Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λαμπρὰ [132]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λαμπρὰ


000-00-00 Serial Number=0567323983
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00012]  Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας.
 [00198]  Καθάπερ γάρ τις βασίλεια ἑαυτῷ λαμπρὰ κατασκευάσας, πολλῷ μὲν ἀποστίλβοντα τῷ χρυσῷ, πολλῇ δὲ λάμποντα τῇ τῶν λίθων αἴγλῃ, οὕτω τὸν κόσμον τεκτηνάμενος ὁ Θεὸς ἤγαγε τὸν ἄνθρωπον βασιλεύοντα πάντων τῶν ἐν αὐτῷ.
000-00-00 Serial Number=0604466677
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00002]  Πρὸς τοὺς μεγάλα τὰ παρόντα νομίζοντας καὶ περὶ τὰ τοῦ βίου λαμπρὰ μάτην ἐπτοημένους.
000-00-00 Serial Number=0522274435
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01184]  Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη πάντας ἐπαίδευσεν ὡς νῦν τὴν οἰκουμένην διδάσκει καρτερεῖν, ἐγκρατεύεσθαι, φέρειν πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν τιμῆς, ὑπερορᾶν θανάτου, καταφρονεῖν ζωῆς, πατρίδα παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν, τὰ λαμπρὰ ἅπαντα τοῦ παρόντος βίου, τιμὰς λέγω καὶ δόξας καὶ δυναστείαν καὶ τρυφήν, τῶν ἠρινῶν ἀνθῶν εὐτελέστερα εἶναι νομίζειν.
000-00-00 Serial Number=0618643641
Ad populum Antiochenum Ante [Go Back]  
 [01598]  Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐκ ἀλλοτρίῳ, ἀλλ' οἰκείῳ βαπτιζόμενον αἵματι.
 [01663]  ἀνέβην εἰς τρίτον οὐρανὸν, εἶδον τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, εἶδον τὰ βασίλεια τὰ λαμπρὰ, ἔμαθον τίνων ἀπεστέρημαι διατρίβων ἐνταῦθα, καὶ διὰ ταῦτα στενάζω.
 [02240]  Καὶ γὰρ ἐκεῖ ἀφῆκε τὸν διάβολον πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ὑπελέλειπτο τρόπος, τότε ἀνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται·
 [04316]  καθάπερ οὖν καὶ Παύλῳ μικρὰ πάντα ἐφαίνετο, καὶ νεκρῶν ἀχρηστότερα τὰ λαμπρὰ τοῦ παρόντος βίου.
 [04893]  Οὐκ ἄν τις αὐτὴν οὕτως ἐκόσμησεν, εἰ χρυσοῦς ἀνδριάντας ἀνέστησεν ἐπὶ τῆς ἀγορᾶς, ὡς νῦν ἐστι λαμπρὰ καὶ περιφανὴς τοὺς καλοὺς τῆς ἀρετῆς ἀνδριάντας παρασχομένη, καὶ τὸν οἰκεῖον ἐπιδείξασα πλοῦτον.
 [04943]  καὶ γὰρ οἰκίαι καὶ οἰκοδομήματα λαμπρὰ, καὶ τείχη παρ' αὐτοῖς ἦν, καὶ χώρα λιπαρὰ καὶ εὔγειος, καὶ τῷ παραδείσῳ τοῦ Θεοῦ προσεοικυῖα·
 [05386]  ἀναμνήσθητί μοι, πῶς ὁ ὅρκος οὗτος εἰσελθὼν ἐν τῇ πόλει καὶ οἰκίας καὶ ναὸν καὶ τείχη καὶ οἰκοδομήματα λαμπρὰ καθεῖλε, καὶ χῶμα τὴν πόλιν ἐποίησε, καὶ οὔτε τὰ Ἅγια τῶν ἁγίων, οὔτε τὰ σκεύη τὰ ἱερὰ, οὔτε ἄλλο οὐδὲν ἀπέστρεψε τὴν κόλασιν καὶ τὴν τιμωρίαν ἐκείνην διὰ τὸ παραβαθῆναι τὸν ὅρκον.
000-00-00 Serial Number=0967658579
Ad viduam juniorem Ante [Go Back]  
 [00142]  Οὐδὲν γάρ, οὐδὲν τῶν ἐν τῇ σκηνῇ γινομένων καὶ τῆς τῶν ἐαρινῶν ἀνθέων ὥρας τὰ τοῦ κόσμου λαμπρὰ διενήνοχε.
000-00-00 Serial Number=0443746090
Adversus Judaeos Ante [Go Back]  
 [01722]  Κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι κεκράξονται, οὕτω λαμπρὰ τῶν πραγμάτων ἐστὶν ἡ φωνή·
000-00-00 Serial Number=0133586586
Catecheses ad illuminandos Ante [Go Back]  
 [01232]  ταῦτα γὰρ δοκεῖ εἶναι τὰ λαμπρὰ τοῦ παρόντος βίου.
000-00-00 Serial Number=0647256017
Catechesis de juramento Ante [Go Back]  
 [00066]  διὰ τοῦτο νῦν ἐνομοθέτησαν, ἵνα σε ἀναμνήσωσι διὰ τοῦ καιροῦ τῆς νίκης τοῦ δεσπότου, ἵνα ἐν τοῖς ἐπινικίοις ὦσί τινες οἱ τὰ λαμπρὰ φοροῦντες ἱμάτια καὶ εἰσιόντες εἰς τιμὴν τοῦ βασιλέως·
000-00-00 Serial Number=0544174969
Commentarius in Job Ante [Go Back]  
 [00365]  καὶ καθάπερ τις ἀθλητὴν ἔχων γενναῖον βούλεται μὲν συμπλακῆναι αὐτὸν τοῖς ἐναντίοις, οὐ βούλεται δὲ αὐτὸς παρασχεῖν τὴν ἀφορμήν, ἵνα μὴ δόξῃ φιλότιμός τις εἶναι, ἀλλ' αὐτοὺς ἐκείνους ἐπὶ τοῦτο ἐλθεῖν καὶ προκαλέσασθαι, ἵνα καὶ τὰ τῆς νίκης λαμπρὰ γένηται καὶ τὰ τῆς ἥττης ἐκείνοις αἰσχίω, οὕτω καὶ ὁ θεὸς ποιεῖ.
