Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βίος [311]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βίος
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0684546053
[00197]
οὕτω τῶν μὲν ἑτέροις ἁμαρτανομένων πικροὶ καθήμεθα δικασταὶ, τὰς δὲ ἑαυτῶν δοκοὺς παρορῶμεν, καὶ εἰς τὸ τὰ τῶν ἄλλων πολυπραγμονεῖν καὶ καταδικάζειν δαπανᾶται ἡμῖν ἅπας ὁ βίος.
[00244]
Κἂν γὰρ ἅπαντα ᾖ τὰ ἐν ἀνθρώποις δεινὰ, κἂν λοιδορίαι, κἂν ὕβρεις, κἂν ἀτιμίαι, κἂν συκοφαντίαι, κἂν ξίφος, κἂν πῦρ, κἂν σίδηρος καὶ θηρία καὶ καταποντισμοὶ, κἂν λιμὸς καὶ νόσος καὶ ὅσα ἐξ ἀρχῆς εἰς τὸ παρὸν ὁ βίος ἤνεγκε χαλεπὰ, οὐ καταγελάσεις πάντων, εἰπέ μοι, καὶ καταφρονήσεις;
[00363]
βίος δὲ παράνομος οὐδὲ μετὰ σημείων δυνήσεται τὴν κόλασιν ἐκφυγεῖν.
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0057732105
[00723]
Τί γὰρ ὄφελος, εἰπέ μοι, τοῦ μὴ δαιμονᾷν, ὅταν ὁ βίος ἠμελημένος ᾖ;
[00811]
Εἶπεν Ἰὼβ, ὅτι Πειρατήριόν ἐστιν ἀνθρώπου ὁ βίος ἐπὶ τῆς γῆς.
[00897]
τότε δὲ καὶ εἰς ἑξακόσια ἔτη καὶ πλείονα ὁ τῶν ἀνθρώπων ἐτείνετο βίος.
[01160]
Νῦν [47.467] δὲ ἅπας ὁ βίος αὐτῷ καὶ ἐξ ἐκείνης τῆς ἡμέρας, ἐν ᾗ τὰς εὐλογίας μέλλων λαμβάνειν προαποτεθνήκει τῷ δέει, διὰ συμφορῶν ἐπλέκετο καὶ ἐπιβουλῶν.
[01323]
Ὅταν δὲ καὶ φόβος προσῇ καὶ βίος ταλαίπωρος, καὶ τὰ φορτικὰ ταῦτα καὶ ἐπαχθῆ τῆς ἡδίστης ἐπανόδου κουφότερα φαίνηται, θέα μοι τὸ ποικίλον τῆς συμφορᾶς.
[01511]
ὅταν δὲ καὶ ἐπιβουλαὶ ῥάπτωνται κατὰ τῆς τοῦ μισουμένου ζωῆς, τίς ἂν γένοιτο βίος τούτου πικρότερος;
[01865]
Πλὴν ἀλλ' εἰ μὲν διέφθαρτό σοι καὶ πονηρὸς, ὅπερ ἔφην, ὁ πρὸ τούτου βίος ἦν, κἂν εἰς ἔννοιαν τοῦτο ἐλθεῖν τινι δυνατὸν ἦν·
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0997683227
[00104]
Ὁ μὲν γὰρ παρὼν βίος οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἑβδομὰς μία, ἀρχόμενος μὲν ἀπὸ τῆς πρώτης ἡμέρας, τελευτῶν δὲ εἰς τὴν ἑβδόμην, καὶ πάλιν τοῖς αὐτοῖς ἀνακυκλούμενος διαστήμασι, καὶ εἰς τὴν αὐτὴν ἀνιὼν ἀρχὴν, καὶ καταβαίνων εἰς τὴν τελευτήν.
