Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γνῶσιν [221]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γνῶσιν


000-00-00 Serial Number=0410912216
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00066]  οὐ παρ' ἑτέρου δανειζόμενος γνῶσιν ἢ σύνεσιν, πραγματεύεται καὶ θαυματουργεῖ·
 [00127]  «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», ὅρασιν τὴν γνῶσιν λέγων·
 [00138]  [3.9] Εἰπὲ καὶ δεῖξον τίς ὁ τοσαύτην ἡμῖν γνῶσιν κομίσας.
 [00140]  Εἶτα ἵνα μή τις νομίσῃ ὅτι ταῦτα μόνον ἐπίσταται, ἅπερ ἀπεκάλυψεν ἡμῖν ὁ Θεὸς δι' αὐτοῦ, οὐχὶ δὲ καὶ πᾶσαν ἔχει τὴν γνῶσιν, ἐπήγαγε·
 [00145]  Ὥσπερ ἄνθρωπος αὐτὸς οἶδε τὰ ἑαυτοῦ καὶ ἃ βουλεύεται καὶ ἐν διανοίᾳ ἔχει, μετὰ ἀκριβείας ἐπίσταται πάντα, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον μετὰ ἀκριβείας οἶδε τοῦ Θεοῦ τὴν ἀπόρρητον γνῶσιν ἅπασαν.
 [00153]  Οὐδὲ ταῦτα ἅπερ ἔχεις, οἴκοθεν μαθὼν ἔχεις ἅπαντα, οὐδὲ ἤρκεσέ σοι ἡ φύσις πρὸς τὴν τῶν ἁπάντων εἴδησιν, ἀλλ' ἄνωθεν τῶν πλειόνων ἔλαβες τὴν γνῶσιν·
000-00-00 Serial Number=0062349439
Ad populum Antiochenum Ante [Go Back]  
 [02824]  Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
 [03542]  Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδίδακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων·
 [03560]  Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν δεῖξαι πειράσομαι πῶς αὐτοδίδακτος ἦν ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀρετῆς γνῶσιν.
 [03761]  Τῆς ἡμέρας δὲ λοιπὸν πρὸς τὸ τέλος ἐπειγομένης, καὶ βαθυτάτης γενομένης ἑσπέρας, καὶ τοῦ τέλους τῆς ψήφου προσδοκωμένου ἐν μείζονι πάντες ἦσαν ἀγωνίᾳ, καὶ τὸν Θεὸν ἠξίουν μέλλησίν τινα καὶ ἀναβολὴν γενέσθαι, καὶ τῇ ψυχῇ τῶν δικαζόντων ἐμβαλεῖν εἰς τὴν τοῦ βασιλέως γνώμην ἀνενεγκεῖν τῶν [49.139] ἐξητασμένων τὴν γνῶσιν·
 [03812]  Τῆς γὰρ ἀρετῆς τὴν μὲν γνῶσιν ἐνέθηκεν ἡμῶν τῇ φύσει, τὴν δὲ πρᾶξιν καὶ τὴν διόρθωσιν ἐπέτρεψεν ἡμῶν τῇ προαιρέσει.
 [03816]  ἔχομεν γὰρ ἐν τῇ φύσει τὴν γνῶσιν αὐτοὶ, καὶ οὐ χρεία πόνων οὐδὲ καμάτων, ὥστε περιελθεῖν καὶ ζητῆσαι εἰ καλὸν ἡ σωφροσύνη καὶ χρήσιμον, ἀλλὰ κοινῇ γνώμῃ πάντες ὁμολογοῦμεν τοῦτο, καὶ οὐδεὶς ἀμφιβάλλει περὶ τῆς ἀρετῆς.
000-00-00 Serial Number=0557683766
Adversus Judaeos Ante [Go Back]  
 [00267]  Ἐάν τις ἴδῃ σὲ, φησὶ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
 [00268]  Καὶ ἐγὼ λέγω, Ἐάν τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν εἰς συναγωγὴν ἀπερχόμενον, καὶ σάλπιγγας θεωροῦντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ θαυμάζειν τὰ Ἰουδαϊκὰ πράγματα;
 [02312]  Πάλαι μου, φησὶ, τὴν παρουσίαν προανεφώνησαν οἱ προφῆται, καὶ ἐν ἀρχῇ τῶν βιβλίων τὴν γνῶσιν τῆς ἐμῆς θεότητος τοῖς ἀνθρώποις παρήνοιξαν.
000-00-00 Serial Number=0160242796
Catecheses ad illuminandos Ante [Go Back]  
 [00958]  «Ἐάν τις ἴδῃ σέ, φησί, τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλίῳ κατακείμενον.».
 [00960]  «Ἐάν τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν εὐσεβείας ἐν ταῖς ἀνονήτοις ἐκείναις καὶ ἐπιβλαβέσι συνουσίαις διημερεύοντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ σπουδαιότερον τὰ τοιαῦτα μεταδιώκειν;» Ὅπερ γὰρ ὁ μακάριος ἐκεῖνος ἔλεγεν, ἀναστέλλων τοὺς ἀπαραφυλάκτως μετὰ τὴν τῆς εὐσεβείας γνῶσιν τοῖς εἰδωλίοις παραβάλλοντας καὶ σκανδάλου τοῖς λοιποῖς αἰτίους γινομένους, τοῦτο καὶ ἡμεῖς νῦν εὐκαίρως ἐροῦμεν πρὸς τοὺς εἰς τὰ παράνομα ἐκεῖνα συνέδρια τρέχοντας καὶ τὰς ἔξω διατριβὰς προτιμῶντας τῆς ἐνταῦθα συνελεύσεως.
000-00-00 Serial Number=0774379671
Commentarius in Job Ante [Go Back]  
 [00437]  εἶδες καὶ τοῦ διαβόλου τὴν γνῶσιν ἠκριβωμένην, ὅτι παρὰ θεοῦ πᾶσα ἡ ἀσφάλεια;
000-00-00 Serial Number=0604027152
Contra theatra Ante [Go Back]  
 [00132]  ἠγνόησε γὰρ οὐδὲν οὐδέπω ὁ Θεὸς, αὐτὸς τῇ ἑαυτοῦ θεωρίᾳ πάντοτε πρὸς τὴν πάντων γνῶσιν ἀρκούμενος·
000-00-00 Serial Number=0286410391
De Davide et Saule Ante [Go Back]  
 [00013]  οὐ πρότερον ἐπὶ τὰς συλλαβὰς τοὺς παῖδας ἄγουσιν, ἕως ἂν τῶν στοιχείων τὴν γνῶσιν ἐν αὐτοῖς κατορθωθεῖσαν ἴδωσι.
000-00-00 Serial Number=0162783623
De incomprehensibili dei natura Ante [Go Back]  
 [00044]  τὸ δὲ γνῶσιν παύσασθαι, τοῦτό ἐστι τὸ ζητούμενον.
 [00077]  ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου», νηπίου μὲν ἕξει τὴν παροῦσαν γνῶσιν, ἀνδρὸς δὲ τελείου τὴν γνῶσιν τὴν μέλλουσαν παραβάλλων.
