Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καθαρὰν [154]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καθαρὰν


000-00-00 Serial Number=0250284016
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01608]  ὁ δὲ Ἰωὰβ τροπωσάμενος καὶ τοῦτον τὸν πόλεμον, οὐκ ἀφῆκε καθαρὰν ἀθυμίας γενέσθαι τὴν ἀπὸ τῆς νίκης ἡδονήν.
000-00-00 Serial Number=0117598295
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00081]  κἂν ἐπιδείξωνται μικρόν τι σωφροσύνης τε καὶ νήψεως χαίρει τε καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν ταύτην αὐξῆσαι θέλων, καὶ πρὸς τὴν καθαρὰν ὑγίειαν ἐπαναγαγεῖν·
000-00-00 Serial Number=0796844423
Ad illuminandos catecheses Ante [Go Back]  
 [00337]  ἐννόησον τί δέχῃ τῇ χειρὶ, καὶ καθαρὰν αὐτὴν πλεονεξίας καὶ ἁρπαγῆς πάσης διατήρησον.
 [00338]  Λόγισαι, ὅτι οὐ τῇ χειρὶ δέχῃ μόνον, ἀλλὰ καὶ τῷ στόματι προσάγεις καὶ καθαρὰν φύλαττε τὴν [49.234] γλῶτταν αἰσχρῶν καὶ ὑβριστικῶν ῥημάτων, βλασφημίας, ἐπιορκίας, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων.
 [00341]  ἀλλ' ἐνθυμηθεὶς πάλιν, ὅτι μετὰ τὴν χεῖρα καὶ τὴν γλῶσσαν ἡ καρδία δέχεται τὸ φρικτὸν ἐκεῖνο μυστήριον, μὴ ῥάψῃς ποτὲ κατὰ τοῦ πλησίον δόλον, ἀλλὰ κακουργίας πάσης καθαρὰν διατήρει σου τὴν διάνοιαν·
000-00-00 Serial Number=0853039145
Ad populum Antiochenum Ante [Go Back]  
 [03429]  ἀλλ' ὅτε ἤλπιζε καταποντίζειν τὸ σκάφος ὁ διάβολος, τότε καθαρὰν γαλήνην ἐποίησεν ὁ Θεός.
000-00-00 Serial Number=0590155661
Adversus Judaeos Ante [Go Back]  
 [01834]  τῷ γὰρ καθαρὰν αὐτὴν προειπεῖν, ἔδειξε ποίαν ἔλεγε.
000-00-00 Serial Number=0099204063
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00475]  Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν, καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον;
 [00612]  Ὅταν γὰρ ἴδῃ ταύτην καθαρὰν οὖσαν κακῶν, καὶ πολλῆς εὐπραγίας γέμουσαν, καὶ κληρονόμον ἔχουσαν, μᾶλλον κατακαήσεται·
 [00721]  ἀλλὰ διαπαντὸς ἀχείμαστον τηρεῖ τὴν ψυχὴν, καὶ θόρυβον οὐδένα, οὐδὲ κλόνον ἐπάγει, καθαρὰν δέ τινα εὐφροσύνην καὶ εἰλικρινῆ καὶ ἔνδοξον καὶ τέλος οὐκ ἔχουσαν, δυνατωτέραν τε πολλῷ καὶ σφοδροτέραν τῆς παρ' ὑμῖν.
000-00-00 Serial Number=0098365009
Catecheses ad illuminandos Ante [Go Back]  
 [00727]  Ἂν τοίνυν βουλώμεθα καὶ τοῦ σώματος τὴν προσήκουσαν ἐπιμέλειαν ποιεῖσθαι καὶ τὴν ψυχὴν καθαρὰν τῶν ἁμαρτημάτων διατηρεῖν, οὕτω ποιῶμεν πειθόμενοι.
000-00-00 Serial Number=0459463716
Commentarius in Job Ante [Go Back]  
 [02393]  [11,13a] εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, φησίν, [13b] ὑπτίασας δὲ τὰς χεῖράς σου πρὸς αὐτόν·
000-00-00 Serial Number=0487922966
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00081]  Ὅτε μὲν γὰρ περὶ τῆς τῶν ἐδεσμάτων διελέγετο φύσεως, καὶ ἐδείκνυ καθαρὰν αὐτὴν οὖσαν, καὶ τῆς Ἰουδαϊκῆς ἀπήλλαττε παρατηρήσεως, εἰσελθόντος τοῦ Πέτρου καὶ εἰπόντος ὅτι Ἐσκανδαλίσθησαν, «Ἄφες αὐτοὺς», φησί.
000-00-00 Serial Number=0504779100
Contra theatra Ante [Go Back]  
 [00060]  Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
000-00-00 Serial Number=0835009038
De Anna i Ante [Go Back]  
 [01066]  οὕτω δὴ καὶ ἐπὶ τῶν πνευματικῶν πραγμάτων, ὁ μὲν ἐν δικαιοσύνῃ ζῶν καὶ κατορθώμασι, κἂν μὴ παρούσης ἑορτῆς, ἑορτὴν ἄγει, τὴν καθαρὰν ἡδονὴν καρπούμενος τὴν ἀπὸ τοῦ συνειδότος·
 [01189]  ὁ δὲ πένης [54.674] διὰ τοῦ βίου παντὸς ἀδεῶς ἀπολαύει τῶν ναμάτων τούτων, ὡς ἐπὶ πηγὰς μέλιτος, οὕτως ἐπὶ τὰς τῶν ὑδάτων τρέχων πηγὰς, καὶ εἰλικρινῆ καὶ καθαρὰν ἐκεῖθεν καρπούμενος τὴν ἡδονήν.
 [01245]  ἀλλὰ καθαρὰν ἡδονὴν καρπωσάμενοι διὰ πάντων, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0639424205
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00267]  Οὔτε γὰρ πατὴρ οὐδὲ παιδοτρίβης ὅταν ὁ μὲν ἐκ τῆς τοῦ παιδὸς ὁ δὲ ἐκ τῆς τοῦ μαθητοῦ μοχθηρίας καὶ δυσπραγίας λαμπρότεροι γίνωνται καθαρὰν ἀθυμίας τὴν ἐκ τῆς εὐδοκιμήσεως ἔχουσιν ἡδονήν.
