Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λιμὴν [89]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λιμὴν


000-00-00 Serial Number=0271754026
Ad Innocentium papam ii Ante [Go Back]  
 [00023]  Τοῦτο ἡμῖν τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο λιμὴν ἀκύμαντος, τοῦτο θησαυρὸς μυρίων ἀγαθῶν, τοῦτο εὐφροσύνη, καὶ πολλῆς ἡδονῆς ὑπόθεσις.
000-00-00 Serial Number=0627345979
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00785]  Καθάπερ γὰρ κοινὸς ὢν ἁπάντων πατήρ, οὕτω τὰς ἑκάστου συμφοράς, τὰς μὲν διώρθου, τὰς δὲ ἐθρήνει καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων καὶ διὰ συμπαθείας καὶ δακρύων καὶ διὰ παντὸς τρόπου τοὺς ἐν συμφοραῖς ἀνέχων καὶ κοινός τις ἁπάντων λιμὴν γενόμενος.
000-00-00 Serial Number=0482628226
Ad populum Antiochenum Ante [Go Back]  
 [02374]  Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ' ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων.
000-00-00 Serial Number=0338107169
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00071]  ἐπὶ δὲ ἐκείνου τότε καὶ ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο ἐν τῇ πᾶσιν ἀνθρώποις νυκτὶ παρεχούσῃ γαλήνην·
 [00155]  Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μεῖζον·
000-00-00 Serial Number=0945193291
Commentarius in Job Ante [Go Back]  
 [01160]  ὅτι εἰ οἱ πολλὰ καλὰ παρ' αὐτοῦ παθόντες, οἷς πενίαν ἔλυσε καὶ χηρείαν συνδιήνεγκε καὶ ὀρφανίαν κουφοτέραν ἐποίησεν, οἷς ἐγένετο λιμὴν καὶ καταγώγιον, τοῦτον ἀκούουσι χειμαζόμενον καὶ οὐδεμιᾶς τυγχάνοντα παραμυθίας, πόσαις εἰκὸς αὐτοὺς τρικυμίαις βάλλεσθαι λογισμῶν, ὥστε τὰ τούτου δεινὰ τοὺς ἑτέρων ἐχείμαζε λογισμούς.
 [03614]  πῶς κοινὸς ἁπάντων ἰατρὸς καὶ κοινὸς λιμὴν καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων;
000-00-00 Serial Number=0290866077
Contra theatra Ante [Go Back]  
 [00099]  Σὺ γαληνὸς πέφηνας φιλοξενίας λιμὴν ἐν μέσῳ κλυδωνίου τῇ τῶν ἀλλοφύλων μισανθρωπίᾳ.
000-00-00 Serial Number=0690554261
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00055]  Χωρίον γάρ ἐστιν ἄσυλον, λιμὴν γαληνὸς, ἀσφάλεια διηνεκὴς, τρυφὴ κινδύνων ἀπηλλαγμένη, ἡδονὴ εἰλικρινὴς, βίος ἀτάραχος, ζωὴ ἀκύμαντος, εὐπορία ἀκαταμάχητος, φιλοσοφίας μήτηρ, χαλινὸς ἀπονοίας, ἀναίρεσις κολάσεως, ῥίζα ταπεινοφροσύνης.
 [00071]  εἰ δὲ ἐξάγεις αὐτὸν ἐκ τοῦ σκότους, καὶ διασπείρεις εἰς τὰς τῶν πενήτων γαστέρας, τὸ θηρίον γίνεται πρόβατον, ὁ ἐπίβουλος προστάτης, ὁ σκόπελος λιμὴν, τὸ ναυάγιον γαλήνη.
000-00-00 Serial Number=0368870080
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00531]  Πῶς δὲ καθαρώτερος θορύβων ὁ νεὼς καὶ λιμὴν ἀκύμαντος ἔνθα αὐλοὶ καὶ τύμπανα καὶ κραιπάλαι καὶ κῶμοι καὶ μέθαι;
000-00-00 Serial Number=0139281511
De Christi divinitate Ante [Go Back]  
 [00066]  Κοινὸς οὗτος ὁ παραλυτικὸς κεῖται λιμὴν τῶν ἀνθρωπίνων συμφορῶν.
