Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κελεύει [209]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κελεύει


000-00-00 Serial Number=0197246253
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00107]  ∆ιὰ ταῦτα κελεύει τὸ δῶρον ἀφέντας ἐπὶ τοῦ θυσιαστηρίου, πρῶτον διαλλαγῆναι τῷ ἀδελφῷ, ἵνα μάθωμεν, ὅτι εἰ ἐν ἐκείνῳ τῷ καιρῷ ἀναβάλλεσθαι τὴν καταλλαγὴν ταύτην οὐ χρὴ, πολλῷ μᾶλλον ἐν ἑτέροις.
000-00-00 Serial Number=0643777013
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00072]  Καὶ πρὸς τούτοις βουλόμενος αὐτῷ δεῖξαι καὶ ἑτέρωθεν ὅσον τῶν λοιπῶν ἀναβέβηκε ζώων, ἄγει πρὸς αὐτὸν ἅπαντα, καὶ ὀνόματα ἐπιθεῖναι κελεύει πᾶσιν αὐτοῖς.
 [00135]  Καὶ τοῖς βουλομένοις δὲ εἰς τὴν βασιλείαν βαδίζειν, διὰ τῆς ἐστενοχωρημένης τοῦτο κελεύει ποιεῖν ὁδοῦ, ὡς οὐκ ἐνὸν ἑτέρωθεν ἐκεῖσε ἐλθεῖν.
 [00200]  αὐτὸς γὰρ τὴν μακαρίαν ἐκείνην ἐκίνει ψυχὴν, τοῖς Κορινθίοις ἐπιστέλλων ποτὲ περὶ τοῦ [47.432] πεπορνευκότος, κελεύει τὸν τοιοῦτον παραδοθῆναι τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
 [00397]  ἀπὸ τοῦ παιδὸς τούτου τὸ πολύ μοι τῶν ἐκγόνων ὑπέσχετο πλῆθος, καὶ τοῦτον κατασφάξαι κελεύει νῦν·
 [00600]  Καθάπερ οὖν ἐπὶ τῶν κακούργων τοὺς μὲν πολλοὺς ἀφίησιν ἐπιπολὺ τὸ δεσμωτήριον οἰκεῖν ὁ κριτὴς, ὡς καὶ ἐκεῖ καταλῦσαι τὸν βίον πολλάκις, ὅταν δέ τινας τῶν πολλῶν νουθετῆσαι βούληται, ἕνα που καὶ δεύτερον ἐξ ἐκείνων λαβὼν, καὶ ἐφ' ὑψηλοῦ καθίσας τοῦ βήματος, περιεστώτων ἁπάντων, οὕτως αὐτὸν κελεύει τὴν ἐπὶ θάνατον ἄγεσθαι, καὶ οὐ πάντων αὐτῷ πρὸς τὸν τῶν λοιπῶν φόβον χρεία τῶν πονηρῶν·
000-00-00 Serial Number=0992111981
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00504]  καὶ αὐτὸ πρῶτον τὸ ἐπίταγμα, εἰ ὁ Θεὸς τοιαύτας καταδέχεται θυσίας καὶ παιδοκτόνους εἶναι κελεύει τοὺς πατέρας καὶ βιαίῳ τελευτῇ καταλύειν τὸν βίον καὶ ἀώρῳ παραδιδόναι τοὺς παῖδας θανάτῳ, καὶ αὐτόχειρας γενέσθαι τῶν γεννηθέντων καὶ αἵματι τοιούτῳ τὸν βωμὸν αἱμάσσεσθαι βούλεται τὸν αὐτοῦ καὶ δεξιὰν ὁπλίζεσθαι πατρικὴν κατὰ τοῦ μονογενοῦς παιδὸς καὶ φονέων εἶναι χαλεπώτερον τὸν δίκαιον·
000-00-00 Serial Number=0320825338
Ad illuminandos catecheses Ante [Go Back]  
 [00442]  Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀφίησιν [49.237] ἡμῖν τὰ ἁμαρτήματα, ἀλλ' ὅτι αὐτὰ οὐδὲ ἐκκαλύπτει, οὐδὲ ποιεῖ φανερὰ καὶ δῆλα, οὐδὲ ἀναγκάζει παρελθόντας εἰς μέσον ἐξειπεῖν τὰ πεπλημμελημένα, ἀλλ' αὐτῷ μόνῳ ἀπολογήσασθαι κελεύει καὶ πρὸς αὐτὸν ἐξομολογήσασθαι.
000-00-00 Serial Number=0901030481
Ad populum Antiochenum Ante [Go Back]  
 [05156]  ἐπειδὴ γὰρ ἔπεμψέ τινας κατασκάψαι τὴν πόλιν, καὶ σιδήρῳ καὶ πυρὶ δαπανῆσαι τὰ οἰκοδομήματα ἅπαντα μετὰ τῶν ἐνοικούντων αὐτῶν, κελεύει τινὶ λέγων οὕτως·
000-00-00 Serial Number=0398879409
Adversus Judaeos Ante [Go Back]  
 [00113]  Ἄκουσον πῶς κελεύει νηστεύειν ὁ προφήτης·
 [01065]  Ἀλλ' ὥσπερ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, οὕτω καὶ ἐν τοῖς Ἱεροσολύμοις αὐτὸ κελεύει ποιεῖν·
 [02757]  Εἰ δὲ Ἰουδαίοις ταῦτα ἔλεγε, πολλῷ μᾶλλον ἡμῖν, οὓς ἐπὶ μείζονα φιλοσοφίαν ἤγαγεν, οἷς τὴν περὶ τῆς ἀναστάσεως ἤνοιξε θύραν, οἷς κελεύει, μὴ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν, ἀλλὰ τὰς ἐλπίδας ἁπάσας πρὸς τὴν μέλλουσαν ζωὴν ἔχειν.
000-00-00 Serial Number=0377439559
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00306]  Καὶ καθάπερ παιδοτρίβης ἄριστος τινὰ ῥυπῶντα, ἐκνενευρισμένον ἀθλητὴν, ἠμελημένον λαβὼν, ἀλείψας, γυμνάσας, εἰς εὐσαρκίαν ἀγαγὼν, οὐκ ἀφίησιν ἡσυχάζειν λοιπὸν, ἀλλ' εἰς τοὺς ἀγῶνας κατιέναι κελεύει, ἵνα αὐτὸν διδάξῃ διὰ τῆς πείρας ὅσην ἐνέθηκεν αὐτῷ δύναμιν·
000-00-00 Serial Number=0462938309
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00284]  τούτους δὲ καὶ ἡ Παλαιὰ ἀποκτίννυσθαι κελεύει, καὶ κατασφάττεσθαι.
 [00326]  Ὁ μὲν οὖν τοῦ ἀγῶνος νόμος πρὸς τὸν Χριστιανὸν ἀποδύεσθαι κελεύει, καὶ πρὸς ἐκεῖνον ἀγωνίζεσθαι μόνον, καὶ πλεῖον οὐδὲν ἀπαιτεῖ παρ' ἡμῶν.
 [00801]  Καὶ Ῥωμαίοις δὲ γράφων, πολλὴν τοῦ μέρους τούτου κελεύει ποιεῖσθαι πρόνοιαν, τοὺς ἰσχυροὺς τοῖς ἀσθενέσιν ὥσπερ πατέρας ἐφιστὰς, καὶ μεριμνᾷν ἀναπείθων τὴν σωτηρίαν αὐτῶν.
 [00827]  τοῦτο γὰρ οὐκ οἶδ' ὅπως μικροῦ δεῖν με παρέλαθεν, ὅτι ὁ πρότερος νόμος, ὁ τοῖς Ἰουδαίοις δοθεὶς, οὐδὲ τὰ ὑποζύγια τῶν ἐχθρῶν ἀφίησι παρορᾷν, οὔτε πεπτωκότα, οὔτε πλανώμενα, ἀλλὰ τὰ μὲν ὁδηγῆσαι, τὰ δὲ συνδιαναστῆσαι κελεύει.
