Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἰκῇ [98]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἰκῇ


000-00-00 Serial Number=0221351266
Catecheses ad illuminandos Ante [Go Back]  
 [00052]  Οὐ μάτην ἄρα οὐδὲ εἰκῇ ἀρχόμενος τοῦ λόγου γάμον ἐκάλεσα πνευματικὸν τὰ γινόμενα.
 [00241]  οὐ λέγω τῶν ἐπιόρκων ἀλλὰ καὶ τῶν ὅρκων τῶν εἰκῇ καὶ μάτην γινομένων καὶ ἐπὶ κακῷ τῶν ὀμνύντων.
 [00325]  Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ μέλλετε ἔνοικον δέχεσθαι τὸν ἐπουράνιον βασιλέα διὰ τοῦτο μετὰ τὴν παρ' ἡμῶν νουθεσίαν παραλαμβάνοντες ὑμᾶς οἱ εἰς τοῦτο τεταγμένοι, καθάπερ οἰκίαν τινὰ εὐτρεπίζοντες τῷ μέλλοντι παραγίνεσθαι βασιλεῖ, οὕτως ἐκκαθαίρουσιν ὑμῶν τὴν διάνοιαν διὰ τῶν φοβερῶν ἐκείνων λόγων, φυγαδεύοντες πᾶσαν τοῦ πονηροῦ τὴν μηχανήν, καὶ ἀξίαν τῆς τοῦ βασιλέως παρουσίας κατασκευάζοντες.
 [00393]  [2.28] Ταῦτα πάντα οὐ μάτην οὐδὲ εἰκῇ προλαβὼν ἐδίδαξα τὴν ὑμετέραν ἀγάπην, ἀλλ' ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως πολλὴν καρπώσησθε τὴν ἡδονὴν ἤδη τῇ ἐλπίδι πτερούμενοι καὶ φρόνημα ἀναλάβητε ἄξιον τῶν γινομένων καὶ καθὼς παρῄνεσεν ὁ μακάριος Παῦλος, τὰ ἄνω φρονήσητε καὶ μεταστήσητε ὑμῶν τὸν λογισμὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ ὁρώμενα.
 [00666]  [4.23] ∆ιό, παρακαλῶ, ἤδη ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων πολὺν τὸν ἀγῶνα, πολλὴν τὴν φαιδρότητα ἐπιδείξασθε, διὰ πάντων τοῦ ἐνδύματος τούτου τὸ κάλλος λαμπρότερον καὶ φαιδρότερον κατασκευάζοντες καὶ μήτε λόγος τῆς γλώττης ἁπλῶς καὶ εἰκῇ προπηδάτω, ἀλλὰ πρότερον σκοπῶμεν εἴ τι χρήσιμον ἔχει καὶ εἴ τινα οἰκοδομὴν τοῖς ἀκούουσι παρέχειν δύναται καὶ τότε μετὰ πολλοῦ τοῦ δέους τὰ ῥήματα προφέρωμεν, ὡσανεί τινος ἑστῶτος καὶ ταῦτα γραφῇ παραδιδόντος, μνημονεύοντες τοῦ παρὰ τοῦ Κυρίου εἰρημένου·
 [00777]  Ἀσώτους γὰρ ἐκείνους καλεῖν εἰώθαμεν τῶν νέων οὓς ἐὰν ἴδωμεν τὴν πατρῴαν οὐσίαν ἁπλῶς καὶ εἰκῇ καταδαπανῶντας καὶ εἰς οὐδὲν δέον, καὶ οὔτε καιρὸν εἰδότας ἐξόδου οὔτε δαπάνης μέτρον, ἀλλ' ἐν βραχεῖ χρόνῳ πάντα τὸν πατρικὸν πλοῦτον καταναλίσκοντας καὶ εἰς ἐσχάτην πενίαν καταφερομένους.
 [00893]  καθάπερ γὰρ γηπόνος ἐπειδὰν ἴδῃ μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς μόχθους μηδὲν ἄξιον τῶν πόνων τὴν γῆν παρέχουσαν ἀλλὰ πέτραν ἄγονον μιμουμένην, ὀκνηρότερος λοιπὸν καθίσταται πρὸς τὴν ταύτης ἐργασίαν, ὁρῶν εἰκῇ καὶ μάτην ἑαυτὸν πονούμενον.
