Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καθελεῖν [56]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καθελεῖν


000-00-00 Serial Number=0325556338
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00285]  ἡμῖν δὲ καὶ μετὰ τούτων τῶν φαρμάκων ἐστὶν ἀνάγκη ἰσχυρὰ καὶ ἱκανὴ καθελεῖν τὸ φρόνημα καὶ τὴν ἀλαζονείαν ἅπασαν.
000-00-00 Serial Number=0091732502
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00122]  Καὶ γὰρ τὰς ὀχυρὰς τῶν πόλεων ὅπλα μὲν πάντα πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσεν καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων πολιτῶν ἀπονητὶ παρέδωκεν τοῖς ἐχθροῖς.
000-00-00 Serial Number=0024588287
Ad populum Antiochenum Ante [Go Back]  
 [05930]  Ἀλλ' αὐτὴ μὲν καθ' ἑκάστην ηὔχετο τὴν ἡμέραν ἡμᾶς καὶ ὀφθαλμοὺς καθελεῖν καὶ στόμα συνελεῖν καὶ περιστεῖλαι, καὶ τὰ ἄλλα πάντα τὰ πρὸς τὸν τάφον ἐπιμελήσασθαι·
000-00-00 Serial Number=0469368100
Ad viduam juniorem Ante [Go Back]  
 [00178]  Οὔτε γὰρ ταῦτα αὐτὸν βαπτίσαι καὶ καθελεῖν, οὔτε ἐκεῖνα ἐξογκῶσαι καὶ φυσῆσαι δύναται, ἀλλ' ἐν πράγμασιν εὐμεταπτώτοις καὶ τεταραγμένοις αὐτὸς μένει πάσης ἐκτὸς ὢν μεταβολῆς·
000-00-00 Serial Number=0592487156
Adversus Judaeos Ante [Go Back]  
 [01790]  Ὥσπερ γὰρ ἃ ἂν ἀναστήσῃ καὶ βουληθῇ μένειν, καθελεῖν ἀδύνατον ἀνθρώποις·
 [02717]  Οἶδε καὶ φήμη πολλάκις καθελεῖν καὶ ἀναστῆσαι ψυχὴν, καὶ τὴν οὐκ οὖσαν προθυμίαν ἐμβαλεῖν, καὶ τὴν οὖσαν καταλῦσαι πάλιν.
000-00-00 Serial Number=0288254499
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01772]  Ὥστε κἂν μηδὲν ἰσχύσητε πρὸς τὸ ὑποσκελίσαι καὶ καθελεῖν τὰ γενναῖα τῶν παίδων φρονήματα, τῆς γοῦν ἐπιχειρήσεως μόνης τοσαύτην δώσετε δίκην, ὅσην οἱ καθελόντες ἐκεῖθεν αὐτούς.
000-00-00 Serial Number=0693078935
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00048]  Τὰ μὲν γὰρ παρ' ἡμῖν ἅ φατε πλάσματα εἶναι καὶ τύραννοι καὶ βασιλεῖς καὶ λόγων ἄμαχοι σοφισταὶ ἤδη δὲ καὶ φιλόσοφοι καὶ γόητες καὶ μάγοι καὶ δαίμονες καθελεῖν ἐσπούδασαν, καὶ ἐξησθένησεν ἐπ' αὐτοὺς ἡ γλῶσσα αὐτῶν κατὰ τὸν προφητικὸν λόγον καὶ Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν.
 [00172]  Τῷ γὰρ ἀπαγορεύσαντι τὸ ζῆν οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθεν εἰ μὴ τοιούτοις αὐτὸν ὥπλισε λογισμοῖς μετ' ἐξουσίας ἅπαντα πράττειν ἐξῆν καὶ ὕβρεσι πλῦναι τὸν βασιλέα καὶ τὸ διάδημα καθελεῖν τῆς κεφαλῆς καὶ πληγὰς εἰς τὸ πρόσωπον ἐντεῖναι ὅτε τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισεν.