000-00-00 Serial Number=0099470556
De Joseph et de castitate Ante [Go Back]  
 [00115]  Ἀναγκαῖος γὰρ ἦν ὁ λύχνος τοῖς ἐν σκότει, ὁ σιτοδότης πρὸς τοὺς πεινῶντας, ὁ λιμὴν πρὸς τοὺς χειμαζομένους, ὁ ἰατρὸς πρὸς τοὺς ἀσθενοῦντας.
000-00-00 Serial Number=0342133403
De Lazaro Ante [Go Back]  
 [00771]  ὁ δὲ λιμὴν τοὺς ναυαγίῳ περιπεσόντας ἅπαντας ὑποδέχεται, καὶ λύει τῶν κινδύνων·
000-00-00 Serial Number=0431954920
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00043]  Τοῦτο μάχαιρα, τοῦτο ἀσπὶς, τοῦτο θώραξ, τοῦτο κράνος, τοῦτο κνημὶς, τοῦτο φρούριον ἀσφαλὲς, τοῦτο λιμὴν, τοῦτο καταφυγὴ, τοῦτο στέφανος, τοῦτο ἔπαθλον, τοῦτο τῶν ἀγαθῶν ἁπάντων θησαυρὸς, καὶ τῶν νῦν καὶ τῶν ἐσομένων ποτέ.
000-00-00 Serial Number=0146560192
De baptismo Christi Ante [Go Back]  
 [00011]  λιμὴν γάρ ἐστιν ἁπάντων τούτων ἀπηλλαγμένος, λιμήν ἐστι ψυχῶν πνευματικός.
000-00-00 Serial Number=0738034904
De consubstantiali Ante [Go Back]  
 [00313]  Εὐχὴ χειμαζομένων λιμὴν, κλυδωνιζομένων ἄγκυρα, σαλευομένων βακτηρία, πενήτων θησαυρὸς, πλουτούντων ἀσφάλεια, νοσημάτων ἀναίρεσις, ὑγιείας φυλακή·
000-00-00 Serial Number=0695239186
De diabolo tentatore Ante [Go Back]  
 [00973]  Γενέσθω τοίνυν ἐκείνου τὰ πάθη φάρμακα τῶν ἡμετέρων κακῶν, καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον τῶν ἡμετέρων παθῶν λιμὴν, καὶ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν ἀναλογιζώμεθα τὸν ἅγιον·
000-00-00 Serial Number=0816241086
De incomprehensibili dei natura Ante [Go Back]  
 [01351]  Μέγα γὰρ ὅπλον εὐχή, θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχὴ καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα.
000-00-00 Serial Number=0912891150
De mutatione nominum Ante [Go Back]  
 [01005]  καὶ καθάπερ λιμὴν πνευμάτων καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμιζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος χειμῶνος τῶν ἔξωθεν πραγμάτων τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει τῆς γαλήνης καὶ τῆς ἀσφαλείας ἑστάναι, καὶ τῶν θείων ἀκροᾶσθαι λογίων.
000-00-00 Serial Number=0931473672
De oratione Ante [Go Back]  
 [00008]  Εὐχὴ γὰρ θησαυρὸς ἀνέκλειπτος παντὸς ἀγαθοῦ, λιμὴν ἀχείμαστος, γαλήνης ὑπόθεσις, ψυχῆς ἰατρεῖον·
000-00-00 Serial Number=0887627959
De paenitentia [1] Ante [Go Back]  
 [00295]  λιμὴν γὰρ ἀμφοτέροις ἐστὶν ἡ ἐκκλησία.
 [02248]  Τίς γὰρ τοιοῦτος [49.336] λιμὴν, οἷος ἡ Ἐκκλησία;
000-00-00 Serial Number=0170959532
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00153]  ὦ ἡσυχία, γαλήνη λογισμῶν, καὶ λιμὴν εὔδιος·
000-00-00 Serial Number=0303081512
De patientia sermo 2 Ante [Go Back]  
 [00243]  Ῥίζα γὰρ πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ὑπομονὴ, μήτηρ εὐσεβείας, κλάδος εὐφροσύνης, καρπὸς ἀμάραντος, πύργος ἀκαταμάχητος, λιμὴν ἀχείμαστος.