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0936802030
[00231]
Ἡ τῶν δείπνων πολυτέλεια, ἡ τῶν μουσικῶν πληθύς, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολύς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός, ποῦ νῦν;
[00401]
ὅταν δὲ ὁ καιρὸς ἐπιστῇ τῶν ὠδίνων καὶ ἀποτέκῃ κατὰ τὴν τῆς κρίσεως ἡμέραν οὓς ὑπεδέξατο πάντας ἀνθρώπους ὁ βίος ὁ παρών·
[00434]
Οὐ γὰρ ἀπιστία μόνον ἀλλὰ καὶ βίος ἀκάθαρτος τὴν ἀπευκτὴν ταύτην ἱκανὸς ἔχθραν ἐργάσασθαι.
Ad Theodorum lapsum ii
Ante [Go Back]
000-00-00 Serial Number=0030029118
[00072]
σκηνῆς γὰρ οὐδὲν ὁ παρὼν διενήνοχε βίος, ἀλλὰ καθάπερ ἐκεῖ βασιλέως μὲν οὗτος, ἄρχοντος δὲ ἐκεῖνος, ἕτερος δὲ στρατιώτου τάξιν πληροῖ, τῆς δὲ νυκτὸς καταλαβούσης οὔτε ὁ βασιλεὺς βασιλεύς, οὔτε ὁ ἄρχων ἄρχων, οὔτε ὁ στρατιώτης στρατιώτης, οὕτως καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἀπὸ τοῦ προσώπου, ἀλλ' ἀπὸ τῶν ἔργων ἕκαστος λήψεται τὴν ἀξίαν ἀμοιβήν.
[00114]
«Ὁ βίος μου ἐλαφρότερος δρόμεως.».
Ad eos qui magni aestimant opes
Ante [Go Back]
000-00-00 Serial Number=0456097364
[00102]
πρόκειται γὰρ ἡμῖν ἀντὶ θαλάττης ὁ βίος·
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0748144090
[01052]
[20.5] Οὗτος ἡμῶν ὁ βίος, αὕτη τῆς ἀποστολικῆς πολιτείας ἡ ἀκολουθία, τὸ μυρία πάσχειν κακά.
[01056]
Ὥσπερ τὰ ὤνια εἰς τοῦτο παρῆκται εἰς τὸ πωλεῖσθαι, οὕτω καὶ ὁ ἀποστολικὸς βίος εἰς τὸ λοιδορεῖσθαι καὶ εἰς τὸ πάσχειν κακῶς, εἰς τὸ μηδέποτε ἀναπνεῖν, εἰς τὸ μηδεμίαν ἔχειν ἀνακωχήν.
[01087]
Παλαίστρα ὁ παρὼν βίος ἐστί, γυμνάσιον καὶ ἀγών, χωνευτήριον, βαφεῖον ἀρετῆς.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0098749518
[00748]
Καὶ τούτων πλήρης μὲν ὁ βίος ἡμῖν τῶν παραδειγμάτων, πλήρεις δὲ αἱ Γραφαὶ τῶν διδαγμάτων·
[01186]
Οὐ γὰρ οὕτως ἀνακινούμενος βόρβορος πλήττει τὴν μήνιγγα τῶν τὴν δυσωδίαν δεχομένων ἐκείνην, ὡς ἁμαρτήματα ἀλλότρια ἀνα [49.56] κινούμενα, καὶ βίος ἀκάθαρτος ἐκκαλυπτόμενος λυπεῖ τῶν ἀκουόντων τὴν ψυχὴν καὶ ἐξίστησιν.
[01742]
Ἀβίωτος ἡμῖν ὁ βίος, ἀνετράπη ἡ πόλις, οὐδεὶς ὑποστῆναι δυνήσεται τῆς εἰσφορᾶς ταύτης τὸ μέγεθος·
[02143]
Εἰ γὰρ νῦν τοσούτων ὄντων τῶν λυπηρῶν, καὶ κινδύνων, καὶ φόβων καὶ φροντίδων πάντοθεν ἡμᾶς περιστοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ' ἄλυπός τις καὶ ἀταλαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμήσαμεν τῶν μελλόντων;
[02695]
οὐδὲ γὰρ ἕτερός μοι βίος τίς ἐστιν, ἀλλ' ἢ ὑμεῖς καὶ τῆς ὑμετέρας σωτηρίας ἡ φροντίς.