 [00093]  Ἰδοὺ καὶ δεύτερον ὑπόδειγμα τῆς παρούσης ἀσθενείας καὶ τοῦ ἀτελῆ τὴν γνῶσιν εἶναι·
 [00111]  ἐκεῖνος δὲ ὁ λέγων παντελῆ καὶ ὁλόκληρον καὶ τελείαν ἔχειν τὴν γνῶσιν, εἶτα ὁμολογῶν αὐτὴν καταργεῖσθαι ἐν τῷ μέλλοντι, ἔρημον ἑαυτὸν ἀποφαίνει τῆς γνώσεως, ταύτης μὲν καταργουμένης, ἑτέρας δὲ τελειοτέρας οὐκ ἐπεισαγομένης, εἴπερ αὕτη ἐστὶ κατ' αὐτοὺς ἡ τελεία.
 [00572]  οὔτε παντελῆ ἄγνοιαν, οὔτε παντελῆ γνῶσιν ἐμαρτύρησεν ἑαυτῷ.
 [00585]  ἔχει μὲν γὰρ γνῶσιν, οὐκ ἀκριβῆ δὲ καὶ ἀπηρτισμένην.
 [00940]  Ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει.
 [00963]  Ὅρασιν δὲ ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε.
 [00966]  Καὶ περὶ τῶν Σεραφὶμ δὲ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς καὶ τὴν ὄψιν ἐτείχισαν, καὶ τὰ Χερουβὶμ δὲ ὅτι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίησαν, μὴ ὀφθαλμούς, μηδὲ κόρας εἶναι νόμιζε σωμάτων γὰρ οὗτος ὁ σχηματισμός ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην.
 [00967]  Ὅταν οὖν λέγῃ ὁ προφήτης ὅτι συγκαταβαίνοντα τὸν Θεὸν ἰδεῖν οὐκ ἤνεγκαν, οὐδὲν ἄλλο λέγει ἀλλ' ἢ ὅτι τὴν γνῶσιν αὐτοῦ τετρανωμένην καὶ ἀκριβῆ τῆς καταλήψεως ἐνεγκεῖν οὐ δύνανται, οὐδὲ τολμῶσιν ἀτενὲς ἰδεῖν πρὸς τὴν ἀκραιφνῆ καὶ ἀκέραιον οὐσίαν, ἀλλ' οὐδὲ πρὸς αὐτὴν τὴν συγκατάβασιν.
 [00995]  διὰ τοῦτο καὶ τούτων ἐδεήθη τῶν ῥημάτων ὁ εὐαγγελιστής, ἵνα τὴν ἀκριβῆ τοῦ Υἱοῦ παραστήσῃ γνῶσιν τὴν περὶ τοῦ Πατρός.
 [01102]  Ὅρασιν πάλιν ἐνταῦθα τὴν γνῶσιν λέγει.
 [01211]  «Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.
 [01261]  ∆ιὰ γὰρ τοῦτο καὶ τὴν ταύτης γνῶσιν ἀπέκλεισεν ὁ Θεὸς ἐκ πολλῆς περιουσίας ἐπιστομίζων ἡμᾶς καὶ κατέχων, καὶ μένειν κάτω πείθων καὶ τὰ ὑπὲρ ἡμᾶς μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν.
 [01266]  οὐδέπω γὰρ αὐτῷ γνῶσιν ἀκριβῆ τοῦτο ἐμαρτύρησε τὸ ῥῆμα.
 [01279]  οἶδεν ἀκριβῶς τὸν Υἱὸν ὁ Πατήρ, καὶ πᾶσαν αὐτοῦ ἀκριβῶς τὴν γνῶσιν ἔχει, καὶ οὐδὲν αὐτὸν λανθάνει τῶν κατὰ τὸν Υἱόν, ἀλλ' ἀπηρτισμένη ἐστὶν ἡ εἴδησις;
 [01295]  Ἀλλ' ὅμως καὶ αὐτὸς οὗτος καὶ τότε ἀκούσας ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, μερικὴν ἔχει γνῶσιν καὶ πολὺ τῆς μελλούσης ἀποδέουσαν.
000-00-00 Serial Number=0450595081
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00730]  [5.10] Τί λέγω νηστείαν καὶ γνῶσιν, ὅπου γε ὁμιλίαι τοσαῦται καὶ οὕτω συνεχεῖς πρὸς τὸν Θεὸν ἦσαν αὐτῷ γεγενημέναι, ὅσαι μήτε προφητῶν, μήτε ἀποστόλων ἐγένοντο μηδενί, καὶ μᾶλλον ἐταπεινοῦτο διὰ ταῦτα;
000-00-00 Serial Number=0773867249
De paenitentia sermo 1 Ante [Go Back]  
 [00504]  Ὁ διδάσκων ἄνθρωπον γνῶσιν Κύριος, αὐτὸς διδάξει ἡμᾶς τὸν τρόπον, πῶς δεῖ νικᾷν τὸν κόσμον.
000-00-00 Serial Number=0431431115
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00051]  Συστέλλει γὰρ ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν τὸν νοῦν πλανώμενον, καὶ δωρεῖται γνῶσιν εἰς Θεόν·
 [00054]  ἀκούεις, ἀδελφὲ, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ταῖς θείαις Γραφαῖς ἐν ἀληθινῇ καρδίᾳ.
000-00-00 Serial Number=0014098406
De patientia sermo 1 Ante [Go Back]  
 [00292]  ὑπὲρ τίνος τιμωρηθῶσιν οἱ καλοῦ ἢ κακοῦ γνῶσιν μὴ φθάνοντες;
000-00-00 Serial Number=0287519872
De pseudoprophetis Ante [Go Back]  
 [00087]  Ἐρεύνησον, καὶ εὑρήσεις, καὶ εὑρὼν, πάντα ὅσα ἔχεις πώλησον, καὶ ἀγόρασον τὸν ἀγρὸν ἐκεῖνον, τὴν καλὴν γνῶσιν τῶν ἁγίων Γραφῶν, ἐν αἷς κέκρυπται ὁ Υἱὸς, ἡ ἀληθινὴ Σοφία τοῦ Πατρός·
000-00-00 Serial Number=0340485454
De sancta pentecoste Ante [Go Back]  
 [00466]  [50.466] δέξασθαι ἠδυνήθη τὴν γνῶσιν τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν, πόθεν ἡμεῖς, ὦ μακάριε Παῦλε, τούτων τὴν γνῶσιν σχεῖν δυνάμεθα;
000-00-00 Serial Number=0749398768
De sancta trinitate Ante [Go Back]  
 [00290]  ∆ύο γνώσεις καὶ εἰδήσεις ἐν τῇ Γραφῇ εὕροι τις ἂν, μίαν μὲν τὴν κατὰ πρᾶξιν, ἑτέραν δὲ τὴν κατὰ γνῶσιν.
 [00295]  Ἤδει μὲν αὐτὰς κατὰ γνῶσιν, ἐπὶ τέλει δὲ καὶ κατὰ πρᾶξιν.
 [00297]  ὁ δὲ Υἱὸς ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ οὐ κρῖναι, εἶδεν αὐτὴν κατὰ γνῶσιν·
 [00298]  ἐπειδὴ δὲ οὐδέπω ἔκρινεν, ἀγνοεῖ τὴν ἡμέραν, τὴν κατὰ πρᾶξιν γνῶσιν σημαίνων.