000-00-00 Serial Number=0028363764
De Christi precibus Ante [Go Back]  
 [00159]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
000-00-00 Serial Number=0892489910
De Davide et Saule Ante [Go Back]  
 [00218]  Ἐπειδὴ γὰρ οἶδε τὴν τοιαύτην [54.685] φιλοσοφίαν σχεδὸν τὴν ἀνθρωπίνην ὑπερβαίνουσαν φύσιν, καὶ τῆς ἄνωθεν δεομένην ῥοπῆς, καὶ μικροῦ περιτραπέντα πρὸς τὴν σφαγὴν, εὔχεται λοιπὸν, ὥστε καθαρὰν τὸν Θεὸν αὐτῷ διατηρῆσαι τὴν χεῖρα.
 [00494]  Ἰδοὺ γοῦν οὗτος καὶ τὴν βασιλείαν ἔλαβε, καὶ τὴν χεῖρα οὐκ ἐμόλυνεν, ἀλλὰ καθαρὰν ἔχων τὴν δεξιὰν, οὕτω τὸν στέφανον ἀνεδήσατο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβη, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος λαμπροτέραν ἔχων εὐφημίας ὑπόθεσιν, τὸ φείσασθαι τοῦ πολεμίου, τὸ θρηνῆσαι πεσόντα.
 [00564]  οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ ∆αυῒδ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὴν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς ἐνοχλῇ καὶ συγχέῃ τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
 [00746]  ἐκεῖνος ἐπάταξε τῇ ῥάβδῳ τὸν λίθον, οὗτος ἔκρουσε τῷ λόγῳ τὴν καρδίαν, οὐχ ἵνα λυπήσῃ, ἀλλ' ἵνα καθαρὰν ἐργάσηται καὶ προσηνῆ·
000-00-00 Serial Number=0894777000
De Lazaro Ante [Go Back]  
 [00353]  οὗτος μὲν πονηρίᾳ συζῶν καὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, καὶ τῶν ὑπὲρ τὴν χρείαν ἀπολαύει πάντων, καὶ οὐδ' ἀθυμίαν ὑπομένει, οὐδ' ἄλλο τι τῶν ἀδοκήτων, οἷα πολλὰ τὰ παρὰ ἀνθρώποις ἐστὶν, ἀλλὰ καὶ καθαρὰν καρποῦται τὴν ἡδονήν·
 [00479]  Πάλιν οἱ δίκαιοι, κἂν μυρία πάσχωσιν ἐνταῦθα δεινὰ, χρησταῖς συντρέφονται ταῖς ἐλπίσιν, ἡδονὴν ἔχοντες καθαρὰν, βεβαίαν, ἀκίνητον·
 [00987]  ∆ιὰ τοῦτο καὶ οὗτος καθαρὰν ἔχει τὴν παράκλησιν, καὶ σὺ ἀπαραμύθητον ὑπομένεις τὴν τιμωρίαν.
 [00989]  ὥσπερ οὖν ὅταν μεγάλα μὲν ᾖ τὰ κατορθώματα καὶ πολλὰ, μικρὰ δὲ καὶ εὐτελῆ τὰ ἁμαρτήματα, εἶτα πάθωμέν τι δεινὸν, καὶ αὐτὰ τὰ μικρὰ ἐνταῦθα ἀποθέμενοι, καθαρὰν καὶ ἀπηρτισμένην ἐκεῖ τὴν τῶν ἀγαθῶν ἔργων ἀπολαμβάνομεν ἀντίδοσιν.
000-00-00 Serial Number=0041419148
De beato Abraham Ante [Go Back]  
 [00264]  Προέλαβέ τε ἡ σκιὰ, καὶ ἦλθεν ἡ ἀλήθεια τῶν χρωμάτων καὶ ἔδειξε καθαρὰν τὴν εἰκόνα.
000-00-00 Serial Number=0328482449
De cruce et latrone ii Ante [Go Back]  
 [00117]  Καθάπερ οὖν ἰατρὸν τότε θαυμάζομεν, ὅταν ἴδωμεν ὅτι ἀνθρώπους ἀνίατα νοσήματα ἔχοντας ἀπαλλάξας τῆς ἀῤῥωστίας, πρὸς καθαρὰν ὑγίειαν ἐπανήγαγεν·
000-00-00 Serial Number=0723823309
De fato et providentia Ante [Go Back]  
 [00240]  ὅσοι δὲ ὑγιαίνομεν, τήν τε ὑγίειαν καθαρὰν διατηρῶμεν, καὶ τοῖς προκατειλημμένοις χεῖρα ὀρέγωμεν.
000-00-00 Serial Number=0455708444
De futurae vitae deliciis Ante [Go Back]  
 [00034]  ἂν δὲ εἰς πάντας ἐκχέω, ὥσπερ εἰς ἄρουραν καθαρὰν βάλλων τὰ σπέρματα, ἐπιτείνω μου τὴν εὐπορίαν, πλείονα ποιῶ τὸν πλοῦτον, ἅπαντας ὑμᾶς εὐπορωτέρους ἐργαζόμενος, αὐτὸς δὲ οὐδὲν ἐν ταύτῃ πενέστερος γινόμενος, ἀλλὰ καὶ πλουσιώτερος μειζόνως·
000-00-00 Serial Number=0443829894
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00598]  Ὅταν τοίνυν πινακίδα ἔχων ἐκ ξύλου μὲν καλοῦ πεποιημένην, καθαρὰν δὲ πάνυ καὶ ῥύπου ἀπηλλαγμένην, εἶτα ἐν ἐκείνῃ ἁλύσεις χαλκαῖ καὶ γραφίδες οὐδὲν ἀργύρου ἀποδέουσαι καὶ ἕτερα τοιαῦτα παιδικά, καὶ ἀπολέσῃ ἢ διαφθείρῃ ὁ ἀκόλουθος, εἶτα ἐκεῖνος μὴ ὀργισθῇ, μεγίστης φιλοσοφίας ἤδη τεκμήρια ἐπεδείξατο.