 [01262]  ἢ γὰρ ἀκαίρως τι ἐφθεγξάμεθα, ἢ ματαίαν ἀκοὴν παρεδεξάμεθα, ἢ λογισμὸν ἀπρεπῆ κατὰ τὴν διάνοιαν ἐκινήσαμεν, ἢ προπετῶς εἴδομεν, ἢ μάτην καὶ εἰκῇ τὸν καιρὸν ἀναλώσαμεν καὶ εἰς οὐδὲν δέον.
 [01287]  [8.25] Καὶ μάλιστα ὑμεῖς οἱ νεωστὶ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν ὑποδεξάμενοι, καθ' ἑκάστην ἡμέραν, παρακαλῶ, ὑμῶν περισκοπεῖτε τοῦ ἐνδύματος τὴν φαιδρότητα ὥστε μηδαμοῦ σπίλον ἢ ῥυτίδα δέξασθαι, μὴ διὰ λόγων ἀκαίρων, μὴ δι' ἀκοῆς ματαίας, μὴ διὰ λογισμῶν πονηρῶν, μὴ δι' ὀφθαλμῶν ἁπλῶς καὶ εἰκῇ τοῖς προστυγχάνουσιν ἐπιπηδώντων.
000-00-00 Serial Number=0953236878
Catechesis de juramento Ante [Go Back]  
 [00049]  καὶ ἔλεγον, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἡ τοῦ καιροῦ παρατήρησις γέγονεν.
000-00-00 Serial Number=0855907679
Commentarius in Job Ante [Go Back]  
 [00727]  πάντα λοιπὸν εἰκῇ πάντων ἀνηρπασμένων.
 [00812]  εἰκῇ καὶ μάτην αὐτῷ ἅπαντα γεγένηται, καὶ μὴν οὐ διὰ κενῆς, ἀλλ' [35] ἐπὶ χρησίμῳ.
 [00817]  «μὴ γὰρ τοῦτο ζήτει, ὅτι ἐγὼ πάλιν αὐτῷ ἀποδίδωμι, ἀλλ' ὅτι σὺ μάτην καὶ εἰκῇ τὸν ἄνθρωπον ἐσυκοφάντησας.».
 [01741]  «οὐ γάρ», φησίν, «ἀπὸ πονηρίας οὐδὲ εἰκῇ οὐδὲ ἁπλῶς ταῦτα φθέγγομαι, ἀλλ' ὑπὸ τῆς ὀδύνης κεντούμενος.
 [01742]  τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος ὡς εἰκῇ βούλεσθαι θρηνεῖν;» διὰ τὸ λέγειν αὐτόν·
 [01754]  [77] «ὥσπερ», φησίν, «οὐκ ἂν ἕλοιτο βοῆσαι εἰκῇ ὄνος οὐδὲ βοῦς ἐπὶ φάτνης, καὶ ὥσπερ οὐκ ἄν τις ἕλοιτο φαγεῖν ἄρτον ἄνευ ἁλὸς οὐδὲ προσέχειν ῥήμασι κενοῖς» ἐκεῖνα τὰ μάλιστα ἀδύνατα τέθεικεν , «οὕτως οὐδ' ἂν αὐτὸς ἑλοίμην», φησίν, «τοιαῦτα θρηνεῖν οὐκ οὔσης ἀνάγκης τῆς κεντούσης.
 [02054]  «εἰκῇ καὶ περιττῶς αἱ θυσίαι αἱ τοσαῦται»;
 [02385]  «οὐδὲν διαφέρει», φησίν, «τὰ ῥήματα ἡμῶν τῆς ἀσήμου φωνῆς ἐκείνης τῆς εἰκῇ καὶ ἁπλῶς βοώσης·
 [02834]  εἶτα καὶ αὐτὸς ἁπλῶς καὶ εἰκῇ κατηγορεῖ τῶν ἀσεβησάντων ἢ πρὸς τὴν παροῦσαν ὑπόθεσιν.
 [03329]  οὐδὲν ἁπλῶς οὐδὲ εἰκῇ παρέρχεται.
