Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὖ [265]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὖ


000-00-00 Serial Number=0760214806
Ad Eudoxiam i Ante [Go Back]  
 [00036]  Οὐκοῦν τούτων πάντων μνημονεύουσα ἐπίτρεψον ἀναδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι γένηται ἐν ἡμέρᾳ κρίσεως».
 [00078]  Τούτων οὖν ἁπάντων μνημονεύουσα ἐπίτρεψον ἀποδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι ἐν ἡμέρᾳ κρίσεως γένηται.
000-00-00 Serial Number=0990332782
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00360]  οὐ γὰρ ἑκόντας μόνον, ἀλλὰ καὶ ἄκοντας οἶδεν εὖ ποιεῖν.
 [00625]  ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας λήψεται παρανομίας ποτὲ, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται κενὸς ἐνθένδε ἀπελθών·
 [00967]  Εἰπὲ οὖν ὅτι, Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.
 [01272]  Ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐπ' ἐμὲ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ' ἐνέβαλόν με εἰς τὸν οἶκον τοῦ λάκκου τούτου.
000-00-00 Serial Number=0158560395
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00538]  μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι' αἰῶνος;» Καὶ ὁ Μωσῆς δὲ διαλεγόμενος αὐτοῖς ἔλεγεν·
000-00-00 Serial Number=0265632927
Ad illuminandos catecheses Ante [Go Back]  
 [00013]  Μνήσθητί μου, ὅταν εὖ σοι γένηται·
 [00015]  Μνήσθητέ μου ὅταν εὖ ὑμῖν γένηται.
000-00-00 Serial Number=0546649218
Ad populum Antiochenum Ante [Go Back]  
 [00020]  Ἔμοιγε δοκεῖ, καὶ ὑμῖν εὖ οἶδ' ὅτι συνδόξει.
 [02544]  Καὶ γὰρ εὖ οἶδα ὅτι πρὸς ταύτην κεχήνατε πάντες, καὶ ἕκαστος ὑμῶν ὠδίνει μαθεῖν τίνος ἕνεκεν οὐκ ἐξ ἀρχῆς τὸ βιβλίον τοῦτο ἐδόθη, ἀλλ' οὐδὲ νῦν ὁρῶ τὸν καιρὸν ὄντα τῆς ἐξηγήσεως ταύτης.
 [03228]  Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ προτείνειν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ τῷ μέλλοντι διδόναι τὴν αἴτησιν προσέλθοι, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος, πολλῷ μᾶλλον τὸν λέγοντα καιρὸν ἐπιτήδειον ζητεῖν χρὴ, ὅπως εὖ διακειμένῳ τῷ ἀκροατῇ καὶ πάσης ἀπηλλαγμένῳ φροντίδος καὶ ἀθυμίας προσαγάγῃ τοὺς λόγους·
 [04725]  αἱ γὰρ φιλόκοσμοι καὶ πολυτελεῖς, καὶ χρυσῷ πάντοθεν ἑαυτὰς καταδεσμοῦσαι, τῆς ἁλύσεως ταύτης ἀναμνησθεῖσαι, μισήσουσιν, εὖ οἶδ' ὅτι, καὶ βδελύξονται τὸν κόσμον ἐκεῖνον, καὶ πρὸς ταῦτα δραμοῦνται τὰ δεσμά.
 [05038]  Ὅτι νηστείας παραγενομένης οὐχ ὅπως τὰ κατὰ ψυχὴν εὖ διατεθείη σπουδάζομεν, ἀλλ' ἐν τῇ τῶν σιτίων ἀποχῇ μόνον αὐτὴν ὁριζόμεθα.
 [05040]  Τὸν γὰρ κατὰ διάνοιαν εὖ διακείμενον καὶ τῆς ψυχῆς ἐπιμελούμενον τῆς ἑαυτοῦ, οὐδὲν ὅλως τῶν ὄντων θλῖψαι δυνήσεται, ἀλλ' ἀπολαύσεται καθαρᾶς ἡδονῆς καὶ διηνεκοῦς·
 [05858]  Ὑμῖν μὲν γὰρ, εὖ οἶδ' ὅτι, καθάπερ ἔφθην εἰπὼν, ὁ νόμος οὗτος ὁ περὶ τοῦ ὀμνύειν κατώρθωται·
 [06032]  καὶ καθάπερ εὖ παθόντες αὐτοὶ, οὕτω σε θαυμάσονται καὶ φιλήσουσι.
000-00-00 Serial Number=0584398687
Ad viduam juniorem Ante [Go Back]  
 [00038]  Καὶ γὰρ οἰκέται καταφρονοῦντες, καὶ πράγματα ἀμελούμενα, καὶ τὸ μηκέτι ἐν τῇ προτέρᾳ εἶναι τιμῇ, καὶ τὸ τὰς ὁμήλικας εὖ πραττούσας ὁρᾶν, πολλάκις δὲ καὶ τὸ τρυφῆς ἐπιθυμεῖν, δευτέροις αὐτὰς ἔπεισεν ὁμιλῆσαι γάμοις.
000-00-00 Serial Number=0766255260
Adversus Judaeos Ante [Go Back]  
 [00224]  Εἰ δὲ μὴ βούλεσθε τοῦτο, ἀλλ' εἰδότες κρύπτετε, εὖ ἴστε, ὅτι τὴν αὐτὴν ὑποστήσεσθε τιμωρίαν ἐκείνῳ.
 [00477]  οὕτω καὶ οἱ ἀδελφοὶ οἱ ὑμέτεροι, οἱ καθάπερ ἐν θάμνῳ τινὶ, τῷ ἰουδαϊσμῷ, κρυπτόμενοι, ἂν [48.858] τῆς Παύλου φωνῆς ἀκούσωσιν, εὖ οἶδ' ὅτι ῥᾳδίως εἰς τὰ τῆς σωτηρίας ἐμπεσοῦνται δίκτυα, καὶ πᾶσαν τὴν Ἰουδαϊκὴν ἀποθήσονται πλάνην.
 [00902]  Καὶ γὰρ ἐκεῖνοι πρὸ τοῦ καιροῦ τῆς μάχης καὶ θώρακα ἀποσμήχουσι, καὶ ἀσπίδα περισκοποῦσι, καὶ χαλινοὺς παρασκευάζουσι, καὶ ἵππους τρέφουσι μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὰ ἄλλα πάντα εὖ διατίθενται.
 [02495]  Ἂν τοίνυν εὖ φρονῇς, περὶ τοῦ κάμνοντος μειζόνως ἀλγήσεις, καὶ μιμήσῃ καὶ ἐν τούτῳ τὸν μακάριον ἐκεῖνον, τὸν λέγοντα·
000-00-00 Serial Number=0522870600
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00531]  καὶ γὰρ πολλοὺς ἔχει τοὺς λυποῦντας, οὓς οὐκ ἂν δύναιτο λυπεῖν, καὶ πολλοὺς τοὺς εὖ ποιοῦντας, οὓς οὐκ ἂν εὐκόλως ἀμείψαιτο.
000-00-00 Serial Number=0783969402
Catecheses ad illuminandos Ante [Go Back]  
 [00935]  Καθάπερ γὰρ τὸ ἡλιακὸν φῶς ταῖς οἰκείαις ἀκτῖσι καταυγάζει τῶν ὁρώντων τὰς ὄψεις, οὕτω καὶ ἀρετὴ πάντας τοὺς ὁρῶντας ἐπισπωμένη πρὸς τὴν ἑαυτῆς θέαν, εἰς δοξολογίαν κινεῖ τοῦ δεσπότου τοὺς εὖ φρονοῦντας.
 [01038]  [7.8] Καὶ ὅτι οὐ ῥήματα μόνον εἰσὶ τὰ παρ' ἡμῶν λεγόμενα ἀλλὰ καὶ αὐτὴ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα, καὶ ὑμεῖς εὖ οἶδ' ὅτι ἐρεῖτε καὶ μαρτυρήσετε.
000-00-00 Serial Number=0095338523
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00172]  μνήσθητί μου, ὅταν εὖ σοι γένηται.
 [00174]  μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται.
 [00175]  νυνὶ δὲ οὐ λέγω μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται, ἀλλὰ μνήσθητέ μου, ἐπειδὴ εὖ ὑμῖν ἐγένετο.
000-00-00 Serial Number=0814734578
Commentarius in Job Ante [Go Back]  
 [00124]  ἀπὸ μὲν γὰρ προβάτων καὶ βοῶν δυνατὸν ἦν εὖ ποιεῖν τοῖς δεομένοις, ἀπὸ δὲ χρυσοῦ ὀρόφου οὐκέτι.