 [00924]  Καὶ ἑορτὰς δὲ τιθεὶς, κελεύει τὰ παιδία αὐτῶν διδάσκειν τὴν ὑπόθεσιν.
 [01059]  Μάχης κελεύει καὶ δίκης καταφρονεῖν ὁ Χριστός·
 [01436]  καὶ τὴν τοιαύτην κελεύει διώκειν.
000-00-00 Serial Number=0830404460
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00129]  Εἰ γὰρ τῷ φρονίμῳ ἀνδρὶ μόλις ἡσυχῇ μειδιᾷν ἐπιτέτραπται, τῇ σοφῇ γυναικὶ μόλις καὶ τοῦτο κελεύει.
000-00-00 Serial Number=0793618798
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00058]  Ἀλλήλους ὑπερέχοντας ἡγεῖσθαι κελεύει, πρὸς τὸ μὴ διαλύεσθαι τῇ φιλοτιμίᾳ, μᾶλλον δὲ τῇ κενοδοξίᾳ, ἀλλὰ τὴν τιμὴν παραχωροῦντες τῷ πλησίον ἑνοῦσθαι, καὶ συγκρίνεσθαι.
000-00-00 Serial Number=0894637406
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00149]  Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὴν ἀποταγὴν τοῦ διαβόλου, μετὰ τὴν συνταγὴν τὴν πρὸς τὸν Χριστόν, ἅτε οἰκείους γεγενημένους λοιπὸν καὶ οὐδὲν κοινὸν ἔχοντας πρὸς ἐκεῖνον, εὐθέως, σφραγίζεσθαι κελεύει καὶ ἐπὶ τοῦ μετώπου δίδωσί σοι τὸν σταυρόν.
000-00-00 Serial Number=0057096720
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00121]  Καὶ γὰρ Ἰουδαίοις καὶ Ἕλλησι κελεύει ταύτην παρέχειν τὴν πρόνοιαν.
000-00-00 Serial Number=0860673368
Contra theatra Ante [Go Back]  
 [00313]  ∆ιὰ τοῦτο τοὺς δούλους ὁ σοφὸς γέρων οὐ παραλαμβάνει μεθ' ἑαυτοῦ, ἀλλὰ μακρὰν περιμένειν κελεύει, ἵνα μὴ συμπαθήσαντες τῇ σφαγῇ τοῦ δεσπότου, φιλοθέου γνώμης πρᾶξιν κωλύσωσι.
000-00-00 Serial Number=0514579654
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00301]  [63] Ἵν' οὖν μή τις τῶν ἀπίστων ἀνάγκην εἶναι νομίσῃ τοὺς ἄθλους καὶ κατηφείας αὐτὰ τῶν ἄθλων τὰ σύμβολα συνταφῆναι κελεύει τῷ σώματι δεικνὺς ὅτι λίαν αὐτὰ ἠσπάζετο καὶ ἐφίλει διὰ τὸ λίαν ἐκκρεμᾶσθαι τῆς ἀγάπης τοῦ Χριστοῦ.
 [00660]  Καὶ καλέσας Ἰουδαίων τινὰς καὶ θύειν κελεύσας καὶ γὰρ τοὺς προγόνους τοὺς ἐκείνων τοῦτον τῆς θρησκείας θρησκεύειν τὸν τρόπον ἔλεγεν ἐπειδὴ εἰς ταύτην ἐκεῖνοι κατέφυγον τὴν ἀναχώρησιν ὡς οὐ θέμις αὐτοῖς τοῦ ναοῦ πεπτωκότος ἔξω τῆς παλαιᾶς μητροπόλεως τοῦτο ποιεῖν κελεύει χρήματα ἀπὸ τῶν ταμείων λαβόντας τῶν βασιλικῶν καὶ τὰ ἄλλα ἅπαντα ἃ πρὸς τὴν οἰκοδομὴν παρέχειν ἐχρῆν ἀπιέναι καὶ ἀνορθοῦν τὸν ναὸν καὶ ἐπὶ τὴν παλαιὰν ἐπανιέναι συνήθειαν τῶν θυσιῶν.
 [00670]  Καί τινα καὶ τῆς τοῦ δόγματος ἕνεκεν διαστροφῆς καὶ τῆς τοῦ βίου μοχθηρίας τῆς ἀρχῆς τῆς ἐκκλησιαστικῆς ἐκβεβλημένον Στέφανος ὄνομα ἦν αὐτῷ κελεύει πάλιν τὸν διδασκαλικὸν θρόνον ἀναλαβεῖν.
000-00-00 Serial Number=0546452105
De Christi divinitate Ante [Go Back]  
 [00134]  ∆ιὰ τοῦτο καὶ φορτίον ἐπὶ τῶν ὤμων αὐτοῦ κελεύει φέρειν.
000-00-00 Serial Number=0907560825
De Lazaro Ante [Go Back]  
 [01519]  Ἐπειδὴ γὰρ πονηροὶ περὶ αὐτὸν ἐγένοντο καὶ ἀγνώμονες, τόν τε Βενιαμὶν οὐκ εἶδε μετ' αὐτῶν ὄντα, δείσας ὑπὲρ τοῦ παιδὸς, μήποτε κἀκεῖνος τὰ ἀδελφὰ αὐτῷ πέπονθε, κελεύει δεθῆναί τινα ἕνα καὶ ἀφεθῆναι ἐκεῖ·
000-00-00 Serial Number=0141556442
De cruce et latrone i Ante [Go Back]  
 [00029]  Ὁρᾷς πῶς διὰ τὸν σταυρὸν ἑορτάζειν κελεύει;
000-00-00 Serial Number=0425104260
De cruce et latrone ii Ante [Go Back]  
 [00042]  Ἔμαθες ὅτι διὰ τὸν σταυρὸν κελεύει ἑορτάζειν;
000-00-00 Serial Number=0805356801
De incomprehensibili dei natura Ante [Go Back]  
 [00832]  ∆ιὰ τοῦτο καὶ τοὺς ἐνεργουμένους κατ' ἐκεῖνον ἵστησι τὸν καιρὸν ὁ διάκονος καὶ κελεύει κλῖναι τὴν κεφαλὴν μόνον καὶ τῷ σχήματι τοῦ σώματος ποιεῖσθαι τὰς ἱκετηρίας·
 [01014]  Ἔσται δὲ ἡ χάρις, ἂν διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν ἐκείνη γίνεται πρὸ τῶν ἄλλων ἡ εὐχὴ καὶ τί δήποτε τοὺς δαιμονῶντας καὶ μανίᾳ πονηρᾷ κατεχομένους εἰσάγεσθαι κελεύει τότε ὁ διάκονος καὶ κλίνειν τὰς κεφαλάς;
000-00-00 Serial Number=0409411192
De jejunio de Davide Ante [Go Back]  
 [00104]  ὁ νόμος γὰρ τετραπλασίονα κελεύει·
 [00105]  οὗτος δὲ ἑπταπλασίονα κελεύει.