 [04072]  ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται οὐδὲ ὡς ἔτυχεν οὐδὲ εἰκῇ, ἀλλὰ πρός τινα σκοπὸν ὁ θεὸς ὁρῶν σύμμετρον οὕτως ἐποίησε καθάπερ ἀριστοτέχνης ἄριστος.
 [04288]  τίνος δὲ ἕνεκεν οὐκ ἐμνήσθη βοὸς οὐδὲ προβάτων οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενός, ἀλλὰ τῶν ἀχρήστων καὶ εἰκῇ δοκούντων εἶναι;
000-00-00 Serial Number=0540412366
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00020]  οὐχ οὕτως ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, ὡς εἰκῇ βούλεσθαι προσκρούειν ἅπασιν·
 [00157]  Πλὴν ἀλλὰ μηδὲν ὑπὲρ τούτων αὐτῶν ἀκριβολογώμεθα, ἀλλὰ κείσθω μηδὲ κατὰ λόγον σκανδαλίζεσθαι τοὺς σκανδαλιζομένους, μήτε δικαίως, ἀλλ' εἰκῇ καὶ μάτην·
 [00256]  ὅταν δὲ μυρίας εὕρῃς ὁδοὺς καὶ κατηγορίας ἀπηλλαγμένας, καὶ σκανδάλων ἐλευθέρας, καὶ μείζονα ἐχούσας τὴν εὐπορίαν, τίνος ἕνεκεν σαυτῷ πράγματα πλέκεις εἰκῇ καὶ μάτην, καὶ τὸ κέρδος ὑπορύττεις, καὶ ἐπισφαλῶς οἰκοδομεῖς καὶ ἐπονειδίστως, παρὸν μετὰ ἀσφαλείας καὶ δόξης πολλῆς;
000-00-00 Serial Number=0246847034
De fato et providentia Ante [Go Back]  
 [00265]  Ὅταν οὖν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῇ τὰ παρόντα νόμιζε, ἐπειδὴ ὁ δεῖνα πλουτεῖ παρ' ἀξίαν.
 [00441]  Πάντα εἰκῇ καὶ μάτην.
 [00502]  εἰ γένεσίς ἐστι, πάντα μάτην, πάντα εἰκῇ καὶ ποιοῦμεν, καὶ πάσχομεν·
 [00547]  Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι μάτην καὶ εἰκῇ καὶ εἰς οὐδὲν δέον τὰ παρόντα ἀνήλισκον·
 [00550]  Ὅπερ οὖν ἔλεγον, ὅτι μάλιστα μὲν, εἰ καὶ εἰκῇ καὶ μάτην παραγεγόναμεν, οὐδὲ οὕτως ἀνεύθυνος ἡμῖν ἦν ἡ τοιαύτη πρᾶξις·
000-00-00 Serial Number=0035196841
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00087]  Οἱ γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς μυρία ἀναισχυντοῦντες καὶ ἰταμευόμενοι, τί οὐκ ἂν ἐποίησαν ὑπὲρ τοσούτων χρημάτων εἰκῇ κενουμένων;
000-00-00 Serial Number=0384685993
De incomprehensibili dei natura Ante [Go Back]  
 [00998]  Εἰ γὰρ μήτε σῶμά ἐστιν ὁ Θεός ὥσπερ οὖν οὐδέ ἐστι μήτε τὴν γνησιότητα καὶ τὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα δηλοῖ, ἁπλῶς καὶ εἰκῇ τὸ ῥῆμα προσέρριπται, χρείαν ἡμῖν οὐδεμίαν πληροῦν.
 [01000]  οὐδὲν γὰρ εἰκῇ τὸ Πνεῦμα φθέγγεται, ἀλλὰ τὴν ἐγγύτητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα δηλοῖ.
 [01040]  «Ὀρθοὶ στῶμεν καλῶς», οὐχ ἁπλῶς οὐδὲ εἰκῇ νενομοθέτηται, ἀλλ' ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν ἡμῖν γινομένην πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν.
 [01207]  Οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἐνταῦθα τοῦτο ἐποίησεν, ἀλλ' ἐπειδὴ πρὸς Ἕλληνας ἦν ὁ λόγος αὐτῷ πολυθεΐαν νοσοῦντας.
000-00-00 Serial Number=0880102813
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00547]  Τοσαῦτα ἐπάθετε εἰκῇ, φησίν, εἴ γε καὶ εἰκῇ.