000-00-00 Serial Number=0115634978
De incomprehensibili dei natura Ante [Go Back]  
 [01353]  ἐὰν δέ τις παρρησίαν ἔχων πρὸς τὸν Θεὸν εἰσέλθῃ καὶ τοῦ σώματος ἅψηται μόνον καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχήν, ἅπασαν τὴν ἀρρωστίαν ἐφυγάδευσε·
000-00-00 Serial Number=0629211426
De jejunio [3] Ante [Go Back]  
 [00066]  Εἴ τις ἁγνὸν σῶμα βούλεται παραστῆσαι τῷ Χριστῷ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν.
000-00-00 Serial Number=0189006984
De jejunio sermones 1 Ante [Go Back]  
 [00071]  Στῆθι, πόδας ἔχων εὐαγγελικοὺς, λογισμοὺς φιλοθέους, χεῖρας φιλοτίμους, γόνατα ἀκλινῆ, μηροὺς ἀμοίρους ἡδονῶν, νεφροὺς ἐλευθέρους ἐπιθυμιῶν, ὀσφὺν καὶ κοιλίαν ἀσφαλισθείσας, μελέτην νόμου Θεοῦ, στῆθος, καρδίαν καθαρὰν, τράχηλον, τρόπον εὐπειθῆ, ψυχὴν, γνώμην εὐλαβῆ, στόμα σεμνὸν, κόρην οὐκ ἐκκλίνουσαν, ἀκοὴν εὐσταθοῦσαν, χείλη προφέροντα τὰ φίλα Χριστῷ.
000-00-00 Serial Number=0145545602
De mutatione nominum Ante [Go Back]  
 [00269]  ∆ιόπερ τὸν ἡμέτερον ἀποφράξας ῥύακα, παραπέμψω τὴν ὑμετέραν ἀγάπην πρὸς τὴν ἱερὰν πηγὴν τῶν προέδρων τούτων καὶ διδασκάλων τὴν καθαρὰν ταύτην καὶ πότιμον καὶ γλυκὺν, νᾶμα τὸ ἐξ αὐτῆς ἐξερχόμενον τῆς πέτρας τῆς νοητῆς.
000-00-00 Serial Number=0555653870
De non iterando conjugio Ante [Go Back]  
 [00057]  Τὸ γὰρ καταλαβὸν ἤδη πένθος τὴν οἰκίαν οὐκ ἀφίησι καθαρὰν γενέσθαι τὴν εὐφροσύνην·
000-00-00 Serial Number=0923656702
De paenitentia [1] Ante [Go Back]  
 [01100]  Καὶ ἐὰν οὕτω πρὸς τὸν Θεὸν διατεθῶμεν, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἀφορία καρπῶν, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν διαδέξεται ἡμᾶς, ἀλλὰ καθαρὰν ἡδονὴν καὶ ἁγνὴν καρπούμενοι διαπαντὸς, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01465]  Τὴν μὲν γὰρ ἐντεῦθεν ἀπελθοῦσαν καθαρὰν οὐδὲν ἐκεῖνο βλάψει τὸ πῦρ·
000-00-00 Serial Number=0712165296
De patientia sermo 1 Ante [Go Back]  
 [00133]  εὐχαρίστησον, ὅτι ὅλως προσήγαγες τῷ ∆εσπότῃ ἄμωμον θυσίαν, ἁγνὸν θῦμα, καθαρὰν προσφορὰν, νέον Ἰσαὰκ, ὥς ποτε Ἀβραάμ.
 [00344]  εἶδον τὴν ψυχὴν ἄκακον καὶ καθαρὰν, καὶ ἐνετράπησαν·
 [00345]  εἶδον τὴν γλῶτταν ἄσπιλον καὶ καθαρὰν καὶ ἄμωμον, καὶ ἐφιμώθησαν·
000-00-00 Serial Number=0606588244
De perfecta caritate Ante [Go Back]  
 [00158]  Καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ γνώμης τὰ κακὰ, ὥστε καθαρὰν αὐτοῖς εἶναι τὴν εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαι τότε ἐστὶ, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων.
000-00-00 Serial Number=0330973208
De proditione Judae Ante [Go Back]  
 [00122]  ἀλλ' ἵνα σε παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶτταν, καὶ αὐτοῦ τοῦ προδότου φείδεται.
 [00517]  ἀλλ' ἵνα ἡμᾶς παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶσσαν, καὶ αὐτὸ τὸ εἰπεῖν προδότου φείδεται.
000-00-00 Serial Number=0372356892
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00077]  Ὑπὲρ γὰρ τούτου καὶ ἐπαινεῖσθαι αὐτὸν ἔδει, ὅτι καθαρὰν ἐτήρησεν αἵματος τὴν τοῦ μοιχοῦ χεῖρα.
000-00-00 Serial Number=0292090118
De terrae motu Ante [Go Back]  
 [00069]  λίθους εὑρίσκων καὶ ἀκάνθας φυομένας, καθαρὰν ποιῶ τὴν ἄρουραν, ἵν' ὁ λόγος δαψιλεῖ τῇ χειρὶ καταβάλλῃ τὰ σπέρματα.
000-00-00 Serial Number=0338737607
De virginitate Ante [Go Back]  
 [00100]  Τὴν γὰρ παρθένον οὐ τῷ σώματι μόνον καθαρὰν εἶναι δεῖ ἀλλὰ καὶ τῇ ψυχῇ, εἴ γε μέλλοι τὸν ἅγιον ὑποδέχεσθαι νυμφίον.
 [00832]  Καὶ σὺ μὲν μετὰ τὴν ἧτταν ἐνίκησας, ἐκείνη δὲ καθαρὰν ἥττης ἁπάσης ἔχει τὴν νίκην καὶ τῷ τέλει συναπτομένη σοι κατὰ τὴν ἀρχὴν ὑπερέχει μόνον.
 [01372]  Κἂν μὲν προαπέλθωσιν ἅπαντες ἀφόρητον τὸ πένθος, ἂν δὲ οἱ μὲν μένωσιν, οἱ δὲ ἀώροις ἀπενεχθῶσι θανάτοις, οὐδὲ οὕτως καθαρὰν εὕροι τις ἂν παραμυθίαν.