[03418]
Ἐκπομπευέσθω, φησὶν, ὁ βίος τοῦ οἰκέτου, ἵνα φανῇ ἡ φιλανθρωπία τοῦ ∆εσπότου.
[05258]
Τὸ δὲ αἴτιον, ἐπίπονος αὐτοῖς ἐστιν ὁ βίος, καὶ διδασκαλεῖον [49.189] τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης ἔχουσι τὴν τῆς γῆς ἐργασίαν, καὶ τέχνην μετιόντες ἢν πρὸ τῶν ἄλλων ἁπασῶν ὁ Θεὸς εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον.
[05280]
ἀλλὰ οὐχὶ τῶν φιλοσόφων τούτων, ἀλλὰ τοὐναντίον ἅπαν, πολλῆς αὐτοῖς ἡ διάνοια γέμει φιλοσοφίας πνευματικῆς, καὶ ὁ βίος τὰ δόγματα μιμεῖται.
Admonitiones spirituales
Ante [Go Back]
000-00-00 Serial Number=0554196417
[00123]
Μέγας πειρασμὸς ὁ βίος ἡμῶν, καὶ οὐδεὶς οἶδε·
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0103566170
[00749]
Ἡμῶν γὰρ τὰ ἄζυμα οὐκ ἄλευρον πεφυραμένον, ἀλλ' εἰλικρινὴς πολιτεία, καὶ βίος ἐνάρετος.
[02928]
Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητὲ, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος, κἂν μὴ ταῦτα κερδάνωμεν τὰ κέρδη, οὐδεμίαν ἕξομεν ἐκεῖ σωτηρίαν.
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0395825565
[00201]
Καὶ παρατηρεῖτε ὑμεῖς, εἰ μηδαμοῦ βίος ἐγκαλεῖται τότε, ἀλλ' ὑπὲρ πίστεως μόνης καὶ δογμάτων τὰ τῶν κολάσεων ὥρισται.
[00338]
ἐπεὶ τοῖς γε ἄλλοις αὐτὸν τῇ τοῦ Θεοῦ χάριτι ῥᾳδίως αἱρήσομεν, κἂν εὐγνώμων εἶναι ἐθέλοι, ταχέως αὐτὸν οὐ πρὸς τὸν ἔρωτα τοῦ βίου τούτου μεταστήσομεν μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῶν δογμάτων τὴν ἐπιθυμίαν, ἀφ' ἧς ὁ βίος ἔχει τὴν ὑπόθεσιν οὗτος.
[00674]
Οὐκ οἶδας ὅσην ὁ ἀπράγμων βίος ἔχει τὴν ἡδονήν;
[00738]
Ὅταν δὲ πρὸς τούτῳ καὶ ὡμολογημένον ᾖ, ὅτι καὶ ἐνταῦθα οὗτος ὁ βίος ἡδίων, οὐχὶ τοῦτο ὅπερ ἀρχόμενος ἔφην ἀνάγκη νῦν ποιεῖν, ἐλεεῖν τοὺς τὰ τοιαῦτα δακρύοντας ἀγαθά;
[01462]
Τὸ γὰρ σπουδαζόμενόν μοι δεῖξαι νῦν, ὅτι οὐχ ὁ τῶν μοναχῶν βίος χαλεπωτέρας ποιεῖ τὰς κολάσεις, ἀλλὰ τῶν αὐτῶν εἰσιν ὑπεύθυνοι καὶ οἱ βιωτικοὶ, τὰ αὐτὰ ἁμαρτάνοντες ἐκείνοις.
[01648]
Εἰ δὲ ἐν ταῖς πόλεσι τὸν καρπὸν ἐφυτεύσαμεν τοῦτον, καὶ νόμον τινὰ καὶ ἀρχὴν τὰ τῆς εὐταξίας ἔλαβε, καὶ τοὺς παῖδας πρὸ τῶν ἄλλων ἁπάντων ἐπαιδεύομεν φίλους εἶναι τῷ Θεῷ, καὶ τὰ πνευματικὰ ἐδιδάσκομεν μαθήματα ἀντὶ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ἁπάντων, πάντα ἂν ἀπεπήδησε τὰ λυπηρὰ, καὶ μυρίων ἀπηλλάγη κακῶν ὁ βίος ὁ παρὼν, καὶ ὃ περὶ τῆς μελλούσης λέγεται ζωῆς, ὅτι ἀπέδρα ὀδύνη καὶ λύπη καὶ [47.382] στεναγμὸς, ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα πάντες.