000-00-00 Serial Number=0050311983
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00265]  [3.1] Ὁ μακάριος Παῦλος τῆς ἀνθρωπίνης προθυμίας ἐνδεικνύμενος τὴν ἰσχύν, καὶ ὅτι πρὸς αὐτὸν δυνάμεθα πτῆναι τὸν οὐρανόν, ἀφεὶς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας δυνάμεις, ποτὲ μὲν δι' ἑαυτοῦ μόνου μιμητὰς γενέσθαι κελεύει τοῦ Χριστοῦ λέγων·
000-00-00 Serial Number=0705917716
De mutatione nominum Ante [Go Back]  
 [00113]  ἐπειδὴ δὲ τῶν Πατέρων ὁ νόμος κελεύει μετὰ τὴν Πεντηκοστὴν ἀποτίθεσθαι τὸ βιβλίον, καὶ τῷ τέλει τῆς ἑορτῆς ταύτης συγκαταλύεται καὶ ἡ τοῦ βιβλίου ἀνάγνωσις, ἐφοβήθην μή ποτε περὶ τὰ προοίμια ἀσχολουμένων ἡμῶν καὶ διατριβόντων, προσεκδράμῃ τὴν ἡμετέραν ἄφιξιν τῆς ἱστορίας ἡ ἀκολουθία.
000-00-00 Serial Number=0191676199
De occursu domini Ante [Go Back]  
 [00013]  κελεύει γὰρ ὁ νόμος, τῇ ὀγδόῃ περιτέμνειν, καὶ ἐὰν ἀπαντήσῃ ἡ ὀγδόη, παρέρχεται εἰς μέσον ὁ ἰατρὸς καὶ μεταχειρίζεται τὸ σιδήριον, καὶ ἐργάζεται τὴν τέχνην·
000-00-00 Serial Number=0814173698
De paenitentia [1] Ante [Go Back]  
 [01012]  ∆ιὰ τοῦτο ὁ Παῦλος πάσας τὰς πονηρὰς ταύτας ἐξώρισε [49.304] μίξεις, καὶ κελεύει παρθένους ἡμᾶς εἶναι οὕτως, ὡς μηδένα λογισμὸν ἐναντίον παραδέχεσθαι ἑκουσίως τῇ ψυχῇ.
000-00-00 Serial Number=0394862354
De paenitentia [2] Ante [Go Back]  
 [00160]  Οὐ κελεύει σε ὡς ὀψοποιῷ χρήσασθαι τῷ σώματι πάντα τὰ ἐξ ἡδονῆς ποιοῦντα·
000-00-00 Serial Number=0245752931
De paenitentia sermo 1 Ante [Go Back]  
 [00398]  οἱ τὰ μαλακὰ φρονοῦντες καὶ τὴν ἀσπλαγχνίαν, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν, καθὼς κελεύει ὁ Χριστὸς διὰ τοῦ στόματος Παύλου·
000-00-00 Serial Number=0101711571
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00096]  ∆ιὸ κελεύει ἀπαρθῆναι ἀπ' αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυτρώσεως, ὃ δοκεῖ ἔχειν.
000-00-00 Serial Number=0745444536
De remissione peccatorum Ante [Go Back]  
 [00170]  Ἀλλ' ὁ Πέτρος προσέσχε τὸ τοῦ φόνου ἔγκλημα, ὅτι βαρύτατον καὶ δεινόν ἐστι, καὶ βού [60.764] λεται μαθεῖν ἐν μυστηρίῳ κανόνας ἐκκλησιαστικοὺς, εἰ ἄρα κελεύει αὐτῷ ὁ Κύριος συγχωρεῖν ἐν τῷ βαπτίσματι τὸ τοῦ φόνου ἔγκλημα.
000-00-00 Serial Number=0866918981
De sacerdotio Ante [Go Back]  
 [00163]  Ὁ γὰρ ἰατρὸς ἄρτι τῆς καμίνου προελθὸν ἄγγος ὀστράκου λαβὼν καὶ βάψας οἴνῳ πολλῷ, εἶτα ἀνασπάσας κενὸν καὶ πλήσας ὕδατος, κελεύει τὸ δωμάτιον ἔνθα κατέκειτο ὁ νοσῶν συσκιάσαι παραπετάσμασι πολλοῖς ἵνα μὴ τὸ φῶς ἐλέγξῃ τὸν δόλον καὶ δίδωσιν ἐκπιεῖν ὡς ἀκράτου πεπληρωμένον.
 [00911]  Ψυχῶν δὲ ἐπιμέλειαν μέλλων πιστεύεσθαι τοσούτων, οὐκ ἐξετάσει πρότερον ἑαυτόν, ἀλλὰ κἂν ἁπάντων ἀπειρότατος ᾖ, δέξεται τὴν διακονίαν ἐπειδὴ ὁ δεῖνα κελεύει καὶ ὁ δεῖνα βιάζεται καὶ ἵνα μὴ προσκρούσῃ τῷ δεῖνι;
000-00-00 Serial Number=0281975627
De sancta Droside martyre Ante [Go Back]  
 [00150]  ἐπειδὴ δὲ ἔμελλε τελευτᾷν, οὕτω μικρολογεῖται, ὡς τοσαύτην ποιήσασθαι σπουδὴν ὑπὲρ τῆς τῶν ὀστῶν μετακομιδῆς, καὶ ἐκ τοσούτου διαστήματος κελεύει τὰ λείψανα ἀνάγεσθαι;
000-00-00 Serial Number=0885865748
De sancta pentecoste Ante [Go Back]  
 [00385]  διελέχθημεν περὶ ἑορτῶν Ἰουδαϊκῶν, καὶ τίνος ἕνεκεν τρὶς τοῦ ἐνιαυτοῦ κελεύει τοὺς Ἰουδαίους φαίνεσθαι αὐτῷ ὁ Θεός·
000-00-00 Serial Number=0964515209
De virginitate Ante [Go Back]  
 [00123]  Οὐ γὰρ ἀπὸ τῶν ἱματίων τοὺς εἰς τοῦτον καθέντας ἑαυτοὺς τὸν ἀγῶνα δοκιμάζειν κελεύει ἀλλ' ἀπὸ τῶν δογμάτων καὶ τῆς ψυχῆς.
 [00409]  Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι κελεύει οὐχ ἵνα πατέρες γένωνται παίδων πολλῶν, ἀλλὰ τί;
 [00628]  Ὅπερ ἵνα μὴ πάθωμεν μηδὲ ὅτε μάλιστα ἵλεω σπουδάζομεν ἡμῖν καταστῆσαι τὸν Θεόν, τότε αὐτῷ προσκρούωμεν διὰ τῆς οὕτω ματαίας εὐχῆς, κελεύει τῆς κοίτης ἀπηλλάχθαι τότε.
 [00906]  Ἐνταῦθα δὲ χωρισθεῖσαν αὐτὴν καὶ ἄκουσαν ἐγκρατεύεσθαι κελεύει λοιπόν·
 [01666]  [74] Πῶς θέλων ἡμᾶς ἀμερίμνους εἶναι κελεύει μεριμνᾶν.
 [01690]  Ἐν τούτῳ γὰρ ἕπεσθαι ἀλλήλοις κελεύει καὶ οὐδένα ἀφίησιν ἑαυτοῦ κύριον εἶναι·
000-00-00 Serial Number=0745107353
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00045]  Εἰ δὲ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως·
 [00084]  Εἰ γὰρ ὁ μὲν διάβολος ἐχθροὺς ἡμᾶς κελεύει πᾶσι γίνεσθαι, ὁ δὲ Θεὸς ἀσπάζεσθαι καὶ φιλεῖν·
 [00086]  ὁ δὲ τῆς μὲν περιττῆς ταύτης καὶ ἀνονήτου φροντίδος ἀφίησι, κελεύει δὲ συνάγειν τοὺς θησαυροὺς ἐν τοῖς οὐρανοῖς, οὐκ ἐκ τῆς εἰς ἑτέρους ἀδικίας, ἀλλ' ἐκ τῆς οἰκείας δικαιοσύνης·
 [00979]  ∆ιὰ γὰρ τοῦτο τὴν ἀποχὴν τῶν βρωμάτων κελεύει γίνεσθαι ὁ Θεὸς, ἵνα χαλινοῦντες τὰ σκιρτήματα τῆς σαρκὸς, εὐήνιον αὐτὴν ἀπεργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν.