000-00-00 Serial Number=0647865474
Epistula ad Cyriacum Ante [Go Back]  
 [00520]  Ὁ οἶκός μου, φησίν, παντὶ ἐλθόντι ἠνέωκτο καὶ κοινὸς ἦν τοῖς ὁδοιπόροις λιμὴν καὶ τοῖς δεομένοις τὰ αὑτοῦ πάντα σχεδὸν ἐκέκτητο.
 [00537]  Πότε μείζων ἦν, ὅτε τὴν ὑγίειαν τοῦ σώματος ἐκέκτητο ἢ εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα καὶ λιμὴν αὐτοῖς γινόμενος ἢ ὅτε τὸ σῶμα αὑτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων καὶ καθήμενος ἐπὶ τῆς κοπρίας καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον·
 [00621]  Τότε αὐτὸν ὁρῶ λαμπρὸν μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος τὸν σῖτον διένειμε τοῖς δεομένοις καὶ τὸν λιμὸν ἔλυσε καὶ κοινὸς λιμὴν ἅπασιν ἐγένετο.
000-00-00 Serial Number=0327563882
Epistulae Ante [Go Back]  
 [00761]  Σφόδρα γὰρ ἐπιθυμοῦμεν καὶ ἐῤῥῶσθαι καὶ ὑγιαίνειν τὴν σὴν θεοσέβειαν, ἐπειδήπερ ἡ ὑγεία ἡ σὴ πολλοῖς στηριγμὸς καὶ λιμὴν καὶ βακτηρία τυγχάνει, καὶ μυρίων κατορθωμάτων ὑπόθεσις.
 [00946]  Πρῶτον μὲν δι' αὐτὸ τοῦτο, ὅτι δὴ στήριγμα τῆς πόλεως εἶ τῆς αὐτόθι, καὶ λιμὴν εὐρὺς, καὶ βακτηρία, καὶ τεῖχος ἀσφαλὲς τοῖς καταπονουμένοις.
 [01114]  Ἀλλ' ἐπειδὴ καὶ τούτοις τοῖς βιωτικοῖς εἰς τὴν ἐκείνης ὠφέλειαν κεχρῆσθαι μεμελέτηκας, καὶ ὅσῳ ἂν γένῃ δυνατώτερος, τοσούτῳ λιμὴν εὐρύτερος τοῖς δεομένοις καθίστασαι, διὰ τοῦτο νῦν χαίρομεν, καὶ σκιρτῶμεν, ἀλλ' ὅμως οὐκ ἀφίεμέν σε τοῦ τῆς σιγῆς ἐγκλήματος.
 [01184]  Ἀλλ' οὐδὲ ὁ λιμὴν οὗτος ἴσχυσεν ἀνακτήσασθαι τὰ ἀπὸ τοῦ κλυδωνίου κακά·
 [01220]  Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας λιμὴν, ὀρφανοῖς παριστάμενος, χήρας παντὶ τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος, καὶ δῆμον ὁλόκληρον διατρέφων σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, καὶ τοῖς ἄλλοις ἅπασιν.
 [01264]  ∆ιὸ κἀκεῖνο οἶδα σαφῶς, ὅτι λιμὴν ἔσῃ τῶν ναυαγούντων, βακτηρία τῶν ἐπὶ γόνυ κλιθέντων, πύργος τῶν ὑπὸ δυναστείας ἀδίκου πολεμουμένων·
 [01719]  Σφόδρα γὰρ ἐπιθυμοῦμεν καὶ ἐῤῥῶσθαι καὶ ὑγιαίνειν τὴν σὴν θεοσέβειαν, ἐπειδήπερ ἡ ὑγεία ἡ σὴ πολλοῖς στηριγμὸς καὶ λιμὴν καὶ βακτηρία τυγχάνει, καὶ μυρίων κατορθωμάτων ὑπόθεσις.
 [01904]  Πρῶτον μὲν δι' αὐτὸ τοῦτο, ὅτι δὴ στήριγμα τῆς πόλεως εἶ τῆς αὐτόθι, καὶ λιμὴν εὐρὺς, καὶ βακτηρία, καὶ τεῖχος ἀσφαλὲς τοῖς καταπονουμένοις.