Ascetam facetiis uti non debere
Ante [Go Back]
000-00-00 Serial Number=0635441422
[00106]
Ὁ σὸς βίος ἐκείναις γενέσθω τύπος·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0754911721
[00090]
βίος γὰρ καλὸς τὸν θεὸν ἐπιγνῶναι ποιεῖ, ὡσπεροῦν καὶ φαῦλος τοὐναντίον.
[01367]
ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ πανταχοῦ καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχεν, «μὴ τοῦτο», φησίν, «εἴπῃς, ὅτι αἱ πράξεις σου καλαὶ καὶ ἀγαθαί·
[01406]
ἢ ὅτι οὐδὲ ἐποίησας, ἢ ὅτι ὁ βίος σου πονηρίας γέμει, ἢ ὅτι οὐ μετὰ ὀρθῆς διανοίας ἐφόβου τὸν θεόν, ἀλλὰ ῥήματα ταῦτα ἦν.
[01869]
[7,1a] πότερον οὐχὶ πειρατήριον, φησίν, ἐστὶν ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς;
[01879]
καθάπερ ἐκεῖνος δι' ὅλης πονεῖται καὶ ταλαιπωρεῖ τῆς ἡμέρας, οὕτω καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος καὶ οὐδὲν μέγα συλλέγων·
[01898]
«ὅτι πειρατήριόν ἐστιν», φησίν, «ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς, οὕτω κἀγὼ ἀνέμεινα μῆνας κενούς.».
[01910]
[7,6a] ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως, [6b] ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι.
[01942]
[16b] ἀπόστα ἐπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.
[01954]
ἀπόστα, φησίν, ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.
[01959]
«κενὸς γάρ μου», φησίν, «ὁ βίος.
[02021]
τίς γάρ μού ἐστιν ὁ βίος;
[02035]
καὶ λέγει, ὅτι ὁ βίος τοῦ ἀνθρώπου τοιοῦτος ἅπας ἐστὶν πειρατήριον ἐπὶ τῆς γῆς.
[02077]
[9b] σκιὰ γάρ ἐστιν ἡμῶν ὁ βίος ἐπὶ τῆς γῆς.
[02232]
[9,25a] ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως.
[02294]
[10,5a] ἢ ὁ βίος σου ἀνθρώπινος [5b] ἢ τὰ ἔτη σου ἀνδρός;
[02582]
οὐδείς, [14,5a] ἐὰν καὶ μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, [5b] ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ' αὐτῷ.
[02681]
[15,20a] πᾶς ὁ βίος ἀσεβῶν ἐν φροντίδι, [20b] ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ, [15,21a] ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ.
[02691]
πᾶς ὁ βίος ἀσεβῶν, φησίν, ἐν φροντίδι.
[03563]
«τοσαύτης ἀκριβείας ὁ βίος μου μετέχει καὶ ἐν τοῖς μικροῖς, ὅσης δικαιοσύνης τὰ ζυγά, οὐδὲ τὸ μικρότατόν μοι παρημέληται.
Comparatio regis et monachi
Ante [Go Back]
000-00-00 Serial Number=0319047213
[00004]
Οὐκοῦν ἀγαπᾶται μὲν πλοῦτος καὶ δυναστεία καὶ ἀρχὴ καὶ δόξα, καὶ μακαρίζουσιν οἱ πολλοὶ τοὺς τῶν ἐθνῶν ἄρχοντας, φερομένους ἐπὶ λαμπρῶν ὀχημάτων, καὶ κηρύκων βοῆς ἀπολαύοντας καὶ δορυφορίας πολλῆς, καταπεφρόνηται δὲ τῶν φιλοσοφούντων ὁ βίος, καὶ τῶν τὴν μονήρη δίαιταν ᾑρημένων·
[00010]
ὁ δὲ μονήρης βίος νῦν τε πολλῶν ἀγαθῶν ἀναπίμπλησι τοὺς δικαίους, καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν λαμπροὺς καὶ χαίροντας ἐπὶ τὸ δικαστήριον ἄγει τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτε τῶν ἀρξάντων οἱ πλείους μεγάλην ὀφθήσονται διδόντες τῶν βεβιωμένων τὴν δίκην.