000-00-00 Serial Number=0256728649
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00281]  Ὁ δὲ σημεῖα ποιῶν καὶ γνῶσιν ἔχων ἀπηρτισμένην, ταύτης ἄνευ κἂν μυρίους ἐγείρῃ νεκροὺς, οὐδὲν μέγα ὀνήσει, πάντων ἀπεῤῥηγμένος, καὶ οὐδενὶ τῶν συνδούλων ἀναμιγνύναι ἑαυτὸν ἀνεχόμενος.
 [04265]  Ἀκουέτωσαν οἱ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν περιεργαζόμενοι, καὶ τὴν ἀκατάληπτον ἐκείνην φύσιν καταληπτὴν εἶναι λέγοντες, ἵνα γνῶσιν, ὡς οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν.
 [08327]  Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγον.
 [08482]  λαὸς γὰρ αὐτοῦ πάντες οἱ δεχόμενοι τὴν παρ' αὐτοῦ γνῶσιν.
 [09999]  τὰς δὲ ἀγαθὰς πράξεις ἐπιμελῶς ἐργαζόμενος, καὶ μὴ ἐπιφέρων αὐτὰς, ἢ ἐπιδεικνύμενός τισιν, ἢ μεγαλαυχούμενος ἐν αὐταῖς ὥσπερ ὁ Φαρισαῖος, ἀλλὰ τῷ εἰδότι Θεῷ καταλιμπάνων τὴν γνῶσιν αὐτῶν, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
000-00-00 Serial Number=0220029533
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00017]  ∆ιὰ τοῦτο ἐκ τῶν ἐπιγείων καὶ τῶν ἀνθρωπίνων μερικὴν τὴν ἄνω γνῶσιν σπουδάζομεν λαμβάνειν.
000-00-00 Serial Number=0811755300
Epistula ad abbatem Ante [Go Back]  
 [00179]  Ὁ δὲ Κύριος τῆς δόξης ὁ διδάσκων ἄνθρωπον γνῶσιν ὁδηγήσει ὑμᾶς εἰς τὸ αὑτοῦ θέλημα.
000-00-00 Serial Number=0779192746
Expositiones in Psalmos Ante [Go Back]  
 [01488]  Ἔδει μὲν οὕτως ἀκριβῶς τῶν Γραφῶν καὶ τῶν ἱστοριῶν εἰδέναι τὴν γνῶσιν, ὡς μὴ δεῖσθαι ἡμᾶς μακροτέρου λόγου πρὸς τὴν τούτων διδασκαλίαν·
 [03061]  Καὶ ταπεινοφροσύνην παιδεύων, καὶ διὰ τὴν τῆς σαρκὸς περιβολὴν, καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀναισθησίαν, καὶ διὰ τὸ δεῖν κατὰ μικρὸν ἐνάγειν εἰς γνῶσιν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ τὸ ἀτελὲς τῶν ἀκουόντων·
 [04824]  Καὶ ταπεινοφροσύνην παιδεύων, καὶ διὰ τὴν τῆς σαρκὸς περιβολὴν, καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀναισθησίαν, καὶ διὰ τὸ δεῖν κατὰ μικρὸν ἐνάγειν εἰς γνῶσιν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ τὸ ἀτελὲς τῶν ἀκουόντων·
 [06750]  Εἰ γὰρ τὸν Κορνήλιον διὰ βίον ἄριστον ἐκάλεσεν ἐπὶ τὴν τῶν ἀποῤῥήτων γνῶσιν, καὶ τὸν εὐνοῦχον διὰ τὸ ἀναγινώσκειν σπουδαίως ἐποίησε καὶ γνῶναι·
 [06752]  Ὥσπερ γὰρ ὁ ἀκάθαρτος βίος ἐμποδίζει τὴν τούτων γνῶσιν καθάπερ ὁ Παῦλός φησιν·
 [07502]  Βασιλείαν δὲ ἐνταῦθα λέγει, ἣν ἐλθὼν κατώρθωσεν ἐν ὑστάτοις καιροῖς, τὴν κατ' οἰκείωσιν καὶ γνῶσιν.
000-00-00 Serial Number=0086536169
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00042]  Οὐδὲν οὖν μέγα καὶ πρόῤῥησιν ἔχειν καὶ γνῶσιν καὶ δαίμονας, ὅπου καὶ μύρμηκες ἔχουσι τὰς ἐκ περιόδων προῤῥήσεις, καὶ δεινοὶ τοῦ μέλλοντος ἄνθρωποι στοχασταί·
 [02387]  Τουτέστι, Μὴ περὶ τὴν τῶν ἀστέρων κίνησιν ἀσχολεῖσθε, ψῆφον αὐτοὺς ἐπινοοῦντες, καὶ γνῶσιν τῶν μελλόντων.
 [03343]  Ἐπὶ τὸ λειπόμενον φάρμακον καταφεύγει, τῶν ἁμαρτημάτων τὴν γνῶσιν.
 [04312]  τουτέστιν, ἦ ἐν ἀποκρύφῳ τις τῆς ἑαυτοῦ διανοίας κρύψαι βούλεται, καὶ λανθάνει μου τὴν γνῶσιν;
000-00-00 Serial Number=0223038614
Fragmenta in Job Ante [Go Back]  
 [00239]  οὐ μαθεῖν βουλόμενος τὴν τοῦ πονηροῦ διατριβὴν (πῶς γὰρ, ὁ παρεστῶσαν ἔχων πάντων τὴν γνῶσιν;), ἀλλ' εἴωθεν ὡς τὰ πολλὰ ἐν ἐρωτήσεως σχήματι ἠθοποιεῖν τὰ λεγόμενα, καθάπερ καὶ ἐν Εὐαγγελίοις τοῖς περὶ τὸν Κλεόπαν προσάγει τὰς πεύσεις ὁ Κύριος, Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους;
 [01381]  Ἐπειδὴ μέγα ἐκεῖνοι ἐφρόνουν, ὡς τὴν τοῦ Θεοῦ ἔχοντες γνῶσιν, τούτου χάριν ἀποφαίνεται, ὅτι πᾶσα ἡ κτίσις οἶδε τὸν δημιουργὸν, καὶ οὐκ ἀνθρώποις τοῦτο δῆλον μόνον, ἀλλὰ καὶ ἀλόγοις, καὶ αὐτῇ τῇ ἀναισθήτῳ γῇ.
 [01389]  οὕτω καὶ νοῦν εἰς γνῶσιν Θεοῦ εἰλήφαμεν, δυνάμενον εἰδέναι τὰ περὶ τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως·
000-00-00 Serial Number=0575433135
Fragmenta in Proverbia Ante [Go Back]  
 [00466]  [43] β.] Ἀπέστειλε τοὺς ἑαυτῆς προφήτας καὶ ἀποστόλους μετὰ ὑψηλοῦ κηρύγματος, τουτέστι μετὰ δογμάτων οὐδὲν ταπεινὸν ἐχόντων καὶ καταβεβλημένον, ἐκκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ Θεοῦ·
 [01176]  [68] α.] Ὁδοὺς λέγει ζωῆς, τὰς πρακτικὰς ἀρετὰς, τὰς φερούσας ἐπὶ τὴν γνῶσιν.
 [01244]  Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης.
 [01632]  Ζημιωθήσεται αἴσθησιν καὶ γνῶσιν.