 [02072]  Ἀλλ' ἐπειδὴ καὶ τούτοις τοῖς βιωτικοῖς εἰς τὴν ἐκείνης ὠφέλειαν κεχρῆσθαι μεμελέτηκας, καὶ ὅσῳ ἂν γένῃ δυνατώτερος, τοσούτῳ λιμὴν εὐρύτερος τοῖς δεομένοις καθίστασαι, διὰ τοῦτο νῦν χαίρομεν, καὶ σκιρτῶμεν, ἀλλ' ὅμως οὐκ ἀφίεμέν σε τοῦ τῆς σιγῆς ἐγκλήματος.
 [02142]  Ἀλλ' οὐδὲ ὁ λιμὴν οὗτος ἴσχυσεν ἀνακτήσασθαι τὰ ἀπὸ τοῦ κλυδωνίου κακά·
 [02178]  Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας λιμὴν, ὀρφανοῖς παριστάμενος, χήρας παντὶ τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος, καὶ δῆμον ὁλόκληρον διατρέφων σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, καὶ τοῖς ἄλλοις ἅπασιν.
 [02222]  ∆ιὸ κἀκεῖνο οἶδα σαφῶς, ὅτι λιμὴν ἔσῃ τῶν ναυαγούντων, βακτηρία τῶν ἐπὶ γόνυ κλιθέντων, πύργος τῶν ὑπὸ δυναστείας ἀδίκου πολεμουμένων·
 [03349]  σκιρτῶμεν δὲ ὅτι μεγίστη παράκλησις τοῖς ἐλαυνομένοις, τοῖς σφαττομένοις, τοῖς δεδεμένοις, εἰς τὴν πόλιν ἐκείνην εἰσελήλυθας, κοινὸν ὄφελος καὶ λιμὴν εὐρύτατος τούτων γενόμενος.
 [03427]  Ἐπειδὴ γὰρ σφόδρα διάκειμαι περὶ τὴν εὐλάβειαν ὑμῶν, δι' ἕτερον μὲν οὐδὲν, ὅτι δέ σου τῆς ψυχῆς φροντίδα ποιεῖς μετὰ πάσης τῆς σπουδῆς, καὶ λιμὴν εἶ κοινὸς τῶν ἐν ἀνάγκαις ὄντων, πενίαν λύων, χηρείαν διορθούμενος, ὀρφανίαν ἀνέχων, κοινὸς πατὴρ ἁπάντων ὢν, τούτου χάριν σφόδρα σου ἐρῶν, καὶ γράμματα παρὰ τῆς σῆς εὐλαβείας δέχεσθαι ἐπιθυμῶ.
000-00-00 Serial Number=0333817780
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00883]  Πότε μείζων ἦν, ὅτε τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων προστασίαν ἐκέχρητο συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξαρπάζων ἁπράγματα καὶ λιμὴν αὐτοῖς γινόμενος ἢ ὅτε τὸ σῶμα αὐτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων καὶ καθήμενος ἐπὶ τῆς κοπρίας καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον;
 [00975]  Τότε αὐτὸν ὁρῶ λάμποντα μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος τὸν σῖτον διένεμε τοῖς δεομένοις καὶ τὸν λιμὸν ἔλυε καὶ κοινὸς λιμὴν ἅπασιν ἐγίνετο.
 [01329]  Οἶσθα γάρ, οἶσθα σαφῶς, ὅτι ὑπομονῆς ἴσον οὐδέν, ἀλλ' αὕτη μάλιστά ἐστιν ἡ βασιλὶς τῶν ἀρετῶν, ὁ θεμέλιος τῶν κατορθωμάτων, λιμὴν ὁ ἀκύμαντος, ἡ ἐν πολέμοις εἰρήνη, ἡ ἐν κλύδωνι γαλήνη, ἡ ἐν ἐπιβουλαῖς ἀσφάλεια, ἡ τὸν κατωρθωκότα αὐτὴν ἀδάμαντος στερρότερον ποιοῦσα, ἣν οὐχ ὅπλα κινούμενα, οὐ στρατόπεδα παραταττόμενα, οὐ μηχανήματα προσαγόμενα, οὐ τόξα, οὐ δόρατα ἀφιέμενα, οὐκ αὐτὸ τῶν δαιμόνων τὸ στρατόπεδον, οὐχ αἱ ζοφεραὶ φάλαγγες τῶν ἀντικειμένων δυνάμεων, οὐκ αὐτὸς ὁ διάβολος μετὰ πάσης αὐτοῦ παραταττόμενος τῆς στρατιᾶς καὶ τῆς μηχανῆς παραβλάψαι δυνήσεται.
