Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κρίσεως [221]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κρίσεως


000-00-00 Serial Number=0164229691
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00063]  Ἵνα γὰρ τὸν φόβον τῆς μελλούσης ἐκλύσῃ κολάσεως τῶν κατανυγέντων ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, καὶ χαυνοτέρους ἐργάσηται περὶ τὴν ὑπακοὴν τῆς ἐντολῆς, τὴν ἀπὸ τῆς ὑπερβολῆς παραμυθίαν εἰσήγαγεν, εἰς μὲν τὸ παρὸν ἱκανὴν χαρίσασθαι ταῖς ῥᾳθυμοτέραις ψυχαῖς ἀπάτην, ἐλεγχθησομένην δὲ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε κέρδος οὐδέν.
000-00-00 Serial Number=0310819864
Ad Eudoxiam i Ante [Go Back]  
 [00020]  πλοῦτος γὰρ καὶ δόξα καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφελήσει ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ' ἢ μόνον ἡ διὰ τῶν ἔργων ἡμῶν διαγωγή.
 [00036]  Οὐκοῦν τούτων πάντων μνημονεύουσα ἐπίτρεψον ἀναδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι γένηται ἐν ἡμέρᾳ κρίσεως».
 [00055]  ὠφελήσει ὅλως ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ' ἢ μόνον ἡ τῶν ἐντολῶν φυλακή, τὴν τῶν ὀρθῶν δογμάτων ἐπαγομένη συντήρησιν.
 [00078]  Τούτων οὖν ἁπάντων μνημονεύουσα ἐπίτρεψον ἀποδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι ἐν ἡμέρᾳ κρίσεως γένηται.
000-00-00 Serial Number=0912003934
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00558]  Ἐπειδὴ γὰρ πολλοὶ τὸν περὶ τῶν μελλόντων καὶ τῆς ἀναστάσεως οὐκ ἀνέχονται δέξασθαι λόγον, διὰ τοῦτο ἐν βραχεῖ τῆς κρίσεως τὴν εἰκόνα ἐνθάδε δείκνυσιν, ὅταν κολάζῃ μὲν τοὺς πονηροὺς, εὐεργετῇ δὲ τοὺς χρηστούς.
 [00561]  εἴτε πάλιν ἐνταῦθα τὸ κατ' ἀξίαν ἅπαντες ἀπελάμβανον, περιττὸν ἂν ἡγήσαντο εἶναι καὶ ψευδῆ τὸν τῆς κρίσεως λόγον.
 [00562]  Ἵν' οὖν μήτε οὗτος διαπιστῆται, μήτε ὁ πολὺς καὶ χυδαῖος λαὸς φαυλότερος γίνηται καταφρονῶν, ἐπεξέρχεται καὶ ἐνταῦθα τῶν ἁμαρτανόντων πολλοὺς, καὶ ἀμείβεται τῶν κατορθούντων ἐνίους, τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν, τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς, τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων.
 [00568]  τὸ δὲ αἴτιον, ὅπερ ἔφην, ἐστὶ τὸ μηδέπω παρεῖναι τῆς κρίσεως τὸν καιρόν.
 [00586]  Εἰ δὲ μὴ ἐπὶ πάντων τοῦτο γίνεται, οὔπω τῆς κρίσεως ὁ καιρός.
 [00975]  Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.
000-00-00 Serial Number=0923087955
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00109]  Ὁ τοίνυν προφήτης ὑπὸ πολλῆς κατανύξεως ἐγγεγραμμένην τῆς κρίσεως τὴν μνήμην εἶχε διαπαντὸς, καὶ τὴν ἡμέραν ἐκείνην ἐν τοσαύτῃ θεραπείᾳ καὶ τρυφῇ διηνεκῶς ἔστρεφε παρ' ἑαυτῷ, ἣν ἐν ταῖς θλίψεσι μόλις ἡμεῖς εἰς μνήμην λαμβάνομεν·
000-00-00 Serial Number=0633427203
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00401]  ὅταν δὲ ὁ καιρὸς ἐπιστῇ τῶν ὠδίνων καὶ ἀποτέκῃ κατὰ τὴν τῆς κρίσεως ἡμέραν οὓς ὑπεδέξατο πάντας ἀνθρώπους ὁ βίος ὁ παρών·
000-00-00 Serial Number=0709135532
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00105]  ἂν εὐπολίτευτον ζωὴν πραγματεύσηται, ἐπὶ τῆς κρίσεως ἔσται τὸ πραχθὲν φυλαττόμενον.
000-00-00 Serial Number=0549332321
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00194]  Τῆς γὰρ διὰ τῶν ἔργων ἀποδείξεως σαφεστέρα ἡ διὰ τῆς ψήφου καὶ τῆς κρίσεως τοῦ ποιήσαντος ἀπόφασις.
000-00-00 Serial Number=0764276624
Ad populum Antiochenum Ante [Go Back]  
 [00188]  ὅταν γὰρ ἴδῃς ἄνδρα δίκαιον καὶ πολλῆς γέμοντα ἀρετῆς μυρία παθόντα δεινὰ, καὶ οὕτως ἀπελθόντα ἐντεῦθεν, καὶ ἄκων ἀναγκασθήσῃ πάντως ἐννοῆσαί τι περὶ τῆς ἐκεῖ κρίσεως.
 [00755]  Ὁ γὰρ τὰ ὄντα ῥίψας, καὶ τοῖς πένησιν αὐτὰ διδοὺς, ἐχρήσατό τε εἰς δέον τοῖς οὖσι, καὶ τὴν δεσποτείαν αὐτῶν ἔχων ἀπῆλθεν, οὐδὲ ἐν αὐτῷ τῷ θανάτῳ τῆς κτήσεως ἐκπίπτων ἐκείνης, ἀλλ' ἐν ἐκείνῳ πάντα ἀπολαμβάνων τῷ καιρῷ, καὶ πολλῷ πλείονα ἐκείνων, ὅταν αὐτῶν μάλιστα δέηται τῆς προστασίας ἐν τῇ τῆς [49.43] κρίσεως ἡμέρᾳ, καὶ ὅταν τῶν πεπραγμένων τὰς εὐθύνας ἀπαιτώμεθα πάντες.
 [01176]  Οὐδὲ γὰρ ἀπὸ τῆς φύσεως τῶν πεπλημμελημένων ἡμῖν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κρίσεως τῆς σῆς περὶ ἑτέρων οἴσει τὴν ψῆφον ὁ Θεός.
 [01179]  οὐ γὰρ οἷον γέγονε τὸ ἁμάρτημα, τοιοῦτον ἐκεῖ φανεῖται λοιπὸν, ἀλλὰ πολλήν τινα καὶ ἀπαραίτητον προσθήκην λήψεται ἀπὸ τῆς εἰς τὸν σύνδουλόν σου παρὰ σοῦ γεγενημένης κρίσεως.
 [02126]  δόξασόν σου τὸν ∆εσπότην, τοῖς συνδούλοις ἀφεὶς τὰ ἁμαρτήματα, ἵνα καὶ αὐτός σε δοξάσῃ μειζόνως, ἵνα ἥμερόν σοι κατὰ τὴν τῆς κρίσεως ἡμέραν δείξῃ τὸ ὄμμα καὶ γαληνὸν, ταύτης μεμνημένος σου τῆς φιλανθρωπίας.
 [04263]  Καὶ γὰρ ἀναμιμνήσκεται τῶν ἁμαρτημάτων ἕκαστος τῶν ἑαυτοῦ, καὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, καὶ τῶν εὐθυνῶν ἐκείνων, καὶ τῆς κρίσεως, κἂν ᾖ μυρία κακὰ πεπονθὼς παρ' ἑτέρων, καὶ λύπας κατὰ τὴν οἰκίαν ἔχων, πάντων αὐτῶν λαβὼν τὸ φάρμακον οὕτως ἐπάνεισιν.
 [04478]  Τοῦτο τὸ ῥῆμα ἐγγραφήσεται ἄνω, καὶ παραστήσεταί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ πολλὰς ἁμαρτίας διαλύσεται.