 [00747]  Ἐπειδὴ δὲ εἰκὸς ἦν τοὺς ἄλλους εἰς αὐτὸν ὁρῶντας, ἁπλῶς καὶ εἰκῇ κεχρῆσθαι τῷ παραδείγματι·
 [00837]  εἰ δὲ λέγω καὶ διαβεβαιοῦμαι ὅτι ἄνθρωπος μὲν ἦν, καὶ ἡμῶν οὐδὲν ἀμείνων κατὰ τὴν φύσιν, βελτίων δὲ γέγονε κατὰ τὴν προαίρεσιν, εἰκῇ μοι ταῦτα προφέρεις, μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ ὑπὲρ Παύλου.
 [00946]  Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ·
 [00951]  ἀλλ' οὐκ εἰκῇ.
000-00-00 Serial Number=0699699521
De sacerdotio Ante [Go Back]  
 [00043]  μὴ προσκρούσῃς Θεῷ μάτην καὶ εἰκῇ, τοσούτοις ἡμᾶς περιβάλλων κακοῖς ἠδικηκότας οὐδέν.
 [00088]  οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ ταύτην οἶμαί σε φυγεῖν τὴν φυγὴν καὶ πρὸς ἄνδρας οὕτω μεγάλους τοσαύτην ἀναδέξασθαι τὴν ἔχθραν, ἀλλὰ μετά τινος λογισμοῦ καὶ σκέψεως ἐπὶ τοῦτο ἐλθεῖν, ὅθεν καὶ λόγον ἕτοιμον εἶναί σοι πρὸς ἀπολογίαν στοχάζομαι.
 [00518]  εἰ δὲ πολλὴν μὲν σύνεσιν, πολλὴν δὲ πρὸ τῆς συνέσεως τὴν παρὰ τοῦ Θεοῦ χάριν καὶ τρόπων ὀρθότητα καὶ καθαρότητα βίου καὶ μείζονα ἢ κατὰ ἄνθρωπον ἔχειν δεῖ τὴν ἀρετὴν τὸν ταύτην ἀναδεχόμενον τὴν φροντίδα, μή με ἀποστερήσῃς συγγνώμης μάτην ἀπολέσθαι μὴ βουλόμενον καὶ εἰκῇ.
 [00595]  ὕβριν δὲ καὶ ἐπήρειαν καὶ λόγον φορτικὸν καὶ τὰ παρὰ τῶν ἐλαττόνων σκώμματα τά τε ἁπλῶς καὶ τὰ ἐν δίκῃ λεγόμενα, καὶ μέμψεις τὰς εἰκῇ καὶ μάτην παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν ἀρχομένων γινομένας, οὐ τῶν πολλῶν ἐνεγκεῖν, ἀλλ' ἑνός που καὶ δευτέρου·
 [00606]  Καὶ γὰρ πρὸς ἀπόνοιαν αἴρει ῥᾳδίως καὶ ἔχθρας ἀκαίρους καὶ μῖσος ἄλογον καὶ προσκρούματα ἁπλῶς καὶ εἰκῇ προσκρούειν παρασκευάζει συνεχῶς καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ λέγειν καὶ πράττειν βιάζεται, πολλῷ τῷ ῥοίζῳ τοῦ πάθους τῆς ψυχῆς ὑποσυρομένης καὶ οὐκ ἐχούσης ὅποι τὴν αὐτῆς ἐρείσασα δύναμιν ἀντιστήσεται πρὸς τοσαύτην ὁρμήν.
 [00758]  Καὶ οὐ δεῖ οὔτε προόδους περιττὰς ποιεῖσθαι καὶ πολλάς, οὔτε ῥήματα αὐτῇ φθέγγεσθαι εἰκῇ καὶ μάτην ἐφεῖται, λοιδορίας δὲ καὶ κολακείας οὐδὲ τοὔνομα εἰδέναι χρή.
 [00811]  εἰ δὲ οὐδὲ τοῦτο εὔπορον, ἀλλὰ τέρπονταί τινες εἰκῇ καὶ ἁπλῶς αἰτιώμενοι, γενναίως πρὸς τὴν τῶν μέμψεων τούτων ἀθυμίαν ἵστασθαι.