 [01729]  Οὐ γὰρ ἀρκεῖ τὸ μὴ γαμηθῆναι ποιῆσαι παρθένον ἀλλὰ δεῖ καὶ τῆς ψυχικῆς ἁγνείας, ἁγνείαν δὲ λέγω οὐ τὸ πονηρᾶς καὶ αἰσχρᾶς ἐπιθυμίας ἀπηλλάχθαι μόνον καὶ καλλωπισμάτων καὶ περιεργίας, ἀλλὰ καὶ φροντίδος εἶναι καθαρὰν βιωτικῆς.
000-00-00 Serial Number=0968753636
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02019]  Ὁ γὰρ φόβος τῆς τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησι.
 [02526]  τὰς τραπέζας τῶν πλουτούντων ἐξετάσωμεν καὶ τῶν πενομένων, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες, καὶ τὰς αἰσθήσεις πληροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες, καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν, καθάπερ ἐν ναυαγίῳ τοῦ σώματος καταποντίζοντες αὐτὴν, καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας [63.646] ἐπινοοῦντες, καὶ ἅπαν καταδεσμοῦντες τὸ σῶμα ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ, τῷ τῆς μέθης καὶ τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι, καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ.
 [05591]  ὥσπερ οὖν, ὅταν μεγάλα μὲν ᾖ τὰ κατορθώματα καὶ πολλὰ, μικρὰ δὲ καὶ εὐτελῆ τὰ ἁμαρτήματα, εἶτα πάθωμέν τι δεινὸν, καὶ αὐτὰ τὰ μικρὰ ἐνταῦθα ἀποθέμενοι, καθαρὰν καὶ ἀπηρτισμένην ἐκεῖ τῶν ἀγαθῶν ἀπολαμβάνομεν τὴν ἀντίδοσιν.
 [05899]  [63.746] Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν, δεῖ δὲ καθαρὰν αὐτοῖς εἶναι εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τούτους ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαί φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων.
 [07069]  ἐκεῖνος ἐπάταξεν ἐν τῇ ῥάβδῳ τὸν λίθον, οὗτος ἔκρουσε τῷ λόγῳ τὴν καρδίαν, οὐχ ἵνα λυπήσῃ, ἀλλ' ἵνα καθαρὰν ἐργάσηται καὶ προσηνῆ.
 [09999]  Ταύτῃ μὲν γὰρ τῇ χαρᾷ πάντως λύπη ἀναμέμικται, καὶ οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν·
000-00-00 Serial Number=0206330061
Epistula ad Cyriacum Ante [Go Back]  
 [00232]  Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, ἡνίκα εὕρῃ καθαρὰν πηγήν, τῇ δίψῃ φλεγό μενος καὶ πολλῇ τῇ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ πάντα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται.
 [00368]  Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, κἂν εὕρῃ καθαρὰν πηγὴν δίψῃ φλεγόμενος καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ παντοδαπὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται.
 [00407]  Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου, ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν τὴν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν, τὰ δὲ ὕδατα καὶ τῶν πνευμάτων παυσαμένων ἐπὶ πολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαναγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου, ὥστε εἰς καθαρὰν ἐπανελθεῖν τὴν γαλήνην.
 [00712]  Εἶδες ὀργῆς καθαρὰν καὶ τῶν δικτύων ὑψηλοτέραν;
000-00-00 Serial Number=0798227251
Epistulae Ante [Go Back]  
 [00076]  Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς κατεχούσης σε ἀπαλλάξαι ἀῤῥωστίας, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, ἵνα σου καὶ τῆς κατ' ὄψιν ἀπολαύσωμεν συντυχίας.
 [00358]  [52.638] σχοίη, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπανέλθοι, εὐθέως κατέπειξον τῆς ἐκεῖ ἅψασθαι ὁδοῦ.
 [00869]  Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν.
 [01827]  Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν.
 [02297]  Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, ἡνίκα εὕρῃ καθαρὰν πηγὴν τῇ δίψῃ φλεγόμενος, καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζηται τραπέζῃ ἐχούσῃ παντοῖα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύηται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφοδρὰν ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται, καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, καὶ ὁ τῇ πηγῇ παρακαθεζόμενος, τοῦ ὕδατος ἀπολαῦσαι οὐ δύναται·
 [02522]  Καὶ τὸ δὴ θαυμαστὸν τῆς φιλοσοφίας ταύτης τοῦτο μάλιστά ἐστιν, ὅτι τῆς θαλάττης μαινομένης, ἐξουρίας πλεῖ καὶ μετὰ πολλῆς τῆς γαλήνης ὁ γνησίως αὐτὴν μετιὼν καὶ θερμῶς, καὶ ὅτι, πολλῶν πανταχόθεν θορύβων ἐγειρομένων, ἡσυχίαν καρποῦται καθαρὰν, καὶ μυρίων πανταχόθεν πεμπομένων βελῶν, ἕστηκεν ἄτρωτος, δεχόμενος μὲν τὰ ἀκόντια, πάσχων δὲ ἐντεῦθεν οὐδέν.
 [03437]  Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς ἀῤῥωστίας ὑμᾶς ἀπαλλάξαι, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, καὶ δοῦναι εὐκολίαν πολλὴν καὶ τῆς κατ' ὄψιν ἡμῖν συνουσίας·
 [03446]  Ἀλλ' ἐπειδὴ οὐκ εἰς τὴν τυχοῦσαν φροντίδα ἡμᾶς ἐνέβαλες, περὶ τῆς ἀῤῥωστίας εἰποῦσα τῆς σῆς, εἴ γε ταύτης ἀπαλλαγείης ἱκανὸς γὰρ ὁ Θεὸς ἀπαλλάξαι σε, καὶ πρὸς ὑγείαν καθαρὰν ἐπαναγαγεῖν, ἐξ αὐτῆς ἡμῖν δήλωσον, ὥστε ἡμᾶς ἀπαλλαγῆναι τῆς φροντίδος.
000-00-00 Serial Number=0046156287
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00693]  τὰς δὲ δύο μάλιστα φάρμακον σωτήριον, πάντα ἀθυμοῦντα, πάντα σκανδαλιζόμενον ἱκανὰς ἀνακτήσασθαι καὶ πρὸς καθαρὰν εὐθυμίαν ἀγαγεῖν.