 [01643]  [83] α.] Πρακτικὴν ἀρετὴν ἔχειν μόνην ἄμεινον, ἢ γνῶσιν ἐψευσμένην.
 [01958]  [105] β.] Τὴν ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς·
 [01978]  Ὅταν οὖν οὗτος κατὰ τῆς ἀβύσσου, τῶν τοῦ Θεοῦ λέγω κριμάτων, ἢ τὰς Γραφὰς διασύρῃ, τὸν οὐράνιον ἀτιμάζει Πατέρα, καὶ τὴν παρ' αὐτοῦ δοθεῖσαν ἀρχαίαν γνῶσιν τοῖς προφήταις καὶ ἀποστόλοις.
000-00-00 Serial Number=0420044005
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00318]  Καὶ αὐτὸ δὲ τοῦτο σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
000-00-00 Serial Number=0618328094
In Acta apostolorum Ante [Go Back]  
 [00766]  πόθεν ἔχεις τῶν ὄντων τὴν γνῶσιν;
 [06896]  Ἐν οἷς γὰρ οὐ κατὰ γνῶσιν ἐποίει, ἀνθρωπίνῳ κινούμενος λογισμῷ διεπράττετο.
 [09938]  τουτέστιν, εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ·
 [09999]  ἀλλὰ καὶ τὸ κεφάλαιον ἁπάντων, εἰς γνῶσιν ἤγαγεν αὑτοῦ, δοὺς ταῦτα, δι' ὧν δυνάμεθα εὑρεῖν αὐτὸν καὶ καταλαβεῖν.
000-00-00 Serial Number=0514625728
In Ecclesiasten Ante [Go Back]  
 [00107]  Ὁ δὲ πονηρὸς † τίνι δίκην φησίν, τὸ συνάγειν † Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην·
000-00-00 Serial Number=0289783120
In Genesim sermones Ante [Go Back]  
 [00955]  Σήμερον ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν, εἰ μὴ παρὰ τοῦ ξύλου τὴν γνῶσιν ὁ ἄνθρωπος ἔλαβε, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον εἴρηται·
 [00959]  Πῶς οὖν σὺ λέγεις, φησὶν, ὅτι οὐκ ἐνέθηκε γνῶσιν καλοῦ καὶ πονηροῦ;
 [00967]  Ὥσπερ οὖν οὐκ ἐγένοντο θεοὶ, οὕτως οὔτε γνῶσιν καλοῦ καὶ πονηροῦ τότε ἔλαβον.
 [01008]  οὕτω καὶ ὁ πατὴρ τούτου εἶχε τοῦ καλοῦ καὶ τοῦ κακοῦ καὶ πρὸ τοῦ φαγεῖν τὴν γνῶσιν, εἰ καὶ μὴ οὕτω σαφῆ, ὡς μετὰ τὴν τοῦ ξύλου βρῶσιν.
 [01021]  Καὶ τίνος ἕνεκεν, εἰ μὴ αὐτὴ ἡ φύσις τοῦ ξύλου τὴν γνῶσιν εἶχε τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, ἀλλ' ἐκ τῆς τιμωρίας τῆς διὰ τὴν παρακοὴν τὴν ἐπὶ τῷ ξύλῳ σαφέστερον τοῦτο ἔμαθεν ὁ ἄνθρωπος, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται;
 [01028]  Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ὁ ἔλεγχος τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ.
 [01037]  Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν καλοῦ καὶ πονηροῦ, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ἡ ἀπόδειξις τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, καὶ ἡ γυμνασία τῆς παρακοῆς καὶ τῆς ὑπακοῆς.
 [01248]  Εἶπον ὅτι πρὸ τῆς τοῦ ξύλου βρώσεως ᾔδει τὸ καλὸν καὶ τὸ πονηρὸν ὁ ἄνθρωπος, καὶ ὅτι οὐ μετὰ τὴν γεῦσιν ταύτην ἔλαβε τὴν γνῶσιν.
000-00-00 Serial Number=0759660065
In Isaiam Ante [Go Back]  
 [00087]  Εἰ δὲ ἀμυδραῖς εἰκόσιν ἀποχρησάμενον δεῖ κατατολμῆσαι, οὐχ ὥστε τὸ σαφὲς παραστῆσαι, ἀλλ' ὥστε αἰνίγματι παρασχεῖν, ἐμοὶ δοκεῖ ταὐτὸ καὶ ἐπὶ τῶν προφητῶν γίνεσθαι, οἷον ἂν εἰ ἡ καθαρῶν ὑδάτων φύσις ἡλιακὰς ἀκτῖνας δεξαμένη καταυγασθείη, οὕτω καὶ τῶν προφητῶν τὰς ψυχάς, καθαιρομένας οἰκείᾳ ἀρετῇ πρῶτον, ὑποδέχεσθαι τὴν τοῦ Πνεύματος δωρεὰν καὶ πρὸς τὴν λαμπηδόνα ποιουμένας ἐκείνην, τῶν μελλόντων οὕτω δέχεσθαι τὴν γνῶσιν.
 [00398]  καὶ ὡς περὶ ἀνδρὸς καὶ γυναικὸς πολλαχοῦ διαλέγονται, οὐχ ἵνα εἰς ἀνθρωπίνην παχύτητα κατενέγκωσι τὸν λόγον, ἀλλ' ἵνα διὰ τῶν συντρόφων αὐτοῖς πραγμάτων ἐπὶ τὴν γνῶσιν τῆς τοῦ Θεοῦ χειραγωγήσωσιν αὐτοὺς φιλοστοργίας·
 [01988]  τὴν μέλλουσαν γνῶσιν προαναφωνοῦσι, δι' ἧς ἡ οἰκουμένη τῆς δόξης ἐνεπλήσθη τοῦ Θεοῦ·
000-00-00 Serial Number=0401481867
In Joannem Ante [Go Back]  
 [00281]  ∆ιὸ εἰκότως τὴν περὶ τούτου γνῶσιν εὐθέως ἐκ προοιμίων ἔσπευσεν ἐνθεῖναι τοῖς οὐκ εἰδόσιν αὐτόν·
 [01187]  Οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν, καὶ κοινὸν ἅπασι προὔκειτο τοῦτο τὸ φῶς.
 [02006]  τῶν δὲ τοῦ μνήματος αὐτοῦ λίθων ἡρμοσμένων τῇ θήκῃ, ἔτι καὶ τῶν σημάντρων ἐπικειμένων, ἀνίστατο ὁ νεκρὸς ὁ σταυρωθεὶς, ὁ προσηλωθεὶς, καὶ τῆς δυνάμεως τῆς πολλῆς τότε τοὺς ἔνδεκα μαθητὰς ἐμπλήσας, ἔπεμπε τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις, ἰατροὺς κοινοὺς τῆς φύσεως ἐσομένους ἁπάσης, καὶ τὸν βίον ὀρθώσοντας, τὴν τῶν οὐρανίων δογμάτων γνῶσιν πανταχοῦ διασπεροῦντας γῆς, τὴν δὲ τῶν δαιμόνων λύσοντας τυραννίδα, καὶ τὰ μεγάλα καὶ ἀπόῤῥητα διδάξοντας ἀγαθὰ, καὶ εὐαγγελιουμένους ἡμῖν ψυχῆς ἀθανασίαν, καὶ σώματος ζωὴν αἰώνιον, τὰ καὶ νοῦν ὑπερβαίνοντα ἔπαθλα, καὶ μηδέποτε ἕξοντα τέλος.