 [00815]  οὐ γὰρ ἔστιν, οὐκ ἔστι συκοφαντούμενον εἰκῇ καὶ καταδικαζόμενον μὴ ταράττεσθαι καὶ πάσχειν τι πρὸς τὴν τοσαύτην ἀλογίαν.
 [01026]  Οἱ μὲν γὰρ ὑπὸ πολυπραγμοσύνης ἁπλῶς καὶ εἰκῇ περιεργάζεσθαι θέλουσιν ἃ μήτε μαθόντας ἔστι κερδᾶναι, μήτε μαθεῖν δυνατόν·
 [01198]  Ὥσπερ γὰρ οἱ γανύμενοι τῷ πλουτεῖν, ἡνίκα ἂν καταπέσωσιν εἰς πενίαν, ἄχθονται καὶ οἱ τρυφᾶν εἰωθότες οὐκ ἂν ἀνάσχοιντο ζῆν εὐτελῶς, οὕτω καὶ οἱ τῶν ἐγκωμίων ἐρῶντες, οὐχ ὅταν ψέγωνται μόνον εἰκῇ, ἀλλὰ καὶ ὅταν μὴ ἐπαινῶνται συνεχῶς, καθάπερ λιμῷ τινι διαφθείρονται τὴν ψυχὴν καὶ μάλιστα ὅταν αὐτοῖς ἐντραφέντες τύχωσιν ἢ καὶ ἑτέρους ἐπαινουμένους ἀκούωσι.
 [01217]  πολλοὶ γὰρ αὐτῷ συνεχῶς ἐπιφύονται μάτην καὶ εἰκῇ καὶ οὐδὲν ἔχοντες ἐγκαλεῖν πλὴν τοῦ παρὰ πᾶσιν εὐδοκιμεῖν ἀπεχθάνονται.
 [01219]  τὸ γὰρ ἐπάρατον τοῦτο μῖσος ὅπερ εἰκῇ συλλέγουσιν οὐ στέγοντες κρύπτειν, καὶ λοιδοροῦνται καὶ μέμφονται καὶ διαβάλλουσι λάθρᾳ καὶ πονηρεύονται φανερῶς.
 [01282]  Ὅταν οὖν καὶ διὰ πενίας καὶ διὰ πλούτου καὶ διὰ καλλωπισμοῦ καὶ διὰ σχήματος εἰκῇ κειμένου καὶ διὰ τρόπων τῶν τε ἐπιτηδευτῶν καὶ τῶν ἀπλάστων καὶ ἁπάντων ἁπλῶς ὧν ἀπηριθμησάμην ὁ πόλεμος ἀναρριπίζηται τῇ τοῦ θεωμένου ψυχῇ, καὶ τὰ μηχανήματα αὐτὸν περιστοιχίζῃ πανταχόθεν, πόθεν ἀναπνεῦσαι δυνήσεται, τοσούτων κύκλῳ περικειμένων παγίδων;
000-00-00 Serial Number=0510867894
De sancta pentecoste Ante [Go Back]  
 [00186]  Εἰ μὲν γὰρ μὴ ἀφίησιν ἁμαρτήματα, εἰκῇ παραλαμβάνεται εἰς τὸ βάπτισμα·
 [00187]  εἰ δὲ ἀφίησιν ἁμαρτήματα, εἰκῇ βλασφημεῖται ὑπὸ τῶν αἱρετικῶν.
 [00487]  Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ οὐδὲ τοῦτο γεγένηται.
000-00-00 Serial Number=0704987288
De virginitate Ante [Go Back]  
 [00024]  ∆ιὰ τοῦτο καὶ ὁ κύριος ἡμῶν, ἂν μέν τις εἰκῇ καὶ μάτην πρὸς τὸν ἀδελφὸν ὀργισθῇ τὸν αὑτοῦ καὶ μῶρον ἀποκαλέσῃ, τὴν γέενναν ἠπείλησεν.
 [00047]  Μέχρι τίνος οὖν οὐ στήσεσθε τρέχοντες εἰς κενὸν καὶ κοπιῶντες μάτην καὶ εἰκῇ πυκτεύοντες καὶ τὸν ἀέρα δέροντες;
 [00048]  Καὶ εἴθε μόνον εἰκῇ.