 [01712]  Ὅρα πῶς οὐ παραιτεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι, ἀλλὰ πρότερον δείξας οὐκ ὄντα ὑπεύθυνον, τότε δίδωσι·
 [01716]  Καὶ τίνος ἕνεκεν οὐκ ἐξ ἀποκειμένων κελεύει δοῦναι;
 [05127]  Ὥσπερ γὰρ εἰ παιδίῳ τις ἀργύριον μικρῷ δῴη καὶ κελεύει κατέχειν σφοδρῶς, ἢ καὶ τῷ οἰκέτῃ δῴη φυλάττειν σφοδρῶς, ὥστε μὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλομένῳ, οὕτω καὶ ὁ Θεὸς ποιεῖ·
 [06824]  Ὢ τῆς ὕβρεως! ὢ τῆς παρανομίας! ταὐτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον λαβὼν κελεύει σφαγέα γενέσθαι.
 [07954]  εἰ γὰρ ζῶντας κελεύει μηδὲν πλέον ἔχειν, ἀλλ' ἢ σκέπασμα, πολλῷ μᾶλλον τελευτήσαντας.
000-00-00 Serial Number=0291209340
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01319]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρτᾶν τοὺς τοῦτον ἀγωνιζομένους τὸν ἀγῶνα μετὰ τῆς προσηκούσης ὑπομονῆς.
000-00-00 Serial Number=0176768124
Expositiones in Psalmos Ante [Go Back]  
 [04147]  καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν.
 [05910]  καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν.
 [06997]  καὶ ὥσπερ ὁ νόμος τὴν ὀρθὴν ὁδὸν βαδίζειν κελεύει, οὕτως ἡ παρανομία πρὸς τὴν ἔρημον καὶ ἄβατον τὸν ἄνθρωπον μεθίστησιν.
000-00-00 Serial Number=0385997534
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00842]  Οὕτω καὶ ὁ Θεὸς, φησὶ, κελεύει πεμφθῆναι τοὺς λόγους, ὥστε καὶ τούτους βελτίους γενέσθαι κἀκείνους, ὥσπερ ὁ Παῦλός φησιν·
 [00846]  Οὐ γὰρ δὴ ἱστορεῖται ὁ προφήτης οὗτος ἀπελθὼν εἰς Περσίδα, οὐδὲ πέμψαι κελεύει.
 [01296]  Καὶ ἵνα μὴ πάλιν ἐκλύσῃ, Περιδράμετε, φησὶν, ὡς ἐγγὺς ὄντων τῶν δεινῶν, καὶ ἀκριβῆ τὴν ἔρευναν κελεύει ποιήσασθαι.
 [01452]  ἐναπόθετε μόνον τὸν καρπὸν, καὶ μηδέπω συλλεγέντων αὐτῶν, πάλιν αὐτὴν κελεύει τὰ αὐτὰ ἐκφέρειν.
 [01957]  Ἐπειδὴ γὰρ ἀναισθήτως πρὸς τὰ οἰκεῖα διέκειντο κακὰ, κελεύει θρηνεῖν αὐτὸν, καὶ πενθεῖν·
 [02329]  Θρηνητρίας κελεύει πανταχόθεν γυναῖκας καλεῖν, καὶ σοφὰς αὐτὰς λέγει;
 [03545]  Ἄξιον ὄντως θαυμάσαι, τίνος ἕνεκεν μὴ λαβεῖν κελεύει;
 [04575]  ναὸν ἃ καταστρέφεσθαι, κελεύει τῷ προφήτῃ εἰς ἀπάντησιν αὐτῶν ἐλθεῖν, καὶ μηνῦσαι τὴν ἰσχὺν τοῦ Ναβουχοδονόσορ, παραινῶν αὐτοῖς, μὴ πείθεσθαι τοῖς μα [64.961] ταίοις καὶ τοῖς ψευδοπροφήταις·
 [05338]  Οὐκ εἰς τὴν προτέραν, καὶ κελεύει ἄρτους δίδοσθαι αὐτῷ.
000-00-00 Serial Number=0848092020
Fragmenta in Proverbia Ante [Go Back]  
 [00265]  ὅρα δὲ κατὰ τί ζηλῶσαι κελεύει·
 [00969]  ἐπειδὴ γὰρ ἡ φύσις κελεύει φείδεσθαι, τὸ ἄμετρον ἀναιρεῖ·
000-00-00 Serial Number=0129960418
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00180]  Οὐχ ὡς ἀκάθαρτον τοίνυν τὴν τροφὴν παραιτεῖσθαι κελεύει, ἀλλ' ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν.
000-00-00 Serial Number=0467399657
In Acta apostolorum Ante [Go Back]  
 [04571]  ∆ιὰ τοῦτο αὐτοὺς περιμεῖναι τὸ τέλος κελεύει, εἰπών·
 [06088]  ∆ύο τοίνυν αὐτῷ κελεύει·
 [08813]  Καίτοι διὰ τοῦτο αὐτὸν καὶ ζώσασθαι κελεύει καὶ ὑποδήσασθαι, καὶ τούτῳ πείθων αὐτὸν, ὅτι οὐκ ἔστι φάντασμα·
 [08903]  Τί δήποτε κελεύει εἰπεῖν;
 [09999]  Καὶ ἐπιτιμᾷ μὲν ἑτέροις, κελεύει δὲ τὸ καλὸν ποιεῖν πρὸς πάντας.
 [09999]  Καὶ ὅμως, καὶ τούτου ὄντος, κελεύει ἀπελθεῖν καὶ καταλλαγῆναι καὶ εὐεργετεῖν, οὐχ ἵνα ἄνθρακας πυρὸς σωρεύωμεν, ἀλλ' ἵνα εἰδὼς ἐκεῖνος τοῦτο καταστέλληται, ἵνα τρέμῃ, ἵνα φοβῆται τὰς εὐεργεσίας μᾶλλον τῶν ἐχθρῶν καὶ τὰς φιλίας ἢ τὰς ἐπιβουλάς.
 [09999]  ∆έον κατανυγῆναι ἐφ' οἷς εἰς χάριν αὐτῶν ἀδίκως ἐδέδετο, ὁ δὲ καὶ προσεπιτίθησι, καὶ κελεύει τύπτεσθαι αὐτόν·
 [09999]  Καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε μὴ γενέσθαι δῆλον.
 [09999]  μᾶλλον δὲ τοῦτο γίνεται, παρὰ τὸ μὴ ἀκούειν Παύλου, ὅταν ἐπειγώμεθά που ἀπελθεῖν, ἔνθα μὴ κελεύει.
 [09999]  Μένωμεν οὖν ἔνθα κελεύει ἐπὶ τῆς πίστεως, ἐπὶ τοῦ λιμένος τοῦ ἀσφαλοῦς·
000-00-00 Serial Number=0343448639
In Ecclesiasten Ante [Go Back]  
 [00337]  Πάλιν ἐνταῦθα κελεύει μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ὑπισχνεῖσθαι τῷ θεῷ.
 [00690]  Πολλὰς κελεύει παρέχειν ἀφορμὰς τοῖς βουλομένοις σῴζεσθαι καὶ εὐδοκιμεῖν.
000-00-00 Serial Number=0737701595
In Eliam prophetam Ante [Go Back]  
 [00084]  κελεύει γὰρ τὴν ψυχὴν τοῦ τῆς χήρας παιδίου μεταστῆναι τοῦ σώματος.