 [04842]  Πολλὰ καὶ περὶ κρίσεως αὐτοῖς διελέχθησαν.
 [04870]  Καὶ γὰρ τῆς δίκης λεγομένης, εἰσελθόντες πολλῆς ἐφθέγξαντο φιλοσοφίας ῥήματα, καὶ διὰ τῶν γραμμάτων παρεκά [49.175] λεσαν τὸν βασιλέα, καὶ τῆς κρίσεως ἀνέμνησαν, καὶ τὰς ἑαυτῶν ἔφασαν ὑποθήσειν κεφαλὰς, εἰ μὴ τοῦτο γένοιτο.
 [05547]  Ἀναμνήσθητι τοῦ ποταμοῦ τοῦ πυρὸς, τοῦ σκώληκος τοῦ ἰοβόλου, τῆς φοβερᾶς κρίσεως, καθ' ἣν ἅπαντα γυμνὰ καὶ τετραχηλισμένα·
000-00-00 Serial Number=0100339711
Adversus Judaeos Ante [Go Back]  
 [02127]  καὶ ἦν λοιπὸν ἔλεγχος καὶ μάρτυς καὶ τῆς ἐκείνων κακίας καὶ τῆς τοῦ Θεοῦ κρίσεως ἡ ῥάβδος ἐκείνη, φωνὴν μὲν οὐκ ἀφιεῖσα,
000-00-00 Serial Number=0586962461
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00730]  Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει, ταῦτα εἰπεῖν οὐκ ἠδυνήθησαν Ἕλληνες, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον·
 [00912]  Ἀλλ' ἵνα μήτε τοῦτο συμβῇ, μήτε ῥᾳθυμότεροι πολλοὶ γίγνωνται τῇ μελλήσει τῆς κρίσεως, λαμβάνων τινὰς ὑπευθύνους ἁμαρτήμασιν ὁ Θεὸς, καὶ κολάζων ἐνταῦθα, διδάσκει τοὺς λοιποὺς δι' ἐκείνων, τὰ μέτρα τῶν κειμένων αὐτοῖς τιμωριῶν, ἵνα ἐπιστῶνται ὅτι κἂν ἐνταῦθα μὴ δῶσι δίκην, ἀπελθόντες ἐκεῖ δώσουσι πάντως χαλεπωτέραν.
000-00-00 Serial Number=0330158174
Catecheses ad illuminandos Ante [Go Back]  
 [00668]  ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.».
000-00-00 Serial Number=0428879142
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00003]  Τιμωρίαν γὰρ ἐπέθηκεν οὐχὶ τοιαύτην, ἥνπερ ὁ νόμος, τὴν παρ' εὐθὺ, ἀλλὰ τὴν ἐπὶ τῆς κρίσεως, λέγων·
000-00-00 Serial Number=0335291922
Contra ludos et theatra Ante [Go Back]  
 [00161]  Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι τῆς μελλούσης κρίσεως, ἢ ῥήμασι χαρισάμενον μεθ' ὑμῶν κολασθῆναι τότε.
000-00-00 Serial Number=0445826530
Contra theatra Ante [Go Back]  
 [00146]  ἢ τοὺς πονηροὺς ἀπολέσαι θέλει Χαναναίους, ὡς Σοδομίτας, καὶ τὸν οἰκεῖον δοῦλον, ὡς ἐπὶ Σοδόμων, ἀγνοεῖν οὐ θέλει τὸ τῆς κρίσεως βούλημα;
000-00-00 Serial Number=0312403858
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00167]  Ἐγὼ τὸν ἄνδρα ἐκεῖνον στοχάζομαι μᾶλλον δὲ οὐ στοχάζομαι ἀλλὰ πιστεύω μὴ πρὸς χάριν, μὴ πρὸς ἀπ έχθειαν μήτε πρᾶξαι μήτε εἰπεῖν τί ποτε ἀλλὰ καὶ πρὸς φόβον καὶ πρὸς τὴν τούτου δυνατωτέραν κολακείαν καὶ πρὸς τὰ ἄλλα τὰ τοιαῦτα πολλὰ δὲ τὰ ἀνθρώπινα γενναίως στῆναι καὶ ἀνδρείως καὶ μηδὲ μικρόν τι τῆς ὀρθῆς διαφθεῖραι κρίσεως.
000-00-00 Serial Number=0055628419
De Davide et Saule Ante [Go Back]  
 [00466]  Τοῦτο εἶπε τὸ ῥῆμα, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ' αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως·
 [00870]  Τοῦτό σοι κατ' ἐκείνην προστήσεται τὴν ἡμέραν, καὶ μεγάλοι συνήγοροί σου εἰ εὐεργετηθέντες ἐχθροὶ κατὰ τὸν καιρὸν τῆς κρίσεως ἔσονται, καὶ πολλὰ διαλύσῃ τῶν ἁμαρτημάτων, καὶ ἀπαιτήσεις τὸν μισθόν.
000-00-00 Serial Number=0984585106
De Lazaro Ante [Go Back]  
 [00521]  Εἰς τὸν Λάζαρον λόγος δεύτερος, καὶ ὅτι αἱ ψυχαὶ τῶν βιοθανάτων οὐ γίνονται δαίμονες, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης.
 [01043]  Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
 [01398]  Εἰ γὰρ καὶ μὴ καθὼς προσῆκε περὶ ἀναστάσεως φιλοσοφοῦσιν ἅπαντες, ἀλλ' ὅμως περὶ τῆς κρίσεως καὶ τῆς κολάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἅπαντες συμφωνοῦσιν, ὅτι ἔστι τις τῶν ἐνταῦθα γινομένων ἀντίδοσις ἐκεῖ.
 [01545]  Ἅπερ οὖν ἅπαντα εἰδότες, ἐπειδάν τι πράξωμεν πονηρὸν, μὴ ἀναμένωμεν συμφορὰς καὶ περιστάσεις μηδὲ κινδύνους καὶ δεσμὰ, ἀλλὰ καθ' ἑκάστην ὥραν τε καὶ ἡμέραν ἀνακινῶμεν παρ' ἑαυτοῖς τὸ δικαστήριον τοῦτο, καὶ τὰς ψήφους καθ' ἑαυτῶν φέρωμεν, καὶ πειρώμεθα παντὶ τρόπῳ ἀπολογεῖσθαι τῷ Θεῷ, καὶ μήτε αὐτοὶ περὶ τῆς ἀναστάσεως καὶ τῆς κρίσεως ἀμφισβητῶμεν, μήτε ἑτέρων λεγόντων ἀνεχώμεθα, ἀλλὰ παντὶ τρόπῳ διὰ τῶν εἰρημένων αὐτοὺς ἐπιστομίζωμεν.
 [01548]  Ἐπειδὴ γὰρ τότε μέλλει λόγον ἡμᾶς ἀπαιτεῖν τῶν πεπλημμελημένων, ἐγκατέστησε τοῦτον τὸν ἀδέκαστον κριτὴν, ἵνα οὗτος ἐνταῦθα ὑπὲρ τῶν ἡμαρτημένων δικάζων ἡμῖν, καὶ σωφρονεστέρους ποιῶν, ἐξαρπάσῃ τῆς μελλούσης ἐκεῖ κρίσεως.
 [01692]  Ὁ γὰρ ἐλπίδα τῆς ἐκεῖ κρίσεως μὴ ἔχων, οὐδεμίαν ἐλπίδα ἔχει, οὐδ' ὅτι Θεός ἐστιν οἶδεν, οὐδ' ὅτι προνοεῖται τῶν παρόντων πραγμάτων, οὐδ' ὅτι τὰ πάντα θεία τις ἐφορᾷ δίκη.
 [02046]  Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
000-00-00 Serial Number=0159323931
De Lazaro et divite Ante [Go Back]  
 [00116]  εἰ συνῆκας ἐπὶ τὸν πένητα, νῦν ἂν ἐῤῥύσθης τῆς πονηρᾶς κρίσεως.