 [00117]  ∆ιὰ γὰρ τοῦτο δακρύων ἄξιαι καὶ θρήνων πολλῶν, ὅτι οὐκ εἰκῇ μόνον ἀλλὰ καὶ ἐπ' ὀλέθρῳ καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τοσαύτην ἀνεδέξαντο ταλαιπωρίαν.
 [00273]  Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ παρῆκε πράγματος τοσούτου παραίνεσιν, ἀλλ' ἀνέμενε πρώτους αὐτοὺς εἰς ἐπιθυμίαν ἐλθεῖν καὶ ἔννοιάν τινα περὶ τοῦ πράγματος τούτου λαβεῖν, ἵν' ᾠκειωμένας αὐτῶν ἤδη τῇ παρθενίᾳ λαβὼν τὰς ψυχὰς χρησίμως τοὺς περὶ τούτων κατασπείρῃ λόγους, τῆς τῶν ἀκουόντων περὶ τὸ πρᾶγμα σχέσεως πολλὴν εὐκολίαν πρὸς τὴν τῆς παραινέσεως ὑποδοχὴν παρεχούσης·
 [00330]  Τί οὖν δέδοικας εἰκῇ καὶ τρέμεις μὴ παυσαμένου τοῦ γάμου καὶ τὸ τῶν ἀνθρώπων παύσεται γένος;
 [01702]  Ὅταν οὖν καὶ ἐνταῦθα κἀκεῖ μέριμνα ᾖ, καὶ ἐνταῦθα μὲν εἰκῇ καὶ μάτην, μᾶλλον δὲ καὶ ἐπὶ λύπῃ «Θλῖψιν γὰρ τῇ σαρκί», φησίν, «ἕξουσιν οἱ τοιοῦτοι» , ἐκεῖ δὲ ἐπὶ τοῖς ἀπορρήτοις ἀγαθοῖς, τί μὴ ταύτην αἱρούμεθα μᾶλλον τὴν φροντίδα, οὐ τῷ τοιαύτας καὶ τοσαύτας ἔχειν τὰς ἀντιδόσεις ἀλλὰ καὶ τῇ φύσει κουφοτέραν οὖσαν ἐκείνης;
000-00-00 Serial Number=0927255571
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01577]  Ὥστε, κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείας, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῇ καὶ μάτην ἐποικοδομηθήσεται.
 [01785]  Οὐ γὰρ τὸν ἔχοντα σηπεδόνα θρηνεῖν ἁπλῶς δεῖ, ἀλλὰ τὸν ἔχοντα καὶ εἰκῇ κείμενον, καὶ μὴ τυγχάνοντα ἰατρικῶν χειρῶν·
000-00-00 Serial Number=0784071326
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00371]  [8.6] ∆ιὸ τὰ ἄπειρα ταῦτα παραδραμὼν πελάγη, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος δεῖξαι πειράσομαι, ὀλίγα ἅττα περὶ τῆς στολῆς σου διαλεχθείς, περὶ τῶν ἁπλῶς καὶ εἰκῇ σοι περικειμένων ἱματίων.
 [00584]  ∆ιὸ καὶ σφόδρα ἀλγῶ καὶ ὀδυνῶμαι ὅτι ὀφείλουσα πάντα κινεῖν καὶ πραγματεύεσθαι ὥστε ἀπελαύνειν σου τῆς ψυχῆς τὴν ἀθυμίαν, περιέρχῃ συνάγουσα λογισμοὺς ὀδυνηροὺς καὶ τὰ μὴ ὄντα τοῦτο γὰρ ἔφης ἀναπλάττουσα καὶ καταξαίνουσα σαυτὴν εἰκῇ καὶ μάτην καὶ ἐπὶ βλάβῃ μεγίστῃ.
000-00-00 Serial Number=0830262244
In Acta apostolorum Ante [Go Back]  
 [09033]  ∆ιὰ τούτου ἐκεῖνοι μάλιστα παιδεύονται οἱ κολακεύοντες εἰκῇ.
 [09999]  τίς δὲ οὐ δικαίως ἐρεῖ, ἄχθος οὗτος ἀρούρας, εἰκῇ παρῆλθεν εἰς τὸν κόσμον ὁ τοιοῦτος·
 [09999]  Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα παιδεύσωμεν μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ.
 [09999]  οὐ γὰρ εἰκῇ γέγραπται.