000-00-00 Serial Number=0939726233
De Lazaro Ante [Go Back]  
 [00113]  μήποτε τῇ συνεχείᾳ καὶ τῷ μεγέθει τῶν ἐπαγομένων αὐτῷ κακῶν δυνηθῶ αὐτοῦ περιγίνεσθαι, καὶ τὸν μέγαν τοῦτον καθελεῖν πύργον;
 [01332]  Ἐὰν γὰρ ταύτην διηνεκῶς ἐγγεγραμμένην ἔχωμεν ἐν τῇ διανοίᾳ, οὔτε τὰ περιχαρῆ τοῦ παρόντος βίου ἡμᾶς φυσῆσαι δυνήσεται, οὔτε τὰ λυπηρὰ ταπεινῶσαι καὶ καθελεῖν·
000-00-00 Serial Number=0003922522
De paenitentia [1] Ante [Go Back]  
 [01919]  Οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσατο μίαν πόλιν καθελεῖν, εὑρέθη βραδὺς δι' ἀγαθότητα.
 [01920]  Θέλει καθελεῖν τὴν Ἱεριχὼ, καί φησι πρὸς τὸν Ἰσραήλ·
 [01929]  Ὄρη δύνῃ μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβάλλειν, καὶ μίαν πόλιν οὐ θέλεις καθελεῖν ἀντιλέγουσαν, ἀλλ' ἑπτὰ ἡμέρας δίδως τῇ καθαιρέσει;
000-00-00 Serial Number=0836419106
De sacerdotio Ante [Go Back]  
 [00633]  Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσι προχωροῦν ἐκεῖνο, τὴν μεθ' ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι καὶ πάντα αὐτοῦ τὰ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων, οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβήν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καὶ τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες.
000-00-00 Serial Number=0951173007
De sancta Droside martyre Ante [Go Back]  
 [00027]  οὔτε γὰρ τὰ λαμπρὰ τοῦ βίου φυσῆσαι, οὔτε τὰ λυπηρὰ καθελεῖν ἡμᾶς καὶ θορυβῆσαι δυνήσεται ἄδηλον ἑκάτερα τὸ τέλος ἔχοντα.
000-00-00 Serial Number=0707680345
De virginitate Ante [Go Back]  
 [01305]  Ἡ γὰρ ἅπαξ τῇ μοχθηρᾷ ταύτῃ νόσῳ κατασχεθεῖσα ψυχὴ πάντα ἐυκόλως τίθεται καὶ πᾶσιν ἀναπετάσασα ἐξ ἴσης τὴν ἀκοὴν οὐκ ἀνέχεται διακρίνειν τοὺς συκοφάντας τῶν μὴ τοιούτων, ἀλλὰ καὶ αὐτοὶ μάλιστα πιστὰ λέγειν δοκοῦσιν, ὅσοι τὴν ὑποψίαν ἐπαίρουσιν, ὅσοι σπουδάζουσιν αὐτῆς καθελεῖν.
000-00-00 Serial Number=0323351204
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02392]  Ποῦ οὖν δεησόμεθα τῶν πλουτούντων λοιπὸν, πλὴν εἰ μὴ καθελεῖν δέοι τὴν πόλιν ταύτην;
 [06296]  πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται.
 [08038]  Καὶ γὰρ τὰς ἰσχυρὰς τῶν πόλεων ὅπλα μὲν πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσε καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων ἀπονητὶ παρέδωκε τοῖς ἐχθροῖς.
000-00-00 Serial Number=0258260012
Expositiones in Psalmos Ante [Go Back]  
 [02431]  Ταῦτα παθόντος, οὐδεὶς ἐτόλμησε προσελθεῖν τῶν αὐτοῦ, καὶ καθελεῖν αὐτὸν, τοσαύτης γενομένης σχολῆς.
 [03961]  Καὶ γὰρ τὰ σὰ προστάγματα καθελεῖν ἐπιχειροῦσι, καὶ ταῦτα κατηρτισμένα.
 [05724]  Καὶ γὰρ τὰ σὰ προστάγματα καθελεῖν ἐπιχειροῦσι, καὶ ταῦτα κατηρτισμένα.
000-00-00 Serial Number=0795269430
In Acta apostolorum Ante [Go Back]  
 [09999]  οὐκ ἐν ταῖς πόλεσιν αὐτῶν μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες, καὶ τοσαύτην ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ ἀπόστολοι στῆσαι ἐπειγόμενοι.