000-00-00 Serial Number=0977136374
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00293]  Μέλλων τοίνυν ὁ μακάριος ἀποσφάττεσθαι ἐκεῖνος μετὰ τοῦ σιδήρου τὸ σῶμα ταφῆναι ἐπέσκηψε δεικνὺς ὅτι τὰ δοκοῦντα ἐπονείδιστα εἶναι ταῦτα ὅταν διὰ τὸν Χριστὸν γίνηται σεμνά τέ ἐστι καὶ λαμπρὰ καὶ οὐ μόνον οὐκ ἐγκαλύπτεσθαι ἀλλὰ καὶ σεμνύνεσθαι ἐπ' αὐτοῖς χρὴ τὸν πάσχοντα, κἀν τούτῳ τὸν μακάριον Παῦλον μιμούμενος ὃς ἄνω καὶ κάτω τὰ στίγματα, τὰ δεσμά, τὴν ἅλυσιν ἔστρεφε καυχώμενος καὶ μέγα φρονῶν ἐφ' οἷς ᾐσχύνοντο ἕτεροι.
000-00-00 Serial Number=0994597375
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00174]  Οὕτω γὰρ λαμπρὰ γέγονεν ἡ νίκη, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τὰ ἐκείνων.
000-00-00 Serial Number=0930678725
De Lazaro Ante [Go Back]  
 [01575]  Καὶ γὰρ καὶ τότε ὁ λόγος ἡμῖν ἅπας τοῦτο παιδεῦσαι τοὺς ἀκροατὰς ἔσπευδε, μηδὲν τοῦ παρόντος βίου τὰ λαμπρὰ νομίζειν εἶναι πράγματα, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ τὰς ἐκεῖ ψήφους καθ' ἑκάστην ἐννοεῖν τὴν ἡμέραν, καὶ τὸ φοβερὸν κριτήριον, καὶ τὸν ἀπαραλόγιστον δικαστήν.
 [01630]  εὐχαρίστησον τῷ λαμβάνοντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ ταῦτα αὐτῷ συμπέμψῃ ἐντάφια.
000-00-00 Serial Number=0344541609
De Maccabeis Ante [Go Back]  
 [00248]  λαμπρὰ γὰρ καὶ παρ' ἐκείνοις κατὰ τοῦ τυράννου τὰ τρόπαια·
000-00-00 Serial Number=0874132156
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00623]  Καὶ ἀντὶ τῶν θεαμάτων ἐκείνων τερπνὰ διηγήματα εἴσαγε, λειμῶνας καὶ λαμπρὰ οἰκοδομήματα.
000-00-00 Serial Number=0659322917
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00063]  Ἀλλὰ δέδοικα μὴ γέλωςᾖ τὸν Παῦλον ἐντεῦθεν ἐγκωμιάζειν, ὃς ἐσταύρωσεν ἑαυτὸν τῷ κόσμῳ, καὶ οὐ τὰ λαμπρὰ ἐν τοῖς σώμασι μόνον, ἀλλὰ πάντα τὰ πράγματα οὕτως ἑώρα, ὡς ἡμεῖς τὴν κόνιν καὶ τὴν τέφραν, καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο.
 [00597]  μᾶλλον δέ, καθάπερ τῆς ἀκτῖνος ἀνισχούσης, καὶ σκότος ἐλαύνεται, καὶ θηρία καταδύεται καὶ φωλεύει λοιπόν, καὶ λῃσταὶ δραπετεύουσι, καὶ ἀνδροφόνοι περὶ τὰ σπήλαια καταφεύγουσι, καὶ πειραταὶ ἀφίστανται, καὶ τυμβωρύχοι ἀναχωροῦσι, καὶ μοιχοὶ καὶ κλέπται καὶ τοιχωρύχοι, ἅτε ἀπὸ τῆς ἀκτῖνος ἐλέγχεσθαι μέλλοντες, ἀπελθόντες που μακρὰν ἑαυτοὺς ἀφανίζουσι, καὶ πάντα διαφανῆ καὶ λαμπρὰ γίνεται, καὶ γῆ, καὶ θάλαττα, τῆς ἀκτῖνος ἄνωθεν πάντα καταυγαζούσης, τὰ πελάγη, τὰ ὄρη, τὰς χώρας, τὰς πόλεις·
 [00599]  ἡ δὲ λαμπρὰ τῆς ἀληθείας φλὸξ ἀνῄει φαιδρὰ καὶ ὑψηλὴ πρὸς αὐτὸν τὸν οὐρανόν, ὑπ' αὐτῶν τῶν κωλυόντων αἰρομένη, καὶ διὰ τῶν ἐμποδιζόντων αὐξανομένη·
000-00-00 Serial Number=0119363427
De mutatione nominum Ante [Go Back]  
 [00072]  οὕτω λαμπρὰ τράπεζα εὐτελὴς φανεῖται, ὅταν μὴ μετὰ τοῦ πεινῇν προσβάλωσιν οἱ παρόντες·
 [01186]  Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τῶν ὄψεων εὐειδεῖς καὶ καλαὶ, ἂν μέν τινα καλλωπισμοῦ προσθήκην ἔξωθεν λάβωσιν, εἰς τὴν τῆς οἰκείας εὐμορφίας βλάπτονται δόξαν, τῶν ὑπογραμμάτων καὶ τῶν ὑπογραφῶν καὶ τῆς ἄλλης ἐπιτεχνήσεως μεριζομένων πρὸς ἑαυτὰς τὸν τοῦ κάλλους ἔπαινον·
000-00-00 Serial Number=0479903519
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00051]  Ἐπεσπᾶτο μὲν γὰρ ἕκαστον πρὸς αὐτὸν ἀπιέναι ἡ λαμπρὰ τοῦ ἀνδρὸς πολιτεία·
000-00-00 Serial Number=0613798380
De paenitentia sermo 2 Ante [Go Back]  
 [00161]  οὐχ ὅτι πολλοὺς ἀγροὺς καὶ ἀμπελῶνας ἐκληρονομήσατε, οὐχ ὅτι ἀποθήκας καὶ λαμπρὰς οἰκίας ᾠκοδομήσατε, οὐχ ὅτι πολλὰ ζεύγη βοῶν καὶ ἀγέλας προβάτων εὐπορήσασθε, οὐδ' ὅτι τραπέζης πλουσίας καὶ ἀφθόνου ἀπηλαύσατε, οὐδ' ὅτι ἱμάτια λαμπρὰ ἐνεδύσασθε, οὐδ' ὅτι μύροις καὶ ἀρώμασιν ἠλείφεσθε, οὐδ' ὅτι πολλὰ παρὰ πάντων ἐτιμήθητε·
 [00217]  ἀναπαύσασθε λοιπὸν εἰς τὰς αὐλὰς τοῦ παραδείσου, εἰς τὰς μονὰς τὰς φωτοειδεῖς, εἰς τρυφὴν καὶ χαρμονὴν τέλος οὐκ ἔχουσαν, εἰς σκηνώματα λαμπρὰ καὶ δεδοξασμένα.