000-00-00 Serial Number=0616508722
Expositiones in Psalmos Ante [Go Back]  
 [00650]  δηλῶν, ὅτι τῷ μὴ ταύτην ἔχοντι τὴν εἰρήνην οὐδὲ ὁ κοινὸς λιμὴν ἅπας ἀνέῳκται, ἀλλὰ καὶ οὗτος προσκέχωσται, ὁ τοῦ ὕπνου καὶ τῆς νυκτός.
 [03913]  Μεγάλη τῆς ἐπὶ τὸν Κύριον ἐλπίδος ἡ δύναμις, φρούριον ἀχείρωτον, τεῖχος ἄμαχον, συμμαχία ἀκαταγώνιστος, λιμὴν εὔδιος, πύργος ἀκαταμάχητος, ὅπλον ἀήττητον, δύναμις ἄμαχος καὶ ἐκ τῶν ἀπόρων εὑρίσκουσα πόρον.
 [05676]  Μεγάλη τῆς ἐπὶ τὸν Κύριον ἐλπίδος ἡ δύναμις, φρούριον ἀχείρωτον, τεῖχος ἄμαχον, συμμαχία ἀκαταγώνιστος, λιμὴν εὔδιος, πύργος ἀκαταμάχητος, ὅπλον ἀήττητον, δύναμις ἄμαχος καὶ ἐκ τῶν ἀπόρων εὑρίσκουσα πόρον.
000-00-00 Serial Number=0551577985
Fragmenta in Job Ante [Go Back]  
 [00655]  ἴδωμεν οὖν συγκρίναντες, πότε λαμπρότερος ἦν, ὅτε κοινὸς ἦν λιμὴν τοῖς χρῄζουσιν, ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ, καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν·
 [00663]  ὅτε τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα, καὶ λιμὴν αὐτοῖς γινόμενος, ἢ ὅτε τὸ σῶμα [64.557] τοῦτο αὐτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων, καὶ καθήμενος ἐπὶ τῆς κοπρίας, αὐτὸς αὐτὸ κατέξαινε, λαβὼν ὄστρακον;
 [01242]  Ἐπὶ δὲ τοῦ Ἰὼβ τότε ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο, ἐν τῇ πᾶσιν ἀνθρώποις παρεχούσῃ γαλήνην·
 [01707]  Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μείζων.
 [01803]  Ὁρᾷς πῶς οὐκ ἦν ὑπερόπτης, πῶς μέτριος, πῶς κοινὸς ἁπάντων ἰατρὸς, καὶ κοινὸς λιμὴν, καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων, ἥν ποτε εἶχον χρείαν, φησὶν, οὐχὶ τὴν μὲν ναὶ, τὴν δὲ οὔ·
 [02097]  καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον, λιμὴν τῶν καθ' ἡμᾶς συμφορῶν.
000-00-00 Serial Number=0334443927
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00103]  ∆ιὸ καὶ ἡμεῖς μετ' ἐκείνων σε νῦν ἀριθμοῦντες, οὐχ ἁμαρτησόμεθα, ὅτι δὴ λιμὴν εἶ τῶν Ἐκκλησιῶν ἁπασῶν, καὶ τῇ βασιλείᾳ τῇ παρούσῃ πρὸς τὴν κτῆσιν τῆς μελλούσης ἀποκέχρησαι βασιλείας, Ἐκκλησίας ὀρθοῦσα, ἱερέας τιμῶσα, αἱρετικῶν καταλύουσα πλάνην, μάρτυρας ὑποδεχομένη, οὐ τραπέζῃ, ἀλλὰ γνώμῃ, οὐ σκηνῇ, ἀλλὰ προαιρέσει, μᾶλλον δὲ καὶ σκηνῇ καὶ [63.472] προαιρέσει.
000-00-00 Serial Number=0409124911
In Acta apostolorum Ante [Go Back]  
 [04446]  λιμὴν, πρὸς τὸ μὴ καταποντίζεσθαι ὑπὸ τῶν προσπιπτόντων πνευμάτων.