 [09999]  Καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῇ τρέχειν.
 [09999]  μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς, ἐπὶ λύμῃ ἰδίᾳ, ἐπὶ βλάβῃ ἑτέρων;
 [09999]  Ἂν δὲ ἡμῶν μὴ παρεχόντων ἐκεῖνοι θέλωσιν ἁπλῶς καὶ εἰκῇ κατηγορεῖν, γελῶμεν, μὴ δακρύωμεν.
000-00-00 Serial Number=0279274940
In Ecclesiasten Ante [Go Back]  
 [00083]  Ὃ καὶ σφόδρα θαρροῦντος ἦν τοῖς ἐλέγχοις καὶ πολλὴν ἐμφαῖνον τὴν βαρύτητα καὶ κατα γινώσκοντος ὡς μαινομένων καὶ εἰκῇ πάντα ποιούντων.
 [00238]  ἐπειδὴ πολλοὶ τοῦ θεοῦ κατηγοροῦ σιν καὶ διαγελῶσιν εἰκῇ, τότε αὐτοὺς παιδεύσει, τότε αὐτοὺς διδάξει.
000-00-00 Serial Number=0856980503
In Psalmos 101-107 Ante [Go Back]  
 [01302]  Οὐκ εἰκῇ τούτων μέμνηται, δεῖξαι δὲ θέλων, ὡς ἐπὶ τοσούτοις οὐκ ἀπέβα λεν αὐτοὺς ὁ Θεὸς, μέχρι κατὰ Χριστοῦ τὸ πάντων ἀσε βέστατον ἔργον ἐτόλμησαν, τὴν δοθεῖσαν αὐτοῖς παραι τησάμενοι χάριν.
000-00-00 Serial Number=0287132859
In Psalmum 118 Ante [Go Back]  
 [00142]  Ἀλλ' ἔστι χαλεπὸν, ὅτι καὶ νῦν τινες τοῦτον ζηλοῦντες, ἀπαιωροῦσι πολυμήκεις βοστρύχους καὶ πλοκαμῖδας, τὰ τῆς γυναικωνίτιδος ἔργα τῇ ψοιᾷ καθαπλοῦντες τῇ βλακείᾳ, εἰκῇ φυσιούμενοι ἐν τῷ ἰδίῳ νοΐ·
000-00-00 Serial Number=0694368660
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00286]  Ταῦτα τοίνυν εἰδότες, μήτε καταφρονῶμεν τῶν εὐχῶν τῶν ἁγίων, μήτε τὸ πᾶν αὐταῖς ἐπιῤῥίπτωμεν, τοῦτο μὲν, ἵνα μὴ ῥᾳθυμῶμεν καὶ εἰκῇ ζῶμεν, ἐκεῖνο δὲ, ἵνα μὴ πολλοῦ κέρδους ἐκπέσωμεν·
000-00-00 Serial Number=0817082644
In epistulam ad Colossenses Ante [Go Back]  
 [00375]  ἐνταῦθα δὲ, ἔνθα τοσοῦτον κέρδος, διὰ τί οὐ λογίζῃ τοῦτο, καὶ παύσῃ ποτὲ τοῦ εἰκῇ δαπανᾶσθαι καὶ μάτην ἀναλίσκειν;
000-00-00 Serial Number=0103176534
In epistulam ad Ephesios Ante [Go Back]  
 [04651]  Καὶ ἀνάγκη τὸν εὐτραπελευόμενον ἔχθρας ἀναδέχεσθαι περιττὰς τῶν εἰκῇ σκωπτομένων, ἄν τε παρῶσιν, ἄν τε ἀπόντες ἀκούσωσιν.
000-00-00 Serial Number=0219687343
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01419]  ὅσα γὰρ ἂν εἴπω λοιπὸν, εἰκῇ ἐρῶ περὶ ἀναστάσεως φιλοσοφῶν.
000-00-00 Serial Number=0133277476
In illud Vidi dominum Ante [Go Back]  
 [00010]  Τοῦτον οὖν αὐξανόμενον ἐν ὑμῖν κατανοῶν, χαίρω διὰ παντὸς ὡς μὴ εἰκῇ τὰ σπέρματα καταβαλλόμενος, ὡς μὴ μάτην τοὺς πόνους ὑπομείνας, ὡς εἰς εὔφορον καὶ λιπαρὰν ἐπισπείρων γῆν καὶ πρὸς καρποφορίαν ἐπιτηδείαν.