 [00745]  Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν·
 [00746]  τὰ δὲ ὕδατα, καὶ τῶν πνευμάτων παυσαμένων, ἐπιπολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου ὥστε εἰς καθαρὰν ἐπανελθεῖν γαλήνην.
 [01076]  εἶδες τῆς ὀργῆς καθαρὰν καὶ τῶν δεινῶν ὑψηλοτέραν;
000-00-00 Serial Number=0419007361
Expositiones in Psalmos Ante [Go Back]  
 [06254]  Καὶ καθάπερ πολλοὶ τῶν πλουτούντων τὴν σπογγίαν βαλσάμου πλήσαντες οὕτω τὰς τραπέζας ἀπομάσσουσιν, ἵνα εἴ τις ἀπὸ τῶν ἐδεσμά [55.158] των γένηται κηλὶς, παρασυρεῖσα καθαρὰν δείξῃ τὴν τράπεζαν·
000-00-00 Serial Number=0388039589
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00718]  *Τουτέστι, πόσα ποιήσασα δυνήσῃ ἐξαλεῖψαι τὰ ἁμαρτήματά σου, καὶ δεῖξαι αὐτὴν καθαρὰν, ὥστε τῆς παρ' ἐμοῦ ἀγάπης ἀξιωθῆναι.
000-00-00 Serial Number=0905686557
Fragmenta in Proverbia Ante [Go Back]  
 [01179]  Οἱ γὰρ καθαρὰν ἔχοντες τὴν καρδίαν, οὐ μόνον τοὺς λογισμοὺς, ἀλλὰ καὶ τὰ ἀποφθέγματα σεμνὰ ἔχουσιν.
000-00-00 Serial Number=0016014695
Homilia in martyres Ante [Go Back]  
 [00017]  Ὥστε ὁ ῥύπου καὶ κηλῖδος καθαρὰν τὴν ἑαυτοῦ διατηρῶν ζωὴν, καθ' ἡμέραν ἑορτάζει, πανηγυρίζων ἀεὶ, κἂν μὴ ἐν ἡμέρᾳ, μηδὲ ἐν σηκοῖς μαρτύρων, ἀλλὰ καὶ οἴκοι καθήμενος.
000-00-00 Serial Number=0882723153
In Acta apostolorum Ante [Go Back]  
 [00227]  Ἄλλως δὲ, ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμετέραν φύσιν, καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισμένας, καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα, καὶ καθαρὰν γενέσθαι τὴν ἡδονήν.
 [00232]  ∆ιὰ τοῦτο καὶ ἡμέρας ἀναμένει τὰς μεταξὺ, ἵνα μικρὸν ἀθυμήσαντες, καὶ ἐν χρείᾳ, ὅπερ ἔφην, καταστάντες, ὁλόκληρον καὶ καθαρὰν καρπώσωνται τὴν ἡδονήν.
 [02063]  Ἀλλ' ἡ τούτου κορυφῇ τινι ἔοικεν ὄρους, λεπτὴν μὲν ἔχοντι τὴν αὔραν, καθαρὰν δὲ τὴν ἀκτῖνα δεχομένῳ, διειδῆ τὰ νάματα προχέοντι τῶν πηγῶν, καὶ πολλὰς τῶν ἀνθέων προβαλλομένῳ τὰς χάριτας, τῶν ἐαρινῶν ὁμοίως λειμώνων τε καὶ παραδείσων, καὶ φυτοῖς καὶ ἄνθεσι κομώντων καὶ καταῤῥύτοις ὕδασιν·
 [05145]  Οὐκ ἔστιν ἐν ἑαυτῷ εἶναι τὸν ὀργιζόμενον, ὥσπερ οὐδὲ πέλαγος κυμαινόμενον, ἢ πηγὴν μένειν καθαρὰν, βορβόρου ποθὲν ἐμπεσόντος αὐτῇ·
 [05883]  Τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρὰν δεῖξαι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον.
 [09999]  Θάλασσά ἐστι λιμένος γαληνοτέρα καὶ ἀσφαλεστέρα, οὐδὲν ἁλμυρὸν ἔχουσα, ἀλλὰ πηγὴν [καθαρὰν καὶ] ἥδιστα ῥέουσαν νάματα, ἡλίου λαμπροτέραν καὶ διειδεστέραν·
000-00-00 Serial Number=0127019167
In Eutropium Ante [Go Back]  
 [00090]  οὐ γὰρ τὸν καθαρὸν ἔβλαπτεν ἡ ἀκάθαρτος, ἀλλὰ τὴν ἐναγῆ πόρνην ὁ καθαρὸς καὶ ἄμωμος διὰ τῆς ἁφῆς καθαρὰν εἰργάσατο.
000-00-00 Serial Number=0548366964
In Genesim sermo 3 Ante [Go Back]  
 [00526]  Ἴδε μοι τὴν Σάῤῥαν καὶ τὴν Ῥεβέκκαν, τὴν καθαρὰν καὶ ἀμίαντον αὐτῶν συνοίκησιν, ἣν ἐπεδείξαντο τοῖς πατριάρχαις.
000-00-00 Serial Number=0759116054
In Joannem Ante [Go Back]  
 [02519]  οὕτω καὶ ἐπὶ τῶν ἀγγέλων εἰπεῖν ἐστιν, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν οὐδὲν ἕτερον, ἀλλ' ἢ τὸν Θεὸν ἀεὶ φαντάζονται.
 [04403]  Ἀλλ' ἐπαφῶμεν τὸ πῦρ τοῦ Πνεύματος, ἵνα καὶ τὰς ἀκάνθας δαπανήσωμεν, καὶ τὰ θηρία φυγαδεύσωμεν, ἵνα καθαρὰν παράσχωμεν τῷ γεωργῷ τὴν ἄρουραν, καὶ μετὰ τὸ καθᾶραι τοῖς πνευματικοῖς αὐτὴν ἀρδεύσωμεν νάμασι.
000-00-00 Serial Number=0889991343
In Joannem theologum Ante [Go Back]  
 [00015]  Μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι τοιούτου σε ἀνδρὸς πόδες ἐπάτησαν, οὗ τὴν καθαρὰν διαγωγὴν καὶ τὰ ἴχνη ἄγγελοι ἐθαύμασαν·
000-00-00 Serial Number=0645497799
In Psalmos 101-107 Ante [Go Back]  
 [00143]  ὁποῖον καὶ τὸ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·
000-00-00 Serial Number=0622081459
In Psalmum 050 Ante [Go Back]  
 [00006]  Καὶ πάλιν, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, ὁ ∆αυῒδ βοᾷ.