000-00-00 Serial Number=0253068388
De perfecta caritate Ante [Go Back]  
 [00053]  Οἱ γὰρ μετ' ἀλλήλων κατ' ἐκείνου παρατασσόμενοι, καὶ μὴ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμενοι, ἀήττητοι γίνονται τοῖς αὐτοῦ μηχανήμασι, τὰ λαμπρὰ τῆς ἀγάπης ἐγείροντες τρόπαια.
000-00-00 Serial Number=0149894595
De resurrectione mortuorum Ante [Go Back]  
 [00016]  Ὅταν γὰρ ὁρῶντές τινες τοὺς μὲν ἐπιεικεῖς καὶ σώφρονας καὶ ἐν δικαιοσύνῃ ζῶντας, ἀγχομένους ὑπὸ πενίας, ἐπηρεαζομένους, συκοφαντουμένους, μόλις τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, πολλάκις δὲ καὶ νόσῳ μακρᾷ καὶ χαλεποῖς νοσήμασι ταριχευομένους, καὶ οὐδεμιᾶς τυγχάνοντας προστασίας, ἀνθρώπους δὲ γόητας καὶ μιαροὺς καὶ πολλῶν γέμοντας κακῶν πλοῦτον περιβεβλημένους, τρυφῶντας, λαμπρὰ περικειμένους ἱμάτια, ἐσμὸν οἰκετῶν ἐπισυρομένους πολὺν, θαυμαζομένους, δυναστείας ἀπολαύοντας, παρὰ βασιλεῖ πολλὴν κεκτημένους παῤῥησίαν·
000-00-00 Serial Number=0203007281
De sancta Droside martyre Ante [Go Back]  
 [00027]  οὔτε γὰρ τὰ λαμπρὰ τοῦ βίου φυσῆσαι, οὔτε τὰ λυπηρὰ καθελεῖν ἡμᾶς καὶ θορυβῆσαι δυνήσεται ἄδηλον ἑκάτερα τὸ τέλος ἔχοντα.
000-00-00 Serial Number=0250395298
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00003]  Λαμπρὰ γέγονεν ἡμῖν χθὲς ἡ πόλις, λαμπρὰ καὶ περιφανὴς, οὐκ ἐπειδὴ κίονας εἶχεν, ἀλλ' ἐπειδὴ μάρτυρα πομπεύοντα ἀπὸ Πόντου πρὸς ἡμᾶς παραγενόμενον.
000-00-00 Serial Number=0175553024
De studio praesentium Ante [Go Back]  
 [00082]  ὁμοίως καὶ γυναῖκες ἀποδύονται, καὶ οὐκ ἐκβάλλονται τοῦ ἀγῶνος, ἀλλὰ καὶ παρατάσσονται καὶ στεφανοῦνται καὶ ἀναγορεύονται, καὶ ἀριστείας ἔχουσιν ἔπαθλα καὶ βραβεῖα καὶ στεφάνους, καὶ τρόπαια δὲ παρ' ἐκείναις λαμπρὰ, καὶ νῖκαι συνεχεῖς καὶ ἐπάλληλοι.
000-00-00 Serial Number=0135614514
De virginitate Ante [Go Back]  
 [00208]  Ἄγγελοι μὲν γὰρ εἰ καὶ μὴ γαμοῦσιν μηδὲ γαμίζονται, ἀλλ' οὐκ εἰσὶ συμπεπλεγμένοι σαρκὶ καὶ αἵματι οὐδὲ ἐπὶ τῆς γῆς ἔχουσι τὰς διατριβὰς οὐδὲ ὄχλον ἐπιθυμιῶν ἀνέχονται, οὐδὲ σίτου δέονται καὶ ποτοῦ οὐδὲ μέλος αὐτοὺς ἡδὺ μαλάξαι δύναται οὐδὲ ὄψις ἐπικάμψαι λαμπρὰ οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν·
 [01549]  Ὅταν οὖν τὰ δοκοῦντα εἶναι παρ' αὐτοῖς λαμπρὰ καὶ ζηλωτὰ τοσαύτας ἔχῃ τὰς θλίψεις, τί ἄν τις εἴποι περὶ τῶν λυπηρῶν;
000-00-00 Serial Number=0236326039
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00127]  Οἱ γὰρ μετ' ἀλλήλων κατ' ἐκείνου παρατασσόμενοι, ἀήττητοι γίνονται τοῖς αὐτοῦ μηχανήμασι, τὰ λαμπρὰ τῆς ἀγάπης ἐγείρονται τρόπαια.