 [02629]  ὅταν εὖ πράττων ἀγνοῇ;
 [03410]  ἴστε δέ, ὅτι ἀχάριστόν πως [152] τὸ γένος ἐστίν, οὐ παρὰ τὴν οἰκείαν φύσιν οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας, καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα.
 [03678]  ὅσην τοίνυν οἱ πένητες νῦν ποιοῦνται σπουδὴν διενοχλοῦντες τοὺς ὀφείλοντας καὶ δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο τότε διενοχλῶν τοὺς ὀφείλοντας εὖ παθεῖν.
000-00-00 Serial Number=0883536160
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00286]  Μὴ δὴ πάντα ῥίψαντες ἁπλῶς καὶ καταπατήσαντες ἀρκεῖν ἡγώμεθα πρὸς ἀπολογίαν ἡμῖν, ἐὰν εἴπωμεν ὅτι θοἰμάτιον ἐπριάμεθα παρθένῳ καὶ ὑποδήματα, καὶ τὰ ἄλλα τὰ κατὰ τὴν σωματικὴν ἀνάπαυσιν εὖ διεθήκαμεν.
 [00312]  Πάλιν ὅταν καθεύδειν δέῃ, παρθένου μὲν ἔνδον καθημένης, καὶ κλίνας εἶναι δύο χρὴ, καὶ στρώματα διπλᾶ καὶ ἐπιβλήματα, ἢν δὲ εὖ φρονῶσι, καὶ οἰκήματα·
000-00-00 Serial Number=0433662176
De Davide et Saule Ante [Go Back]  
 [00043]  καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ' αὐτῶν εὖ παθόντα;
 [00421]  Καὶ τούτων οὐχ ἕτερον, ἀλλ' αὐτὸν σὲ καλῶ μάρτυρα τὸν εὖ παθόντα.
 [00869]  ἀπελθόντων δὲ τοὺς παῖδας θεραπεύων, ἵνα παρὰ τοῦ Θεοῦ πολλὴν ἐπισπάσῃ τὴν εὔνοιαν, καὶ μυρίους ἀναδήσῃ στεφάνους, καὶ μυρίας δέξῃ παρὰ πάντων εὐχὰς, οὐχὶ τῶν εὖ πασχόντων μόνον, ἀλλὰ καὶ τῶν ὁρώντων.
000-00-00 Serial Number=0201191843
De Lazaro Ante [Go Back]  
 [00277]  Κἂν γὰρ φιλοτιμότατος ᾖς πάντων, εὖ οἶδα ὅτι τῆς τοῦ βασιλέως κλίνης οὐκ ἐθελήσεις ἔχειν εὐπρεπεστέραν·
 [00304]  κἂν ἁπάντων μᾶλλον λίθινος ᾖς, εὖ οἶδα, ὅτι καταγνώσῃ σαυτοῦ, σὺ μὲν ὑπὲρ τὴν χρείαν τρυφῶν, ἐκεῖνον δὲ μηδὲ τῶν κατὰ χρείαν ἀπολαύειν ἀφείς.
 [00944]  Πολλοὶ μὲν γὰρ, εὖ οἶδ' ὅτι, διαρκῆ τὴν ὠφέλειαν ἐκ τῆς ἀκροάσεως λαβόντες ἀπῆλθον·
 [00964]  Μέμνησθε γὰρ εὖ οἶδ' ὅτι ἐντεῦθεν ἔφην πέλαγος ἀχανὲς καὶ μέγα νοημάτων ἡμῖν ἀνοίγεσθαι·
 [00997]  Πρώτους μὲν εὖ οἶδ' ὅτι τοὺς ἐνταῦθα κολαζομένους καὶ ἀποτιθεμένους τὰ ἁμαρτήματα.
 [01148]  Εἰ δὲ λέγοι τις τῶν εὖ εἰδότων ὅτι οἱ κολαζόμενοι ἐπηρεάζονται (ἠδύναντο γὰρ μετανοῆσαι), ἐκεῖνο ἂν εἴποιμεν, ὅτι εἰ προῄδει μετανοήσοντας αὐτοὺς ὁ Θεὸς, οὐκ ἂν ἐκόλασεν.
000-00-00 Serial Number=0582379699
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00026]  Αὕτη γὰρ κατέχει τὰς ἡνίας, καὶ κινεῖ τὰ πηδάλια, καὶ τὰς χορδὰς ἀνακρούεται, καὶ εὖ μὲν τοῦτο πράττουσα, τὸ παναρμόνιον τῆς ἀρετῆς ἀνακρούεται μέλος·
000-00-00 Serial Number=0574985564
De decem millium talentorum debitore Ante [Go Back]  
 [00329]  καὶ οὗτος μὲν εὖ παθὼν ἔμελλε χαριεῖσθαι, δεσπότης δὲ οὐ μικρὸν, οὐ μέγα ἀγαθὸν ἰδὼν παρ' αὐτοῦ γενόμενον, πάντα ἀφῆκεν.
000-00-00 Serial Number=0626159668
De fato et providentia Ante [Go Back]  
 [00016]  ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα.
 [00348]  πολλοὶ παρ' ἀξίαν, ὡς καὶ αὐτοὶ προλαβόντες ὡμολόγησαν, εὖ πάσχουσιν ἐνταῦθα καὶ τιμῶνται, ἕτεροι δὲ κολάζονται ἐν δικαιοσύνῃ ζῶντες.
 [00349]  Εἰ τοίνυν οὐδείς ἐστι καιρὸς μετὰ ταῦτα, ἀπελεύσονται ἀδικηθέντες οἱ δίκαιοι, καὶ παρ' ἀξίαν εὖ παθόντες οἱ ἄδικοι·
 [00381]  Ἐπειδὴ δὲ παθὼν εὖ οὐκ ἐγένου βελτίων, ἑτέρῳ σε διορθοῦται τρόπῳ, τῷ τῆς κολάσεως, τῷ τῆς τιμωρίας·
000-00-00 Serial Number=0073162258
De libello repudii Ante [Go Back]  
 [00015]  Καὶ γὰρ οὐ τὸ τυχὸν πρᾶγμα γάμος εὖ διακείμενος, ὥσπερ οὖν μυρίων συμφορῶν ὑπόθεσις γίνεται τοῖς οὐκ εἰς δέον αὐτῷ χρωμένοις.
000-00-00 Serial Number=0868079782
De mansuetudine sermo Ante [Go Back]  
 [00056]  Τί οὖν, εὖ φρονούντων ἀνθρώπων ἐστὶ προαναστέλλειν τὸ νόσημα, καὶ πρὶν εἰς ὀργὴν ἐξενεχθῆναι, κατέχειν τὴν ψυχὴν, καὶ ταῖς ἀπὸ τῆς Γραφῆς νουθεσίαις κοιμίζειν τὸν θυμόν.
 [00105]  Καὶ μὴν καὶ Παῦλος καὶ Πέτρος τῆς οὐρανίας ἁψῖδος ἁψάμενοι διὰ τὴν ἀρετὴν, ᾗ συνέζησαν, ἀπὸ τῆς ἡμερότητος μᾶλλον ἢ τῶν ἄλλων ἐξέλαμψαν ἀγαθῶν, τοὺς λοιδοροῦντας τιμῶντες, τοὺς ἐχθροὺς εὖ ποιοῦντες.
000-00-00 Serial Number=0263051331
De precatione [1] Ante [Go Back]  
 [00237]  ἔδει γὰρ, οἶμαι, τοιοῦτον φανῆναι τῆς προσευχῆς τὸν ἄσταχυν, νικῶντα τοὺς ἄλλους τῇ καλοκαγαθίᾳ, καὶ ταῖς ἀρεταῖς τῶν τρόπων, καὶ τοσοῦτον τοὺς πρὸ αὐτοῦ νικᾷν ἁγίους, ὅσον ἐν τοῖς ληΐοις ὑπερέχουσιν οἱ τῶν ἀσταχύων εὖ πράττοντες.
000-00-00 Serial Number=0176464319
De sacerdotio Ante [Go Back]  
 [00373]  οὐδὲ γὰρ τοῦτο ἔχοι τις ἂν εἰπεῖν ὅτι εὖ παθόντες ἢ μικρὸν ἢ μέγα παρ' ἐμοῦ, τῶν εὐεργεσιῶν ἐκείνων ἐξέτισαν τὰς ἀμοιβάς πόσης οὖν οὐκ ἂν εἴη τιμωρίας ἄξιον τοῖς ἐναντίοις ἀμείβεσθαι;
 [00488]  οὐ γὰρ ἐν τῷ κολάζειν μόνον, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν εὖ, μείζονα τοῖς ἱερεῦσιν ἔδωκε δύναμιν τῶν φυσικῶν γονέων ὁ Θεός, καὶ τοσοῦτον ἀμφοτέρων τὸ διάφορον ὅσον τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς·
 [00717]  Τὸ δὲ τὰς τοιαύτας ἀπὸ τῶν τῆς Ἐκκλησίας τρέφεσθαι χρημάτων καὶ παρὰ Θεοῦ τιμωρίαν καὶ παρὰ ἀνθρώπων φέρει τὴν ἐσχάτην κατάγνωσιν καὶ τοὺς εὖ ποιεῖν βουλομένους ὀκνηροτέρους καθίστησι.