 [09999]  ἔνθα δὲ περὶ τοιούτων δογμάτων ἡ διδασκαλία, γαλήνη καὶ ἡσυχία καὶ φιλοσοφία, καὶ πολὺς ὁ λιμὴν εἶναι ὀφείλει.
000-00-00 Serial Number=0352745533
In Eutropium Ante [Go Back]  
 [00112]  ἀλλὰ καὶ χάριν οἶδε τῇ πενίᾳ, ὅτι χωρίον αὐτῷ γέγονεν ἄσυλον καὶ λιμὴν ἀκύμαντος, καὶ τεῖχος ἀσφαλές·
000-00-00 Serial Number=0706392944
In Genesim sermones Ante [Go Back]  
 [00444]  Ἵνα γὰρ μὴ ἀκούσασα τὸ, Αὐτός σου κυριεύσει, φορτικὴν εἶναι νομίσῃ τὴν δεσποτείαν, πρότερον τὸ τῆς κηδεμονίας ἔθηκεν ὄνομα εἰπὼν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, τουτέστιν, Ἡ καταφυγή σου καὶ ὁ λιμὴν καὶ ἡ ἀσφάλεια ἐκεῖνος ἔσται σοι·
000-00-00 Serial Number=0029422879
In Isaiam Ante [Go Back]  
 [00448]  Μάλιστα μὲν γὰρ καὶ τὸ δημοτικόν, πολλῷ δὲ μᾶλλον τὸν ἄρχοντα ταύτης δεῖ καθαρεύειν τῆς κακίας καὶ τοῦ πρὸς ἀπέχθειαν ψηφίζεσθαι τοῖς κρινομένοις ἀπηλλάχθαι, ἵνα μὴ ὁ λιμὴν σκόπελος γένηται.
000-00-00 Serial Number=0095916569
In Kalendas Ante [Go Back]  
 [00214]  οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ, Ἀλλ' ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδᾶναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγματεύηται ἀπ' ἀλλοτρίας συμφορᾶς, ὅταν κοινὸς προκέηται λιμὴν τοῖς δεομένοις ἅπασι.
000-00-00 Serial Number=0227185011
In Petrum et Paulum Ante [Go Back]  
 [00061]  χαίροις, Παῦλε, εὔδιος λιμὴν τῶν χειμαζομένων·
000-00-00 Serial Number=0528631151
In Psalmos 101-107 Ante [Go Back]  
 [01652]  Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος ὁ λιμὴν ἀνεφάνη.
 [01655]  ἥτις λιμὴν, ὡς οὐκ ἔχουσα τῶν πειρασμῶν τὰ κύματα, εἰκότως προσηγόρευται, καὶ λιμὴν θελήματος τοῦ Χρι στοῦ ἀναγκαίως, τοῦ λέγοντος·
000-00-00 Serial Number=0476038337
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00068]  Ἡ γὰρ τοῦ Θεοῦ φιλανθρω πία τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων πρόνοιαν ποιου μένη, τά τε κατορθώματα τῶν ἁγίων, καὶ τὰ ἁμαρτή [55.567] ματα εἰς φάρμακα μετέβαλλεν, ἵνα τὰ τῶν ἄλλων τραύ ματα ἑτέροις φάρμακα γένηται, καὶ τὸ τοῦ δικαίου ναυ άγιον τῷ ἁμαρτωλῷ λιμὴν καταστῇ.
000-00-00 Serial Number=0266079962
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00134]  Ἐλέησόν με, ὁ Θεὸς, ὁ λιμὴν ὁ ἀκύμαντος, ὁ γαλήνης γέμων.
000-00-00 Serial Number=0436665535
In Psalmum 145 Ante [Go Back]  
 [00015]  Ὅπερ γὰρ κυβερνήταις λιμὴν, καὶ δρομεῦσι βραβεῖα, καὶ ἀθληταῖς στέφανοι, τοῦτο ἡμῖν ἡ παροῦσα ἑβδομὰς, τὸ κεφά λαιον τῶν ἀγαθῶν, καὶ τὰ περὶ τοὺς στεφάνους πα λαίσματα νῦν ∆ιὸ καὶ μεγάλην καλοῦμεν αὐτήν·
 [00313]  Μέγα ὅπλον προσευχὴ, μέγας κόσμος εὐχὴ, καὶ ἀσφάλεια καὶ λιμὴν, καὶ θησαυρὸς ἀγαθῶν, καὶ ἄσυλος πλοῦτος.