 [00012]  Καὶ διὰ τί βοᾷ ὁ ∆αυῒδ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός;
 [00093]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου;
000-00-00 Serial Number=0900521398
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00656]  Καρδίαν καθαρὰν κτί σον ἐν ἐμοὶ, ὁ Θεός.
 [00696]  Καρδίαν καθαρὰν κτί σον ἐν ἐμοὶ, ὁ Θεός.
 [00697]  Καὶ οὐ ζητῶ καρδίαν καθαρὰν μόνον, ἀλλὰ καὶ τὸν ἔνοικον αὐτῆς.
 [00790]  Τοῦτό ἐστιν, ηὔξατο, ἐξωμολογήσατο, παρεκάλεσεν, ἐδεήθη, ἱκέτευσε, δάκρυα ἐξέχεεν, ᾔτησε καρδίαν καθαρὰν, πίστιν ἔδωκε.
 [00804]  εἰ, ὅπερ ᾔτησεν, ἔλαβε, καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές·
 [00845]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
000-00-00 Serial Number=0628128827
In Psalmum 145 Ante [Go Back]  
 [00321]  Τότε γάρ σοι μᾶλλον καταλλαγήσεται, τότε σοι μᾶλλον δίδωσιν ὅπερ αἰτεῖς, ὅταν σὺ διὰ σεαυτοῦ παρακαλῇς, ὅταν [55.527] καθαρὰν παρέχῃς διάνοιαν, ὅταν νήφοντα λογισμὸν, ὅταν μὴ παρέργως αἰτῇς, ὅπερ ποιοῦσι πολλοὶ, καὶ ἡ γλῶττα μὲν αὐτοῖς λέγει τὰ ῥήματα τῆς εὐχῆς, ἡ δὲ ψυχὴ πολλαχοῦ τῆς οἰκίας, τῆς ἀγορᾶς, τῶν ὁδῶν περιέρχεται·
000-00-00 Serial Number=0194024801
In diem natalem Ante [Go Back]  
 [00241]  ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ ἁπάσῃ γεγενημένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστὸς, καὶ τὸ οἰκεῖον διωρθώσατο πλάσμα.
 [00260]  πολλῷ μᾶλλον ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ τῶν ἀσωμάτων δυνάμεων ∆εσπότης, εἰς καθαρὰν σάρκα ἐλθὼν, οὐ μόνον οὐκ ἐμολύνθη, ἀλλὰ καὶ αὐτὴν ταύτην καθαρωτέραν, καὶ ἁγιωτέραν εἰργάσατο.
000-00-00 Serial Number=0937682092
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01425]  τοῦτο δὲ δείκνυσιν καθαρὰν μάλιστα τὴν ὑπακοὴν, καὶ εἰ πρὸς φιλανθρωπίαν ἐστὲ ἐπιτήδειοι.
 [02051]  Εἰ δὲ βούλει αὐτῆς ἀκριβέστερον ἰδεῖν τὸ δυσῶδες, δός μοι ψυχὴν καθαρὰν, καὶ τότε ὄψει σαφῶς πῶς ἐστι δυσώδης ἡ αἰσχρὰ αὕτη καὶ ἀκάθαρτος.
 [02372]  οὕτω φησὶ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 [03193]  ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν, καὶ ταύτην σβέννυσθαι τὴν συμπάθειάν φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων.
 [04271]  οὗτος δὲ καὶ κατέστελλε, καὶ οὐκ ἀπ [61.502] έστη, ἕως πρὸς καθαρὰν ὑγίειαν ἤγαγε·
 [04295]  καὶ ἐπὶ τὴν καθαρὰν ἥξομεν ὑγίειαν ταχέως, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν·
 [04579]  Βούλει καὶ ἑτέρως μαθεῖν, πῶς σὺ μὲν ξίφη γυμνῶν, καὶ φλόγα δεικνὺς τοῖς ἁμαρτάνουσιν, οὐ πολλὴν ἐργάζῃ τὴν ἰατρείαν, ἐγὼ δὲ τούτων χωρὶς πρὸς καθαρὰν ἐχειραγώγησα τὴν ὑγίειαν;
000-00-00 Serial Number=0320174575
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00588]  οὕτω καὶ τὸ πῦρ πᾶσαν κακίαν τὴν ἐκ τῶν ἀκανθῶν ἀνιμᾶται, καὶ καθαρὰν αὐτὴν ποιεῖ.
000-00-00 Serial Number=0519804060
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01559]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·
 [01764]  οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης ὅπουπερ ἂν ἐμπέσοι, πάντα ἀναιρεῖ καὶ διακόπτει τὰ τῷ θείῳ λυμαινόμενα σπόρῳ, καὶ τὴν γῆν καθαρὰν πρὸς ὑποδοχὴν τῶν σπερμάτων ἐργάζεται.
000-00-00 Serial Number=0317094803
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02742]  Καθάπερ γὰρ ὁ κακῶς τι μεμαθηκὼς, ἂν μὴ τὸ πᾶν ἀπόθηται καὶ λεάνῃ τὴν ψυχὴν καὶ καθαρὰν παράσχῃ τῷ μέλλοντι γράφειν, οὐδὲν εἴσεται σαφὲς τῶν ὑγιῶν·
 [05322]  ἔσται δὲ, ἂν καθαρὰν καρδίαν ἔχωμεν.
 [09999]  ∆ιὰ τοῦτο αὕτη τὸ φάρμακον δοῦσα, τὴν χρηστότητα λέγω, καθαρὰν διατηρεῖ τὴν ἀρε-τήν.
000-00-00 Serial Number=0424184978
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02359]  Χρώμεθα τοίνυν αὐτῷ, ἵνα καθαρὰν καρδίαν ἐντεῦθεν ἔχοντες, οὕτω καταξιωθῶμεν ἰδεῖν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη·
000-00-00 Serial Number=0543527246
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01234]  καθαρὰν αὐτὴν φυλάττωμεν, μὴ ἀρὰς προσφέρωμεν δι' αὐτῆς.