 [02359]  Εἴδετε πῶς ἠρέμα καὶ κατὰ μικρὸν ἑνὶ ῥήματι, ὅ τε Βαπτιστὴς Ἰωάννης, ὅ τε μαθητὴς πρὸς τὴν ὑψηλοτάτην τοὺς ἀκροατὰς ἐνάγουσι γνῶσιν, πρότερον τοῖς ταπεινοτέροις ἐγγυμνάσαντες;
 [02532]  Ὁ μὲν γὰρ ἁπλῶς ὁρῶν, οὐ πάντως ἀκριβῆ τοῦ φαινομένου τὴν γνῶσιν ἔχει·
 [02541]  Τί δὲ, ἀκριβῆ τινα ὅρασιν καὶ γνῶσιν αὐτὸν ὁρᾷ καὶ γινώσκει, καὶ τοῦτο ὅπερ ἐστὶν οἶδε σαφῶς;
 [03970]  ∆ιὰ τοῦτο οὐδὲ αὐτὸς ἐξεκάλυψεν ἅπασιν, ἀλλὰ τῷ μάλιστα συνιδεῖν τὸ γεγονὸς δυναμένῳ, τὴν σαφεστέραν αὐτοῦ γνῶσιν τῷ μέλλοντι χρόνῳ τηρῶν.
 [04325]  ∆εικνὺς ὅτι οὐδὲ τῶν προθύρων τῆς προσηκούσης γνώσεως ἐπέβη, οὐδὲ ἐν τοῖς προπυλαίοις ἔστη, ἀλλ' ἔξω που τῆς βασιλείας πλανᾶται ἔτι, καὶ αὐτὸς, καὶ ὅστις ἂν ἕτερος ταῦτα λέγῃ, καὶ οὐδέπω πρὸς τὴν ἀληθῆ παρέκυψε γνῶσιν, ὁ ταύτην περὶ τοῦ Μονογενοῦς ἔχων τὴν δόξαν·
 [04342]  Ἀλλ' οὕτω μὲν οὐκ εἶπε παραιτούμενος αὐτὸν πλῆξαι, τὰ παρ' ἑαυτοῦ συνεισενεγκόντα καὶ ὅσον ἐγχωρεῖ φθεγξάμενον, ἀνάγει δὲ ἀνυπόπτως ἐπὶ τὴν μείζονα γνῶσιν αὐτὸν, λέγων·
000-00-00 Serial Number=0009158552
In Psalmos 101-107 Ante [Go Back]  
 [00147]  Ὁ κτιζόμενος οὖν οὕτω λαὸς, αἰνέσει τὸν Κύριον, εἰς γνῶσιν ἐρχόμενος τοῦ μόνου Θεοῦ.
 [00478]  Καὶ τὴν ἀκραιφνεστάτην δὲ τοῦ Θεοῦ γνῶσιν ση μαίνει τὸ φῶς·
 [00480]  Τὸ γὰρ, οἰκεῖν, τὸ ὅλον εἶναι γνῶσιν σημαίνει, δυσ περινόητον ὑπάρχοντα τοῖς νοητοῖς·
 [01076]  Συντεμὼν γάρ φησιν, ὡς ἱκανῶς αὐτοὺς πρὸς τὴν ἀξίαν τιμωρη σάμενος, πέμπει τούτους δι' ὧν ἐποίησε τεράτων, τοὺς μὲν Αἰγυπτίους κολάζων, πρὸς τὴν ἰδίαν δὲ γνῶσιν τοὺς Ἑβραίους παιδεύων.
 [01654]  Ἡμᾶς γὰρ εἰς τὸν τοῦ θελήματος λιμένα καθώρμισε τὴν θείαν αὐτοῦ δωρησάμενος γνῶσιν, δηλαδὴ τὴν βασιλείαν·
000-00-00 Serial Number=0524202228
In Psalmum 100 Ante [Go Back]  
 [00008]  Οὐδὲ γὰρ ἕως ἀκοῆς μόνον ἵστησι τὰ ᾀδόμενα, ἀλλὰ καὶ ἕως ψυχῆς παραπέμπει τὰ λεγόμενα Ἀκοῇ μὲν γὰρ παραδίδωσι πρὸς παίδευσιν καὶ γνῶσιν τῆς ἀληθείας, ψυχῇ δὲ ἐντίθησι πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῆς σω τηρίας.
000-00-00 Serial Number=0152350008
In Psalmum 118 Ante [Go Back]  
 [00685]  Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύ της ἀξίωσον, ∆έσποτα, τῶν σῶν δικαιωμάτων παρέχων τὴν γνῶσιν.
 [00699]  Καὶ διδασκόμεθα διὰ τῆς χρηστότητος αὐτοῦ καὶ παιδείαν καὶ γνῶσιν, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ πιστεύειν ἡμῖν τὴν σωτηρίαν δο θήσεσθαι.
 [00700]  Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδα ξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
 [00704]  ἡ δὲ παιδεία τὴν γνῶσιν.
 [00993]  Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον.
 [01010]  οἱ δὲ ἀπόστολοι τὴν ἀληθῆ γνῶσιν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν συνιέντες ἐκήρυττον.
 [01298]  Τῷ σῷ, φησὶ, καταυγαζόμενος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν, καὶ ἅπαντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους καὶ βρέφεσιν ἐοικότας ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ.
 [01664]  Καὶ παρακαλεῖ σύν εσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λόγων τὴν γνῶσιν.
000-00-00 Serial Number=0185570240
In Psalmum 705 Ante [Go Back]  
 [00002]  Οἱ μὲν τοῦ κόσμου τούτου διδάσκαλοι πρὸς τὴν τῶν γραμμάτων γνῶσιν τοὺς παῖδας ἀνάγουσιν·
000-00-00 Serial Number=0020418823
In catechumenos Ante [Go Back]  
 [00023]  εἴ τις διψᾷ τῆς σωτηρίας τὰ νάματα, εἴ τις τοῦ ὕδατος τοῦ ζῶντος ἐπιθυμεῖ, εἴ τις πρὸς τὴν ἀληθῆ διαλέγεται γνῶσιν, εἴ τις διψᾷ τῆς εὐσεβείας τὸ δίψος.
 [00059]  Τούτου γὰρ χάριν τὴν γνῶσιν οὐκ ἐπιστεύθημεν τῆς ἑαυτῶν μεταστάσεως, ἵνα τὴν ἀμετρίαν τῶν ἁμαρτιῶν ἐλαττώσωμεν, τῇ δειλίᾳ τοῦ θανάτου σωφρονεῖν παιδευόμενοι.
000-00-00 Serial Number=0649845243
In centurionem Ante [Go Back]  
 [00162]  Βλέπε σύνεσιν, τὴν μὲν ἄφιξιν ὑπερθέσθαι παρακαλεῖ, τὴν δὲ γνῶσιν οὐ περιγράφει·
 [00163]  τὴν μὲν γὰρ γνῶσιν αὐτῷ μαρτυρεῖ, τὴν δὲ ὑπόστασιν εἰς ὁδὸν παραιτεῖται.