000-00-00 Serial Number=0990277469
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00151]  Ἀλλὰ τούτων οὕτως ἐχόντων, ἐπέστη τοῖς ἀσθενοῦσιν ὁ ἰατρὸς, τοῖς ἐν σκότει καθημένοις ὁ τῆς δικαιοσύνης ἥλιος ἐπεφάνη, τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀκύμαντος λιμὴν, τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ πρέσβυς ἐτέχθη, καὶ τῆς εἰρήνης ὁ σύνδεσμος, τοῖς αἰχμαλώτοις ὁ λυτρωτὴς ἐπεδήμησε, τοῖς πολεμουμένοις ἡ κραταιὰ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἀγάπης σκέπη.
000-00-00 Serial Number=0070835710
In catechumenos Ante [Go Back]  
 [00021]  ἔστι μοι κολυμβήθρας λιμὴν ἀνθρώπους σώζων, τὸν δὲ διάβολον ἀποπνίγων.
000-00-00 Serial Number=0792478859
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08257]  οἷον, ὅταν ἡ γυνὴ καὶ τραχυνόμενον παρεσκευασμένη ᾖ φέρειν τὸν ἄνδρα, καὶ ὁ ἀνὴρ καὶ χαλεπαίνουσαν αὐτὴν μὴ ὑβρίζῃ, τότε πάντα γαλήνη καὶ λιμὴν κυμάτων ἀπηλλαγμένος.
 [09999]  Ὁ γὰρ τριῶν παραγενομένων, ὡς ἐνόμιζεν, ἀνθρώπων, μόσχον θύσας, καὶ τρία μέτρα [61.295] σεμιδάλεως φυράσας, καὶ πρὸς τῇ θύρᾳ καθήμενος ἐν καιρῷ μεσημβρίας, ἐννόησον μεθ' ὅσης δαψιλείας καὶ προθυμίας τὰ αὑτοῦ πᾶσιν ἀνήλισκε, μετὰ τῶν χρημάτων καὶ τὴν τοῦ σώματος παρεχόμενος ὑπηρε-σίαν, καὶ ταῦτα ἐν γήρᾳ τοσούτῳ, καὶ λιμὴν τῶν ξένων καὶ τῶν ἐν χρείαις καθεστηκότων ὢν, καὶ οὐ-δὲν ἴδιον κεκτημένος, οὐδὲ αὐτὸν τὸν υἱόν·
000-00-00 Serial Number=0175095797
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05590]  χειραγωγία γάρ τίς ἐστι τῆς πρὸς τὸν οὐρανὸν φερούσης ὁδοῦ, ἄλειμμα ἀθλητικὸν, γυμνασία τις μεγάλη καὶ θαυμαστὴ, λιμὴν εὐδιεινός.
000-00-00 Serial Number=0072105825
In epistulam ad Philippenses Ante [Go Back]  
 [00628]  Κατέλαβε νὺξ, ὁ λιμὴν τῶν ἡμετέρων κακῶν, τὸ παραμύθιον τῶν ἡμετέρων συμφορῶν, τὸ φάρμακον τῶν τραυμάτων.
000-00-00 Serial Number=0183993220
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  Ταῦτ' οὖν εἰδότες ὑποδεχώμεθα τοὺς ἁγίους, ἵνα λάμπῃ ἡ οἰκία, ἵνα ἀπαλλάττηται τῶν ἀκανθῶν, ἵνα λιμὴν γένηται τὸ δωμάτιον·
000-00-00 Serial Number=0627078593
In filium viduae Ante [Go Back]  
 [00029]  Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτείχιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτηρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συνοικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ' ἐχθρῶν πεπαῤῥησιασμένη, κατήγορος κατ' αὐτῶν·
000-00-00 Serial Number=0399079800
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00166]  ὁ δὲ ἐλεῶν, κοινός ἐστι τῶν ναυαγούντων λιμὴν, τὰς τῶν πλησίον διορθούμενος πενίας, καὶ τὰς ἑτέρων λύων ἀνάγκας.