000-00-00 Serial Number=0437780797
De circo Ante [Go Back]  
 [00008]  οὐκ ἀπὸ λευκῆς ἐπὶ σφενδόνα μιλιοδρομῶν, ἀλλ' ἀπὸ γῆς [59.569] εἰς οὐρανὸν πυρίνου ἅρματος κατατολμῶν, ἔνθα λαὸς οὐρανοπολιτῶν ἐπὶ τὴν θεωρίαν πάρεστι, καὶ κριτὴς πνευματικὸς καθέζεται, καὶ βασιλεὺς θεωρεῖ, καὶ ἐπινίκιον οὐράνιον δῶρον τίθεται, καὶ μάστιγες φοβερᾶς κρίσεως πρόκεινται.
 [00029]  Μὴ τερπέτω σε τὰ προϊππικὰ κομβινεύματα, ἵνα μὴ καταλάβῃ σε τὰ πρὸ κρίσεως
000-00-00 Serial Number=0131890178
De decem millium talentorum debitore Ante [Go Back]  
 [00161]  Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς, ἀποδώσουσι λόγον περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως·
000-00-00 Serial Number=0648622096
De diabolo tentatore Ante [Go Back]  
 [00296]  Εἰ γὰρ πάντας ἐνταῦθα ἐκόλαζε τοὺς πονηροὺς, καὶ πάντας ἐνταῦθα ἐτίμα τοὺς ἀγαθοὺς, περιττὴ ἡ τῆς κρίσεως ἦν ἡμέρα.
 [00737]  συνδούλους ἵστησι μετὰ συνδούλων, καὶ οὐκ ἀπὸ τῆς αὑτοῦ κρίσεως φέρει τὴν ψῆφον, ἵνα μὴ ἄρξηται λέγειν τις πάλιν, καθάπερ ἐκεῖνος ὁ οἰκέτης ὁ τὸ τάλαντον πιστευθεὶς, καὶ ἀντὶ ταλάντου κατηγορίαν προσενεγκὼν, Ὅτι σκληρὸς εἶ, ∆έον γὰρ στένειν, ὅτι οὐκ ἐδιπλασίασε τὸ τάλαντον, ἀλλὰ καὶ χαλεπωτέραν τὴν ἁμαρτίαν εἰργάσατο, τὴν κατηγορίαν τὴν κατὰ τοῦ δεσπότου προσθεὶς τῇ οἰκείᾳ ἀργίᾳ.
000-00-00 Serial Number=0738746166
De fato et providentia Ante [Go Back]  
 [00318]  Σὺ δὲ μακαρίζεις ἄνθρωπον οὐδὲν ἐντεῦθεν δυνάμενον ἀπενεγκεῖν ἐκεῖ τῶν ὀφειλόντων αὐτῷ παραστῆναι κατὰ τὴν ἡμέραν τῆς κρίσεως.
000-00-00 Serial Number=0234914482
De fugienda simulata specie Ante [Go Back]  
 [00083]  Ὑπὲρ παντὸς, φησὶ, λόγου ἀργοῦ ἀποδώσεις λόγον ἐν ἡμέρᾳ κρίσεως.
000-00-00 Serial Number=0384287953
De jejunio [3] Ante [Go Back]  
 [00046]  Οὐδὲν γὰρ, ἀδελφοὶ, δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ τῆς φωνῆς ταύτης προξενούσης, ὡς μετάνοια καὶ ἐλεημοσύνη.
000-00-00 Serial Number=0210032284
De jejunio de Davide Ante [Go Back]  
 [00127]  οὐχὶ τὸν μεσίτην ἰχνεύσας καὶ ζητήσας, τὸν λεγόμενον, ἵνα σαφέστερον εἴπω, δομεστικὸν, δι' αὐτοῦ τὴν σωτηρίαν πρυτανεύεται, καὶ τῆς κρίσεως τὴν ψῆφον σπουδάζει ἀκυρῶσαι, καὶ τοῦ ἄρχοντος τὸν θυμὸν εἰς ἐπιείκειαν μεταποιῆσαι;
000-00-00 Serial Number=0348705053
De jejunio sermones 1 Ante [Go Back]  
 [00027]  σπαταλήσαντες οἱ ἐπὶ Νῶε ἤγειραν καθ' ἑαυτῶν τῆς κρίσεως τὸν κριτήν·
 [00329]  Οὐδὲν γὰρ ἀδελφὸς δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὡς ἡ μετάνοια καὶ ἡ ἐλεημοσύνη.
000-00-00 Serial Number=0772469461
De libello repudii Ante [Go Back]  
 [00130]  Τίνος ἕνεκεν, πολλῶν οὐσῶν, ἃς μετὰ τῶν προσηκόντων νόμων καὶ μετὰ καθαροῦ συνειδότος λαμβάνειν ἔξεστιν, ἐπὶ τὰς κεκωλυμένας τρέχομεν, τὰς οἰκίας ἀνατρέποντες, καὶ πολέμους ἐμφυλίους εἰσάγοντες, καὶ πανταχόθεν ἔχθραν ἑαυτοῖς παρασκευάζοντες, μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ τὴν ζωὴν τὴν ἑαυτῶν καταισχύνοντες, καὶ, τὸ πάντων χαλεπώτατον, ἀπαραίτητον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως συνάγοντες ἑαυτοῖς κόλασιν;
000-00-00 Serial Number=0919328094
De paenitentia [1] Ante [Go Back]  
 [02060]  πρὸ δὲ τοῦ καιροῦ τῆς κρίσεως δυνατὸν δυσωπῆσαι τὸν κριτήν.
 [02680]  [49.343] Περὶ μετανοίας, καὶ εἰς τοὺς ἀπολειφθέντας ἐν ταῖς συνάξεσιν, ἐν ᾧ καὶ περὶ τῆς ἱερᾶς τραπέζης καὶ περὶ κρίσεως.
 [02743]  Οὗτος ὁ καιρὸς μετανοίας, ἐκεῖνος κρίσεως·
000-00-00 Serial Number=0411796629
De paenitentia [2] Ante [Go Back]  
 [00174]  Ταῦτα εἰδότες, ἀδελφοὶ, παράλληλα θέσθε τὰς ἡδονὰς, καὶ τὴν μέλλουσαν ἡμέραν τῆς κρίσεως, καὶ τὴν τοῦ δικάζοντος ψῆφον·
000-00-00 Serial Number=0572757721
De paenitentia sermo 1 Ante [Go Back]  
 [00355]  καυχᾶται γὰρ ὁ ἐλεήμων, κρίσεως μὴ πτοούμενος·
000-00-00 Serial Number=0862274349
De paenitentia sermo 2 Ante [Go Back]  
 [00300]  Καὶ εἴ τι ἔχομεν κατά τινος ἢ πένητος ἢ πλουσίου, πάντα συγχωρήσωμεν ἀπ' αὐτῆς τῆς καρδίας ἡμῶν, ὡς ὁ Χριστὸς ἐκέλευσε, μή πως κατακριθῶμεν καὶ καταδικασθῶμεν καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καθὼς ἐκεῖνοι οἱ ἀνελεήμονες καὶ [60.705] μισάνθρωποι.
000-00-00 Serial Number=0614024758
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00100]  Οὕτως οὖν καὶ ὁ τοιοῦτος ἄνθρωπος κατὰ τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως ἐρευνώμενος, εὑρίσκεται·
000-00-00 Serial Number=0685372651
De perfecta caritate Ante [Go Back]  
 [00309]  Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον.
000-00-00 Serial Number=0929031610
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00001]  Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης, καὶ εἰς τὴν αἴτησιν τῆς μητρὸς τῶν υἱῶν Ζεβεδαίου.
 [00097]  Εἶδες αὐτὸν πάλιν καὶ τιμῶντα καὶ κολάζοντα, καὶ στεφανοῦντα καὶ τιμωροῦντα, καὶ δεχόμενον καὶ ἀποπέμποντα, καὶ ἑκατέρου τοῦ μέρους τῆς κρίσεως ὄντα κύριον;
000-00-00 Serial Number=0512446821
De prophetiarum obscuritate Ante [Go Back]  
 [00644]  ἀλλὰ τὸ ἀδέκαστον καὶ ἀπαραλόγιστον τῆς τοῦ δικαστοῦ κρίσεως διὰ τούτων ἡμῖν ἐμφαίνει·
000-00-00 Serial Number=0756524920
De pseudoprophetis Ante [Go Back]  
 [00348]  περὶ δὲ τῆς λογικῆς ποίμνης λόγος οὐδεὶς, περὶ ἧς λόγον ἀπαιτηθήσονται ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς κρίσεως.