 [02521]  Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν, τουτέστι, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν·
 [02905]  Καὶ πρὸς αὐτὴν δὲ τὴν ἕω, ἣν δοκεῖ νήφειν, οὐκ ἔχει νῆψιν καθαρὰν, τῷ μήπω τὸν ἑσπερινὸν ἤδη κεκενῶσθαι οἶνον καὶ ἀπηντλῆσθαι, καὶ τοῦ μέλλοντος σφόδρα τῇ ἐπιθυμίᾳ κατέχεσθαι, καὶ τῷ δείλης καὶ μεσημβρίας ἐν κώμοις διάγειν, καὶ πᾶσαν τὴν νύκτα ἐν ὕπνῳ βαθεῖ, καὶ τοῦ ὄρθρου τὸ πλέον.
000-00-00 Serial Number=0051162064
In epistulam ad Colossenses Ante [Go Back]  
 [00220]  Καὶ ἄμειψον, καὶ δὸς καθαρὰν στολήν.
 [03231]  Παρακαλοῦμέν σε φυλάξαι τὴν ψυχὴν ἡμῶν ἁγίαν, καθαρὰν συνείδησιν ἔχουσαν, τέλος ἄξιον τῆς φιλανθρωπίας σου.
000-00-00 Serial Number=0368772745
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00423]  ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθαρῶς νήψας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγείαν.
000-00-00 Serial Number=0581895292
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00287]  Ἐπεὶ οὖν καθαρισμὸν ἐποίησε τῶν ἁμαρτιῶν ἡμῶν, μένωμεν καθαροὶ, καὶ μηδεμίαν δεξώμεθα κηλῖδα, ἀλλὰ τὸ κάλλος, ὅπερ ἡμῖν ἐνέθηκε, καὶ τὴν εὐπρέπειαν διαφυλάττειν οὕτω σπουδάζωμεν ἀμόλυντον καὶ καθαρὰν, ὥστε μηδένα σπῖλον ἔχειν ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.
 [00513]  Καρδίαν γὰρ, φησὶ, καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.
 [03006]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·
 [03919]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·
 [04901]  αὕτη μὲν γὰρ ἡ χαρὰ πάντως λύπῃ ἀναμέμικται, καὶ οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν·
 [05386]  πολλῷ μᾶλλον ἡμᾶς παρισταμένους τῇ τραπέζῃ τῇ βασιλικῇ, καλοὺς τῷ εἴδει εἶναι δεῖ τῷ τῆς ψυχῆς, τὸν κόσμον ἔχοντας χρυσοῦν, τὴν στολὴν καθαρὰν, τὰ ὑποδήματα βασιλικὰ, τὸ πρόσωπον τῆς ψυχῆς εὔμορφον, τὸν κόσμον αὐτῇ περικεῖσθαι τὸν χρυσοῦν, τὴν ζώνην τῆς ἀληθείας.
000-00-00 Serial Number=0382163882
In epistulam ad Romanos Ante [Go Back]  
 [00360]  Πρέπον τῇ μακαρίᾳ ψυχῇ τὸ προοίμιον, καὶ ἱκανὸν ἅπαντας παιδεῦσαι καὶ ἔργων καὶ λόγων ἀγαθῶν ἀπάρχεσθαι τῷ Θεῷ, καὶ μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστεῖν κατορθωμάτων, ὃ καὶ φθόνου καὶ βασκανίας καθαρὰν ποιεῖ τὴν ψυχὴν, καὶ τὸν Θεὸν ἐπισπᾶται μειζόνως πρὸς τὴν τῶν εὐχαριστούντων εὔνοιαν.
 [03166]  ∆ιὰ τοῦτο ἐπίπονον ὁ Θεὸς ἡμῖν τὸν πάροντα ἐποίη [60.473] σε βίον, ἵνα ἐκείνης ἡμᾶς ἀπαλλάξῃ τῆς δουλείας, καὶ εἰς καθαρὰν ἐλευθερίαν ἀγάγῃ·
 [04322]  οὕτως ὁ μετὰ τὴν ἡδονὴν κολάσεις προσδοκῶν, οὐ δύναται καρποῦσθαι καθαρὰν εὐφροσύνην, τοῦ φόβου πάντα διαταράττοντος.
 [07162]  Ἵν' οὖν μὴ τοῦτο γένηται, οἱ μὲν καθαρὰν κεκτημένοι ψυχὴν, φυλάξωμεν αὐτὴν τοιαύτην·
 [08990]  ἐντεῦθεν αἱ τῶν οἰκιῶν ἀνατροπαὶ, καὶ τὰ μυρία κακὰ, καὶ ἄνω καὶ κάτω πάντα γέγονε, καὶ τὴν πηγὴν ἀφέντες τὴν καθαρὰν, ἐπὶ τοῦ βορβόρου τὸν ὀχετὸν τρέχετε.
000-00-00 Serial Number=0849949419
In epistulam ad Titum Ante [Go Back]  
 [00300]  Ὁρᾷς ψυχὴν φθόνου παντὸς καθαρὰν, πανταχοῦ τὸ τῶν μαθητευομένων χρήσιμον ζητοῦσαν, οὐκ ἀκριβολογουμένην, εἴτε δι' αὐτοῦ, εἴτε δι' ἑτέρου γένοιτο;
 [00711]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.
000-00-00 Serial Number=0278318882
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00233]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, διὰ τὸ ὄνομά σου, καὶ μόνον.
 [00234]  Οὐδὲν γὰρ ἔχω προσενέγκαι σοι, οὐ πρᾶξιν ἀγαθὴν, οὐ καρδίαν καθαρὰν, ἀλλὰ θαῤῥῶν εἰς τοὺς οἰκτιρμούς σου ἐπιῤῥίπτω ἐμαυτὸν, ὅπως κτίσῃς ἐν ἐμοὶ κατάνυξιν, ἵνα μὴ πάλιν καταπίπτω εὐκόλως εἰς ἁμαρτίαν, ἀλλ' ἐκ τοῦ νῦν λατρεύσω σοι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, ὅτι σοῦ ἡ βασιλεία καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0185532272
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00331]  Ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων.