 [00785]  Εἰ δὲ λέγοι τις οὐδὲν εἶναι τούτων ἔργον ἐπισκόπῳ μεταχειρίζειν, εὖ ἴστω ὅτι τῶν ἐφ' ἑκάστῳ αἱ φροντίδες καὶ αἱ αἰτίαι εἰς ἐκεῖνον ἔχουσι τὴν ἀναφοράν.
 [00901]  ὁ γὰρ μὴ τῷ παθεῖν εὖ γενόμενος ἀγαθὸς πικροτέρως δίκαιος ἂν εἴη κολάζεσθαι.
 [01102]  Οὐ πρὸς δογμάτων δὲ μόνον νόθων τε ἀνατροπὴν καὶ γνησίων ἀσφάλειαν ἐπιτήδεια ἡμῖν αὐτοῦ τὰ γράμματα, ἀλλὰ καὶ πρὸς τὸ βιοῦν εὖ οὐκ ἐλάχιστον ἡμῖν συντελεῖ μέρος·
000-00-00 Serial Number=0828742445
De sancta Droside martyre Ante [Go Back]  
 [00197]  Ὥσπερ γὰρ καὶ ἐπὶ τῶν εὐεργετουμένων, καὶ οἱ μηδὲν παθόντες συνήδονται τοῖς παθοῦσι, καὶ τὸν εὖ ποιήσαντα ἐπαινοῦσιν·
000-00-00 Serial Number=0631856799
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00037]  Εἰπὲ ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.
000-00-00 Serial Number=0130167544
De virginitate Ante [Go Back]  
 [00631]  ἐσχάτοις μὲν οὖν ἄρχουσι καὶ δεσπόταις δοῦλοι ἐντυγχάνοντες, ἄν τε ὑφ' ἑτέρων ἠδικημένοι τοῦτο ποιῶσιν ἄν τε αὐτοὶ δεόμενοι παθεῖν εὖ ἄν τε ὀργήν τινα καθ' ἑαυτῶν ἐγηγερμένην κοιμίσαι σπεύδοντες καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν διάνοιαν ἅπασαν ἐπιστρέψαντες πρὸς ἐκείνους, οὕτω ποιοῦνται τὴν ἐντυχίαν, κἂν μικρὸν ἀπορραθυμήσωσιν, οὐ μόνον οὐ κατώρθωσαν ὑπὲρ ὧν ἐδέοντο ἀλλὰ καὶ κακόν τι προσλαβόντες ἀπώσθησαν.
 [01389]  Εἰ δὲ λέγοι τις ὅτι καὶ τὰ ἐναντία προσδοκῶσα εὐφραίνεσθαι δύναιτ' ἄν, εὖ ἴστω ὅτι οὐχ οὕτως ἡμᾶς αἱ τῶν ἀγαθῶν ἐλπίδες παραμυθοῦνται, ὡς αἱ τῶν πονηρῶν προσδοκίαι λυποῦσι.
 [01580]  Εἰ δέ τις τὴν πολλὴν θαυμάζοι τρυφήν, οἷον τὸ τῶν κατακοπτομένων πλῆθος κρεῶν, τὴν περιττὴν τοῦ οἴνου δαπάνην, τῶν καρυκευμάτων τὴν περιεργίαν, τραπεζοποιῶν καὶ σιτοποιῶν καὶ μαγείρων τέχνας, παρασίτων καὶ δαιτυμόνων ὄχλον, εὖ ἴστω ὅτι τῶν μαγείρων αὐτῶν οὐδὲν ἄμεινον ἐν τοῖς τοιούτοις οἱ πλουτοῦντες διάκεινται.
000-00-00 Serial Number=0349773884
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00262]  Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον διακεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέτησε.
 [01635]  ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας παρανομίας λήψεταί ποτε, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται τῶν ἐνθένδε κενὸς ἀπερχόμενος.
 [03565]  Καὶ ὥσπερ, εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦμεν, οὕτως εὖ ποιοῦντες αὐτοῖς, ἑαυτοῖς εὖ ποιοῦμεν.
 [03621]  Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸ μηδεμίαν ἀνάγκην ἔχοντα τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ' αὐτῶν εὖ παθόντα;
 [03860]  Ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα.
 [03922]  Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ παρακαλεῖν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ προσέλθοι τῷ μέλλοντι διδόναι τὴν αἴτησιν, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος·
 [04400]  Καὶ ὃ φορτικώτατον ἐπὶ τῶν ἀποστόλων εἶναι ἐδόκει, αὐτὸς ὑπέμεινε, παρὰ φίλων καὶ οἰκετῶν καὶ τῶν εὖ πεπονθότων, οὐ παρὰ τῶν ἐχθρῶν ὀνειδιζόμενος καὶ μισούμενος.
 [05293]  Μὴ τοίνυν λέγωμεν ὅτι Ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ παθεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος.
 [05295]  κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, οὕτω σοι ὁ Χριστὸς λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι' ἐκείνου.
 [05330]  Κἂν Ἕλληνα, κἂν Ἰουδαῖον, κἂν ἕτερόν τινα ἴδῃς ἐν περιστάσει, εὖ ποιεῖν δεῖ.
 [05331]  Καὶ γὰρ τοὺς μονάζοντας μόνους ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν ἐθέλων, κἀκείνους δὲ πάλιν περιεργαζόμενος, ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ ᾖ σημεῖα ποιῶν, καὶ οὐκ ὀρέγων χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλες·
 [05824]  ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν εὖ, ποιήσαντα δὲ μυρία καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, οὐχ ὑβρίζῃ μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν λυπῇ δι' ὧν ποιεῖ, ποίας ὁ τοιοῦτος συγγνώμης ἔσται ἄξιος;
 [06039]  Πρώτους μὲν εὖ οἶδ' ὅτι τοὺς ἐνταῦθα κολαζομένους καὶ ἀποτιθεμένους τὰ ἁμαρτήματα·
 [06296]  πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται.
 [06551]  Μὴ τοίνυν τῶν παίδων ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί.
000-00-00 Serial Number=0234839141
Epistula ad Cyriacum Ante [Go Back]  
 [00458]  Εἰπὲ οὖν, ὅτι ἀδελφή μου εἶ, ἵνα εὖ μοι γένηται διὰ σὲ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
000-00-00 Serial Number=0885490537
Epistulae Ante [Go Back]  
 [00159]  ἀλλ' εὖ οἶδ' ὅτι ὅσων ἂν ἐπιτύχῃς γραμματηφόρων, οὐ παύσῃ δι' ἑκάστου ἡμῖν ἐπιστέλλουσα.
 [00577]  εὖ γὰρ οἶδ' ὅτι εἰ μὴ τοῦτο ἦν, καὶ αὐτὸς παρεγένου, καὶ πολλὴν ἐποιήσω σπουδὴν δραμεῖν ἕως ἡμῶν·
 [01019]  Οὐ γὰρ ἐπιστολιμαίων γραμμάτων νόμῳ, ἀλλὰ θεσμῷ φιλίας τὰ τοιαῦτα κρίνοντες, εὖ οἶδ' ὅτι καὶ βραχεῖαν εἶναι ταύτην ἡγήσεσθε τὴν ἐπιστολήν.
 [01094]  ἀλλὰ πάντες ἀφέθησαν, καὶ εὖ οἶδ' ὅτι πτήσονται πρὸς ἡμᾶς.
 [01268]  οὕτω καὶ αὐτὸς ἐπὶ τοῦ θρόνου φανεὶς, εὖ οἶδ' ὅτι ἐκ πρώτης ἡμέρας τούς τε ἀδικεῖν ἐπιχειροῦντας ἀνέστειλας, τούς τε ἀδικουμένους, καὶ πρὶν εἰς τὸ δικαστήριον εἰσελθεῖν, πάσης ἐπηρείας ἀπήλλαξας·
 [01535]  εὖ γὰρ οἶδ' ὅτι εἰ μὴ τοῦτο ἦν, καὶ αὐτὸς παρεγένου, καὶ πολλὴν ἐποιήσω σπουδὴν δραμεῖν ἕως ἡμῶν·
 [01977]  Οὐ γὰρ ἐπιστολιμαίων γραμμάτων νόμῳ, ἀλλὰ θεσμῷ φιλίας τὰ τοιαῦτα κρίνοντες, εὖ οἶδ' ὅτι καὶ βραχεῖαν εἶναι ταύτην ἡγήσεσθε τὴν ἐπιστολήν.