000-00-00 Serial Number=0228819430
De resurrectione mortuorum Ante [Go Back]  
 [00014]  Ὁ δὲ περὶ τῆς μελλούσης πεπεικὼς ἑαυτὸν κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης [50.419] μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν φεύγειν·
 [00019]  ποῦ δὲ δικαίας κρίσεως;
 [00250]  Καὶ γὰρ ἐν τούτῳ, φησὶ, στενάζομεν, βουλόμενος αὐτοὺς εἰς τὴν οἰκείαν ἑλκύσαι φιλοσοφίαν, καὶ τῆς αὑτοῦ κρίσεως ποιῆσαι κοινωνούς.
000-00-00 Serial Number=0635849476
De sacerdotio Ante [Go Back]  
 [01398]  Τοῦτο γὰρ δὴ μάλιστα τὸ γένος τῆς ὀρθῆς ἀπεστερημένον κρίσεως, μεμψίμοιρον τέ ἐστι καὶ οὐκ ἂν εὐκόλως ἀπολογίας ἀνάσχοιντό ποτε.
 [01522]  ὅταν γὰρ λάβῃ τὴν πληγὴν ἡ ψυχὴ καὶ πέσῃ, οὐ κεῖται καθάπερ τὸ σῶμα ἀνεπαισθήτως, ἀλλὰ βασανίζεται μὲν ἐντεῦθεν ἤδη τῇ πονηρᾷ συνειδήσει τηκομένη, μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγήν, κατὰ τὸν τῆς κρίσεως καιρὸν ἀθανάτῳ παραδίδοται τιμωρίᾳ.
000-00-00 Serial Number=0630518615
De salute animae Ante [Go Back]  
 [00030]  Βαβαί! ὁ προφήτης τὸ ὅραμα τῆς μελλούσης κρίσεως ἰδὼν ἔφριξε! Καὶ τί ἄρα ἡμεῖς μέλλομεν ὑπομένειν, ὅταν εἰς αὐτὰ τὰ πράγματα ἔλθωμεν;
000-00-00 Serial Number=0936733365
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00075]  Ἀφεμένη τῆς κρίσεως τὴν Παύλου μετεδίωκε θήραν, καὶ ταῖς φήμαις ὁδηγουμένη κατεθάῤῥει καὶ ὁδῶν ἀγουσῶν ἐπὶ Παῦλον.
000-00-00 Serial Number=0334922612
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00052]  οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ φείσηται ἐν ἡμέρᾳ κρίσεως, οὐδ' οὐ μὴ διαλυθῇ πολλῶν δώρων.
 [00298]  τάχα γὰρ διὰ τοῦτο ταῦτα ἔπραξεν, ἵνα τινὰ ἀπολογίαν μικρὰν γοῦν διὰ τῆς προδοσίας ταύτης δυνηθῇ προαποθέσθαι ἑαυτῷ εἰς τὴν ἡμέραν τῆς κρίσεως, τὸ συμπρᾶξαι, καὶ βοηθῆσαι, καὶ εὐκολώτερον ποιῆσαι τὸν ἐπὶ τὸ μαρτύριον δρόμον·
000-00-00 Serial Number=0627354383
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00094]  τὸ δὲ αἴτιον οὐ φύσεως ἦν τὸ πρὸς ἐκεῖνον φίλτρον, ἀλλὰ κρίσεως ὀρθῆς λογισμός.
000-00-00 Serial Number=0976560533
De siccitate Ante [Go Back]  
 [00060]  καὶ ἄκρατον μὲν, ὡς ἀμιγὲς θείων οἰκτιρμῶν τοῖς ἀδιόρθωτα πταίουσι, διὰ τὸ τῆς κρίσεως δίκαιον·
000-00-00 Serial Number=0186937690
De virginitate Ante [Go Back]  
 [00466]  Ταῦτ' οὖν ἐννοήσαντες, ἅπαντες ὑμεῖς οἱ τῆς παρθενίας ἐχθροί, ἐπίθεσθέ ποτε τῷ στόματι ὑμῶν θύραν καὶ μοχλὸν ἵνα μὴ καὶ ὑμεῖς ἄρξησθε λέγειν κατὰ τὴν ἡμέραν τῆς κρίσεως τοὺς ἀπὸ τῆς παρθενίας ἐκεῖ λάμποντας ὁρῶντες·
 [01293]  «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως καὶ οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.».
000-00-00 Serial Number=0969319403
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02095]  Εἰ δὲ πάλιν ἐνταῦθα τὸ κατ' ἀξίαν ἅπαντες ἀπελάμβανον, περιττὸν ἂν ἡγήσαντο εἶναι καὶ ψευδῆ τὸν τῆς κρίσεως λόγον.
 [02097]  τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων.
 [03778]  Ἀναμνήσθητι τοίνυν τῆς φοβερᾶς κρίσεως, καθ' ἣν ἅπαντα γυμνὰ καὶ τετραχηλισμένα·
 [05350]  παραστήσεται γὰρ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ ἐξαιρήσεταί σε τοῦ πυρός.
 [05818]  Περὶ τῆς μελλούσης κρίσεως.
 [05856]  Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρ' ἀκουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον.
 [06057]  ὁ δὲ περὶ τῆς μελλούσης ἑαυτὸν πεπεικὼς κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας, καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν ἐκφυγεῖν.
 [07039]  τοῦτο δὲ εἶπεν, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ' αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως·
 [09320]  Οὐδὲ γὰρ ἀπὸ τῆς φύσεως τῶν πεπλημμελημένων ἡμῖν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κρίσεως τῆς περὶ ἑτέρων οἴσει τὴν ψῆφον ὁ Θεός.
 [09999]  Οὗτος ὁ καιρὸς τῆς μετανοίας, ἐκεῖνος τῆς κρίσεως·
 [09999]  εἰ δέ που γίνεται καὶ τῆς πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς, ὡσανεὶ γεῦμα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, κἂν τοῖς ἐνταῦθα σωφρονίζωνται.
 [09999]  Οὕτως οὖν καὶ τὸν περὶ κρίσεως δέχου λόγον.
 [09999]  Ἐὰν δὲ μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσι τῶν λόγων ὑμῶν, ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως.
000-00-00 Serial Number=0819134712
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00091]  ἀλλὰ τῆς τόλμης ταύτης εὐθύνας ἔχουσι παρασχεῖν ἐν ἡμέρᾳ κρίσεως.
 [00092]  Καλεῖ γὰρ ἐν ἡμέρᾳ κρίσεως καὶ Ἰωάννην καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τοὺς λέγοντας·
 [00096]  Καλεῖ οὖν ἐν ἡμέρᾳ κρίσεως καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τὸ οὐκ ἦν.
000-00-00 Serial Number=0366307437
Epistula ad Cyriacum Ante [Go Back]  
 [00233]  Οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται.
 [00368]  Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, κἂν εὕρῃ καθαρὰν πηγὴν δίψῃ φλεγόμενος καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ παντοδαπὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται.
000-00-00 Serial Number=0372433305
Epistula ad abbatem Ante [Go Back]  
 [00087]  Καὶ μὴ θελήσητέ ποτε μυστήριον τῆς μονῆς σαρκικῷ συγγενεῖ ἐκφάναι, ἵνα μὴ κατακριθῆτε ἐν ἡμέρᾳ κρίσεως·
 [00113]  Ἐὰν δὲ καί ποτε συναρπάσῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων καὶ ὅτε ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι.
000-00-00 Serial Number=0598623574
Epistula ad monachos Ante [Go Back]  
 [00011]  Ἐὰν δὲ καί ποτε ἁρπάζῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων.