 [00134]  Καὶ καθάπερ τὰ λαμπρὰ τῶν σωμάτων ἄνθος ἀποῤῥεῖ πρὸς τοὺς πλησίον τόπους·
 [01126]  ἀφῆκε τὸν διάβολον πᾶσαν αὑτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ἐλείπετο τρόπος, τότε ἀνεβίβασε τὸν ἀθλητὴν ἀπὸ τοῦ σκάμματος, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται.
 [03440]  ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδοθέν ἐστι, διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα ἰδεῖν ἔπεισε τὸν ἑαυτῶν·
 [06512]  Σὺ δὲ ὅπως μὲν ἵππος γένοιτο καλὸς αὐτοῖς, καὶ οἰκία λαμπρὰ, καὶ πολυτελὴς ἀγρὸς, πάντα ποιεῖς καὶ πραγματεύῃ·
 [06917]  Ὁ μὲν γὰρ Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο, μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνέχεσθαι τῆς ἐκείνου μεμνῆσθαι.
 [09178]  Ἀλλὰ δέδοικαμὴ γέλως ᾖ τὸν Παῦλον ἐντεῦθεν ἐγκωμιάζειν, ὃς ἐσταύρωσεν ἑαυτὸν τῷ κόσμῳ, καὶ οὐ τὰ λαμπρὰ ἐν τοῖς σώμασι μόνον, ἀλλὰ πάντα τὰ πράγματα οὕτως ἑώρα, ὡς ἡμεῖς τὴν κόνιν καὶ τὴν τέφραν·
000-00-00 Serial Number=0429003477
Epistula ad Cyriacum Ante [Go Back]  
 [00024]  Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν, οἷον πλοῦτον μόνον ἢ τρυφὴν μόνον, ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶ ναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβὼν οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών·
 [00056]  ∆υνατὸν γὰρ αὐτῷ καὶ τοὺς πεπτωκότας ἐγεῖραι καὶ τοὺς πεπλανημένους ἐπιστρέψαι καὶ τοὺς σκανδαλισθέντας διορθῶσαι καὶ τοὺς μυρίων πληρωθέντας ἁμαρτημάτων ἀπαλλάξαι καὶ δικαίους ποιῆσαι καὶ τοὺς νεκρωθέντας ζωογονῆσαι καὶ τὰ κατασκαφέντα λαμπρὰ ἐργάσασθαι καὶ τὰ παλαιωθέντα ἀνανεῶσαι.
000-00-00 Serial Number=0054035127
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00138]  Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν, οἷον πλοῦτον μόνον, ἢ τρυφὴν μόνον, ἢ δυναστείαν μόνον, ἢ τιμὰς μόνον, ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβὼν οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών·
000-00-00 Serial Number=0507248282
Expositiones in Psalmos Ante [Go Back]  
 [02702]  ∆ιὸ τετρακόσια λοιπὸν ἔτη παρῆλθον, ἀφ' οὗ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἠφάνισται, ἡ ἱερωσύνη ἀνῄρηται, ἡ βασιλεία λέλυται, τὰ τῶν φυλῶν συγκέχυται, πάντα τὰ σεμνὰ ἐκεῖνα καὶ λαμπρὰ ἠφάνισται, καὶ οὐδὲ ἴχνος παρ' ὑμῖν·
 [03193]  Εἰ γὰρ οἱ σώματα λαμπρὰ φιλοῦντες, οὐδὲν ἐπαισθάνονται τῶν ἐν τῷ βίῳ, ἀλλ' ἑνὸς μόνου εἰσὶ, τῆς ἐρωμένης ὄψεως·
 [04465]  ∆ιὸ τετρακόσια λοιπὸν ἔτη παρῆλθον, ἀφ' οὗ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἠφάνισται, ἡ ἱερωσύνη ἀνῄρηται, ἡ βασιλεία λέλυται, τὰ τῶν φυλῶν συγκέχυται, πάντα τὰ σεμνὰ ἐκεῖνα καὶ λαμπρὰ ἠφάνισται, καὶ οὐδὲ ἴχνος παρ' ὑμῖν·
 [04956]  Εἰ γὰρ οἱ σώματα λαμπρὰ φιλοῦντες, οὐδὲν ἐπαισθάνονται τῶν ἐν τῷ βίῳ, ἀλλ' ἑνὸς μόνου εἰσὶ, τῆς ἐρωμένης ὄψεως·
 [06853]  Ἡμεῖς αὐτοὶ πολλὰ τῆς σῆς προνοίας ἐνέχυρα ἔχομεν, καὶ τρόπαια λαμπρὰ ἀπαριθμεῖν, καὶ νίκας ἐπαλλήλους καὶ θαυμαστὰς καὶ παραδόξους δυνάμεθα.
000-00-00 Serial Number=0350184500
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04148]  Καθάπτεται τοῦ Ἰωακεὶμ, ὡς ἐξ ἁρπαγῆς οἰκοδομοῦντος λαμπρὰ, καὶ καλλωπίζοντος οἰκίας, μὴ μισθοὺς ἀποστεροῦντος μισθωτοῦ.
000-00-00 Serial Number=0651148796
Fragmenta in Job Ante [Go Back]  
 [00598]  Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐκ ἀλλοτρίῳ, ἀλλὰ οἰκείῳ βαπτιζόμενον αἵματι·
 [02086]  καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβολῆς ὑπελίπετο τρόπος, τότε ἐνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται.
000-00-00 Serial Number=0946437061
Fragmenta in Proverbia Ante [Go Back]  
 [01226]  [69] α.] Ἀντὶ τοῦ λαμπρὰ, δῆλα ὡς ὄντα φῶς·
000-00-00 Serial Number=0403528810
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00202]  Ἐπειδὴ γὰρ εἶδον μετὰ τὴν ἐπιβουλὴν ἐκείνην τὸ πρᾶγμα αἰρόμενον, καὶ τὰ προοίμια λαμπρὰ καὶ ἡλίου φανότερα καὶ ἐξ αὐτῆς τῆς βαλβῖδος ἐπιδεικνύμενα ὅτι πᾶσαν ἀθρόον καταλήψεται τὴν οἰκουμένην, καὶ κατ' ἄκρας ἐλάσει τὴν πλάνην, καὶ οὐδὲ ἐνεγκεῖν δυνήσεται τὴν ἄφατον αὐτοῦ ῥύμην καὶ τὴν δύναμιν·
000-00-00 Serial Number=0190883934
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00031]  οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν, ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν.