000-00-00 Serial Number=0824426770
In illud In faciem ei restiti Ante [Go Back]  
 [00355]  Συνέβαινε δὲ εἶναι καὶ ἐν Ἀν τιοχείᾳ Ἰουδαίους, οἵτινες πιστεύσαντες τῷ Χριστῷ, διὰ τὸ τῶν Ἱεροσολύμων εἶναι πόῤῥω, καὶ πολλοὺς ὁρᾷν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἀδεῶς καὶ χωρὶς Ἰουδαϊκῶν παρατηρήσεων βιοῦντας, ἠρέμα καὶ κατὰ μικρὸν ἐνήγοντο καὶ αὐτοὶ τῆς Ἰουδαϊκῆς ἀφίστα σθαι συνηθείας, καὶ καθαρὰν καὶ ἀνόθευτον ἔχειν τὴν τῆς πίστεως διδασκαλίαν.
 [00426]  Ἀπαιτῆσαι ταῦτα τὰ ἐλλείμματα σφοδρότερον ὁ Πέ τρος ἐβούλετο, καὶ καθαρὰν εἰσπράξασθαι παρ' αὐ τῶν τὴν πίστιν.
000-00-00 Serial Number=0013639271
In illud Ne timueritis Ante [Go Back]  
 [00657]  Καὶ γὰρ τὰς ἀκάνθας ἀνασπᾷ τῶν ἁμαρτημάτων, καὶ καθαρὰν τὴν ἄρουραν ἐργάζεται, καὶ τὰ σπέρματα καταβάλλει τῆς εὐσεβείας, καὶ πρὸς ἀκμὴν τὸν καρπὸν ἄγει.
000-00-00 Serial Number=0565813780
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00270]  Πηγὴν ὕδατος ἔχων καθαρὰν, τί τρέχεις ἐπὶ λάκκον βορβόρου γέ μοντα, γεέννης ὄζοντα, καὶ κολάσεως ἀφάτου;
000-00-00 Serial Number=0237354219
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00384]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.
000-00-00 Serial Number=0176041007
In illud Vidi dominum Ante [Go Back]  
 [00658]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς μετὰ προθυμίας τὰ σπέρματα καταβάλλομεν, ὅτι καθαρὰν ὁρῶμεν τὴν ἄρουραν οὐδαμοῦ ἄκανθαν ἀποπνίγουσαν, οὐδὲ ὁδὸν πατουμένην, οὐδὲ πέτραν ἄγονον, ἀλλὰ βαθεῖάν τινα καὶ λιπαρὰν χώραν, ὁμοῦ δεχομένην τὰ σπέρματα καὶ τὸν στάχυν ἡμῖν παρέχουσαν.
000-00-00 Serial Number=0687556326
In pharisaeum et meretricem Ante [Go Back]  
 [00064]  Εἰσέλθω πρὸς τὴν καθαρὰν πηγὴν ἡ βεβορβορωμένη τῇ ἡδυπαθείᾳ·
 [00190]  Οὐ γὰρ μολύνομαι παρὰ τῶν ταύτης χειρῶν, ἀλλ' ἐγὼ ταύτην καθαρὰν ἀπεργάζομαι.
000-00-00 Serial Number=0607783318
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00129]  Τοὺς ὀχετοὺς τῶν ἡδονῶν, οἷον καυστῆρι σιδηρῷ τῷ στεναγμῷ χρησά μενος, ἀπεστόμωσε, καὶ τὸ διοιδαῖνον τοῦ πάθους ἕλκος τοῖς δάκρυσι πραΰνας ἐθεράπευσε, καὶ τὴν ὀπὴν τοῦ ἕλκους μοτώσας διὰ τῆς τῶν χειρῶν πλήξεως ἀπούλωσε, καὶ τὸ ἐπιῤῥέον τῇ ψυχῇ ἐκ τοῦ σώματος ῥεῦμα ἐστεί ρωσε, καὶ καθαρὰν ταύτην διὰ τῆς μετανοίας τῷ πλά σαντι προσήγαγεν.
000-00-00 Serial Number=0170283496
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00042]  οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα καὶ καθαρὰν λοιπὸν ἔχωσι τὴν ἡδονήν.
000-00-00 Serial Number=0450739503
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00035]  σὺ δὲ σκόπει τὸ ἄζυμον, καθὰ τῷ ἀποστόλῳ προείρηται καὶ ἡμεῖς ἐπεσημηνάμεθα, τὴν εἰλικρινῆ καὶ καθαρὰν ἀπὸ πάσης κακουργίας ψυχήν, τὸν καινὸν τρόπον καὶ μηδὲν τῆς παλαιᾶς κακίας ἐπαγόμενον, εἰς ὃ καὶ καλῶς εἰρημένον φαίνεται τὸ Ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν.
000-00-00 Serial Number=0893001854
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00201]  Ἐὰν οὖν συμπέσῃ αὐτῇ ὁ παθητικὸς τῆς τεσσαρεσκαιδεκάτης ἀριθμός, ταύτην ἀφέντες τὴν ἑξῆς ὡς καθαρὰν πάθους μεταδιώκομεν.
 [00230]  Ταῦτα γνωρίζειν ὀφείλομεν, καὶ πρὸ τῆς ἐρχομένης ἑβδομάδος καθαρὰν ἐχέτω τὴν γνώμην καὶ γινωσκέτω ταύτην πρώτην εἶναι τῶν ἑπτὰ ἑβδομάδων ὀφείλουσαν νηστευθῆναι.
000-00-00 Serial Number=0152823687
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00059]  Ὁ γὰρ φόβος τῆς εἰρημένης τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα, διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησιν·
000-00-00 Serial Number=0301031530
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00199]  Τοὐναντίον γὰρ ἅπαν ὁρῶ καί, εἰ βούλεσθε, πρῶτον τὰς τραπέζας τῶν πλουτούντων καὶ πενομένων ἐξετάσωμεν καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονήν·
000-00-00 Serial Number=0010887980
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00061]  ἡ λουτροῖς καὶ μυρίσμασι καὶ μετ' ἀνδρὸς περιπλεκομένη, πολεμεῖ τὴν καθαρὰν καὶ ἄσπιλον Ἐκκλησίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»