000-00-00 Serial Number=0547149479
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00058]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οὗτοι πάντες καὶ βαπτίσματος ἔτυχον, καὶ μυστηρίων ἐκοινώνησαν, καὶ πίστιν πολλὴν ἐπεδείξαντο, καὶ γνῶσιν εἶχον ἀπηρτισμένην·
 [00158]  Ὥσπερ οὖν ἐπὶ τῆς εἰκόνος ἐκείνης οὐκ ἀπαιτεῖς τὸ πᾶν πρὸ τῆς τῶν χρωμάτων ἀληθείας, ἀλλὰ κἂν ἀμυδράν τινα λάβῃς γνῶσιν τῶν γινομένων, ἱκανῶς τὴν σκιαγραφίαν ἀπηρτίσθαι νομίζεις·
000-00-00 Serial Number=0935986280
In diem natalem Ante [Go Back]  
 [00049]  Οἱ γὰρ ἐκεῖ διατρίβοντες, ἄνωθεν καὶ ἐκ παλαιᾶς παραδόσεως αὐτὴν ἐπιτελοῦντες, αὐτοὶ νῦν αὐτῆς ἡμῖν τὴν γνῶσιν διεπέμψαντο.
000-00-00 Serial Number=0214727342
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00292]  Ὅτι εἰ μαλακισθέντες καὶ τὰ δεινὰ δείσαντες, μὴ ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ὥστε μαθεῖν τὴν ἀληθῆ γνῶσιν, ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα.
 [00980]  Εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, οἷον τὴν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ Πνεύματος μετάληψιν·
 [01088]  Καὶ ὅταν λέγῃ, Κύριος ἐξέκυψεν ἐκ τοῦ οὐρανοῦ, ἀπὸ μεταφορᾶς τῶν ἀνθρώπων τὴν ἀκριβῆ λέγει γνῶσιν.
 [01644]  μύρον πολύτιμον τὴν γνῶσιν λέγων.
 [01645]  Καὶ οὐκ εἶπε, Τὴν γνῶσιν, ἀλλ', Ὀσμὴν γνώσεως.
 [04843]  Πλοῦτον δὲ ἐνταῦθά φησι τὴν γνῶσιν τῆς εὐσεβείας, τὸν τῶν ἁμαρτημάτων καθαρισμὸν, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὰ μυρία ἅπερ παρέσχεν ἡμῖν ἀγαθὰ, καὶ μέλλει παρέχειν.
 [05814]  [61.546] κόσμος οὗτος ὅλος καὶ θαυμαστὸς καὶ μέγας, καὶ τῆς τοῦ Θεοῦ σοφίας τεκμήριον, καὶ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν·
000-00-00 Serial Number=0980249763
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02299]  Μὴ προσέχωμεν μάντεσι, μηδὲ χρησμολόγοις, μηδὲ ἀγύρταις, ἀλλ' ἢ τῷ Θεῷ τῷ πάντα εἰδότι σαφῶς, τῷ τὴν γνῶσιν ἔχοντι τῶν ἁπάντων·
000-00-00 Serial Number=0065945685
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00278]  Καὶ γὰρ εἰσὶ πολλοὶ γνῶσιν μὲν ἔχοντες, λόγον δὲ οὐκ ἔχοντες, οἷον οἱ ἰδιῶται, καὶ μὴ δυνάμενοι παραστῆσαι σαφῶς ἅπερ ἔχουσιν ἐν διανοίᾳ.
 [00403]  Καὶ διὰ τί μὴ ἐποίησεν ἡμῖν φυσικὴν τὴν γνῶσιν, φησὶ, καὶ τὴν ἀρετήν;
 [00411]  Αὐτὴν ἔδει τὴν γνῶσιν ἡμῖν ἐνθεῖναι τῆς ἀρετῆς.
 [00415]  Ἀλλ' οὐ τὴν γνῶσιν, ἀλλὰ τὴν πρᾶξιν αὐτήν.
 [00422]  εἶπες γὰρ ἂν, ὅτι ἔχων εὑρεῖν οἴκοθεν ὁ Ἕλλην τὴν γνῶσιν, οὐκ ἠθέλησεν.
 [00423]  Ἂν οὖν καὶ ἐκεῖνος λέγῃ, ὅτι Ἔδει τὸν Θεὸν ἐνθεῖναι τὴν γνῶσιν ἡμῖν φυσικῶς, οὐχὶ καταγελάσῃ, καὶ πρὸς αὐτὸν ἐρεῖς, ∆ιὰ τί γὰρ μὴ ἐζήτησας;
 [00425]  καὶ μετὰ πολλῆς στήσῃ τῆς παῤῥησίας, καὶ ἐρεῖς, ὅτι ἀνοίας ἐσχάτης ἦν τὸ ἐγκαλεῖν τῷ Θεῷ, ὅτι μὴ τῇ φύσει τὴν γνῶσιν ἐνέθηκε;
 [01839]  Εἶτα περὶ τῆς τοῦ Πνεύματος γνώσεως μετὰ ἀκριβείας εἰπὼν, καὶ διδάξας ὅτι οὕτως ἐξισάζει πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴ πρὸς ἑαυτὴν, καὶ δείξας ὅτι πάντα ἐκεῖθεν ἐμάθομεν, καὶ ἀναγκαίως ἐκεῖθεν, ἐπήγαγεν·
 [01945]  τουτέστι, τὴν γνῶσιν, ἣν ἔχομεν περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων, πνευματικὴν ἔχομεν, ὥστε εἰκότως ὑπ' οὐδενὸς ἀνακρινόμεθα.
 [05921]  Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.
 [05938]  Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.
 [05944]  καὶ κενοῖ τὸν τῦφον αὐτῶν πρῶτον, ὅπερ ἐνόμιζον αὐτῶν εἶναι ἐξαίρετον τὸ γνῶσιν ἔχειν τελείαν, τοῦτο κοινὸν ἀποφήνας·
 [05945]  Οἴδαμεν γὰρ, φησὶν, ὅτι πάντες γνῶσιν ἔχομεν.
 [05963]  Οὐ γὰρ εἶπεν, ὅτι Καὶ ἐγὼ ἔχω γνῶσιν, ἀλλ', Οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.
 [05968]  Εἰπὼν γὰρ, Ὅτι πάντες γνῶσιν ἔχομεν, ἐπήγαγεν·
 [05975]  ὁ δὲ γνῶσιν μὲν ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐ μόνον οὐδὲν προσλήψεται, ἀλλὰ καὶ αὐτῆς ἐκπεσεῖται ἧς ἔχει, πολλάκις εἰς ἀπόνοιαν ἐμπεσών.
 [05978]  ἡ δὲ ἀγάπη καὶ συνάγειν καὶ πρὸς γνῶσιν ἄγειν.
 [05981]  Ὥστε οὐ τοῦτο κωλύω, φησὶ, τὸ τελείαν γνῶσιν ἔχειν, ἀλλὰ τὸ μετὰ ἀγάπης ταύτην ἔχειν, τοῦτο κελεύω·
 [06003]  Κἂν γὰρ μόνος ἔχῃς, κἂν μετριάζῃς, κἂν φιλῇς τὸν ἀδελφὸν, καὶ οὕτως ἀτελὴς εἶ κατὰ τὴν γνῶσιν·
 [06005]  Εἰ δὲ οὐδενὸς οὐδέπω ἀκριβῆ τὴν γνῶσιν ἔχομεν, πῶς τινες εἰς τοσοῦτον μανίας ἤλασαν, ὡς λέγειν τὸν Θεὸν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης;
 [06006]  ὅπου γε εἰ καὶ πάντων εἴχομεν ἀκριβῆ γνῶσιν τὴν τῶν ἄλλων, οὐδὲ οὕτω δυνατὸν ἦν ἔχειν ταύτην οὕτως.