 [02052]  ἀλλὰ πάντες ἀφέθησαν, καὶ εὖ οἶδ' ὅτι πτήσονται πρὸς ἡμᾶς.
 [02226]  οὕτω καὶ αὐτὸς ἐπὶ τοῦ θρόνου φανεὶς, εὖ οἶδ' ὅτι ἐκ πρώτης ἡμέρας τούς τε ἀδικεῖν ἐπιχειροῦντας ἀνέστειλας, τούς τε ἀδικουμένους, καὶ πρὶν εἰς τὸ δικαστήριον εἰσελθεῖν, πάσης ἐπηρείας ἀπήλλαξας·
 [02384]  Καὶ ταῦτα εἰρήκαμεν, οὐχ ἵνα σε λυπήσωμεν εὖ γὰρ οἶδα ὅτι καθάψεταί σου τὰ εἰρημένα, ἀλλ' ἵνα τὴν αἰτίαν εἴπωμεν τῆς μακρᾶς ταύτης σιγῆς, καὶ τί δήποτε ὀψὲ καὶ βραδέως ἐπεστάλκαμεν.
 [02427]  Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι πολλὴν ὑμῖν φέρει τὴν εὐφροσύνην τὸ μαθεῖν τὰ ἡμέτερα ἐν τίσιν ὁρμᾷ, ἀπηλλάγμεθα τῆς τοῦ στομάχου ἀσθενείας, ὑγιαίνομεν, οὐδὲν ἡμᾶς οὔτε πολιορκίαι, οὔτε ἔφοδοι λῃστρικαὶ, οὔτε ἐρημία χωρίου, οὔτε μυρίων περιστάσεων ὄχλος, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν συστέλλει καὶ θορυβεῖ, ἀλλ' ἀδείας ἀπολαύομεν, ἀπραγμοσύνης, ἡσυχίας πολλῆς καθ' ἑκάστην [52.690] μεριμνῶντες τὰ ὑμέτερα, ὑπὲρ τούτων πρὸς τοὺς εἰσιόντας πρὸς ἡμᾶς ποιούμενοι λόγους.
 [02559]  Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι περισπούδαστόν σοι μανθάνειν τὰ περὶ τῆς ὑγιείας ἡμῶν, δεινοπαθήσαντες χαλεπῶς κατὰ τὸν παρελθόντα χειμῶνα, ὀλίγον ἀνηνέγκαμεν νῦν, καὶ διαταραχθέντες πάλιν τῇ ἀνωμαλίᾳ τοῦ ἀέρος καὶ γὰρ καὶ νῦν χειμὼν ἐνταῦθα ἀκμάζων, ὅμως προσδοκῶμεν τὰ λείψανα τῆς ἀῤῥωστίας ἀποθέσθαι, καθαροῦ φανέντος τοῦ θέρους.
 [02565]  Ἐπεὶ καὶ ἡμετέραν διπλῆν ἡγούμεθα εἶναι τὴν τιμὴν, τῷ τε ἡμᾶς αὐτοὺς εὖ πεπονθέναι νομίζειν, ἅπερ ἂν ἐκεῖνος εὖ πάθῃ, τῷ τε καὶ ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων πολλὴν αὐτῷ γενέσθαι τὴν προσθήκην ταυτησὶ τῆς εὐνοίας.
 [02580]  Ἐπειδὴ δὲ εὖ οἶδ' ὅτι καὶ τὰ ἡμέτερα βούλει μανθάνειν, ὑγείας ἀπολαύομεν καὶ ἀπραγμοσύνης πολλῆς, καὶ ἡσυχίας, καὶ ἐν ἀσφαλείᾳ διάγομεν, τῶν Ἰσαυρικῶν τέως ἀπηλλαγμένοι θορύβων.
 [02588]  καὶ γὰρ ἐνδιαιτώμεθα ὑμῶν ταῖς ψυχαῖς, εὖ οἶδ' ὅτι, καὶ ὅπουπερ ἂν ἀπίωμεν, καὶ πάντας ὑμᾶς τοὺς σφοδροὺς ἡμῶν ἐραστὰς ἐπὶ διανοίας περιφέροντες ἄπιμεν.
 [02620]  Ἐπεὶ καὶ αὐτὸς διηνεκῶς ὑμᾶς ἐν διανοίᾳ περιφέρων, οὐχ ὡς ἔτυχε καὶ τῆς κατ' ὄψιν ἐρῶ συντυχίας, καὶ εὖ οἶδ' ὅτι καὶ αὐτὴ ἔσται, μετὰ ἐκτενείας ὑμῶν παρακαλούντων τὸν δυνάμενον πάντα λῦσαι χειμῶνα, καὶ εἰς γαλήνην λευκὴν ἅπαντα ἀγαγεῖν.
 [03260]  Παρακαλῶ τοίνυν, τὰ σαυτῷ πρέποντα ποιῶν καὶ αὐτὸν καὶ πάντας διέγειρον εἰς τὴν σπουδὴν καὶ τὴν ἀντίληψιν τοῦ χειμαζομένου λαοῦ, ὃ καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων εὖ οἶδ' ὅτι οἴκοθεν καὶ παρὰ σαυτοῦ ποιεῖς.
 [03340]  ὁ γὰρ ποθεινότατος καὶ γλυκύτατος ἀγαπητὸς ἡμῶν Σαλούστιος, εὖ οἶδ' ὅτι πρὸς τοῦτο ὑμῖν διακονήσασθαι ἠδύνατο.
 [03405]  εὖ γὰρ οἶδ' ὅτι οὐκ ἐξ ὀλιγωρίας, ἀλλ' ἐκ τοῦ σφόδρα μετριάζειν, τοῦτο πέπονθας.
000-00-00 Serial Number=0203494847
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00793]  Εἰπὲ οὖν ὅτι ἀδελφή μου εἶ, ἵνα εὖ μοι γένηται διὰ σὲ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.».
 [01366]  Ἐπειδὴ δὲ καὶ τὰ ἡμέτερα εὖ οἶδ' ὅτι βούλει μανθάνειν καὶ γὰρ μακρὰν ἐσίγησα σιγήν , τῆς μὲν χαλεπωτάτης ἀρρωστίας ἀπηλλάγημεν, λείψανα δὲ ἔτι τῆς νόσου περιφέρομεν.
 [01388]  Ἀλλ' εὖ οἶδ' ὅτι κόνις σοι ταῦτα καὶ πηλοῦ παντὸς εὐτελέστερα εἶναι νομίζεται.
000-00-00 Serial Number=0877106428
Expositiones in Psalmos Ante [Go Back]  
 [00866]  Εἰ γὰρ καὶ ἀνθρωπίνοις κέχρηται ῥήμασιν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀνθρωπίνοις τὸ εὖ παριστάμενον δηλοῖ.
 [00974]  διὰ τούτων παιδεύουσα τὸν ἀκροατὴν πρότερον ὕμνους ἀναφέρειν εἰς τὸν Θεὸν, καὶ εὐχαριστεῖν ἐφ' οἷς εὖ πέπονθε·
 [03098]  Ὁ μὲν γὰρ εὖ παθὼν, καὶ χάριν εἰδὼς, ἀπέδωκε τὴν ὀφειλήν.
 [04861]  Ὁ μὲν γὰρ εὖ παθὼν, καὶ χάριν εἰδὼς, ἀπέδωκε τὴν ὀφειλήν.
 [06330]  Κἂν γὰρ μηδὲν ὦμεν εὖ παθόντες παρά τινος, ἀκούωμεν δὲ, ὅτι φιλῶν ἡμᾶς διατελεῖ, ἐπαινῶν ἡμᾶς, καὶ θαυμάζων, εὐθέως αὐτῷ συγκολλώμεθα, καὶ στέργομεν ὡς εὐεργέτην·
 [06563]  Οἵ τε γὰρ εὖ παθόντες, ἐν μνήμῃ τῶν εὐεργεσιῶν ὄντες, βελτίους ἐγίνοντο·
000-00-00 Serial Number=0660898149
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00383]  Τούτοις ἠμείψασθε τὸν εὐεργέτην, ἀφ' ὧν εὖ ποιῆσαι ἔδει, ἀπὸ τούτων ὑβρίσατε·
 [00384]  δι' ὧν εὖ ἐπάθετε, διὰ τούτων ἐκακοποιήσατε, καὶ τὴν χάριν αὐτὴν ἀνετρέψατε.