 [00041]  Οὐδὲ γὰρ ἔμπορος μακρὰς μὲν ἐμπορίας στελλόμενος, πολλὴν δὲ τὴν τῶν πνευμάτων ἐμβολὴν καὶ τὴν τῶν κυμάτων ἐπανάστασιν ὑπομένων, καταδέξοιτο ἂν εἰκῇ καὶ μάτην τοὺς τοιούτους ὑπομένειν κόπους·
 [00128]  οὐδὲ τὴν φωνὴν τῆς αἰνέσεως, ἀλλὰ τὴν φωνὴν τῆς ἀταξίας, τὰς πρὸς ἀλλήλους φιλονεικίας, τὰς εἰκῇ καὶ μάτην ἐπαιρομένας χεῖρας ἐν τῷ ἀέρι, τοὺς ἱππαζομένους πόδας, τὰ ἄκοσμα καὶ διακεκλασμένα ἤθη, ἅπερ τῶν ἐν τοῖς θεάτροις καὶ ταῖς ἱπποδρομίαις σχολαζόντων ἐστὶ παίγνια.
 [00139]  ἐκ τῶν μυρίων ἐκείνων φιλονεικιῶν καὶ τῶν εἰκῇ καὶ μάτην καταβαλλομένων ὅρκων ἐπὶ κακῷ τῶν λεγόντων;
 [00329]  οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο ποιεῖ.
 [00343]  Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, οὐδὲ εἰκῇ ἐξέτεινα τὸν λόγον, ἀλλ' ἐπειδή τινές εἰσιν ἄνθρωποι βάναυσοι, οἵ, ἐπειδὰν τὰς θείας μετὰ χεῖρας λάβωσι βίβλους, εἶτα ἀριθμὸν χρόνων ἢ κατάλογον εὕρωσι κείμενον ὀνομάτων, εὐθέως παρατρέχουσιν καὶ πρὸς τοὺς ἐγκαλοῦντας λέγουσιν·
 [01391]  ὡς ἐὰν μὴ τοῦτο κατορθώσωμεν διὰ τῶν ἡμερῶν τούτων, εἰκῇ καὶ μάτην κατακόψαντες ἑαυτούς, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπὸ τοῦ σκάμματος τῆς νηστείας ἀναχωρήσομεν.
000-00-00 Serial Number=0040639400
In synaxim incorporalium Ante [Go Back]  
 [00002]  [1] Οὐκ εἰκῇ τοῖς ἀγγέλοις πανηγυρίζομεν, γέρας αὐτοῖς καὶ μισθὸν τῶν εἰς ἡμᾶς εὐεργεσιῶν καταβαλλόμενοι·
000-00-00 Serial Number=0061656654
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00051]  οὐδὲ τὸ ζῆν ἁπλῶς καὶ εἰκῇ, ἵνα φοβερός σοι γένηται ὁ θάνατος·
000-00-00 Serial Number=0706795812
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00168]  Καὶ ἤδη μὲν γὰρ σαφῶς ἀποδέδεικται, ἡνίκα τοῖς ἀνδράσι διελεγόμεθα, ὅτι οὐχ οἱ κακῶς λέγοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας παρέχοντες εἰκῇ, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυνοι τιμωρίας·
000-00-00 Serial Number=0834305584
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00063]  Οὐ μάτην, οὐδὲ εἰκῇ μεταξὺ ταῦτα λέγων ἐσίγησα, ἀλλὰ καὶ συνεχύθη μοι τῆς διανοίας ὁ λογισμὸς καὶ πικρὸν προῆλθε δακρῦσαι καὶ οἰμῶξαι μέγα.
 [00073]  καὶ οὐδεὶς ἡμῖν συγχωρήσει τὸν ∆εσπότην ὑμνῆσαι τὸν ἡμέτερον, ἀλλ' εἰκῇ τὰς ὑμετέρας ἐκαλέσαμεν εὐχάς;
 [00074]  εἰκῇ πρὸς τὰς ὑμετέρας κατεφύγομεν πρεσβείας;
 [00075]  Οὐκ εἰκῇ, μὴ γένοιτο.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»