000-00-00 Serial Number=0623849154
Epistulae Ante [Go Back]  
 [02298]  οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς, καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται.
000-00-00 Serial Number=0124283254
Expositiones in Psalmos Ante [Go Back]  
 [03725]  οὐχὶ νῦν μὲν ἐν ἀρετῇ, νῦν δὲ ἐν κακίᾳ, ἀλλ' ἀεὶ ἐν κακίᾳ, καὶ οὐδὲ τῆς γεέννης μέμνηται, οὐδὲ τῆς μελλούσης κρίσεως, οὐδὲ τῶν εὐθυνῶν·
 [04166]  Τίς ἡμῶν κύριός ἐστιν, Ἄλλοι δὲ τὸν μὲν ∆εσπότην ὁμολογοῦσι, τὸν δὲ περὶ τῆς κρίσεως ἀναιροῦσι λόγον καὶ τῆς κολάσεως, βραχείας χάριτος μεγάλην ὠνούμενοι κόλασιν, καὶ βουλόμενοι τῷ μὴ μεμνῆσθαι γεέννης παραμυθεῖσθαι ἑαυτοὺς, λανθάνουσι διὰ τῆς ἀφοβίας ταύτης εἰς τὸ βάραθρον ἑαυτοὺς τῆς ἀπωλείας ἐμβάλλοντες.
 [05488]  οὐχὶ νῦν μὲν ἐν ἀρετῇ, νῦν δὲ ἐν κακίᾳ, ἀλλ' ἀεὶ ἐν κακίᾳ, καὶ οὐδὲ τῆς γεέννης μέμνηται, οὐδὲ τῆς μελλούσης κρίσεως, οὐδὲ τῶν εὐθυνῶν·
 [05929]  Τίς ἡμῶν κύριός ἐστιν, Ἄλλοι δὲ τὸν μὲν ∆εσπότην ὁμολογοῦσι, τὸν δὲ περὶ τῆς κρίσεως ἀναιροῦσι λόγον καὶ τῆς κολάσεως, βραχείας χάριτος μεγάλην ὠνούμενοι κόλασιν, καὶ βουλόμενοι τῷ μὴ μεμνῆσθαι γεέννης παραμυθεῖσθαι ἑαυτοὺς, λανθάνουσι διὰ τῆς ἀφοβίας ταύτης εἰς τὸ βάραθρον ἑαυτοὺς τῆς ἀπωλείας ἐμβάλλοντες.
 [06637]  μέχρι τίνος οὐ διαβλέπετε τῶν πραγμάτων τὴν ἀλήθειαν, ἀλλ' ἐπὶ τὰ ὀνείρατα κεχήνατε, ἐγγὺς καὶ ἐπὶ θύραις τῆς κρίσεως οὔσης;
000-00-00 Serial Number=0832148433
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00269]  Καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως.
 [00400]  Καὶ μὴν οὐκ ἔδει κρίσεως, ἀλλ' ἀποφάσεως, ἀλλὰ καταδίκης.
 [03665]  *Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως.
000-00-00 Serial Number=0268550456
Fragmenta in Job Ante [Go Back]  
 [01741]  Ὁρᾷς τὴν προστασίαν, οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην κρίσεως.
000-00-00 Serial Number=0716851711
Fragmenta in Proverbia Ante [Go Back]  
 [01233]  Ἢ ἡμέραν κακὴν τῆς κρίσεως λέγει, Χειρσὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθωωθήσεται.
000-00-00 Serial Number=0786925972
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00081]  Κατακαυχᾶται ἔλεον κρίσεως.
000-00-00 Serial Number=0269269109
In Acta apostolorum Ante [Go Back]  
 [00255]  Καὶ τῆς κρίσεως δὲ εὐκαίρως ἀναμιμνήσκει.
 [00257]  ἐπειδὴ δὲ ἐτύχομεν τῆς δωρεᾶς, λοιπὸν καὶ κρίσεως καὶ ἐξετάσεως καιρός.
 [01484]  ἀλλ' ὕστερον, ὅτε ἐπεπόνθεσαν τὰ πικρὰ ἐκεῖνα, καὶ πάντων χαλεπώτερα, ὅτε τὴν πόλιν κατερειπομένην εἶδον, καὶ τὸ πῦρ ἀναπτόμενον, καὶ τὰ τείχη ῥιπτούμενα χαμαὶ, καὶ τὰς ποικίλας βακχείας ἐκείνας, ἃς οὐδεὶς παραστῆσαι [60.48] δύναται λόγῳ, οὐκ ἔτι ἐγέλων Οὕτω καὶ ὑμεῖς τότε οὐ γελάσεσθε, ὅταν ὁ τῆς κρίσεως ἐπιστῇ καιρὸς, ὅταν τὸ τῆς γεέννης ἀναφθῇ πῦρ.
 [01604]  Ταῦτα καὶ περὶ τῆς μελλούσης κρίσεως [60.51] καὶ περὶ τῶν Ἱεροσολύμων τῆς ἁλώσεως λέγων αἰνίττεται.
 [02864]  διὰ τοῦτο αὐτοὺς ἀναμιμνήσκει τῆς κρίσεως τῆς ἐπὶ Πιλάτου, δεικνὺς, ὅτι εἰ θέλοιεν προσέχειν, οὐκ ἔστι παράνομος·
 [08610]  εἰς τὴν ἐπιθυμίαν αὐτὰς τῶν ἱματίων ἐκείνων κατάστησον, δεῖξον ὅτι γυμναί εἰσι, διαλέχθητι περὶ τῆς κρίσεως τῆς μελλούσης·
 [09006]  [60.204] ἦν οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὸ κατ' ἀξίαν ἀπονεῖμαι ἑκάστῳ.
 [09035]  Οὐ γάρ ἐστι νῦν τῆς κρίσεως ὁ καιρὸς, ἀλλὰ τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει, ἐκείνους ἀφιεὶς ἀπὸ τούτου κερδάναι.
 [09999]  Τὸ τῆς ἀναστάσεως δόγμα λυμαίνεται ἡ τοῦ βίου φαυλότης, τὸ τῆς ἀθανασίας τῆς ψυχῆς, τὸ τῆς κρίσεως·
 [09999]  Παρὰ Ἕλλησιν ὥσπερ τὰ τῆς δημιουργίας, οὕτω καὶ τὰ τῆς κρίσεως ἀθετεῖται.
 [09999]  οὕτω κἀκεῖνοι πρὸ τῆς κρίσεως, πρὸ τῆς μελλούσης ἡμέρας, πρὸς γυναῖκα, πρὸς παιδία, πρὸς τοὺς οἰκέτας ἔσονται ἐπιεικέστεροι.
 [09999]  Τοῦ βίου καὶ τῆς εὐτελείας αὐτοῦ κατηγορία, ἀνάμνησις τῶν ἐν τῷ μέλλοντι πραγμάτων, τῆς κρίσεως.
 [09999]  εἰς ἔννοιαν ἐλεύσεται τῆς μελλούσης κρίσεως, καὶ φρίξει τοὺς τόπους ἐνταῦθα ὁρῶν.
000-00-00 Serial Number=0932041943
In Bassum martyrem Ante [Go Back]  
 [00119]  Εἰ ἐδιδάχθημεν τοιγαροῦν, ἀδελφοὶ, ἐκ τῶν τοῦ Σωτῆρος λόγων ∆εσποτικὴν ἀγαθότητα, μὴ καταφρονήσωμεν δικαστοῦ πρὸ τῆς κρίσεως φθεγγομένου φιλάνθρωπα, μὴ ἀπολέσωμεν μεταμελείας καιρόν·
000-00-00 Serial Number=0051816702
In Ecclesiasten Ante [Go Back]  
 [00215]  Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τὸν τόπον τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τὸν τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής.