000-00-00 Serial Number=0425243020
In Genesim sermones Ante [Go Back]  
 [00582]  Οὐδὲ γὰρ ἁπλῶς ἀποθνήσκειν κελεύει τὸν πατραλοίαν, οὐδὲ δημίους αὐτὸν ἀπὸ τοῦ δικαστηρίου λαβόντας ἐξάγειν διὰ τῆς ἀγορᾶς, οὐδὲ τῆς πόλεως ἔξω τὴν κεφαλὴν ἀποτέμνειν·
 [00592]  ∆ιὰ τοῦτο πάντας συνεφάπτεσθαι κελεύει τῆς σφαγῆς, ὥσπερ τινὰ καθαρμὸν τῆς πόλεως ἐργαζόμενος.
 [01446]  ∆ιὰ τοῦτο κελεύει ταχέως ὀρέξαι χεῖρα, ἵνα μὴ, μελλόντων ἡμῶν καὶ ἀναβαλλομένων, φθάσῃ καταποθῆναι ἐκεῖνος.
000-00-00 Serial Number=0939217865
In Heliam et viduam Ante [Go Back]  
 [00087]  ἐνταῦθα δὲ καταφεύγοντα μετὰ πολλῆς παῤῥησίας καὶ τοῦ θάῤῥους ἀπιέναι κελεύει;
000-00-00 Serial Number=0104995966
In Isaiam Ante [Go Back]  
 [02273]  Ἐξελθὼν τοίνυν ἀνίστησιν αὐτῶν τὰ φρονήματα καταπεπτωκότα καὶ κελεύει θαρσεῖν ὑπὲρ τῶν μελλόντων.
 [02629]  Οὐ γὰρ ἀφίησιν εἰπεῖν μόνον, ἀλλὰ κελεύει καὶ ἐν χάρτῃ γραφῆναι τὰ λεγόμενα καὶ οὐδὲ ἁπλῶς γραφῆναι, ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν ὅτι μετὰ ταῦτα ἔπλασεν, ἀλλὰ καὶ μάρτυρας καλεῖ τῶν γραμμάτων ἄνδρας ἀξιοπίστους καὶ ἀπὸ τοῦ ἀξιώματος καὶ ἀπὸ τοῦ τρόπου.
000-00-00 Serial Number=0172053754
In Joannem Ante [Go Back]  
 [00904]  Πρὶν οὖν τῆς ὀλεθρίας ταύτης ἐπιλαβέσθαι σχολῆς, καὶ σφοδροτέραν ἀνάψαι τὴν πυρὰν, κελεύει προκαταλαμβάνειν καὶ σβεννύναι τὸ δεινόν.
 [01541]  Οὗτος μὲν γὰρ ἐχθροὺς κελεύει πᾶσι γίνεσθαι·
 [01544]  οὗτος τῆς μὲν περιττῆς ταύτης καὶ ἀνοήτου φροντίδος ἀπαλλάττει, κελεύει δὲ συνάγειν τοὺς θησαυροὺς ἐν τοῖς οὐρανοῖς, οὐκ ἐκ τῆς εἰς ἑτέρους ἀδικίας, ἀλλ' ἐκ τῆς οἰκείας δικαιοσύνης.
000-00-00 Serial Number=0215204120
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00067]  ὁ δὲ ὅπερ ἐζήτει πάλαι εὑρὼν, καὶ προφάσεως ἐπιλαβόμενος δυναμένης αὐτοὺς ἀποστερῆσαι τῶν τοῦ μαρτυρίου μισθῶν, κελεύει δημευθῆναι τὴν οὐσίαν αὐτῶν ἅπασαν, τυραννίδα ἐγκαλῶν ὑπὲρ τῶν ῥημάτων τούτων, καὶ γυμνοὺς εἰς τὸ δεσμωτήριον εἰσαχθῆναι προσέταξεν.
 [00114]  Ὡς γὰρ χρόνος ἐτρίβετο καὶ παρέῤῥει πολὺς, καὶ τὸ πλῆθος τῶν ἡμερῶν οὐκ ἐξέλυε τὴν προθυμίαν, ἀλλ' ἐπέτεινεν αὐτῶν μᾶλλον τὴν σπουδὴν, καὶ πλείονας κατεσκεύαζε ζηλωτὰς, κελεύει λοιπὸν μέσων νυκτῶν ἐπὶ τὸ βάραθρον αὐτοὺς ἀπαχθῆναι.
000-00-00 Serial Number=0540281832
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00440]  Ὑπὲρ τὸν νόμον κελεύει.
 [00441]  Ὁ γὰρ νόμος κελεύει τὸν κλέπτοντα τετραπλασίονα ἀποδιδόναι·
 [00443]  κελεύει γὰρ καὶ αὐτὸν ἀναιρεθῆναι, καὶ ἐν τετραπλῷ ἀποτῖσαι.
000-00-00 Serial Number=0638962269
In Psalmum 094 Ante [Go Back]  
 [00124]  Φλεγομένου δὲ αὐτοῦ ἐπὶ πολὺ καὶ ἀποδυσπετοῦντος, διὰ τῆς νυκτὸς κελεύει ὁ Θεὸς κολοκύντῃ ἑωθινῇ ἀναβῆναι καὶ σκιάζειν ἐπὶ τῆς κεφαλῆς Ἰωνᾶ.
000-00-00 Serial Number=0808680236
In Psalmum 118 Ante [Go Back]  
 [00613]  ὡς ἡ ἐπιστήμη κελεύει, κυβέρνησον.
000-00-00 Serial Number=0839748502
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00045]  Καθάπερ βασιλεὺς κελεύει τὰ στρατόπεδα ἐν ἑκάσταις καθέζεσθαι πόλεσι, μήποτε βαρβαρικὸς πόλεμος ἐπαναστὰς καταδράμῃ τὰς πόλεις·
000-00-00 Serial Number=0313377202
In catenas sancti Petri Ante [Go Back]  
 [00250]  Ὁ πρὸ μικροῦ διδάσκων μὴ πήραν μὴ μάχαιραν κτᾶσθαι, νῦν κελεύει μαχαίρας ὠνεῖσθαι.
000-00-00 Serial Number=0629490614
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00022]  Ποίαν οὖν ἕπεσθαι κελεύει;
000-00-00 Serial Number=0157651842
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00714]  Καὶ μετὰ ταῦτα πάντα ἐγείρεσθαι κελεύει λοιπόν.
 [00715]  Πρότερον γὰρ αὐτοὺς χαμαὶ ῥίψας, ὅτε ᾔτησαν ἅπερ ᾔτησαν καὶ παῤῥησίας ἐνεπλήσθησαν, ἀνίστησιν αὐτοὺς ὁ λόγος, καὶ κελεύει λοιπὸν καὶ αὐτοὺς ἔχεσθαι τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας.
 [00729]  Εἶδες πῶς πάλιν ὁλόκληρον τὸν βίον ἐν ἀρετῇ κελεύει εἶναι;
 [01385]  Οὐ γὰρ μόνον κελεύει λῦσαι τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ ἐπὶ τὰ πρότερα ἐπανάγει.
 [03254]  Ἀλλ' οὐδὲ τοῦτο ἁπλῶς κελεύει ποιεῖν, αἰτίας οὐκ οὔσης, ἀλλ' ὅταν ἐκεῖνοι ἑαυτοὺς ἐπαίρωσι·
000-00-00 Serial Number=0081163764
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00398]  ᾧ καὶ κελεύει ὑποτάσσεσθαι, ἂν ὑποταγῇς, πολλῷ μᾶλλον.
 [02600]  ἀλλ' οὐδὲν τούτων, οὐδὲ ὁπλίζει αὐτὸν κατ' αὐτοῦ, ἀλλ' ἀναχωρεῖν μόνον κελεύει, τῷ Θεῷ παραχωροῦντα τῆς τιμωρίας.