 [06009]  Οὐ γὰρ εἶπεν, ὅτι Περὶ τῶν προκειμένων οὐκ ἔχετε τὴν προσήκουσαν γνῶσιν, ἀλλὰ περὶ παντὸς πράγματος.
 [06019]  Πάντες γὰρ, φησὶ, γνῶσιν ἔχομεν·
 [06037]  Πάλιν κοινὸν αὐτὸ ποιεῖ, καὶ οὐ συγχωρεῖ μόνων ἐκείνων γενέσθαι τοῦτο, ἀλλ' ἐκτείνει τὴν γνῶσιν πανταχοῦ τῆς οἰκουμένης.
 [06153]  Εἰπὼν γὰρ ὅτι οὐ μόνον ἐκεῖνοι, ἀλλὰ πάντες γνῶσιν ἔχομεν, καὶ, ὅτι οὐδεὶς οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι, καὶ, ὅτι ἡ γνῶσις φυσιοῖ·
 [06156]  διὰ τί γὰρ μὴ ἔχει γνῶσιν ὁ δεῖνα;
 [06193]  Ὅταν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν [61.167] εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
 [07018]  Εἰ γὰρ καὶ τέλειον νομίζεις εἶναι σαυτὸν, φησὶ, κατὰ τὴν γνῶσιν, ἀλλ' οὐδέπω τοῦ παντὸς ἐπιλήψῃ, ὅπερ αἰνιττόμενος ἔλεγεν·
 [07480]  Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλία πολλοῖς πολλάκις πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκομένης;
 [09083]  Ὃν εἶχον οἱ πολλοὶ τῶν πιστῶν, γνῶσιν μὲν ἔχοντες, διδάσκειν δὲ οὕτως οὐ δυνάμενοι, οὐδὲ εἰς ἕτερον εὐκόλως ἐξενεγκεῖν, ἅπερ ᾔδεσαν.
 [09978]  Καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν·
 [09986]  Ἐπὶ μὲν γὰρ τῆς προφητείας δείκνυσι πολὺ τὸ κέρδος τὸ ἀπ' αὐτῆς, τὸ εἰδέναι τὰ μυστήρια καὶ τὴν γνῶσιν ἔχειν ἅπασαν, καὶ ἐπὶ τῆς πίστεως ἔργον οὐ μικρὸν, τὸ τὰ ὄρη μεθιστάνειν·
 [09999]  ὁ δὲ σημεῖα ποιῶν, καὶ γνῶσιν ἔχων ἀπηρτισμένην, ταύτης ἄνευ, κἂν μυρίους ἐγείρῃ νε-κροὺς, οὐδὲν μέγα ὀνήσει, πάντων ἀπεῤῥηγμένος καὶ οὐδενὶ τῶν συνδούλων ἀναμιγνύναι ἑαυτὸν ἀνεχόμε-νος.
 [09999]  τὴν γὰρ περὶ τοῦ Θεοῦ γνῶσιν ἀπηρτισμένην αὐτὸν ἔχειν.
 [09999]  τὸ δὲ γνῶσιν καταργεῖσθαι, τοῦτό ἐστι τὸ τὴν ἀπορίαν ποιοῦν·
 [09999]  Εἶτα ἐπειδὴ τὸ ἔσοπτρον παρίστησι τὸ ὁρώμενον ὁπωσδήποτε, ἐπήγαγεν, Ἐν αἰνίγματι, μεθ' ὑπερ-βολῆς δεικνὺς μερικωτάτην τὴν παροῦσαν γνῶσιν.
 [09999]  καὶ γὰρ τότε μάλιστα ἐπιταθῆναι εἰκὸς τὴν γνῶσιν.
 [09999]  ὅρασιν τὴν γνῶσιν λέγων τὴν σαφεστάτην καὶ ἀπηρτισμένην.
 [09999]  Εἴχοντο τῶν εἰδωλοθύτων, ὡς τελείαν γνῶσιν ἐπιδεικνύμενοι·
000-00-00 Serial Number=0099568367
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01756]  Ὁ μὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καὶ ψυχὴν μὲν ἐμπνεύσας, καὶ διάνοιαν ἐνθεὶς, καὶ τὴν αὐτοῦ γνῶσιν καταξιώσας χαρίσασθαι, καὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ μονογενοῦς διὰ σὲ μὴ φειδόμενος, σοῦ οὐ φείδεται, ὁ δὲ ὁμόδουλος φείσεται;
000-00-00 Serial Number=0814068973
In epistulam ad Colossenses Ante [Go Back]  
 [00447]  Ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψε, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως·
 [01318]  Οὕτω κἀκεῖνοι ἔλεγον μὲν εἰδέναι τὴν δύναμιν τοῦ Θεοῦ, σποράδην δὲ ἀπαιτούμενοι τὴν γνῶσιν, αὐτὴν οὐ παρείχοντο·
 [01531]  αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν.
 [02464]  Ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν, καὶ μειζόνων ἀξιοῦται, καὶ μᾶλλον ἀκμάζει, καὶ μᾶλλον ἰσχύει, οὐκ ἀπὸ τῆς νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὅ ἐστιν.
000-00-00 Serial Number=0161961198
In epistulam ad Ephesios Ante [Go Back]  
 [00593]  Τῶν δὲ μυστηρίων τοῦ Θεοῦ τὴν γνῶσιν τὸ Πνεῦμα οἶδε μόνον, τὸ καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶν·
 [03142]  Ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν νηπίους ἐκάλεσεν·
000-00-00 Serial Number=0831602395
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00355]  Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν·
 [00418]  Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητὴς, οὐκ ἀνθρώπου μεσιτεύοντος, ἀλλ' αὐτοῦ δι' ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν.
 [02054]  εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖ πρόνοιαν, καὶ μυρία πάσχει, ὥστε αὐτὸ μὴ καταλιπεῖν, καὶ ἀποῤῥηγνυμένη κωλύει, καὶ τὸ σῶμα αὐτῇ διακονεῖται, καὶ πολλὴν εἰσάγει γνῶσιν αὐτῇ, καὶ πρὸς τὴν ἐκείνης ἐνέργειαν τοῦτο κατεσκεύασται·
000-00-00 Serial Number=0120225191
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00481]  Ὥσπερ γὰρ μίαν εἶναί φησι τὴν γνῶσιν τὴν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὡς ὄντως μίαν, καὶ οὐδὲν πρὸς ἑαυτὴν διεστηκυῖαν·
 [01725]  Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὴν πεῖραν πάντων εἶναι πιστοτέραν νομίζουσι πρὸς γνῶσιν, βούλεται δεῖξαι, ὅτι ὁ παθὼν οἶδε τί πάσχει ἡ
000-00-00 Serial Number=0049217641
In epistulam ad Romanos Ante [Go Back]  
 [00780]  οὕτω καὶ οὗτοι λαβόντες τὴν περὶ τοῦ Θεοῦ γνῶσιν καὶ τῆς δόξης αὐτοῦ, εἶτα εἰδώλοις αὐτὴν περιθέντες, ἐν ἀδικίᾳ τὴν ἀλήθειαν κατέσχον, καὶ, τό γε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι.