 [02077]  ἐν ἑκατέρῳ δὲ εὖ στήκει ἡ αὐτὴ ἔννοια.
 [05627]  ἀπελθὼν εἰπὲ τῷ λαῷ τὰ παρὰ τοῦ προφήτου λεγόμενα, εὖ εἰδὼς, ὡς οὐ κοινωνήσεις αὐτοῖς τῆς συμφορᾶς, οὐδέ τι διαθήσουσί σε κακόν·
000-00-00 Serial Number=0833143592
Fragmenta in Job Ante [Go Back]  
 [00826]  τὸ διαπαντὸς εὖ πράττειν, μόνου Θεοῦ·
 [01687]  καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα·
 [01870]  Ὅσην τοίνυν οἱ πένητες σπουδὴν ἐποίουν διενοχλοῦντες τοὺς δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο διενοχλῶν τοὺς εὖ παθεῖν ὀφείλοντας, καὶ οὐκ εἴα ἐξελθεῖν κόλπῳ κενῷ·
000-00-00 Serial Number=0933045447
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00354]  εὖ δὲ καὶ τὸ εἰπεῖν, ποιῶν, ἀλλ' οὐ, ποιήσας·
000-00-00 Serial Number=0220925331
In Acta apostolorum Ante [Go Back]  
 [01773]  ∆ιὰ τοῦτο καὶ εὐφημίαις αὐτοὺς ἀμείβονται οἱ παθόντες εὖ, καὶ παραπετάσμασι, καὶ λαμπάδων πλήθει, καὶ στέμμασι, καὶ κλάδοις, καὶ ἐσθῆτι λαμπρᾷ.
 [02295]  Κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον, καὶ οὗτοι ὡς δοξαζόμενοι ταύτῃ, καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμένοι.
 [07540]  Οὕτως ἦν συγκεκροτημένος πρὸς τοῦτο καὶ διακείμενος, ὡς μὴ μόνον εὖ τίθεσθαι τὰ οἰκεῖα, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκετείας τὸ αὐτὸ τοῦτο ποιεῖν.
 [08530]  Οὐ γὰρ δὴ βασκανίας ἀπήλλακται μόνον, ἀλλὰ καὶ εὐλογίας ἀπολαύει πολλῆς καὶ παρὰ τῶν οὐκ εὖ πεπονθόντων.
 [08532]  οὕτως οἱ μεγάλα ἐργασάμενοι καλὰ οὐχὶ τοὺς εὖ πεπονθότας μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας ἔχουσιν ἐπαινέτας.
 [09252]  ἵνα οὕτω τὰ καθ' ἑαυτοὺς εὖ διαθέντες δυνηθῶμεν τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ πνικτοῦ καὶ πορνείας καὶ αἵματος, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε.
 [09999]  ἡμεῖς δὲ εὖ πράττοντες, βλασφημοῦμεν τὸν Θεὸν, καὶ ἀποδυσπετοῦμεν·
 [09999]  εὖ γὰρ οἶδα, ὅτι καὶ ὑμεῖς ἡμᾶς ἀγαπᾶτε καὶ χωρεῖτε.
 [09999]  Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, φησὶν, εὖ πράξετε.
 [09999]  Αἰσχυνέσθωσαν οἱ λέγοντες, Μὴ εὖ ποίει τοὺς ἐν ταῖς φυλακαῖς·
000-00-00 Serial Number=0282029331
In Ecclesiasten Ante [Go Back]  
 [00193]  Μέλλων γὰρ ἐπὶ εὐποιΐαν παρακαλεῖν, πρότερον αὐτὸ νομοθετεῖ, πάσχειν εὖ·
 [00288]  Ὅταν εὖ πράττωσιν, τότε πάλιν βασκανία, καὶ βασκανία καὶ παρὰ τοῦ οἰκείου·
000-00-00 Serial Number=0261986375
In Genesim sermones Ante [Go Back]  
 [00577]  Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται·
000-00-00 Serial Number=0019808114
In Isaiam Ante [Go Back]  
 [00991]  Φοβῶν τοίνυν αὐτούς φησιν, ὅτι ἐρημώσει τῆς ἀσφαλείας αὐτήν, οὐ τοὺς πολεμεῖν εἰδότας ἀναρπάζων μόνον, ἀλλὰ καὶ τοὺς δικάζειν ἐπισταμένους, οἳ τῶν πολεμούντων οὐκ ἔλαττον συντελοῦσι ταῖς πόλεσιν, εἰρήνην τε εὖ διατιθέντες καὶ πολέμους πολλάκις ἐπιόντας ἀποκρουόμενοι.
 [01213]  Καὶ τῆς θυσίας προκειμένης, καταλιμπάνειν τὸ δῶρον ἐκέλευσε καὶ μὴ πρότερον αὐτὸ προσάγειν, ἕως ἂν τὰ πρὸς τὸν ἀδελφὸν εὖ διαθῆται ὁ τὸν πλησίον λελυπηκώς.
000-00-00 Serial Number=0090764284
In Joannem Ante [Go Back]  
 [01656]  Εἰ δὲ μήτε κολαζομένου θατέρου πλεονάζει σοι τὰ τῶν μισθῶν, μήτε εὖ πάσχοντος ἐλαττοῦται, τίνος ἕνεκεν σὺ κόπτεις σαυτὸν ὑπὲρ ὧν ἕτερος σώζεται δωρεάν;
 [01685]  καὶ βουλόμενος ἡμᾶς εὐδοκίμους εἶναι, καὶ τοῦτο, βίᾳ μὲν οὐδένα οὐδὲ ἀνάγκῃ, πειθοῖ δὲ καὶ τῷ ποιεῖν εὖ τοὺς βουλομένους ἅπαντας ἕλκει, καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται.
 [01696]  ἀλλ' ἐπειδὴ τὴν προτέραν τῆς εὐεργεσίας ὁδὸν ἀπωσάμεθα, ἐλθεῖν μὴ βουληθέντες τὴν διὰ τῆς πειθοῦς καὶ τοῦ παθεῖν εὖ, τὴν ἑτέραν ἐπεισήγαγε, τὴν διὰ τῆς κολάσεως καὶ τῶν τιμωριῶν, πικροτάτην μὲν οὖσαν, ἀναγκαίαν δὲ ὅμως.
 [02195]  εὐχαριστίαν ἀναλυομένην αὐτὴν, καὶ αἶνον τοῦ Θεοῦ, καὶ συνεχεῖς εὐχὰς τῶν εὖ παθόντων, καὶ θερμοτέραν ἀγάπην;
000-00-00 Serial Number=0532131612
In Psalmos 101-107 Ante [Go Back]  
 [01261]  Οὐ γὰρ ἐξ ὧν εὖ ἔπαθον ἤδη, περὶ τῶν ἐλλιπόντων ἐπίστευσαν·
000-00-00 Serial Number=0182822108
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00324]  Ἔξεστι γὰρ καὶ τὸν ἐν κακίᾳ, μεταστάντα τῆς πονηρίας, πρὸς ἀρετὴν ἐπανελθεῖν, καὶ δυνηθῆναι γενέσθαι τῶν ἐξ ἀρχῆς εὖ βεβιωκότων ἴσον·
000-00-00 Serial Number=0493873179
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00184]  Τούτου δὲ οὐκ ὄντος, οὐ θλίψεις, οὐκ ἐπιβουλαὶ, οὐκ ἄλλο οὐδὲν δυνατὸν λυπῆσαι τὴν εὖ φρονοῦσαν ψυχήν·
 [00692]  Ὅταν εὖ διακείμενος ᾖ, ὅταν μετὰ προθυμίας καὶ πίστεως προσίῃ·
 [04772]  Καὶ ὁ μισθὸς δὲ ἐν τῷ ποιεῖν εὖ, οὐκ ἐν τῷ πάσχειν εὖ.
 [07222]  Μὴ τοίνυν, φησὶ, τοῦτο ἐξέταζε, ὅτι οὐδὲν ἐγὼ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἐν οἷς ὑμᾶς εὖ παθεῖν ἔδει, οὐδὲν ὑστέρησα, ἀλλ' ἐγὼ τὴν πεῖραν ἔδωκα τῆς ἐμῆς ἀποστολῆς.
000-00-00 Serial Number=0208852291
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01812]  προανηρπάσθη γὰρ ἐκεῖνος τῆς ἀρχῆς τοῦ ∆αυῒδ, καὶ πρὶν ἢ τὸν εὖ παθόντα ἐλθεῖν εἰς τὴν βασιλείαν ὁ εὖ ποιῶν ἀπώλετο.