 [02864]  εὐθέως γάρ σου κατατρέχει ὁ διάβολος, καὶ τοῖς ἔμπροσθεν κελεύει κατασχεῖν.
000-00-00 Serial Number=0974141181
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00032]  Καὶ κομῆται δὲ πολλοὶ παρ' αὐτοῖς περιῄεσαν, οὓς καὶ ἀποκείρασθαι κελεύει.
 [02457]  καὶ γὰρ ὁ Θεὸς κελεύει ταῦτα συνεχῶς ἐνηχεῖν, λέγων·
 [02728]  Ὥσπερ νεκρὸν τῷ κόσμῳ κελεύει γενέσθαι, καὶ ἡ νεκρότης αὕτη οὐδὲν παραβλά [61.82] πτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γενομένη·
 [02729]  οὕτω καὶ μωρὸν κελεύει τῷ κόσμῳ τούτῳ γενέσθαι, σοφίαν ἐντεῦθεν ἡμῖν τὴν ἀληθῆ προξενῶν.
 [03707]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει πράως ἡμᾶς φέρειν τὰς ὕβρεις, ἵνα καὶ αὐτοὶ φιλοσοφῶμεν, κἀκείνους μᾶλλον ἐντρέπωμεν.
 [04425]  Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ οὐ δίδωσιν ἐλπίδας ἐπανόδου τῷ πεπορνευκότι, ἀλλὰ πάντα αὐτοῦ τὸν βίον ἐν μετανοίᾳ κελεύει γενέσθαι, ἵνα μὴ ῥᾳθυμότερον αὐτὸν ἐργάσηται τῇ ὑποσχέσει.
 [04876]  ∆ιὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζημία καὶ τί κέρδος.
 [05665]  Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν.
 [05678]  Καὶ οὔτε ἀνάγκην ἐπιτίθησιν αὐτῇ καὶ πάντως ἀπαιτεῖ παρ' αὐτῆς τὸ πρᾶγμα, ἵνα μὴ πάλιν φορτικώτερον ἐργάσηται, οὔτε ἀπογινώσκειν κελεύει, ἀλλ' ἀφίησιν αὐτὸ τῇ τοῦ μέλλοντος ἀδηλίᾳ μετέωρον, λέγων·
 [05713]  Καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι κελεύει μένειν δοῦλον;
 [05779]  ∆ιὰ τοῦτο κελεύει δοῦλον μένειν.
 [07400]  καὶ τὸ πρᾶγμα εἰδωλολατρείαν καλεῖ, καὶ οὐκέτι διὰ τὴν τοῦ πλησίον βλάβην ἀφίστασθαι μόνον κελεύει, ἀλλὰ καὶ αὐτὸ καθ' ἑαυτὸ δείκνυσιν ἱκανὸν μεγάλην ἐνεγκεῖν λύμην.
 [07678]  Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ' ὡς βδελυρῶν ἀπέχεσθαι κελεύει.
 [07685]  Ὁρᾷς πῶς καὶ ὅτε ἐσθίειν κελεύει, καὶ ὅτε ἀπέχεσθαι δεῖ, τὴν αὐτὴν μαρτυρίαν εἰς μέσον ἄγει;
 [07923]  Καὶ εἰπὼν πάλιν ὅτι οὐ δεῖ σοφὸν εἶναι τὴν ἔξω σοφίαν, οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ κελεύει καὶ μωρὸν γενέσθαι.
 [08096]  τὴν δὲ γυναῖκα διαπαντὸς κατακαλύπτεσθαι κελεύει.
 [08187]  Εἰ τοίνυν τοῦ Θεοῦ τὰ πάντα, αὐτὸς δὲ κελεύει ταῦτα, πείθου καὶ μὴ ἀντίλεγε.
 [08694]  Καὶ οὐχ ἕτερον ἑτέρῳ κελεύει δοκιμάσαι, ἀλλ' αὐτὸν ἑαυτὸν, ἀδημοσίευτον ποιῶν τὸ δικαστήριον, ἀμάρτυρον τὸν ἔλεγχον.
 [09999]  νῦν δὲ ἐπειδὴ πρὸς μείζονα ἡμᾶς ἤγαγε φιλοσοφίαν, καὶ ὑψηλοτέρους τῆς βλάβης ἐκείνης ἐποίησε, καὶ προσίεσθαι καὶ παρακαλεῖν κε-λεύει.
 [09999]  Τοῦτο γὰρ καὶ ἀρχόμενος φυλάττεσθαι ἐκέλευεν, ὅτε μαντείας καὶ προφητείας διαίρεσιν εἰσήγαγε, καὶ νῦν αὐτὸ διακρί-νειν κελεύει καὶ σκοπεῖν, ὥστε μή τι παρεισδῦναι διαβολικόν.
 [09999]  Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κω-λύει λέγειν, ὅταν ἑρμηνέα μὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν μὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγ-χυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατ-έχειν κελεύει.
000-00-00 Serial Number=0742169380
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01661]  Εἰ δὲ ὧν τὰ χρήματα ἡρπάζετο διὰ τὸν Χριστὸν, τούτους κελεύει ἐργαζομένους τρέφεσθαι, πολλῷ μᾶλλον τοὺς ἄλλους.
000-00-00 Serial Number=0784703434
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00751]  αὐτὸς τοὺς ἐχθροὺς κελεύει φιλεῖν, ἡμεῖς δὲ καὶ αὐτὸν φιλοῦντα διώκομεν.
 [01597]  Ὥσπερ γὰρ ὑπὲρ πάντων τὰς εὐχὰς κελεύει ποιεῖν (ὑπὲρ πάντων γὰρ καὶ ὁ Χριστὸς ἀπέθανε, καὶ ὑπὲρ πάντων, φησὶ, ταῦτα κηρύττω), οὕτω καὶ πανταχοῦ καλὸν εὔχεσθαι·
 [02473]  Οὐχ ὡς ἀκάθαρτον νῦν τὴν τρυφὴν παραιτεῖσθαι κελεύει, ἀλλ' ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν.
 [02768]  Τιμοθέῳ κελεύει προσέχειν τῇ ἀναγνώσει.
 [04212]  Ὁρᾷς πῶς πάλιν κελεύει μηδὲ ὁμόσε χωρεῖν πρὸς τοὺς τοιούτους;
000-00-00 Serial Number=0554745317
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01032]  Ὁ γὰρ νόμος πάντα κελεύει ποιεῖν τὰ ἐγγεγραμμένα, καὶ τὸν μὴ ποιοῦντα κολάζει.
 [01954]  ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων·
000-00-00 Serial Number=0739187539
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00765]  ∆ιὸ καὶ ὡς ἂν εἴ τις εἰσαγαγών τινα εἰς οἰκίαν βασιλέως, τοὺς προεστῶτας αὐτῆς εὐθέως κελεύει προσκυνεῖν αὐτῷ·
 [01508]  Εἰ δὲ τὸν εἰς ἐμὲ ἁμαρτάνοντα, ἐπειδὰν μὴ πείθοιτο, οὕτως ἀποστρέφεσθαι κελεύει·
 [02037]  Ὥσπερ γὰρ ἐν τῷ Σαββάτῳ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον·
 [03355]  Καίτοι γε Παῦλος κελεύει ἐν πραότητι παιδεύειν τοὺς [63.90] ἀντιδιατιθεμένους·
000-00-00 Serial Number=0139657259
In epistulam ad Philippenses Ante [Go Back]  
 [04266]  πλὴν εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ, ἀλλ' ὅτι πολλῆς κελεύει αὐτὰς προστασίας ἀπολαῦσαι, θαυμάζειν.