000-00-00 Serial Number=0055712640
In Heliam et viduam Ante [Go Back]  
 [00060]  Καὶ γὰρ ὅταν μέλλῃ τινὰς κολάζειν ὁ Θεὸς, οὐχ ἁπλῶς ἐπάγει τὴν τιμωρίαν, οὐδὲ τῇ τῆς οἰκείας κρίσεως ἀρκεῖται ψήφῳ, ἀλλὰ καὶ τοῖς ἀνθρώποις διὰ τῶν πραγμάτων ἀπολογεῖται, ὥσπερ ἐν κοινῷ δικαστηρίῳ κρινόμενος ταῖς τῶν πολλῶν ὑπονοίαις.
000-00-00 Serial Number=0891864181
In Isaiam Ante [Go Back]  
 [00100]  τοὺς δὲ μήτε οἴκοθεν, μήτε ἐκ τῆς τοιαύτης οἰκονομίας βουλομένους τι κερδαίνειν, τῇ ἀπαραιτήτῳ καὶ φοβερᾷ τῆς κρίσεως ταμιευόμενος ἡμέρᾳ.
 [00407]  Πλήρης κρίσεως·
 [01362]  Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρας ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ταύτῃ.
 [01431]  Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.
 [01441]  Πνεύματι κρίσεως καὶ πνεύματι καύσεως;
 [01446]  Πνεύματι κρίσεως, τουτέστι, κολάσεως, τιμωρίας, ἐκδικήσεως.
000-00-00 Serial Number=0027391493
In Joannem Ante [Go Back]  
 [01514]  Εἰ γὰρ μέλλοιμεν ἀπὸ τῆς τῶν μαινομένων κρίσεως χαρακτηρίζειν τὰ δόγματα, οὐδὲν κωλύει μαίνεσθαι καὶ αὐτοὺς μανίαν χαλεπωτάτην.
 [04978]  Καίτοι γε καὶ ἡ προτέρα παρουσία κρίσεως ἦν κατὰ τὸν τοῦ δικαίου λόγον.
 [04988]  Καὶ μὴν εἰ μὴ διὰ τοῦτο ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, πῶς ὁ μὴ πιστεύων ἤδη κέκριται, εἰ μηδέπω πάρεστι τῆς κρίσεως ὁ καιρός;
 [05002]  Καὶ τοῦτο δὲ αὐτὸ πολλῆς φιλανθρωπίας ἐστὶ, τὸ μὴ μόνον δοῦναι τὸν Υἱὸν, ἀλλὰ καὶ τὸν τῆς κρίσεως ἀναβάλλεσθαι καιρὸν, ἵνα γένηται ἐξουσία τοῖς ἡμαρτηκόσι καὶ τοῖς ἀπιστοῦσιν ἀπονίψασθαι τὰ πεπλημμελημένα.
000-00-00 Serial Number=0126363754
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00049]  Οὐ γὰρ ἀπὸ τῆς ἐκείνου ψήφου, οὐδὲ ἀπὸ τῆς κακουργίας πάντως οἱ ταῦτα παθόντες, ἀλλ' ἀπὸ τῆς ἀδεκάστου κρίσεως, τῆς ἄνωθεν λέγω, τὸν στέφανον δέχεσθαι μέλλουσι.
000-00-00 Serial Number=0000284374
In Psalmum 094 Ante [Go Back]  
 [00023]  Μετανοίας γὰρ ὁ παρὼν βίος, ἀπειλῆς δὲ καὶ κρίσεως ἡ μέλλουσα παρουσία.
000-00-00 Serial Number=0803510308
In Psalmum 100 Ante [Go Back]  
 [00017]  Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, Πάνυ ὠφέλιμον, ἀγαπητοὶ, καὶ σωτήριον τὸ ᾆσμα τοῦτο, ἐξ ἐλέους καὶ κρίσεως τὴν ἀρχὴν ποιούμενον.
000-00-00 Serial Number=0306369126
In Psalmum 139 Ante [Go Back]  
 [00087]  ὡς ∆ανιὴλ ἐν Βαβυλῶνι ἐκ τῆς κρίσεως τῶν παρανόμων τὴν Σωσάνναν·
000-00-00 Serial Number=0497682810
In Psalmum 145 Ante [Go Back]  
 [00244]  ἀπὸ τῆς σῆς κρίσεως ἐκφέρω τὴν ψῆφον.
000-00-00 Serial Number=0511571348
In Romanum martyrem Ante [Go Back]  
 [00028]  Τίς τρόπον κρίσεως τοιοῦτον ἀκήκοε;
000-00-00 Serial Number=0643916965
In decem virgines Ante [Go Back]  
 [00025]  καὶ πάλιν, ὅτι Κατακαυχᾶται ἔλεος κρίσεως.
000-00-00 Serial Number=0912346423
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00108]  καὶ νῦν μὲν ἀπὸ φιλανθρωπίας, νῦν δὲ ἀπὸ δικαιοσύνης, νῦν δὲ ἀπὸ κρίσεως ἀδεκάστου αὐτὸν ὀνομάζει καταλλήλως τοῖς ὑποκειμένοις καιροῖς.
 [02868]  Οὐκοῦν καὶ τὸν περὶ κρίσεως οὕτω δέχου λόγον.
 [05062]  Εἶτα καὶ ἀπὸ τῆς κρίσεως τῶν χειροτονησάντων αἰδέσιμον αὐτὸν ποιεῖ·
 [05989]  Ἐκείνων μὲν γὰρ οὐχ ἡμεῖς κύριοι, οὔτε τῆς τελευτῆς ἡμῶν, οὔτε τῆς ἀναστάσεως, οὔτε τῆς κρίσεως, ἀλλ' ὁ ∆εσπότης ὁ ἡμέτερος·
 [07181]  [61.584] Τῆς γὰρ μελλούσης κρίσεως ἴχνη καὶ σύμβολα τὰ μαρτύρια τῶν ἁγίων παρέχεται, δαιμόνων μαστιζομένων, ἀνθρώπων κολαζομένων καὶ ἐλευθερουμένων.
 [07771]  Τοὺς μὲν γὰρ ἔξω, φησὶ, τότε ἀπαιτήσει δίκην κατὰ τὴν ἡμέραν τῆς κρίσεως·
000-00-00 Serial Number=0548159122
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00244]  Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ.
 [00251]  Τί οὖν ἐστιν ὅ φησιν, Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ;
000-00-00 Serial Number=0004917800
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00476]  ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
 [00935]  Ἀλλ' οὐκ οἶδα πῶς ὑπὸ τῆς ἀληθείας προὔδραμε τὸ στόμα, καὶ πρὸ τῆς κρίσεως τὴν ψῆφον ἤνεγκε.
 [01167]  Εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἐκείνης ἀπεστερήμεθα, ἀλλὰ ὅτι καὶ τὰ τῆς κρίσεως ἀνῄρηται, εἰ ἤδη γέγονε, καὶ τὰ τῆς ἀντιδόσεως·
 [01238]  οὐχ ὁ ἀποστερούμενος στένει μόνον, ἀλλὰ καὶ ὁ ἀποστερήσας, ἐὰν μὲν ᾖ περὶ τῆς κρίσεως πεπεισμένος·
 [01241]  μᾶλλον δὲ οὐκ ἔστιν ἄνθρωπος, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος, κἂν αἱρετικὸς, ὃς περὶ κρίσεως οὐ δέδοικε·
 [02145]  Περὶ γεέννης ἐμάθομεν, περὶ βασιλείας, περὶ κρίσεως.
 [02227]  Περὶ γεέννης ἐμάθομεν, περὶ βασιλείας, περὶ κρίσεως.