 [02129]  εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι·
 [02211]  εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι·
 [02761]  Ἢ καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὐκ ἐκείνους ὁρῶμεν χάριν ἔχοντας τῶν οἰκετῶν, ὅσοι μὴ τὰ αὐτῶν μεριμνῶσιν, ἀλλὰ τὰ τῶν δεσποτῶν πάσῃ ψυχῇ καὶ προθυμίᾳ, οὐ δι' ἀνάγκην μόνην δεσποτικὴν, ἀλλὰ καὶ διὰ προθυμίαν καὶ διὰ φιλοστοργίαν εὖ διατιθῶσιν ἅπαντα;
000-00-00 Serial Number=0807017982
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00247]  Ὁ γὰρ εὐχαριστῶν, καὶ ὡς εὖ παθὼν εὐχαριστεῖ, καὶ ἐπὶ χάριτι εὐχαριστεῖ·
 [01725]  Καὶ γὰρ ἐκεῖνοι μάλιστα καὶ τιμᾷν καὶ φιλεῖν ἡμᾶς νομίζονται, ὅσοιπερ ἄνωθεν ὦσιν ἡμᾶς παρεσκευασμένοι ποιεῖν εὖ·
 [02482]  ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν, εὖ ποιήσαντα δὲ μυρία, καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, καὶ Θεὸν ὄντα, καὶ ψυχὴν ἐμπνεύσαντα, καὶ μυρία χαρισάμενον, καὶ εἰς οὐρανὸν βουληθέντα ἀναγαγεῖν, εἰ τοῦτον μετὰ τοσαύτας εὐεργεσίας μὴ μόνον ὑβρίζει, ἀλλὰ καὶ καθ' ἡμέραν ὑβρίζει δι' ὧν ποιεῖ, ποίας ἄξιος ἔσται συγγνώμης;
 [04492]  Πῶς οὖν, φησὶν, ὁ δεῖνα εὖ πράττει πονηρὸς ὤν;
 [06279]  ἀλλὰ μερίζεταί τι πρὸς σὲ καὶ κενοδοξία πολλάκις, καὶ τὸ παθεῖν εὖ καὶ ἐπισημότερον πολλοῖς δι' ἐκεῖνον γίνεσθαι.
 [08666]  Οὕτω γὰρ καὶ τὸ σῶμα εὖ διακεισόμεθα, καὶ τὴν ψυχὴν ἐν ἀσφαλείᾳ καταστήσομεν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀπαλλαγησόμεθα κακῶν·
 [09768]  Ὁ δὲ φθονερὸς οὐχ οὕτως, ἀλλ' ὅταν ἕτερον εὖ πράττοντα ἴδῃ·
 [09999]  Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον δια-κεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέ-τησεν.
 [09999]  Ξένους ἐδέχετο πάλιν, καὶ οὐδὲ ἐνταῦθα ἐκενοδόξει, ἀλλ' αὐτὸς καὶ προσέτρεχε καὶ προσεκύνει, οὐχ ὡς εὖ ποιῶν, ἀλλ' ὡς εὖ πάσχων, καὶ κυρίους καλεῖ, οὐδὲ εἰδὼς τίνες ποτέ εἰσιν οἱ παραγενόμενοι, καὶ παρίστησι τὴν γυναῖκα ἐν τάξει θεραπαινίδος.
000-00-00 Serial Number=0720711827
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00186]  ἀλλ' ἀεὶ ἐν χρείᾳ ἐσμὲν, ἐὰν εὖ φρονῶμεν.
 [00525]  Οὐχ οὕτως εὖ πάσχων τέρπεται, ὡς εὖ ποιῶν·
 [01760]  Εἰ γάρ τί σε καὶ εὐηργέτησεν, ἀλλ' εὖ παθὼν, ἀλλὰ προϋπαρξάσης σου·
 [01762]  Οὐ γὰρ εὖ παθὼν ὁ Θεὸς παρ' ἡμῶν, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ' ἀνενδεὴς ὢν, ἐξ ἀγαθότητος μόνης εὖ ποιεῖ τὸ τῶν ἀνθρώπων γένος.
 [02899]  Ὁρᾷς, ὅτι τὸ κακῶς παθεῖν ἐν τῷ κακῶς ποιῆσαί ἐστι, τὸ δὲ εὖ παθεῖν ἐν τῷ κακῶς παθεῖν;
 [02957]  Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ τῶν ὄντων παρεχώρει, οὐκ εὖ ποιῶν μόνον, ἀλλὰ καὶ αἱρούμενος ἀδικεῖσθαι παρὰ τοῦ ἀδελφιδοῦ;
 [02958]  Τοῦ γὰρ εὖ ποιεῖν τὸ φέρειν ἁρπαζόμενον διὰ τὸν Θεὸν πολλῷ μεῖζόν ἐστι.
000-00-00 Serial Number=0042557538
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02855]  Ἐνταῦθα τὸ εὖ ποιεῖν φησὶν ἁπλούστερον.
 [03033]  οὐχὶ κενοδοξίαν τὸ πρᾶγμα πάντες ἐροῦσιν, ὅταν τοὺς ἀλλοτρίους εὖ ποιῶν, τῶν αὑτοῦ καταφρονῇ καὶ μὴ φείδηται;
 [03034]  τί δὲ, ὅταν ἄλλους κατηχῶν, τούτους ἐν πλάνῃ περιορᾷ, καίτοι πλείονα ἔχων εὐκολίαν καὶ μεῖζον δικαίωμα ἐν τῷ εὖ ποιεῖν;
 [03050]  ὁ Θεὸς διὰ τοῦτο καὶ τὴν ἀπὸ τῆς συγγενείας ἐπενόησεν ἕνωσιν, ἵνα πολλὰς ἔχωμεν ὑποθέσεις τοῦ ἀλλήλους εὖ ποιεῖν.
 [03133]  [62.574] φύσιν ἔχει τοιαύτην, ὥστε τὸν εὖ παθόντα αἰσχύνεσθαι, τῇ ὑπερβολῇ τῆς θεραπείας τὰ τῆς αἰσχύνης χρὴ περιαιρεῖν, καὶ δεικνύναι καὶ ῥήμασι καὶ πράγμασιν, ὅτι οὐκ εὖ ποιεῖ ὁ εὖ ποιῶν, ἀλλ' εὖ πάσχει αὐτὸς καὶ εὐεργετεῖται μᾶλλον ἢ εὐεργετεῖ.
 [03135]  Ὥσπερ γὰρ ὁ ἡγούμενος ζημιοῦσθαι, πάντα ἀπώλεσεν, καὶ ὁ ἡγούμενος εὖ ποιεῖν πάντα ἀπώλεσεν·
 [03136]  οὕτως ὁ ἡγούμενος εὖ πάσχειν, πλέον ἔλαβεν·
 [03425]  ∆ύο γὰρ ἐγίνετο τὰ μέγιστα, καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὗται διετρέφοντο καλῶς, καὶ ἡ Ἐκκλησία οὐκ ἐβαρεῖτο.
 [03655]  μίμησαι καὶ σὺ, καὶ μὴ εὖ ποιήσῃς ἐπὶ ἀντιδόσει, μηδὲ ἐπὶ ἀμοιβῇ.
000-00-00 Serial Number=0325738668
In epistulam ad Colossenses Ante [Go Back]  
 [00157]  οἷον εὖ ἔπαθέ τις, ἀπὸ προγόνων ἐκτήσατο φίλον, ἐκοινώνησε τραπέζης ἢ ἀποδημίας, ἢ γείτων ἐστί·
 [00182]  Ὁ μὲν γὰρ διὰ τὸ παθεῖν εὖ φίλος γενόμενος, ἂν μὴ διηνεκῶς τοῦτο γίνηται, ἔσται ἐχθρός·
 [00317]  Καλῶς δὲ ἀνεμνήσθην νῦν τῶν κυνῶν πρὸς τοὺς τότε μόνον εὐχαριστοῦντας, ὅταν εὖ πάσχωσιν.
 [00354]  ἐκείνῳ μὲν γὰρ καὶ βασκαίνουσι, τοῦτον δὲ ὡς κοινὸν πατέρα πάντες ἔχουσι καὶ οἱ μὴ παθόντες εὖ.
 [00356]  οὕτω καὶ ἐπὶ τῶν πασχόντων εὖ καὶ οἱ μὴ παθόντες εὖ, καθάπερ οἱ παθόντες, ἐπαινοῦσι καὶ θαυμάζουσι τὸν πεποιηκότα.