000-00-00 Serial Number=0790427446
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00076]  ὢ καινῶν καὶ παραδόξων πραγμάτων! βασιλέως μὲν εἰς πόλιν εἰσιέναι μέλλοντος, παραπετάσματα καὶ λαμπάδες, καὶ οἱ ἐν ἀξιώμασι καὶ οἱ ἐν δυναστείαις ἀπαντῶσιν ἅπαντες μετὰ φαιδροῦ τοῦ σχήματος, καὶ αὐλοὶ καὶ σύριγγες καὶ κιθάραι, καὶ πᾶν μουσικῆς γένος, καὶ ἐσθήματα λαμπρὰ καὶ στεφανώματα, καὶ πολλὴ ἡ περιφάνεια·
 [00084]  Τοιαῦτα τῆς εἰσόδου αὐτοῦ τὰ προοίμια, οὕτω λαμπρὰ καὶ περιφανῆ·
000-00-00 Serial Number=0794470251
Homilia in martyres Ante [Go Back]  
 [00025]  οὕτω τοῦ φωτὸς τῶν μαρτύρων εἰς τὰς ὑμετέρας καταλάμποντος διανοίας, ἅπαντα κατορύττεται τὰ νοσήματα, καὶ ἡ λαμπρὰ τῆς φιλοσοφίας ἀνάπτεται φλόξ.
000-00-00 Serial Number=0311821818
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Αὕτη γὰρ ἡ λαμπρὰ νίκη.
 [09999]  λαμπρὰ γὰρ ἦν καὶ ἡ Ἑλλὰς λοιπόν·
000-00-00 Serial Number=0358827174
In Eutropium Ante [Go Back]  
 [00005]  Ποῦ νῦν ἡ λαμπρὰ τῆς ὑπατείας περιβολή;
000-00-00 Serial Number=0858130932
In Genesim sermones Ante [Go Back]  
 [01522]  Ἐξετάσωμεν, εἰ δοκεῖ, τὰ λαμπρὰ τῆς παρούσης ζωῆς, τὸν πλοῦτον, τὴν δόξαν, τὴν δυναστείαν, τὰς τιμὰς τὰς παρὰ ἀνθρώπων·
000-00-00 Serial Number=0126760185
In Isaiam Ante [Go Back]  
 [01796]  Τὰ πεπηγότα καὶ τὰ βέβαια ἀπολεῖται καὶ διαχυθήσεται τὰ λαμπρὰ καὶ τὰ φαιδρὰ οἰχήσε ται καὶ διαρρυήσεται.
000-00-00 Serial Number=0958750844
In Joannem Ante [Go Back]  
 [00657]  Ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδον ἐστί·
 [02013]  Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, Εἰ δὲ αὕτη ἡ δόξα οὕτω γέγονε λαμπρὰ καὶ περιφανὴς, τί ἄν τις εἴποι περὶ ἐκείνης;
 [05223]  Ὅθεν εἰ καὶ λαμπρὰ τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, θαυμάζειν οὐ χρή·
 [05283]  Τοῦτο γάρ ἐστιν ὃ μάλιστα λαμπρὰ δείκνυσι τὰ ἡμέτερα.
000-00-00 Serial Number=0736643612
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00026]  οὗτος ὁ βασιλεὺς ὁρῶν λαμπρὰ τὰ ἡμέτερα ἀπὸ τούτου γινόμενα, τοῦ τῶν μαρτύρων θανάτου λέγω, καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ παῖδας ἁπαλοὺς, καὶ παρθένους ἀπειρογάμους, καὶ πᾶσαν ἡλικίαν ἁπλῶς καὶ φύσιν ἑκατέραν πηδῶσαν ἐπὶ τὰς ὑπὲρ τῆς εὐσεβείας σφαγὰς, ἐδάκνετο καὶ ὠδυνᾶτο, καὶ φανερῶς σαλπίσαι τὸν πόλεμον οὐκ ἐβούλετο.
 [00041]  ἂν δὲ στῶσι γενναίως καὶ περιγένωνται, μὴ πάνυ λαμπρὰ ἡ νίκη, μηδὲ περιφανὲς τὸ τρόπαιον γένηται·
 [00047]  ἵνα ὁ μὲν φόνος αὐτῷ προχωρῇ, καὶ σφαγαὶ γίνωνται, μὴ φαίνηται δὲ λαμπρὰ τὰ τῶν μαρτύρων βραβεῖα.
000-00-00 Serial Number=0018871069
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06830]  Αὕτη γὰρ ἡ λαμπρὰ νίκη, τοῦτο τῆς Ἐκκλησίας τὸ τρόπαιον, οὕτως ὁ διάβολος βάλλεται, πασχόντων ἡμῶν κακῶς.
 [06979]  Καθάπερ οὖν ἐπὶ τῶν στοιχείων ἀμφότερα πεποίηκεν ὁ Θεὸς, καὶ ἀσθενῆ καὶ λαμπρὰ κατασκευάσας, τὸ μὲν, ἵνα κηρύξῃ τὴν αὑτοῦ δύναμιν, τὸ δὲ, ἵνα κωλύσῃ τῶν ἀνθρώπων τὴν πλάνην·
 [07148]  Τῶν δὲ δούλων τοῦ Χριστοῦ καὶ τὰ σήματα λαμπρὰ, [61.582] τὴν βασιλικωτάτην καταλαβόντα πόλιν, καὶ αἱ ἡμέραι καταφανεῖς, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαι.
