τράπεζα δὲ αὐταῖς ἐστιν ἑσπερινὴ μόνη, τράπεζα οὐδὲ λαχάνου οὐδὲ ἄρτου, ἀλλὰ σεμίδαλις καὶ κύαμος καὶ ἐρέβινθος, καὶ ἐλαία καὶ σῦκα·
 [05014]  αὕτη μόνη τῆς ἔχθρας ὑπόθεσις ἔστω·
000-00-00 Serial Number=0145982325
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00564]  καὶ τῆς ἀποδημίας αὐτῷ τῆς ἐκεῖ γίνεται αἰτία ἡ ἱστορία Πέτρου μόνη.
000-00-00 Serial Number=0293540478
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01569]  Ἐντεῦθεν δείκνυται ὅτι φιλανθρωπία μόνη καὶ ἀγάπη καὶ κηδεμονία τοῦτο πεποίηκεν.
 [01597]  Οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονομίας, ἢ μόνη αὕτη·
 [03392]  Ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνη τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακροθυμία;
 [07721]  πάντων γὰρ ἀπολωλότων, μόνη διεσώθη.
 [08251]  ταύτης δὲ τῆς ὀλίγους ἐπαγομένης, οὐχὶ ἡ μόνη μᾶλλον ἀπρόοπτος φαινομένη;
 [08262]  Ἁμαρτία μόνη αἰσχύνη ἐστὶν, ἣν οὐδεὶς εἶναι νομίζει αἰσχύνην, ἀλλὰ πάντα μᾶλλον ἢ ταύτην.
 [08349]  μόνη γὰρ ἐν πλούτῳ πολλῷ τὰ τῶν πενήτων εἵλετο.
000-00-00 Serial Number=0429906547
In epistulam ad Philippenses Ante [Go Back]  
 [00798]  ἀλλ' οὐ διὰ τοῦτο οὕτως εἶπον, ὅτι ἡ ζωὴ μόνη μεγαλυνεῖ αὐτὸν, ἀλλὰ καὶ ὁ θάνατος.
 [02549]  Αὕτη μὲν οὖν ἐστι μόνη ἀγαλλίασις.
 [03283]  Οὐκοῦν καὶ ἡ περιτομὴ ἐκείνη οὐ βελτίων, ἀλλ' αὕτη μόνη ἐστὶ περιτομή.
000-00-00 Serial Number=0221186757
In epistulam ad Romanos Ante [Go Back]  
 [00570]  Ἐπειδὴ γὰρ περίβλεπτος ἦν ἡ πόλις, καὶ μόνη πανταχοῦ γῆς καὶ θαλάττης τοιαύτη, καὶ ἡ τῆς ἱστορίας αὐτῆς ἐπιθυμία μόνη πολλοῖς ἀποδημίας πρόφασις γέγονεν·
 [01003]  Οὐ γὰρ ἡ κεφαλὴ μόνη κάτω γέγονεν, ἀλλὰ καὶ οἱ πόδες ἄνω, καὶ πολέμιοι ἑαυτῶν καὶ ἀλλήλων ἐγένοντο, χαλεπήν τινα καὶ παντὸς ἐμφυλίου πολέμου παρανομωτέραν εἰσάγοντες μάχην καὶ πολυσχιδῆ καὶ ποικίλην.
 [03206]  Οὐκ ἔστιν οὐδεμία ἄλλη, ἀλλ' ἡ πεῖρα μόνη.
 [06169]  Ἡ γὰρ Ῥεβέκκα καὶ μόνη τῷ Ἰσαὰκ γέγονεγυνὴ, καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν ἀμφοτέρους·
 [08226]  Ἀλλ' ἡ Σωναμῖτις τὸν καρπὸν τῆς φιλοξενίας ἐτρύγα μόνη·
 [08829]  μᾶλλον δὲ ὅσα ἂν εἴπω, οὐδὲν οὐδέπω δυνήσομαι παραστῆσαι πρὸς ἀξίαν, ἀλλ' ἡ πεῖρα μόνη τοῦτο διδάσκειν οἶδε τὸ καλόν.
000-00-00 Serial Number=0433710873
In epistulam ad Titum Ante [Go Back]  
 [00473]  Ἐκείνη μόνη μένει ἡ φυσικὴ ἡ ἔνδον·
 [00664]  οὐδὲν γὰρ ἀκάθαρτον, εἰ μὴ ἡ ἁμαρτία μόνη·
000-00-00 Serial Number=0474544287
In illud Memor fui dei Ante [Go Back]  
 [00287]  Ἐξηραμμένη, μήτηρ κονιορτοῦ, ἀκόρεστε, καὶ τάφε νεκρῶν, αἱμάτων, δολίων καὶ ἁμαρτημάτων οἶκος, τί τυραννεῖς τὴν πρεσβύτιδά σου, καὶ μόνη κατέχεις τὸν Κύριον;
000-00-00 Serial Number=0004326761
In illud Ne timueritis Ante [Go Back]  
 [00777]  Καίτοι γε οὐχ ἡ φύσις ἡμῖν μόνη κοινὴ, ἀλλὰ καὶ ἕτερα πολλῷ τῆς φύσεως πλείονα·
000-00-00 Serial Number=0395631194
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00179]  ἐπειδήπερ οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν μόνη ἡ τῶν ὀρθῶν δογμάτων γνῶσις, ἀλλὰ δεῖ καὶ πολιτείας ἀρίστης, ἵνα διὰ πάντων δόξαν ἀναπέμψαντες τῷ Θεῷ ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν·
000-00-00 Serial Number=0467262328
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00098]  ∆ιὰ τοῦτο οὐκ αὐτὴ μόνη τοιαύτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι.