 [01794]  ∆είξας οὖν πρῶτον ὅσα εὐεργετήθησαν, ὅσα εὖ ἔπαθον, τότε ἐπάγει τὴν κατηγορίαν, ἵνα μείζονα δείξῃ, καὶ ἕλῃ τοὺς ἀκούοντας.
 [03222]  Τοῦτο γὰρ, φησὶν, ἔργον ὑμῶν ἔστω, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν ἑκόντας καὶ ὑπὲρ ὧν ἄκοντας ἐποίησεν εὖ, καὶ ὑπὲρ βασιλείας καὶ ὑπὲρ γεέννης, καὶ ὑπὲρ θλίψεως καὶ ὑπὲρ ἀνέσεως.
 [03236]  μνήσθητι πάντων τῶν εὖ, καὶ τἀναντία ἡμῖν θελόντων·
 [03239]  Πολλὰ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ ἄκοντας εὖ ποιεῖ·
 [03241]  Ὅταν γὰρ τἀναντία εὐχώμεθα, αὐτὸς δὲ τἀναντία ποιῇ, δῆλον ὅτι καὶ οὐκ εἰδότας εὖ ποιεῖ.
000-00-00 Serial Number=0417540491
In epistulam ad Ephesios Ante [Go Back]  
 [01812]  Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμώμεθα, τοὺς ἐχθροὺς εὖ ποιῶμεν, τοὺς μισοῦντας ἡμᾶς, τοὺς ἀποστρεφομένους προσιώμεθα.
 [03287]  Εἴ τινες ἡμᾶς λυπεῖν καὶ ἀμύνασθαι τούτῳ νομίζουσιν, εὖ εἰδέτωσαν, ὅτι ταῦτα μάτην ποιοῦσιν.
 [04257]  ἀλλ' ἑτέρως, ὅπερ ἔφην, ἐπίστρεφε, μὴ μάστιξι μόνον μηδὲ φόβῳ, ἀλλὰ καὶ κολακείᾳ καὶ τῷ εὖ ποιεῖν.
 [04433]  Οἱ γὰρ ἄνθρωποι, ὅταν εὐγνώμονες ὦσιν, οὐχ οὕτως ἐπὶ τοῖς κακοῖς, ὡς ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἂν εὖ πάσχωσι παρὰ τῶν ἠδικημένων, στένουσι.
 [04434]  Τὸ μὲν γὰρ κακίας, τὸ δὲ καὶ ὀνείδους καὶ γέλωτος μεστὸν, τὸν εὖ παθόντα μὴ ἀντευποιεῖν.
 [04500]  Οὐ γὰρ ἁπλῶς, ὅτι τὸν Θεὸν μιμούμεθα, εἶπεν, ἀλλ' ὅτι ἐν οἷς αὐτοὶ εὖ πάσχομεν, πατέρων σπλάγχνα πρὸς ἀλλήλους ἡμᾶς ἔχειν βούλεται·
 [04528]  Ἔχετε καὶ ἄλλην ἀνάγκην τοῦ μιμεῖσθαι αὐτὸν, οὐ τῷ παθεῖν εὖ μόνον, ἀλλὰ καὶ τῷ τέκνα γενέσθαι.
 [04551]  Ἦ δῆλον ὅτι, ἐὰν τοὺς ἐχθροὺς εὖ ποιῶμεν.
 [05120]  Ἂν δὲ εὖ παθὼν καὶ εὐθηνούμενος καὶ εὐπραγῶν καὶ ἐν εὐημερίαις ὢν, εὐχαριστῇς, οὐδὲν μέγα, οὐδὲν θαυμαστόν·
 [05883]  κἂν πάντα ἀπολέσαι δέῃ, κἂν Ἴρου πενέστερον γενέσθαι, κἂν κινδύνους ὑποστῆναι τοὺς ἐσχάτους, κἂν ὁτιοῦν παθεῖν, ἐμοὶ πάντα οἰστὰ καὶ φορητὰ, ἕως ἂν τὰ πρὸς σὲ εὖ μοι διακέηται·
 [05973]  Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
 [06306]  οὕτω δὴ καὶ οἱ δεσπόται, ἂν παθόντες εὖ παρὰ σοῦ μὴ ἀμείψωνταί σε, μᾶλλον ἠμείψαντο, τὸν Θεὸν ὀφειλέτην σοι καταστήσαντες.
 [06323]  ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ ∆εσπότου οὐδεμίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς.
 [06362]  Ἐὰν γὰρ μηδεὶς τὴν ἀρχὴν ἁρπάζῃ τὴν τοῦ ἑτέρου, ἀλλὰ κατὰ χώραν ἕκαστος μένῃ, πάντα εὖ διακείσεται.
000-00-00 Serial Number=0255599380
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03302]  κἂν Ἕλληνα ἴδωμεν ἐν περιστάσει, εὖ ποιεῖν δεῖ, καὶ ἁπλῶς πάντα ἄνθρωπον ἐν περιστάσεσιν ὄντα, πολλῷ δὲ μᾶλλον πιστὸν κοσμικόν.
 [03306]  Ὁ γὰρ τοὺς μονάζοντας μόνον ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν θέλων, καὶ ἐκείνους δὲ πάλιν περιεργαζόμενος, καὶ λέγων, Ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ σημεῖα ποιῇ, οὐκ ὀρέγω χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλε, καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσει·
 [03350]  Ὁ μὲν γὰρ φίλον εὖ ποιῶν, οὐ διὰ τὸν Θεὸν πάντως ποιεῖ·
 [06101]  Ὅταν οὖν ἴδῃς νέον χωρὶς πόνων κλῆρον παραλαβόντα πατρῷον, καὶ μείναντα κακὸν, εὖ ἴσθι ὅτι ἡ κόλασις αὐτῷ αὔξεται, καὶ τὰ τῆς τιμωρίας ἐπιτείνεται.
 [08201]  γένοιτο εὖ πράττειν ἐκεῖ, καὶ τῶν ἐνταῦθα λόγος οὐδείς.
 [09097]  ταῦτα λέγομεν, οὐ τῶν εὖ πασχόντων φροντίζοντες, ὡς ὑμῶν.
 [09360]  καὶ, Ὡς ἂν ἔχῃ, φησὶν, ἡ χείρ σου, εὖ ποίει·
000-00-00 Serial Number=0588529646
In epistulam ad Philemonem Ante [Go Back]  
 [00262]  Τοὺς ἄλλους εὖ ποιεῖς.
000-00-00 Serial Number=0485918045
In epistulam ad Philippenses Ante [Go Back]  
 [00109]  Ὥστε οὐκ εὖ ποιεῖ μᾶλλον, ἢ εὖ πάσχει, οὐ τῷ ὀφειλὴν καὶ ἀμοιβὴν κεῖσθαι μόνον τῇ ἐλεημοσύνῃ, ἀλλὰ καὶ τῷ τὴν ψυχὴν φιλόσοφον γίνεσθαι, καὶ ὑψηλὴν καὶ πλουσίαν.
 [00390]  Ὁρᾷς πόσον ἀγαθόν ἐστι μετὰ ἁπλότητος εὖ ποιεῖν, καὶ μὴ σφόδρα περίεργον εἶναι περὶ τὸν εὖ πάσχοντα;
 [00397]  Ὥστε ὁ μὲν καὶ τοῖς δοκοῦσιν ἀνευλαβέσιν εὖ ποιῶν, τοῖς εὐλαβέσι περιπεσεῖται·
 [01430]  Εἴ τινά μου λόγον ἔχεις, εἴ τίς σοι φροντὶς ἐμοῦ, εἴ ποτε εὖ ἔπαθές τι παρ' ἐμοῦ, τόδε ποίησον.
 [01795]  οἷον, προέτρεψεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθρούς·
 [01940]  τί δὲ οὐκ εὖ παθών;
 [02943]  Μεῖζον γὰρ τὸ κέρδος τῷ ποιοῦντι, ἢ τῷ πάσχοντι εὖ.
 [03015]  Χαλεπώτερον τὸ πρᾶγμα, ὅτι οὐδὲ διδοὺς ἐγκαλεῖς ὑπὲρ ὧν ἕτερος ποιεῖ εὖ.
 [04534]  οὕτως αὐτοὺς εὖ ποιοῦντες, ἑαυτοὺς εὖ ποιοῦμεν.
 [04537]  Τοῦτο τοίνυν ἐννόησον, ὅτι οὐκ ἐκεῖνον εὖ ποιεῖς, ἀλλ' ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ εὖ ποιεῖς, καὶ ταχέως ἥξεις πρὸς τὸ εὖ ποιῆσαι.