 [07941]  Πῶς γὰρ οὐ μανία λαμπρὰ καὶ σαφὴς, καὶ μανίας ἁπάσης χαλεπώτερον πάθος, τῶν μὲν μενόντων διηνεκῶς καταφρονεῖν, τῶν δὲ ἀπολλυμένων ἔχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς;
000-00-00 Serial Number=0011971414
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00015]  Ἐπειδὴ γὰρ αὐτοὺς ἡ ἐλπὶς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦναι, καθάπερ τινὰ ἄγκυραν ὁ διάβολος ἀποκόψαι βουλόμενος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καταθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθομένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα καὶ λαμπρὰ τέλος εἴληφε.
 [00041]  οὐ δεῖται τοῦ μηνύσοντος, οὕτως ἐστὶ λαμπρὰ, ὥσπερ οὐδὲ ἡ ἀστραπὴ δεῖται τοῦ μηνύσοντος.
 [01165]  τοῦτο πάντα διέλυσε καὶ ἠφάνισε τὰ σεμνὰ καὶ λαμπρὰ τῆς Ἐκκλησίας, ἐφ' οἷς ἀγάλλεσθαι ἔδει.
000-00-00 Serial Number=0450822234
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00677]  οὕτω γὰρ ἔσται λαμπρὰ τὰ νικητήρια.
 [00687]  Εἰ γὰρ Παῦλος ἀπαίδευτος ἦν, ἐκράτησε δὲ Πλάτωνος, ὅπερ ἔλεγον, λαμπρὰ γέγονεν ἡ νίκη.
 [01385]  Ὥστε δὲ λαμπρὰ γενέσθαι τὰ νικητήρια, καὶ ἐπαγωνίζεται τοῖς λεχθεῖσι, κειμένοις τοῖς ἐναντίοις ἐπεμβαίνων.
 [03219]  πῶς ἡ τοῦ δεῖνος οἰκία λαμπρὰ καὶ περιφανὴς οὖσα κατέπεσε·
 [04384]  Εἰ γὰρ, πάντων λαμπρὰ ἐνδεδυμένων, εἷς μόνος εὑρεθεὶς εἰς τὸν γάμον ῥυπαρὰ ἔχων, ἀπεῤῥίφη μετὰ ἀτιμίας, ἐννόησον ὅσην ἀπαιτεῖ τὴν ἀκρίβειαν καὶ τὴν καθαρότητα ἡ εἰς τὸν γάμον ἐκεῖνον εἴσοδος.
 [04890]  Τίς οὖν ἡ λαμπρὰ νίκη;
 [08316]  ἔσται δὲ λαμπρὰ, ὅταν τὸ ἀρχόμενον μὴ ἀτιμάζῃς.
000-00-00 Serial Number=0067314208
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00487]  Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων ἄνθος ἀποῤῥεῖ εἰς τοὺς πλησίον τόπους, οὕτω καὶ οἱ φίλοι, οἷς ἂν παραγένωνται τόποις, τὴν ἑαυτῶν χάριν ἀφιᾶσι.
 [01019]  Οὐχ ὁρᾶτε τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τοὺς ἐρῶντας αὐτῶν·
 [01020]  ἕως μὲν ἂν ἐν ὄψεσιν ᾖ, ἐκκαίεται τὸ πῦρ, λαμπρὰ ἄνεισιν ἡ φλόξ·
 [01796]  Ἀλλ' οὐκ ἔστι λαμπρὰ ὁμοίως τὰ παιδία τοῦ πατρὸς τελευτήσαντος.
000-00-00 Serial Number=0856204987
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00961]  τὸ λαμπρὰ φαίνειν καὶ πᾶσαν καταυγάζειν τὴν οἰκίαν, ἢ τὸ καλῶς πεπλάσθαι καὶ στρογγύλον εἶναι;
 [03621]  Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οἰκία, κἂν σφόδρα ᾖ λαμπρὰ, τῶν δημοσίων οἰκοδομημάτων λαμπροτέρα.
000-00-00 Serial Number=0261932552
In epistulam ad Ephesios Ante [Go Back]  
 [02897]  Εἰ δὲ καὶ λαμπρὰ καὶ μεγάλη τύχοι οὖσα ἡ οἰκία, ἐλεεινὸν θέαμα καὶ πολλῶν αὐτοῖς δακρύων ἄξιον εἶναι δοκεῖ.
 [06533]  Τότε ἡ νίκη λαμπρὰ γίνεται, ὅταν ἐξέλθωμεν ἐντεῦθεν.
 [06551]  Τίς οὖν ἐστι λαμπρὰ νίκη;
000-00-00 Serial Number=0665050149
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01411]  οὐκ ἂν δὲ ἦν λαμπρὰ, εἰ μὴ θανάτῳ τὸν θάνατον ἔλυσε.
 [01576]  μεγάλα γὰρ ὁρῶ καὶ λαμπρὰ τὰ προοίμια, καὶ πολλὴν τῷ Θεῷ τὴν σπουδὴν ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας.
 [04404]  οὐκ εἰς τέφραν, οὐκ εἰς καπνὸν, οὐκ εἰς κνῖσσαν διαχεῖται ἡ θυσία, ἀλλὰ λαμπρὰ καὶ φαιδρὰ ἐργάζεται τὰ προκείμενα.
 [04653]  Πάντα ταῦτα σεμνὰ ἦν καὶ λαμπρὰ τῆς Ἰουδαϊκῆς ἀγνωμοσύνης ὑπομνήματα.
 [07065]  Οὐ γὰρ τὰ προοίμια δεῖ μόνον ἔχειν λαμπρὰ, ἀλλὰ καὶ τὸ τέλος λαμπρότερον.
 [07066]  Εἰπὲ γάρ μοι, ὁ ῥήτωρ οὐχὶ τὰ ἐν τῷ τέλει τοῦ λόγου σπουδάζει ποιεῖν λαμπρὰ, ὥστε μετὰ κρότων ἀναχωρεῖν;
 [07486]  Ὡς ἂν εἰ ἔλεγε πρὸς αὐτοὺς, Οὐδεὶς ὑμῶν ἀφῆκε βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐ θησαυροὺς τοιούτους, οὐδὲ, ἐξὸν εἶναι βασιλέως υἱὸν, κατεφρόνησε τούτου, καθὼς ὁ Μωϋσῆς πεποίηκε.