000-00-00 Serial Number=0764358938
In epistulam ad Romanos Ante [Go Back]  
 [01892]  ἀλλ' ἐκεῖνό μοι δεῖξον, ὅτι μὴ ποιεῖς ταῦτα, ἅπερ ὁ χρυσὸς κελεύει.
 [02300]  Ὥσπερ γὰρ εἰ παιδίῳ τις ἀργύριον δῴη μικρῷ, κελεύει κατέχειν σφοδρῶς, ἢ καὶ τῷ οἰκέτῃ δοῦναι φυλάττειν, ὥστε μὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλομένῳ·
 [03492]  ∆ιὰ τοῦτο, ὃ πάντων ἡμῖν ἐστιν οἰκειότερον ἡ ψυχὴ, καὶ ταύτην δευτέραν κελεύει τίθεσθαι τῆς εἰς αὐτὸν ἀγάπης, ἐπειδὴ μεθ' ὑπερβολῆς ἁπάσης βούλεται φιλεῖσθαι παρ' ἡμῶν.
 [04083]  οὐδὲ μοιχείας, ἀλλὰ καὶ ἀκολάστου ὄψεως ἀπηλλάχθαι κελεύει·
 [04384]  Ἀποστήσας γὰρ τῶν φόνων, καὶ κελεύσας καθαρὸν εἶναι ὀργῆς, κελεύει καὶ πρὸς τὸ πάσχειν κακῶς ἕτοιμον εἶναι, καὶ μὴ τοσοῦτον παρεσκευάσθαι παθεῖν, ὅσον ὁ ἐπιβουλεύων βούλεται, ἀλλ' ὑπερβαίνειν περαιτέρω, καὶ νικᾷν αὐτοῦ τῆς μανίας τὴν ὑπερβολὴν τῇ τῆς οἰκείας φιλοσοφίας περιουσίᾳ.
 [06706]  οὐδὲ γὰρ ἐπιτάττουσιν ἐκεῖνοι τοιαῦτα τοῖς αἰχμαλώτοις, οἷα αὕτη κελεύει τοῖς ὑπηκόοις.
 [07779]  Ἐπειδὴ γὰρ εἶπε, Θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε, Ζῶσαν.
 [07790]  Οὕτω καὶ Παῦλος ἐνταῦθα κελεύει·
 [07891]  ∆ιά τοι τοῦτο καὶ αὐτὸς κελεύει ἀνανεοῦσθαι, Εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ.
 [08646]  ∆ιὰ τοῦτο καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ οὐ μόνον ὑποτάσσεσθαι, ἀλλὰ καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν κελεύει·
 [08909]  Ὅταν δὲ εἴπῃ, Ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβαλέσθαι κελεύει·
 [08928]  ἐπεὶ, ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον τί φησι Τιμοθέῳ·
 [09842]  Εἰ γὰρ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως·
 [09999]  ∆ιὸ οὐ μόνον αὐτοὺς ἀσπάσασθαι κελεύει οὕτως, ἀλλὰ καὶ τὸν πασῶν Ἐκκλησιῶν ἀσπασμὸν οὕτως αὐτοῖς διαπέμπεται.
000-00-00 Serial Number=0349421382
In epistulam ad Titum Ante [Go Back]  
 [00918]  Καὶ ὅτι, κἂν Ἕλληνες ὦσιν οἱ δεσπόται, κελεύει τὸν οἰκέτην τοιοῦτον ἑαυτὸν ἐπιδείκνυσθαι, εἰ βούλεσθε, ὑμῖν καὶ παράδειγμα διηγήσομαι·
 [01202]  Ἕτερος δέ τις φιλόσοφος, ὁ κορυφαῖος αὐτῶν, καὶ εἰς πολέμους αὐτὰς ἐξάγει, καὶ κοινὰς εἶναι κελεύει, ὡς μαστροπός τις ὢν καὶ προαγωγός.
000-00-00 Serial Number=0404231608
In illud Exiit edictum Ante [Go Back]  
 [00012]  Καῖσαρ Αὔγουστος κελεύει, καὶ πείθεται Ἰωσὴφ, καὶ λαμβάνει τὴν παρθένον.
000-00-00 Serial Number=0247308254
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00769]  ἐπειδὴ γὰρ τοὺς ἐκ τῆς οἰκουμένης ἁπάσης κατὰ διαφόρους καιροὺς εὐδοκιμηκότας ἐπὶ κοινήν τε καὶ πνευματικὴν εὐωχίαν ἐκάλεσε, τοὺς ἤδη φθάσαντας καὶ προαπελθόντας κελεύει τοὺς μετὰ ταῦτα ἀπιέναι μέλλοντας ἀναμένειν, ἵν' οὕτω κοινῇ παραγενομένων ἁπάντων, καὶ ἡ τιμὴ καὶ ἡ ἡδονὴ μία ἅπασι γένηται.
000-00-00 Serial Number=0383056343
In illud In faciem ei restiti Ante [Go Back]  
 [00489]  Ἡ πίστις δικαιοῖ, καὶ κελεύει ἀποστῆναι τῶν Ἰουδαϊκῶν ἐθῶν, ὡς πεπαυμένων λοιπόν·
000-00-00 Serial Number=0918377995
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00119]  Κἂν γὰρ μυρίους ἔχῃς, ὁ Θεός σε κελεύει διὰ σαυτοῦ τῆς φιλοξενίας τὸν καρπὸν τρυγᾷν.
 [00345]  Ὥσπερ οὖν ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ, οὐ τοῦτο ὑποπτεύεις, ὅτι κελεύει τοὺς στενωποὺς καὶ τὴν ἀγορὰν ἀφέντας ἐπὶ τῶν δωμάτων κηρύττειν·
000-00-00 Serial Number=0672215283
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00037]  Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καταβαλεῖν κελεύει μόνον, οὐκέτι δὲ καὶ τῆς ἀπαιτήσεως ἡμᾶς ὑπευθύνους ποιεῖ.
000-00-00 Serial Number=0768796682
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00118]  Τοιοῦτοί εἰσιν οἱ προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις, οἱ τὸ παρὸν εἰς τὸ μέλλον ὑπερτιθέμενοι, οἱ λέγοντες, ἄφες ἄρτι, καὶ ὅτε κελεύει με ὁ Θεὸς, τότε βαπτίζομαι·
000-00-00 Serial Number=0092272699
In illud Vidi dominum Ante [Go Back]  
 [01440]  ἂν δὲ ἀδιόρθωτος μείνῃ, κελεύει πρὸς τὰς αὑτοῦ παραδοθῆναι χεῖρας τὸν ἀγνώμονα καὶ ἀναισθητόν.
000-00-00 Serial Number=0219684005
In illud Vidua eligatur Ante [Go Back]  
 [00408]  ∆ιὰ τοῦτο κελεύει νίπτειν αὐτοὺς, ἵνα θεραπευόμενοι πολλὴν ἡμῖν προξενήσωσι παρὰ τῷ Θεῷ τὴν παῤῥησίαν·
000-00-00 Serial Number=0731432021
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00043]  μᾶλλον δὲ τὰς ἀποστολικὰς μιμεῖται διδασκαλίας εὐσεβοῦς νηστείας ὁ τρυφητὴς νομοθέτης, καὶ τοῖς ἀνθρώποις κοινωνεῖν τὰ ἄλογα ταύτης κελεύει, διὰ τῆς ἀναμαρτήτου φύσεως εἰς οἶκτον μείζονα τὸν Θεὸν ἐπισπώμενος.