 [04559]  Τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὖ ποιοῦντες, καὶ προθυμότεροι γίνωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε ἑαυτοὺς μᾶλλον ὠφελοῦντες, οἵ τε λαμβάνοντες μὴ ἐπιτρέχωσιν ἀδεῶς τῷ λαμβάνειν, ἵνα μὴ κρῖμα ἔχωσι·
 [04660]  Ἀλλ' ἐπειδὴ πάλιν οἱ εὖ ποιοῦντες, ὅταν ἴδωσιν οὐ διατιθέμενον εὖ τὸν λαμβάνοντα, ἀλλὰ καταφρονοῦντα τῶν διδομένων, ῥᾳθυμότεροι γίνονται·
 [04751]  Ὅσῳ γὰρ ἂν ὦσι φιλοσοφώτεροι, ζητοῦσι καὶ τὰς παρὰ τῶν εὖ παθόντων χάριτας οἱ εὖ ποιοῦντες.
000-00-00 Serial Number=0792715251
In epistulam ad Romanos Ante [Go Back]  
 [04390]  Μᾶλλον δὲ οὐ τοῦ μὴ πάσχειν κακῶς μόνον, ἀλλὰ καὶ τοῦ παθεῖν εὖ αὐτοὶ τὴν ἐξουσίαν ἔχομεν·
 [04940]  Οἱ μὲν πολλοὶ εὖ οἶδ' ὅτι ἐκεῖνον ἡγήσονται, τὸν σκιρτῶντα, καὶ σκορπίζοντα τὰ αὑτοῦ·
 [06372]  Ὅτι γὰρ οὐ βούλεται ὁ Θεὸς οὕτως αὐτοῦ γνωρίζεσθαι τὸ δυνατὸν, ἀλλὰ ἑτέρως δι' ὧν εὐεργετεῖ, δι' ὧν εὖ ποιεῖ, καὶ τοῦτο διὰ πάντων ἐδήλωσεν ἄνωθεν.
 [07747]  διὸ καὶ πλείονας ἀφορμὰς εὑρίσκει τοῦ εὖ ποιεῖν.
 [08183]  καὶ ὡς αὐτὸς εὖ πεπονθὼς, οὕτω σοι τὸν μισθὸν λογιεῖται.
000-00-00 Serial Number=0812936425
In epistulam ad Titum Ante [Go Back]  
 [00917]  Τὸν γὰρ τοιοῦτον οἰκέτην, τὸν οὕτως εὔνουν, τὸν οὕτως ἐπιεικῆ, οὐχ ὁ Θεὸς ἀποδέξεται μόνον καὶ τῶν στεφάνων μεταδώσει τῶν λαμπρῶν ἐκείνων, ἀλλὰ καὶ αὐτὸς ὁ παθὼν εὖ δεσπότης, κἂν θηρίον ᾖ, κἂν λίθινός τις ᾖ καὶ ἀπάνθρωπος καὶ ὠμὸς, ἐπαινέσεται καὶ θαυμάσεται καὶ προτιμήσει τῶν ἄλλων ἁπάντων, καὶ τοῖς λοιποῖς αὐτὸν ἐπιστήσει, κἂν Ἕλλην ᾖ.
 [00928]  Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως ἡμᾶς δάκνει τὰ παρὰ πάντων ἀδικήματα, ἀλλὰ σφοδρότερον τῶν ἄλλων καὶ πικρότερον τὰ παρὰ τῶν εὐνοϊκῶς πρὸς ἡμᾶς διατεθέντων, καὶ πιστευθέντων καὶ πιστευσάντων ἡμῖν, καὶ πολλὰ παρ' ἡμῶν εὖ παθόντων γενόμενα κακὰ μᾶλλον ἡμᾶς ἀνιᾷ καὶ λυπεῖ.
 [01325]  Καὶ γὰρ ἐν οἷς εὖ ποιεῖ, οὐ τοῖς πάσχουσι τοσοῦτον, ὅσον τοῖς εὖ ποιοῦσι πρόσοδον καὶ κέρδος φέρει τὸ γινόμενον·
000-00-00 Serial Number=0117934525
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00721]  Ἐὰν γὰρ ἀγαπήσῃς, φησὶ, Κύριον τὸν Θεόν σου, εὖ σοι ἔσται, καὶ πληθυνεῖ ὁ Θεὸς τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου·
000-00-00 Serial Number=0543455362
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00198]  εἰ γὰρ καὶ πολλὰ τὰ εἰρημένα, ἀλλ' εὖ οἶδα ὅτι νεάζει ὑμῶν ἡ προθυμία·
 [00267]  Πάλιν ἐκέλευσεν εὖ ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς, καὶ καλῶς ποιεῖν τοὺς ἐπηρεάζοντας·
000-00-00 Serial Number=0932847440
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00223]  Τὸν μὲν οὖν εὖ πάσχοντα, φησὶν, οὕτως ἠδίκησεν, εἰς μείζονα ἐμβαλὼν τιμωρίαν, τὸν δὲ εὖ ποιοῦντα πάλιν ἑτέρως κατέβλαψε.
 [00342]  ἡμεῖς γὰρ ἑαυτοὺς εὖ ποιήσομεν μᾶλλον, ἢ ἐκείνους.
000-00-00 Serial Number=0704307437
In illud Vidi dominum Ante [Go Back]  
 [00402]  Ὠδίνει γὰρ ἕκαστος ὑμῶν, εὖ οἶδ' ὅτι, τῆς ἱστορίας ἀκοῦσαι ἐκείνης·
000-00-00 Serial Number=0758518755
In illud Vidua eligatur Ante [Go Back]  
 [00204]  Μὴ τοίνυν ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί.
 [00458]  καὶ μὴ λέγωμεν, ὅτι ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ πα-θεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος.
 [00460]  Κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, ὁ Χριστὸς οὕτω σοι λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι' ἐκείνου.
000-00-00 Serial Number=0927610874
In latronem Ante [Go Back]  
 [00101]  Οὐχ ὡς δοῦλον παρακαλῶ, Μνήσθητί μου, ὅταν εὖ σοι γένηται, ἀλλὰ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
000-00-00 Serial Number=0112656295
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00074]  ἀνικέτας μόνον τοὺς αὐτοῦ πολεμίους ῥίψας εὖ θεὶς τὴν ὀργὴν εὐεργέτης γίνεται τῶν ἐχθρῶν.
000-00-00 Serial Number=0418054700
In principium jejuniorum Ante [Go Back]  
 [00050]  σαυτὸν εὖ ποιῶν κληρονόμησον·
000-00-00 Serial Number=0107755482
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00269]  ἀλλ' εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ, πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται.
000-00-00 Serial Number=0658465147
Quales ducendae sint uxores Ante [Go Back]  
 [00487]  ἐκείνου δὲ συνεφαπτομένου τῆς καλῆς ταύτης οἰκονομίας, καὶ τὰς ψυχὰς τῶν παίδων ἀσκοῦντος, οὐδὲν ἀηδὲς ἔσται λοιπὸν, ἀλλὰ καὶ τὰ τῆς οἰκίας εὖ διακείσεται, τῶν ἀρχόντων οὕτω διακειμένων·
000-00-00 Serial Number=0834400117
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00004]  Ἂν γὰρ βουληθῶσιν οἱ οὕτω διακείμενοι μὴ θορυβεῖν μηδὲ ταράττειν, ἀλλὰ ἀναμένειν τοῦ λόγου τὸ τέλος, εὖ οἶδ' ὅτι μεθ' ἡμῶν στήσονται καὶ ἑαυτῶν καταγνώσονται ὡς τὸν ἔμπροσθεν ἠπατημένοι χρόνον καὶ παλινῳδίαν ᾄσονται καὶ ἀπολογήσονται καὶ συγγνώμην αἰτήσονται ὑπὲρ ὧν οὐκ ὀρθὴν περὶ τῶν πραγμάτων ἔσχον τὴν ψῆφον καὶ χάριν ἡμῖν εἴσονται πολλήν, ὥσπερ οἱ κάμνοντες τοῖς ἰατροῖς, ἐπειδὰν τῶν νοσημάτων ἀπαλλαγῶσι τῶν τὸ σῶμα πολιορκούντων αὐτοῖς.
000-00-00 Serial Number=0759903312
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01928]  Ὁ Κύριος εὖ συνέστησε αὐτῆς τὴν ὁδόν·
 [02280]  Περὶ τοῦ μὴ ἀποσχέσθαι εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν.
 [02522]  Καὶ τῷ Ἱερεμίᾳ εὖ ἐχρήσαντο οἱ ἄρχοντες τοῦ Ναβουχοδονόσορ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»