 [07571]  Ὁρᾶτε ὅτι τὰ ὄντως λαμπρὰ πράγματα τὰ κατὰ Θεόν ἐστι, τὰ δὲ ἀνθρώπινα σκιά;
 [09197]  ὅτι τε λαμπρὰ καὶ ὅτι μείζονα ὄντα, εὐπρόσιτα μᾶλλόν ἐστι καὶ ἡμερώτερα.
000-00-00 Serial Number=0782296479
In epistulam ad Philippenses Ante [Go Back]  
 [02128]  Ἡ γὰρ λαμπρὰ νίκη καὶ ἐκ περιουσίας γινομένη αὕτη ἐστὶν, ὅταν τὰ δοκοῦντα αὐτῶν ἰσχυρὰ εἶναι οὐκ ἀποκρύπτωμεν·
000-00-00 Serial Number=0888260126
In epistulam ad Romanos Ante [Go Back]  
 [01277]  Εἰ γὰρ ἐν τοῖς ἀνωτέρω χρόνοις, ὅτε οὔπω ἡ χάρις ἦν ἐκλάμψασα ἡ τοσαύτη, ὅτε τὰ τῶν Ἰουδαίων σεμνὰ καὶ περιβόητα καὶ λαμπρὰ παρὰ πᾶσιν ἦν, οὐδὲν ἦν τὸ μέσον, τίνα ἂν ἔχοιεν λοιπὸν εἰπεῖν λόγον μετὰ τὴν τοσαύτην τῆς χάριτος ἐπίδειξιν;
 [01677]  Ἡ γὰρ νίκη τότε ἐστὶ λαμπρὰ, ὅταν μὴ παρὰ Ἰουδαίου ὁ Ἰουδαῖος, ἀλλὰ παρὰ ἀκροβύστου κρίνηται·
 [01793]  Οὐκοῦν ἐπειδὴ, ὅτι ὑβρίσαμεν, φησὶν, ἡμεῖς καὶ ἠδικήσαμεν, διὰ τοῦτο ὁ Θεὸς ἐνίκησε καὶ ἡ δικαιοσύνη αὐτοῦ λαμπρὰ ἐφάνη, τίνος ἕνεκεν κολάζομαι, φησὶ, αἴτιος αὐτῷ τοῦ νικῆσαι γενόμενος
 [01943]  Τοσαύτη τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν ἡ συμφω [60.442] νία, ὅτι καὶ αἱ κατηγορίαι καὶ οἱ ἔλεγχοι διὰ τοῦτο πάντως ἐγένοντο, ἵνα λαμπρὰ παρὰ τοῖς ἀκούουσιν ἀνοιγῇ τῆς πίστεως ἡ θύρα.
 [04387]  Τοῦτο γὰρ ἡ λαμπρὰ νίκη, τὸ πλεῖον αὐτῷ παρασχεῖν ὧν βούλεται, καὶ τοὺς ὅρους τῆς πονηρᾶς ἐπιθυμίας αὐτοῦ τῇ δαψιλείᾳ τῆς οἰκείας ὑπερβῆναι μακροθυμίας.
 [06700]  Ὅταν γὰρ σήματα λαμπρὰ καὶ πᾶσαν αὐτῶν ἀναλίσκοντα τὴν οὐσίαν ἐπισκήπτωσι τελευτῶντες αὑτοῖς ἀνιστᾷν, καὶ ἐν ταφῇ ἀσωτίαν πολλὴν σπουδάζωσι προαποτίθεσθαι, καὶ ζῶντες μὲν ὑπὲρ ὀβολοῦ καὶ ἄρτου ἑνὸς ὑβρίζωσι τοὺς προσιόντας πένητας, τελευτῶντες δὲ δαψιλῆ τῷ σκώληκι παρέχωσι τράπεζαν, ποίαν ἑτέραν ζητεῖς ὑπερβολὴν τῆς τοῦ νοσήματος τυραννίδος;
 [07368]  ἀλλὰ καὶ τότε ἔτη τρία μόνον καὶ μικρόν τι πρὸς, Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαμπρὰ πάλιν ἐστήσατε τρόπαια.
 [07457]  Καὶ ἐν αὐτῇ τῇ ἐπιτιμήσει δὲ λαμπρὰ δείκνυσι πάλιν τὰ τῶν ἐθνῶν·
 [08951]  Οὐχὶ δοκεῖ λαμπρὰ ἡ ἡμέρα εἶναι νῦν;
 [09999]  Οὐκ εἶ σὺ τοῦ Ἀβραὰμ εὐγενέστερος, ὃς τὰ οἰκετῶν ἔπραττε, μετὰ τὰ τρόπαια ἐκεῖνα, μετὰ τὰς νίκας, μετὰ τὴν τιμὴν τοῦ βασιλέως Αἰγύπτου, μετὰ τὸ τοὺς Περσῶν ἐλάσαι βασιλεῖς, καὶ τὰ λαμπρὰ στῆσαι τρόπαια.
000-00-00 Serial Number=0884761274
In epistulam ad Titum Ante [Go Back]  
 [00464]  πῶς μὲν καλὰ, πῶς δὲ λαμπρὰ, πῶς δὲ εἰς τὴν ἐσχάτην ἀκρίβειαν τῆς εὐμορφίας διαπεπλασμένα;
000-00-00 Serial Number=0889581561
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00203]  Ἀλλ' ἐπειδὴ διεσκέδασε τὴν πυκνὴν νεφέλην τῆς πλάνης ἡ ἀκτὶς ἡ τοῦ ἡλίου τῆς δικαιοσύνης, πανταχοῦ φῶς καὶ ἡμέρα, λαμπρὰ καὶ σταθηρὰ μεσημβρία.