 [00784]  Τὴν περὶ αὐτοῦ γνῶσιν ἐξ ἀρχῆς τοῖς ἀνθρώποις ἐνέθηκεν ὁ Θεὸς, ἀλλὰ ταύτην τὴν γνῶσιν οἱ Ἕλληνες ξύλοις περιθέντες καὶ λίθοις, ἠδίκησαν τὴν ἀλήθειαν, τό γε αὐτῶν μέρος·
 [00786]  Καὶ πόθεν δῆλον, ὅτι ἐνέθηκεν αὐτοῖς τὴν γνῶσιν, ὦ Παῦλε;
 [00861]  Τὴν γὰρ γνῶσιν, ἣν ἔδει περὶ τοῦ πάντων ἀσυγκρίτως ὑπερέχοντος ἔχειν, ταύτην τῷ πάντων ἀσυγκρίτως εὐτελεστέρῳ περιέθηκαν.
 [04241]  Οὐ τὴν καθόλου λέγων ἄγνοιαν, ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν.
 [04456]  καὶ πάλιν, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, οὐ τὴν καθόλου ἄγνοιαν δηλῶν, ἀλλὰ τὴν σαφεστάτην γνῶσιν ἐμφαίνων·
 [04518]  Ὁρᾷς πῶς δείκνυσι τὴν μὲν τῶν καλῶν καὶ τῶν μὴ τοιούτων γνῶσιν ἐξ ἀρχῆς ἡμῖν καταβεβλημένην, τὸν δὲ νόμον Μωϋσέως ἐπαινοῦντα αὐτὴν, καὶ ἐπαινούμενον παρ' αὐτῆς;
 [06234]  ἀλλ' ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν
000-00-00 Serial Number=0815157771
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00084]  Τούτων ἁπάντων τὴν γνῶσιν διὰ σταυροῦ εἰλήφαμεν, καὶ ταῦτα πάντα δι' αὐτοῦ ἐδιδάχθημεν.
000-00-00 Serial Number=0046084940
In illud Dominus regnavit Ante [Go Back]  
 [00083]  καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
 [00106]  [9] Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
 [00114]  Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
 [00115]  Χριστὸς κατὰ τὴν ἀνθρωπότητα νυκτὶ πάσῃ τῇ γῇ, τουτέστιν τῇ ἀνθρωπότητι, ἀναγγέλλει τὴν περὶ πατρὸς καὶ ἑαυτοῦ καὶ ἁγίου πνεύματος γνῶσιν.
000-00-00 Serial Number=0204560757
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00337]  ἀλλὰ τὴν ἀκριβῆ λέγει γνῶσιν.
000-00-00 Serial Number=0862861335
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00275]  ἢ τῆς τὴν γνῶσιν ἐμποιούσης ἡμῖν, καθ' ἣν πάντες ἐσμὲν πιστοί·
000-00-00 Serial Number=0424275517
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00048]  Εἰπὼν γὰρ, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ὅτι Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν·
 [00090]  Οὕτω τοίνυν Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγε ται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ φωνὴν ἀφιεῖσαι, ἀλλὰ διὰ τῆς εὐταξίας, καὶ τοῦ ῥυθ μοῦ, καὶ τῆς ἰσότητος, καὶ τῶν ἀπαρεμποδίστων μέ τρων, σάλπιγγος λαμπρότερον τὸν ∆ημιουργὸν ἀνα κηρύττουσαι, οὐκ ἐν μιᾷ τῆς οἰκουμένης γωνίᾳ, ἀλλ' ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν.
 [00100]  Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
 [00108]  Ἡ τοίνυν ποιοῦσα τὴν ἡμέραν χρήσιμον τῷ ἀν θρώπῳ, αὕτη μάλιστά ἐστιν ἡ διὰ τῆς οἰκείας διακο νίας τὸν ἀπολαύοντα τῆς χορείας αὐτῆς πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν χειραγωγοῦσα.
000-00-00 Serial Number=0318585217
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00225]  Ἐξέλθω, κηρύξω παραδόξων πραγμάτων σύντομον γνῶσιν·
000-00-00 Serial Number=0337499380
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00068]  Οὕτως ἀμφίβολον κεκτημένου τὴν γνῶσιν τοῦ Θωμᾶ, μεθ' ἡμέρας ὀκτὼ πάλιν ὁ ∆εσπότης πρὸς τοὺς ἑαυτοῦ μαθητὰς συνηθροισμένους ὁμοῦ παρεγένετο.
000-00-00 Serial Number=0862727106
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00040]  πιστευόμενοι, ἀναγκαίως πρότερον τῶν γλωσσῶν τὴν γνῶσιν ἐλάμβανον.
000-00-00 Serial Number=0478633285
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00087]  Οὐκ ἔστιν εἶδος ἀδικίας, ὃ τὴν σὴν ἀδέκαστον διαπέφευγε γνῶσιν·
000-00-00 Serial Number=0243646681
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00379]  κἂν δίκαιος ᾖς, μὴ ἀπολειφθῇς, ἵνα ἔναυλον ἔχων τῶν Γραφῶν τὴν γνῶσιν δίκαιος διαμένῃς, μεμνημένος τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῶν ἀγαθῶν ἐκείνων ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·
000-00-00 Serial Number=0547910690
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00316]  Ὅρα πῶς διὰ τῆς εὐχαριστίας ἐμφαίνει καὶ τὴν γνῶσιν τῶν ὀνειράτων.
 [00453]  Οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα πρῶτος εἶδεν ὁ Ναβουχοδονόσορ, τὴν δὲ γνῶσιν πρῶτος εἶδε ∆ανιήl.
 [00903]  ∆ιὰ συγκρίματος εἲρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι Κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτὴν, καὶ ἐξουθένημα ἀνθρώπων ἀνα στήσει ἐπ' αὐτήν.
 [00955]  Εἶπεν, Ἵνα γνῶσιν ὅτι κυριεύει ὁ Ὕψιστος τῆςβασιλείας τῶν ἀνθρώπων.
 [00958]  Οὐχὶ, ἀλλ' ἐν μὲν τῷ ὀνείρῳ, ἅτε μὴ βουλόμενος ἐμφῆναι τὸ σαφὲς, εἶπεν, [56.218] Ἵνα γνῶσιν οἱ ζῶντες·
000-00-00 Serial Number=0524706066
Oratio de epiphania Ante [Go Back]  
 [00018]  ∆εξάμενος δὲ τῆς δεσποτικῆς παρουσίας Ἰωάννης τὴν γνῶσιν, τὴν χεῖρα συστείλας, τὴν κεφαλὴν ὑπετίθει·
000-00-00 Serial Number=0863057733
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02080]  τῇ σοφίᾳ τοῦ Θεοῦ, ὅτι πάντων τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον·
 [02142]  Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἑλκυσθεὶς ἀπάτῃ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος ταχέως καὶ τὴν παρὰ Θεοῦ γνῶσιν δέξεται.
 [02147]  ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ λέγων, ∆όξα Θεοῦ κρύπτει λόγον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»