000-00-00 Serial Number=0096533656
In Ecclesiasten Ante [Go Back]  
 [00160]  Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομεῖν, καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι.
000-00-00 Serial Number=0643363535
In Isaiam Ante [Go Back]  
 [00766]  Ἠδύνατο μὲν γὰρ καὶ τὰ λείψανα καθελεῖν ὁ Χριστός, ἀλλ' ἀφῆκε σωφρονισμοῦ τινος ὑπόθεσιν τοῖς ῥᾳθυμοῦσι καὶ ὑπὸ τῆς εἰρήνης χαυνοτέροις γινομένοις, τῶν βαρβάρων εἶναι τὰς ἐπιδρομάς.
 [00898]  Οἱ ὀφθαλμοὶ Κυρίου, ὡς ἀρκούσης καὶ τῆς ὄψεως μόνης ἅπαντα τὰ ἐναντιούμενα καθελεῖν·
 [02671]  Ἐν τῷ χρόνῳ, φησί, τῆς ἡλικίας τῆς ἀώρου καὶ μηδέπω φθέγγεσθαι δυναμένης, τὰ τῆς νίκης ἔσται καὶ τῶν τροπαίων, οὐχ ὡς τοῦ παιδίου δυναμένου παρατάξασθαι καὶ καθελεῖν τοὺς πολεμίους, ἀλλ' ὡς τῆς ἡλικίας ἐκείνης, τουτέστι, τοῦ χρόνου τοῦ πρὸ τῆς τοῦ παιδίου διαλέξεως παραδιδόντος ἅπαντα τοῖς πολεμίοις.
000-00-00 Serial Number=0088506222
In Joannem Ante [Go Back]  
 [00453]  τῆς ἀληθείας ἐχθροὺς, πρὸς τοὺς πάντα μηχανωμένους, ὥστε καθελεῖν τὴν δόξαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ τὴν ἑαυτῶν.
 [00455]  ἐκεῖνοι δὲ, ὅν φασι προσκυνεῖν, καθελεῖν σπουδάζοντες, τὰ πρόσωπα αὐτῶν ἀτιμίας πληροῦσι καὶ κολάσεως τὴν ψυχήν.
000-00-00 Serial Number=0183681190
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02257]  καὶ πρῶτον μὲν, τῷ τὰς θυσίας καὶ τὴν ἁγιστείαν ἅπασαν ἐν ἑνὶ κατακλεῖσαι τόπῳ, τῷ ναῷ, καὶ αὐτὸν ὕστερον καθελεῖν.
 [06308]  Τοῦτο πάλιν καιρίαν διδόντος ἦν, καὶ σφόδρα ἱκανὸν αὐτοὺς καθελεῖν καὶ λυπῆσαι, εἴ γε μόνους αὐτοὺς παρῃτεῖτο.
 [06548]  Ὥσπερ ἂν εἴ τις γένους λαμπροῦ ὢν, καὶ φιλόσοφον ἑλόμενος βίον, ἴδοι μέγα φρονοῦντας ἑτέρους ἐπὶ εὐγενείᾳ, καὶ [61.566] βουλόμενος καθελεῖν αὐτῶν τὸ φύσημα, ἀναγκασθείη τὴν οἰκείαν περιφάνειαν εἰπεῖν, οὐχὶ καλλωπιζόμενος, ἀλλὰ ἐκείνους ταπεινῶν.
 [06686]  ὥσπερ οὖν κἂν ἀγαθοῦ τινος ἀπολαύσῃ, πλείους τοὺς φθονοῦντας [61.570] καὶ βασκαίνοντας καὶ καθελεῖν ἐσπουδακότας.
 [07337]  ὅταν δὲ πάντα ποιῇ καὶ λέγῃ, ὥστε καὶ καθελεῖν τὸν πλησίον, τί ταύτης ἀθλιώτερον τῆς ψυχῆς;
000-00-00 Serial Number=0543847203
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02262]  ∆ύο τοίνυν κατεσκεύασε σοφῶς, ὅθεν τε ἔδει καθελεῖν τὸ ἁμάρτημα, ἐκεῖθεν ὑπορύξας, καὶ πρὸς ἐκείνους ἀπέχθειαν μὴ κτησάμενος, μηδὲ φιλονεικοτέρους ποιήσας.