000-00-00 Serial Number=0479551435
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00929]  Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ' αὐτὸν περὶ γραμμῆς καὶ γωνίας καὶ στιγμῆς καὶ ἀριθμῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις καὶ ἀνίσων, καὶ τῶν τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε! πόσα ἔκαμε δεῖξαι ἐπιχειρῶν ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σαφὲς εἰπὼν, οὐδὲ πείσας τινὰ τῶν ἀκουόντων οὕτως ἀπῆλθεν! Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς τῶν μελλόντων κρίσεως·
 [02769]  Στήσας τοίνυν τὸ τρόπαιον οὕτω λαμπρὸν τῆς ἄνωθεν κρίσεως, καταφορικῷ λοιπὸν κέχρηται τῷ λόγῳ, πρὸς τοὺς ἀρχομένους ἀποστρέψας αὐτὸν, καὶ λέγων οὕτως·
 [02983]  ἔπειτα δὲ οὐδὲ μέχρι Κορινθίων τὸ πρᾶγμα ἔστησεν, ἀλλὰ καὶ ἑαυτὸν τῆς κρίσεως ταύτης ἐξέβαλε, μεῖζον εἶναι τῆς αὑτοῦ γνώμης λέγων τὰ τοιαῦτα ψηφίζεσθαι·
 [03030]  Ἐντεῦθεν λογίζου πόση τῆς μελλούσης κρίσεως ἡ ἀκρίβεια.
 [09999]  ἀλλ' οὐκ οἴκοθεν τοῦτο ἀποφαίνεται, ἀλλ' ἀπὸ τῆς ἐκείνων κρίσεως·
000-00-00 Serial Number=0708421528
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03162]  Οὕτω τὸν Χριστὸν ἴδοις ἐν ἡμέρᾳ κρίσεως, μὴ παρίδῃς μου τὴν ἀξίωσιν·
000-00-00 Serial Number=0500998259
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03531]  ἔνι δὲ ἀπὸ τῆς κρίσεως ἐξεταζόμενον καὶ τοῦτο γενέσθαι δῆλον.
 [03696]  ∆ιαλεχθεὶς περὶ ἐπισκόπων, περὶ διακόνων, ἀνδρῶν, γυναικῶν, περὶ χηρῶν, περὶ πρεσβυτέρων, περὶ τῶν ἄλλων ἁπάντων, καὶ δείξας ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος, ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε·
000-00-00 Serial Number=0373207033
In epistulam ad Colossenses Ante [Go Back]  
 [00757]  Καὶ τοσαύτη ἐστὶ τοῦ πράγματος ἡ περιφάνεια, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητὰς, καὶ πάντας συμφωνῆσαι ἑαυτοῖς καὶ περὶ δικαστηρίου καὶ περὶ κρίσεως.
 [00772]  οὐδεὶς τῶν ἐν ἀρετῇ ζώντων διαπιστεῖ τῷ τῆς κρίσεως λόγῳ, κἂν Ἕλλην ᾖ, κἂν αἱρετικός·
 [01081]  Ἐὰν δὲ μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσι τὸν λόγον ὑμῶν, ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
000-00-00 Serial Number=0944263816
In epistulam ad Ephesios Ante [Go Back]  
 [00407]  Ἕτερον γὰρ οὐκ ἔστι λουτρὸν, οὐδὲ καταλλαγὴ πάλιν δευτέρα, ἀλλὰ φοβερά τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
000-00-00 Serial Number=0855544150
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01530]  Εἰ δέ τις καταφρονοίη τούτων, ἐπιστή [63.46] σεται ὁ τῆς κρίσεως καιρὸς ὁ διδάσκων αὐτόν.
 [01771]  εἰ δέ που γίνεται καὶ τῆς πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς, ὡσανεὶ γεῦμα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, κἂν ἐν τούτοις ἐνταῦθα σωφρονίζωνται.
 [02305]  Ὅτι θρόνος χάριτός ἐστιν, οὐ θρόνος κρίσεως νῦν.
 [03564]  [63.94] παραστήσεται γάρ σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ ἐξαιρήσεταί σε τοῦ πυρός.
 [03805]  Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν Ἰουδαίοις, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, καὶ ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων.
 [05863]  Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λα βεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλ λοντος τοὺς ὑπεναντίους.
 [05902]  Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
 [06094]  οὐ γάρ ἐστιν ὁ καιρὸς τῆς κρίσεως νῦν, ἀλλὰ τῆς πολιτείας τῆς ἀρίστης.
 [06283]  Ἐγγὺς ἡ ἡμέρα τῆς κρίσεως·
000-00-00 Serial Number=0685851097
In epistulam ad Philippenses Ante [Go Back]  
 [00269]  ἐπειδὴ μηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισμῶν ὀρθῶν.
 [00287]  Εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως.
 [00446]  Τουτέστι, μετὰ κρίσεως μετὰ λογισμοῦ, μετὰ τοῦ αἰσθάνεσθαι.
 [01820]  ἐνταῦθα τῆς κρίσεως δεῖ γενέσθαι τῆς ἡμετέρας.
000-00-00 Serial Number=0189986408
In epistulam ad Romanos Ante [Go Back]  
 [00740]  ἂν δὲ ὁ ἄπιστος καὶ ὁ Ἕλλην, ἀπὸ τῶν ἑξῆς αὐτὸν ὁ Παῦλος ἐπιστομίζει τῶν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγων, ἐκ τῶν ὑπ' ἐκείνων γινομένων ἀπόδειξιν ἀναντίῤῥητον εἰσάγων·
 [00758]  ὕστερον δὲ καὶ τὸν περὶ τῆς κρίσεως τοῦ Χριστοῦ λόγον εἰσάγει.
 [01129]  κρίσεως διεφθαρμένης καὶ φιλονεικίας μᾶλλον, οὐ συναρπαγῆς λέγων εἶναι τὸ ἁμάρτημα, καὶ δεικνὺς οὐχὶ τῆς σαρκὸς, καθώς τινες τῶν αἱρετικῶν φασιν, ἀλλὰ τῆς διανοίας ὄντα τῆς πονηρᾶς ἐπιθυμίας τὰ ἁρμαρτήματα, καὶ τὴν πηγὴν ἐκεῖθεν οὖσαν τῶν κακῶν.
 [01225]  Ὥστε ἐντεῦθεν καὶ τὸν περὶ τῆς κρίσεως εἰσήγαγε λόγον.
 [01245]  Ἐπειδὴ γὰρ φοβερὸς ἐγένετο καὶ βαρὺς, περὶ κρίσεως καὶ τῆς μελλούσης διαλεγόμενος κολάσεως, εὐθέως οὐκ εἰς τὸ προσδοκώμενον ἐνέβαλε τὴν τιμωρίαν, ἀλλ' ἐπὶ τὸ ἡδύτερον ἔτρεψε τὸν λόγον, τὴν τῶν ἀγαθῶν ἀντίδοσιν, οὕτω λέγων·
 [01290]  Ἀλλ' ἐπειδὴ οὐ τοῦτο ἦν αὐτῷ τὸ ζητούμενον, περὶ κρίσεως μόνον εἰπεῖν τῆς μελλούσης, ἀλλὰ καὶ δεῖξαι οὐδὲν πλέον ἔχοντα τὸν Ἰουδαῖον τοῦ τοιούτου Ἕλληνος, ἵνα μὴ μέγα φρονῇ, πρόεισι περαιτέρω, καὶ τάξει κέχρηται.
 [02076]  Ὥσπερ γὰρ τῆς κρίσεως ἐπιστάσης, οὐκέτι καιρὸν ἔχουσιν οἱ μετανοῆσαι βουλόμενοι·
 [06215]  οὐκ ἀπὸ τῆς τῶν δούλων γνώμης, ἀλλ' ἀπὸ τῆς οἰκείας κρίσεως τῆς ἀκριβοῦς καὶ ἀδεκάστου τὴν ψῆφον φέρων, καὶ οὐκ ἀναμένων ἀπὸ τῆς τῶν πράξεων ἐκβάσεως ἰδεῖν τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον.