000-00-00 Serial Number=0953235626
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00079]  ἡ λογικὴ μόνη διάπλασις κατηγορεῖται;
000-00-00 Serial Number=0080215633
In illud Vidi dominum Ante [Go Back]  
 [01411]  μᾶλλον δὲ οὐδὲ ἡ διάθεσις μόνη, ἀλλὰ πρὸ ταύτης ἡ τοῦ Θεοῦ φιλανθρωπία.
000-00-00 Serial Number=0882075906
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00049]  ἐκπλήττει τοὺς λέγοντας καὶ μόνη τῶν πραγμάτων ἡ πεῖρα.
000-00-00 Serial Number=0115594208
In martyres Aegyptios Ante [Go Back]  
 [00028]  Οὐκ ἔτι γὰρ ἡ ψυχὴ μόνη, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα πλείονος μετέλαβε τῆς χάριτος, καὶ οὐ μόνον οὐκ ἀπέβαλεν, ἣν εἶχε, μετὰ τὸ διατμηθῆναι καὶ κατακοπῆναι πολλάκις, ἀλλὰ καὶ ἐπεσπάσατο πλείονα καὶ μείζω τὴν ῥοπήν.
000-00-00 Serial Number=0935241938
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00030]  [2] Ὦ σύλληψις ἄλεκτος καὶ τόκος ἀτράκτευτος, ὦ ἐνθυμήσεως πράγματα καὶ ἐκπλήξεως θαύματα, ὦ παρθένε ἀνύμφευτε καὶ μόνη μετὰ τὸν τόκον ἀμίαντε.
000-00-00 Serial Number=0603190839
In sanctum pascha [3] Ante [Go Back]  
 [00002]  Νικᾷ καὶ μόνη ἡ ὄψις τῆς ἑορτῆς πᾶσαν ἐγκωμίων πλοκὴν καὶ πᾶς ἔπαινος τῇ ἀξίᾳ ἀπολιμπάνεται·
000-00-00 Serial Number=0156167865
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00031]  τὸ δὲ ὅλον ἐφ' ἑκάστης οἰκίας ἐσθίεσθαι τὸ ἱερεῖον καὶ μὴ ἐκφέρεσθαι τῶν κρεῶν ἔξω δηλοῖ μίαν οἰκίαν μόνην ἔχουσαν τὴν ἐν Χριστῷ σωτηρίαν, αὕτη δὲ ἦν ἡ καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησία, ἡ πάλαι μὲν ἀλλοτρία θεοῦ, νῦν δὲ μόνη πρὸς θεὸν οἰκείως ἔχουσα διὰ τὸ δέξασθαι τοὺς ἀποσταλέντας παρὰ τοῦ κυρίου Ἰησοῦ, ὥσπερ ἡ τῆς Ῥαὰβ ἡ τῆς πάλαι πόρνης οἰκία τοὺς κατασκόπους ὑποδεξαμένη τοὺς παρὰ Ἰησοῦ μόνη καὶ [12] ἐσώζετο, τῆς Ἱεριχῶ πορθουμένης·
000-00-00 Serial Number=0014265597
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00055]  Ἀλλ' οὐδεὶς τοῦτο θαῤῥεῖ, εἰ μὴ μόνη πίστις ἀδίστακτος·
000-00-00 Serial Number=0326385975
In transfigurationem Ante [Go Back]  
 [00048]  μόνη δὲ τὰ πρεσβεῖα τῆς ἀϊδιότητος κατέχει ἡ ἀρχή.
000-00-00 Serial Number=0418284118
Non esse desperandum Ante [Go Back]  
 [00204]  αὕτη γὰρ μόνη λύσις ἐστὶν ἀρίστη τῶν συμβαινόντων ἡμῖν δεινῶν.
000-00-00 Serial Number=0995311856
Oratio de hypapante Ante [Go Back]  
 [00168]  τῆς γὰρ γῆς καὶ τοῦ οὐρανοῦ πλατυτέρα αὕτη μόνη ἐφάνη·
000-00-00 Serial Number=0893562138
Quales ducendae sint uxores Ante [Go Back]  
 [00341]  ἡ καθ' ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ' εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλλοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφροσύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι;
000-00-00 Serial Number=0748310804
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00171]  Ἀσθενής, φησίν, εἰμὶ καὶ γυνὴ, καὶ οὐχ ἱκανὴ μόνη ταῖς χρείαις ἀρκέσαι ταῖς ἐμαυτῆς.
 [00291]  Ἐπεὶ οὖν αὐτὴν τοῦ κακοῦ τὴν ῥίζαν ηὑρήκαμεν, φέρε λοιπὸν τὸ ἐγκαλεῖν ἀφέντες, παραινῶμεν καὶ πείθωμεν, ὅτι καθάπερ τῶν ἀνδρῶν οἱ συνοικοῦντες αὐταῖς δοκοῦσι μὲν ἡδονὴν καρποῦσθαι, πλείονι δὲ περιβάλλονται βασάνῳ (καὶ γὰρ ἐκείνη μόνη καθαρὰ γένοιτ' ἂν ἡδονὴ καὶ μόνιμος, ἡ τοῦ χωρισμοῦ), οὕτω δὴ καὶ ταύταις δοκεῖ μὲν, ὡς αὐταὶ νομίζουσι, δόξα τις ἐντεῦθεν καὶ περιφά νεια τίκτεσθαι·
000-00-00 Serial Number=0223066270
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00073]  ἡ δὲ τοῦ Λευὶ τὰ ἱερατικὰ ἦν ἐπιτεταγμένη μόνη.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»