 [03649]  Βουλόμενος οὖν αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι δεῖ, πρῶτον μὲν αὐτοὺς κωμῳδεῖ λέγων·
 [04263]  τὸ δὲ καὶ χωρὶς ἁμαρτίας καθελεῖν, καὶ μηδὲν οὖσαν ἀποφῆναι τὴν σοφίαν τὴν ἔξωθεν, τοῦτο ἦν δεῖξαι σφόδρα εὐτελῆ αὐτὴν οὖσαν.
 [05995]  Εἶτα καὶ τρίτον τίθησι δυνάμενον αὐτοὺς καθελεῖν.
 [09999]  πλὴν εἰ μὴ καθ-ελεῖν δέον τὴν πόλιν ταύτην;
000-00-00 Serial Number=0713776410
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01721]  Ἕστηκεν ὁ διάβολος τρίζων τοὺς ὀδόντας, πάντοθέν σε βουλόμενος καθελεῖν·
000-00-00 Serial Number=0890207052
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00434]  Οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ μεθ' ὑπερβολῆς ἁπάσης, καὶ οὐκ ἐδίωκε μόνον, ἀλλὰ καὶ ἐπόρθει, τουτέστι, σβέσαι ἐπεχείρει τὴν Ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι·
 [00708]  Οἱ γὰρ κατάσκοποι δι' οὐδὲν εἰσέρχονται, ἀλλ' ἵνα καταμαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσι τὴν εὐκολίαν·
000-00-00 Serial Number=0989760339
In epistulam ad Philippenses Ante [Go Back]  
 [02546]  πολλὰ γὰρ τὰ πνευματικὰ τῆς πονηρίας, τὰ βουλόμενά σε καθελεῖν.
000-00-00 Serial Number=0742064834
In epistulam ad Romanos Ante [Go Back]  
 [07398]  Τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν καθελεῖν·
 [07994]  τὸ γὰρ φύσημα αὐτῶν τὸ διάκε [60.602] νον, καὶ ἡ τυχοῦσα προσβολὴ δυνήσεται ταπεινώσαι καὶ καθελεῖν.
 [08019]  ∆ύο γὰρ ἱκανὰ καθελεῖν αὐτῶν τὴν ἀπόνοιαν τέθεικε·
000-00-00 Serial Number=0519758284
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00114]  ἐπειδὴ δὲ πρὸς ἐχθροὺς καὶ πολεμίους, ἔτι τὰ ἐκείνων καθελεῖν ἀναγκαῖον·
000-00-00 Serial Number=0520357132
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00070]  ἀπειλὴ καταστροφῆς, ἐξομολογήσεως τεῖχος καθελεῖν οὐκ ἰσχύει·
000-00-00 Serial Number=0205022991
In principium Actorum Ante [Go Back]  
 [00400]  Πόσα ἔκαμον Ἕλληνες, ὥστε τὸ ῥῆμα τοῦτο καθελεῖν, ὥστε ἄκυρον ποιῆσαι τὴν ἀπόφασιν, καὶ οὐκ ἴσχυσαν καταλῦσαι;
000-00-00 Serial Number=0029138207
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01090]  Ὁρᾷς πῶς καὶ στῆσαι καὶ καθελεῖν δύναται βασιλείαν;
 [01111]  ἢ ἐπειδὴ θεαταὶ τῶν γενομένων ἦσαν ἐκεῖνοι, ὥστε καθελεῖν αὐτῶν τὸ θαῦμα, ὃ περὶ τὸν Θεὸν εἶχον.
000-00-00 Serial Number=0109954178
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00269]  ἀλλ' εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ, πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται.
000-00-00 Serial Number=0645521402
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00174]  Ἀλλ' οἴδατε, ἀγαπητοὶ, διὰ τί με θέλουσι καθελεῖν.
000-00-00 Serial Number=0392274320
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00006]  Τεκνία μου, μελλουσί με καθελεῖν;
 [00013]  Ἀλλ' οἴδατε, ἀδελφοὶ, δι' ἣν αἰτίαν μέλλουσί με καθελεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»