 [08839]  Ἐπὶ θύραις γὰρ, φησὶν, ὁ τῆς κρίσεως ἕστηκε καιρός·
 [09999]  καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως;
000-00-00 Serial Number=0629912019
In epistulam ad Titum Ante [Go Back]  
 [00356]  Πολλῆς αὐτοῖς τῆς εὐλαβείας γέμειν τὸν λόγον χρὴ, ἐν τοῖς ἁμαρτήμασι μνήμην ἔχειν τῆς μελλούσης κρίσεως, πάσης δὲ ὕβρεως εἶναι καθαρόν·
 [00902]  ∆ῆλον γὰρ ὅτι καὶ τὸν περὶ τῆς ἀναστάσεως φόβον καὶ τὸν τῆς κρίσεως καὶ τὸν τῶν ἄλλων ἁπάντων μετὰ τὸν θάνατον φιλοσοφουμένων παρ' ἡμῖν πρότερον ἐγκαταθέντες αὐτῶν τῇ ψυχῇ, οὕτως ἴσχυσαν ἀποκρούσασθαι τὴν κακίαν, ἀντίῤῥοπόν τινα φόβον τῆς ἀπὸ τῶν κακῶν ἡδονῆς εἰς τὴν ἑαυτῶν ἐνιδρύ [62.686] σαντες ψυχήν.
000-00-00 Serial Number=0640640557
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00251]  αὕτη ποιεῖ τὸν ἄνθρωπον μὴ γινώσκειν Θεὸν, μηδὲ γινώσκειν τὴν ἰδίαν ἀσθένειαν, μηδὲ ἐννοεῖσθαι τὴν ἡμέραν τοῦ θανάτου καὶ τῆς κρίσεως·
000-00-00 Serial Number=0054438829
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00095]  Σύμβολον τοῖς μὲν ἀπίστοις ἐν ἡμέρᾳ κρίσεως τὸ σκότος ταμιευόμενον, τοῖς δὲ πιστεύουσι τὸ φῶς τῆς ἡμέρας ἀπὸ σκότους μεταβαλλόμενον.
000-00-00 Serial Number=0162592351
In illud In faciem ei restiti Ante [Go Back]  
 [00441]  ἀλλ' ἐλέγχει αὐτοῦ τὴν προτέραν ἀναστροφὴν, ἵνα μὴ ἐκ τῆς Παύλου γνώμης ἡ παραίνεσις καὶ ἡ συμβουλὴ, ἀλλ' ἐκ τῆς Πέτρου κρίσεως τῆς ἤδη γεγενημένης εἰσενη νέχθαι δοκῇ.
 [00499]  Ὁρᾷς πῶς πανταχοῦ τῆς κρίσεως ἔχεται τοῦ Πέτρου, καὶ τὴν προτέραν αὐτοῦ ἐκκαλύπτει ἀναστροφήν·
000-00-00 Serial Number=0726986766
In illud Ne timueritis Ante [Go Back]  
 [00787]  Τὰ περιττὰ ποιήσωμεν χρήσιμα, τὸν πολὺν ἐκεῖνον προέμενοι πλοῦτον, καὶ τῇ δεξιᾷ τοῦ δικαστοῦ τοῦτον ἐγχειρίσαντες, ὃς καὶ φυλάξαι δυνήσεται μετ' ἀκριβείας, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐντεῦθεν ἥμερος γενήσεται καὶ ἵλεως·
000-00-00 Serial Number=0554738581
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00349]  Ἂν μὲν γὰρ ἐνταῦθα καταλλαγῇς, ἀπηλλάγης τῆς ἐκεῖ κρίσεως·
000-00-00 Serial Number=0946177959
In illud Vidi dominum Ante [Go Back]  
 [00425]  Εἰπέ, μὴ φοβηθῇς, οὐ γὰρ ἀπὸ τῆς κρίσεως τῆς σῆς φέρω τὴν ψῆφον ἐγώ.
 [01118]  Ἀπὸ τῆς γῆς τὴν ἀρχὴν τῆς κρίσεως λαμβάνει οὐρανός.
000-00-00 Serial Number=0835275352
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00028]  ἐγενόμεθα καὶ κύριοι τῆς τῶν ἁμαρτωλῶν κρίσεως, τοιοῦτον ῥῆμα παρ' αὐτοῦ δεξάμενοι σύνθημα·
 [00091]  ἴδε τὰς χεῖράς μου, ἃς ἔχειν ἀφῆκα τῆς Ἰουδαϊκῆς μανίας τὰ σύμβολα, ἵν' ὅταν συνήθως ἀναισχυντήσωσιν οἱ Ἰουδαῖοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ εἴπωσι πρός με, Ἡμεῖς σε οὐκ ἐσταυρώσαμεν ∆έσποτα, ὑποδείξω τοῖς πολεμίοις τὰς χεῖρας ἐν τούτῳ τῷ σχήματι, καὶ τῇ ὄψει καταισχύνωμαι τὰ πρόσωπα τῶν Ἰουδαίων.
000-00-00 Serial Number=0915236592
In pharisaeum et meretricem Ante [Go Back]  
 [00078]  Πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως λύσω τὰς εὐθύνας, πρὸ τῆς φοβερᾶς κρίσεως διαφύγω τὴν κρίσιν, πρὸ τοῦ φρικτοῦ βήματος ὑποκλέψω τὰς μάστιγας·
000-00-00 Serial Number=0621092618
In principium Actorum Ante [Go Back]  
 [01507]  ἂν δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ.
000-00-00 Serial Number=0103805304
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00145]  Τὸν μὲν γὰρ τελώνην ἑαυτοῦ γεγενημένον κατήγορον, ἐλεύθερον ἀφῆκε τῆς κατα κρίσεως·
000-00-00 Serial Number=0542324960
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00043]  Καὶ καθάπερ ὁ διηνεκῶς ἐπὶ τῆς πέτρας ἑστὼς τῶν κυμάτων καταγελᾷ, οὕτως ὁ συνάξεως ἀπολαύων διηνεκοῦς, καὶ τοῖς θείοις ἀρδευόμενος λόγοις, καθάπερ ἐπὶ πέ τρας τῆς ὀρθῆς τῶν πραγμάτων κρίσεως στήσας ἑαυ τὸν, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλώσεται, ἀνώτερον τῆς τῶν βιωτικῶν πραγμάτων καταστήσας ἑαυτὸν ἐπιδρο μῆς·
000-00-00 Serial Number=0504292846
In secundum domini adventum Ante [Go Back]  
 [00275]  καὶ, Ἀνεκτότερον ἔσται τῇ γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως;
000-00-00 Serial Number=0973308623
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00103]  Ἵνα γὰρ μὴ ἀγνοίᾳ δοκῶσι προτιμᾷν τὰ οἰκεῖα τῶν ἀλλοτρίων, τούτου χάριν ἀφίησιν αὐτοὺς μετέχειν κἀκείνων, ἵν' ὅταν ἴδῃς, μᾶλλον δ' ἀκούσῃς Μωϋσέως λέγοντος, ὅτι Οὐκ ἔστι σοφία οἵα ἡ ἡμε τέρα, μήτε φίλτρου, μήτε ἀγάπης εἶναι νομίσῃς τὴν ἀπόφασιν, ἀλλὰ κρίσεως ὀρθῆς.
 [01493]  Τοῦτο οὖν βούλεται δεῖξαι, ὅτι κρίσεως καιρός.
 [01496]  Ὅτι οὐχὶ κρίσεως καιρὸς μόνον, ἀλλὰ καὶ ἀνταποδόσεως·
000-00-00 Serial Number=0939002991
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00220]  κἂν ἅπαντες ἐπαινέσωσι καὶ θαυμάσωσιν, ἐκεῖνος δέ με καταδικάζῃ, οὐδέν μοι πάλιν ὄφελος τῆς ἐκείνων κρίσεως.
 [00241]  Πάντων δὲ τούτων ἀπαλλαγέντες, καὶ καθ' ἑαυτοὺς γενόμενοι κατὰ τὴν ἑσπέραν, καὶ πολλῆς ἀπολαύοντες ἡσυχίας, συγκροτῶμεν ἐπὶ τῆς κλίνης τὸ δικαστήριον, ἵνα τὸν Θεὸν ἵλεων διὰ τῆς τοιαύτης κρίσεως ἔχωμεν.
000-00-00 Serial Number=0611194789
Oratio de hypapante Ante [Go Back]  
 [00195]  ἐκτενῆ τὴν ὑπὲρ ἡμῶν δέησιν ποίησον ὅπως λάβωμεν διὰ σοῦ ἔλεος ἐν ἡμέρᾳ τῆς κρίσεως, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν θεὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»