000-00-00 Serial Number=0951742172
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00185]  ἀλλὰ κελεύει τοῖς Ἰουδαίοις λῦσαι τὰς κειρίας, ἃς αὐτοὶ πρότερον ἐν-ταφιάζοντες ἔσφιγξαν, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνώσωσι τὰ γνωρίσματα, ἵνα τῇ πείρᾳ μάθωσιν, ἐξ ὧν ἔπραξαν, ὅτι Λάζαρός ἐστιν ὁ παρ' αὐτῶν ἐνταφιασθεὶς, καὶ Χριστός ἐστιν ὁ κατ' εὐδοκίαν τοῦ Πατρὸς παραγενόμενος εἰς τὸν κόσμον, ὁ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων.
000-00-00 Serial Number=0711649120
In ramos palmarum [3] Ante [Go Back]  
 [00031]  Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς ὅπερ ἂν αἰτήσῃ διδόναι καὶ αὐτὴν κελεύει τὴν ψυχὴν προέσθαι καὶ ταύτην παρέχειν καὶ μὴ ἀντιλέγειν.
000-00-00 Serial Number=0106916070
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00110]  ὁ δοῦλος κελεύει, καὶ ὁ ∆εσπότης παρακαλεῖ;
000-00-00 Serial Number=0083651841
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00022]  δεκάτῃ δὲ τοῦ μηνὸς κελεύει λαμβάνειν ἕκαστον πρόβατον κατ' οἰκίαν καὶ τοσούτους εἶναι ἐπὶ τῆς οἰκίας τοὺς ἐσθίοντας ὡς ἐξαρκεῖν εἰς τὴν βρῶσιν καὶ μηδὲν περισσεῦσαι, θύεσθαι δὲ τῇ τεσσαρεσκαιδεκάτῃ τὸ πρόβατον πρὸς ἑσπέραν.
000-00-00 Serial Number=0103334665
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00052]  λόγῳ γὰρ μόνῳ κελεύει, καὶ τὸ πάθος οὐ μένει·
000-00-00 Serial Number=0882115781
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01110]  Εἶτα ὁ Βαλτάσαρ ἐν μέθῃ συμποσίου γενομένου κελεύει τὰ σκεύη ἐξ ενεχθῆναι, ὥσπερ φιλοτιμούμενος ἐπὶ τῇ νίκῃ τοῦ πατρὸς, μᾶλλον δὲ ἐμπαροινῶν·
000-00-00 Serial Number=0969783664
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00167]  Μὴ γὰρ διὰ τοῦτο κελεύει ὁμολογῆσαι, ἵνα κολάσῃ;
 [00206]  Ἄκουσον γοῦν πῶς καὶ ὁ Χριστὸς κελεύει λήθῃ παραπέμπειν ἡμᾶς τὰ κατορθώματα.
000-00-00 Serial Number=0622246325
Quales ducendae sint uxores Ante [Go Back]  
 [00048]  ∆ιὸ παραινῶ καὶ συμβουλεύω τοὺς μέλλοντας ἄγεσθαι γυναῖκας, πρὸς τὸν μακάριον Παῦλον ἀπαντᾷν, καὶ τοὺς παρ' αὐτῷ κειμένους περὶ γάμων ἀναγινώσκειν νόμους, καὶ μαθόντας πρότερον, τί κελεύει ποιεῖν, ὅταν πονηρὰ καὶ ὕπουλος, καὶ μέθης ἐλάττων, καὶ λοίδορος, καὶ ἀνοίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τοιοῦτον ἐλάττωμα ἔχουσα τύχῃ γυνὴ, οὕτω διαλέγεσθαι περὶ γάμου.
000-00-00 Serial Number=0355959415
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00041]  κελεύει, καὶ τὰ σειόμενα ἡδράζετο.
000-00-00 Serial Number=0769016922
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00025]  ∆εσπότης κελεύει, καὶ δοῦλος στεφανοῦται·
000-00-00 Serial Number=0624754071
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00322]  Ἡνίκα δὲ ἔδει ἀπιέναι, τὸ ποτήριον τὸ ἀργυροῦν κελεύει ἐμβληθῆναι τῷ μαρσίππῳ τοῦ Βενιαμὶν, οὐκ εἰδότων ἐκείνων.
 [00416]  κἂν εἰσέλθωσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, φυλάττειν κελεύει τὴν λατρείαν.
 [00523]  Ἀπὸ δὲ τῶν πετεινῶν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν·
 [00569]  Τότε κελεύει πάντα ἀκάθαρτον ἐξαποστεῖλαι τῆς παρεμβολῆς, καὶ περὶ θυσίας τῆς ὑπὲρ πλημμελείας διαλέγεται, καὶ τὸν τῆς ζηλοτυπίας διατάττει νόμον, ὥστε μὴ συκοφαντεῖσθαι γυναῖκα ἐπὶ μοιχείᾳ, [56.331] μήτε μοιχευθεῖσαν δύνασθαι λαβεῖν.
 [00660]  Τότε κελεύει Μωϋσῆς ἕκαστον, ἀποκτεῖναι τὸν ἀδελφὸν εἰδωλολατρήσαντα.
 [00715]  Καὶ κελεύει ἐπ' ὄρος Γαριζὶν δοῦναι τὴν εὐλογίαν, καὶ τὴν κατάραν ἐπ' ὄρος Γεβάλ·
 [00798]  ∆εῖται τοῦ Θεοῦ Ἰησοῦς, κελεύει ὁ Θεὸς ἐξαρθῆναι τὸ ἀνάθεμα.
 [00850]  ∆ουλευόντων δὲ τῷ βασιλεῖ Χαναὰν τῶν Ἰσραηλιτῶν, κελεύει τῷ Βαρὰκ ἡ ∆εβώρα στρατηγῆσαι τὸν πόλεμον.
 [00862]  Εἶτα ὁ Κύριος κελεύει αὐτὸν θῦσαι τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρὸς αὐτοῦ, καὶ ἀνενεγκεῖν ὁλοκαύτωμα, καὶ τὸ θυσιαστήριον κατασκάψαι τοῦ Βάαλ.
 [01029]  Ὁ δὲ ἀπήγγειλε τῷ ∆αυῒδ, καὶ κελεύει κρύπτεσθαι.
 [01049]  ὁ δὲ κελεύει φυγεῖν καὶ μεμνῆσθαι τῶν συνθηκῶν.
 [01056]  Ὁ δὲ μεταπεμψάμενος τοὺς ἱερεῖς, καὶ τῶν παρεστηκότων οὐ βουλομένων αὐτοὺς ἀνελεῖν, κελεύει τῷ ∆ωήκ.
 [01122]  Καὶ κελεύει τῷ Σίβᾳ, ὃς ἦν αὐτῷ δοῦλος πατρικὸς, δουλεύειν τῷ Μεμφιβαὰλ μετὰ τῶν τέκνων αὐτοῦ.
 [01178]  Τότε κελεύει αὐτὸν καὶ τὸν Σιβὰ διελέσθαι τὸν ἀγρόν.
 [01333]  Μεταπέμπεται αὐτὸν ὁ Ἑλισσαῖος, καὶ κελεύει βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ἕβδομον.
 [01636]  Ὁ μὲν οὖν βασιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης ἀξιωθῆναι τιμῆς, καὶ τὸν Ἀμὰν ἔμπροσθεν αὐτοῦ περιπατεῖν.
 [02506]  ∆ιὰ τοῦτο κελεύει τοὺς υἱοὺς Ἰωναδὰβ ποιεῖν οἶκον.
 [02588]  Ὁρᾷ τὸ ἐνύπνιον Ναβουχοδονόσορ, καὶ τοὺς μάγους ἀπορήσαντας γνωρίσαι καὶ ἐπιλῦσαι αὐτὸ κελεύει σφαγῆναι.
 [02593]  Στήσας τὴν εἰκόνα Ναβουχοδονόσορ, κελεύει προσκυνεῖν πάντας, καὶ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον ἐμβάλλει μὴ προσκυνήσαντας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»