000-00-00 Serial Number=0466804206
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00078]  Βακτηρία γάρ τίς ἐστιν ἰσχυρὰ ἡ πίστις, καὶ λιμὴν ἀσφαλὴς, τῆς τῶν λογισμῶν ἀπαλλάττουσα πλά νης, καὶ ἐν ἡσυχίᾳ πολλῇ τὴν ψυχὴν ἀναπαύουσα.
000-00-00 Serial Number=0049946904
In illud Ne timueritis Ante [Go Back]  
 [00212]  Ὁ ἐλεήμων ὁ κοινὸς λιμὴν, ὁ πατὴρ πάντων, ἡ βακτηρία τῶν γεγηρακότων.
000-00-00 Serial Number=0129071057
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00304]  πίστις γὰρ τῆς ἐπὶ τὴν κολυμβήθραν ὁδοῦ χει ραγωγὸς ἀγαθὸς, πίστις χειμαζομένης φύσεως ἄγκυρα, πίστις ἀνθρωπότητος λιμὴν γαληνὸς, πίστις τῶν ἀοράτων κάτοπτρον τηλαυγὲς, πίστις τῆς ὁμοουσίου Τριάδος διδάσκαλος ἀκριβὴς, πίστις λέγειν ἡμᾶς παρεσκεύασεν ἐκεῖνα τὰ σωτήρια ῥήματα·
000-00-00 Serial Number=0843541861
In laudem sancti Joannis theologi homilia 1 Ante [Go Back]  
 [00018]  Ὃ γάρ ἐστι λιμὴν τοῖς χειμαζομένοις, τοῦτο ὁ Θεὸς τοῖς καταπονουμένοις.
000-00-00 Serial Number=0532099664
In magnam feriam Ante [Go Back]  
 [00002]  ἐπὶ θύραις λοιπὸν ἡ τοῦ κόσμου χαρά, πλησιάζει ὁ λιμὴν τῆς δεσποτικῆς ἀναστάσεως.
000-00-00 Serial Number=0908015609
In omnes sanctos Ante [Go Back]  
 [00054]  ἐπὶ θύραις λοιπὸν ἡ τοῦ κόσμου χαρά, πλησιάζει ὁ λιμὴν τῆς δεσποτικῆς ἀναστάσεως.
000-00-00 Serial Number=0642999709
In principium Actorum Ante [Go Back]  
 [00370]  Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο ὁ περίβολος, τοῦτο ἡ ἀσφάλεια, τοῦτο λιμὴν καὶ καταφυγή.
000-00-00 Serial Number=0287351608
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00086]  Αὐτὸς γὰρ συνεχω ρήθη ἁμαρτῆσαι ὁ τὴν Ἐκκλησίαν μέλλων πι στεύεσθαι, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ λιμὴν τῆς πίστεως, Πέτρος ὁ διδάσκαλος τῆς οἰκουμένης συν εχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώρησις τούτου ὑπό θεσις φιλανθρωπίας τοῖς ἄλλοις γένηται.
000-00-00 Serial Number=0493883312
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00044]  Οἶδεν ὁ ποιμὴν τὸ θηρίον, οἶδεν ὁ σφενδονίτης τὸν λύκον, οἶδεν ὁ κυβερνήτης τὸ κῦμα, οἶδεν ὁ λιμὴν τὸν χειμῶνα, οἶδεν ὁ στρατηγὸς τὸν πολέμιον, οἶδεν ὁ Θωμᾶς τὸν Ἄρειον, οἶδε καὶ διώκει αὐτόν.
000-00-00 Serial Number=0393025994
In venerabilem crucem sermo Ante [Go Back]  
 [00114]  Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων σοφία, σταυρὸς ἀνόμων νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων σκάνδαλον, σταυρὸς ἀσεβῶν ἀπώλεια, σταυρὸς ἀδυνάμων δύναμις, σταυρὸς νοσούντων ἰατρὸς, σταυρὸς λεπρῶν καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις, σταυρὸς πεινώντων ἄρτος, σταυρὸς διψώντων πηγὴ, σταυρὸς γυμνῶν σκέπη·
000-00-00 Serial Number=0326884568
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00090]  Ἐκεῖνό μοι βακτηρία, ἐκεῖνό μοι ἀσφάλεια, ἐκεῖνό μοι λιμὴν [52.430] ἀκύμαντος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»