000-00-00 Serial Number=0079649508
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00096]  Οὐ γὰρ αἱ ἐπὶ τῶν ἀποστόλων γυναῖκες ταῦτα ἐμερίμνων, ἅπερ αἱ νῦν, ὅπως λαμπρὰ ἱμάτια περιβάλοιντο, καὶ ἐπιτρίμμασι καὶ ὑπογραφαῖς τὴν ὄψιν τὴν ἑαυτῶν καλλωπίσαιεν, καὶ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἐνάγχουσαι, τῆς γείτονος καὶ τῆς ὁμοτίμου πολυτελεστέραν ἀναγκάζουσαι πρίασθαι στολὴν, καὶ λευκοὺς ἡμιόνους, καὶ χρυσοπάστους χαλινοὺς, καὶ θεραπείαν εὐνούχων, καὶ πολὺν θεραπαινίδων ἐσμὸν, καὶ τὴν ἄλλην ἅπασαν τὴν καταγέλαστον φαντασίαν·
 [00124]  ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἐν φάτνῃ τίκτεται, καὶ ἐν οἰκίᾳ τικτόμενος τρέφεται, καὶ αὐξηθεὶς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλίνῃ, ἵνα σε παιδεύσῃ διὰ πάντων μὴ πρὸς τὰ λαμπρὰ τοῦ βίου τούτου κεχηνέναι πράγματα, ἀλλ' εὐτελείας εἶναι ἐραστὴν πανταχοῦ, καὶ πτωχείαν διώκειν, καὶ περιουσίαν φεύγειν, καὶ ἔσωθεν καλλωπίζεσθαι.
000-00-00 Serial Number=0333359241
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00269]  Αὕτη γάρ ἐστιν ἡ λαμπρὰ νίκη, ὅταν ἐν τῷ ἀγαθῷ, τουτέστι, τῇ ἀνεξικακίᾳ νικήσῃς τὸ κακὸν, τὴν ὀργὴν καὶ τὴν μνησικακίαν ἐκβαλών.
 [00288]  Καὶ ὁ μὲν Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνασχέσθαι τῆς ἐκείνου μνησθῆναι, ἀλλ' ἀπὸ τοῦ πατρὸς αὐτὸν καλεῖν.
000-00-00 Serial Number=0787989318
In illud Vidi dominum Ante [Go Back]  
 [00636]  ∆ιελέχθημεν περὶ διαφορᾶς ἁμαρτημάτων ὑμῖν, περὶ τοῦ μὴ κεχηνέναι πρὸς τὰ λαμπρὰ τῶν σωμάτων καὶ πόσον ἐκ τούτου κακὸν ἐδείξαμεν.
 [01186]  Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων καὶ ἐπὶ τῆς ἀρρωστίας πολλὰ τῆς εὐμορφίας ἡμῖν ἐνδείκνυται τὰ ἴχνη, οὕτω καὶ τῶν ἁγίων αἱ ψυχαὶ καὶ ἐν αὐτοῖς τοῖς παραπτώμασι τῆς οἰκείας ἀρετῆς τὰ σύμβολα φέρουσιν.
 [01356]  Τὰ μὲν γὰρ λαμπρὰ τῶν σωμάτων, κἂν μεθ' ὑπερβολῆς ᾖ λαμπρά, τότε ἡμᾶς μόνον ἐκπλήττειν εἴωθεν, ὅταν πρῶτον αὐτῶν ταῖς ὄψεσιν ἀντιλαμβανώμεθα·
000-00-00 Serial Number=0714321256
In illud Vidua eligatur Ante [Go Back]  
 [00171]  Καὶ γὰρ πολλοὶ πολλάκις τῶν πατέρων, ὅπως μὲν ἵππος γένοιτο καλὸς τῷ παιδὶ, καὶ ὅπως οἰκία λαμπρὰ, καὶ ὅπως πολυτελὴς ἀγρὸς, πάντα ποιοῦσι καὶ πραγματεύονται·
 [00342]  εἰ γὰρ εὐγενὴς εἴη καὶ περιφανὴς καὶ λαμπρὰ καὶ ἐπίσημος ἐκ προγόνων.
000-00-00 Serial Number=0252158940
In principium indictionis [1] Ante [Go Back]  
 [00019]  λαμπρὰ δὲ καὶ τῆς σωφροσύνης ἡ ἀρετή·
000-00-00 Serial Number=0125645399
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00043]  καὶ καθάπερ ὕλη τις εὔπρηστος, οὕτω τὰ λαμπρὰ τῶν σωμάτων τοῖς τῶν ἀσελγῶν ὑπόκειται ὀφθαλμοῖς.
000-00-00 Serial Number=0731687486
In sanctum pascha [1] Ante [Go Back]  
 [00057]  Σήμερον ἡμῶν τὰ λαμπρὰ νικητήρια γέγονε·
000-00-00 Serial Number=0171556830
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00004]  [1.2] Καὶ διὰ τοῦτο μακρὰ καὶ αἰώνιος καὶ ἄσβεστος ἡμῖν ἐμπολιτεύεται πᾶσι τοῖς πεπιστευκόσιν αὐτῷ λαμπρὰ ἡμέρα, πάσχα τὸ μυστικόν, τυπικῶς μὲν διὰ νόμου λειτουργούμενον, ἐνεργῶς δὲ διὰ Χριστοῦ πληρώμενον, πάσχα τὸ θαυμαστόν, θάμβος θείας ἀρετῆς καὶ δυνάμεως ἔργον, ἀληθῶς ἑορτὴ καὶ μνημόσυνον αἰώνιον, ἐκ πάθους ἀπάθεια, ἐκ θανάτου ἀθανασία, ἐκ νεκρότητος ζωή, ἐκ πληγῆς ἴασις, ἐκ πτώσεως ἀνάστασις, ἐκ καθόδου ἀνάβασις.
000-00-00 Serial Number=0265461981
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00003]  Φαιδρὸς ἡμῖν ὁ λόγος, ἀδελφοί μου, καὶ λαμπρὰ πανήγυρις, καὶ θάλαττα εὐρύχωρος ἐμπεπλησμένη, ἀλλ' οὐ ταραττομένη τῇ ζάλῃ τῶν ἀνέμων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»