Cum Saturninus et Aurelianus acti essent in exsilium
Ante [Go Back]
000-00-00 Serial Number=0546501577
[00055]
Χωρίον γάρ ἐστιν ἄσυλον, λιμὴν γαληνὸς, ἀσφάλεια διηνεκὴς, τρυφὴ κινδύνων ἀπηλλαγμένη, ἡδονὴ εἰλικρινὴς, βίος ἀτάραχος, ζωὴ ἀκύμαντος, εὐπορία ἀκαταμάχητος, φιλοσοφίας μήτηρ, χαλινὸς ἀπονοίας, ἀναίρεσις κολάσεως, ῥίζα ταπεινοφροσύνης.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0042055964
[00439]
Ὁρᾷς πῶς ὧν ὁ βίος οὕτω διεφθαρμένος ἦν, ὡς ἄξιος εἶναι διαβολῆς τοῖς μαθητευομένοις, τούτων τὴν παραίνεσιν οὐκ ἠτίμασεν, οὐδὲ τὴν διδαχὴν ἐξέβαλε;
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0209140360
[00579]
οὗτος δὲ καὶ ὑπὲρ τῶν μελλόντων δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς, ὅτι ἀοίκητος [54.699] αὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντ' ἔπραττε, καθ' ἑαυτοῦ τὸν πολέμιον τρέφων.
De Joseph et de castitate
Ante [Go Back]
000-00-00 Serial Number=0184144497
[00006]
Ὑπομονῆς οὖν διδάσκαλος ἄριστος ὁ τοῦ μακαρίου Ἰὼβ βίος, ἀνεξικακίας ὁ τοῦ Μωϋσέως, πραότητος ὁ τοῦ ∆αυῒδ, νηστείας καὶ προσευχῆς ὁ τοῦ ∆ανιὴλ, σωφροσύνης ὁ τοῦ Ἰωσὴφ καὶ τῆς μακαρίας Σουσάννης.
[00007]
Πρέπων δὲ καὶ ἐπέραστος τοῖς νέοις ὁ τοῦ Ἰωσὴφ βίος, καὶ ταῖς νέαις, μάλιστα ταῖς ἐν γάμῳ βιούσαις, ἡ τῆς μακαρίας Σουσάννης ἐνάρετος ἄθλησις·
[00010]
Ἀλλὰ πρότερον ἡμῖν ὁ τοῦ μακαρίου Ἰωσὴφ βίος διαγεγράφθω·
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0517860115
[00068]
Εἰ δὲ μέλλοιμεν διὰ τὰς ἀεὶ γινομένας ἀποτυχίας ἐν ἀργίᾳ εἶναι, καὶ τῶν πραγμάτων ἀφίστασθαι πάντων, ἅπας ἡμῖν ὁ βίος ἀπολεῖται·
[00071]
Καὶ κυβερνήτης δὲ, εἰ διὰ τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις συμβάντα χειμῶνα φύγοι τὴν θάλατταν, ἄπλωτον ἡμῖν ἔσται τὸ πέλαγος, καὶ ἄχρηστος καὶ ἐντεῦθεν ἡμῖν ὁ βίος πάλιν γενήσεται.
[00458]
Ὅπερ γάρ ἐστιν ὄναρ ἓν πρὸς ἑκατὸν ἔτη, τοῦτό ἐστιν ὁ παρὼν βίος πρὸς τὴν μέλλουσαν ζωήν·
[01081]
σκάμμα ἐστὶν ὁ παρὼν βίος·
[02625]
Ὅπερ γάρ ἐστι μιᾶς νυκτὸς ὄναρ, τοῦτο ἅπας ὁ παρὼν βίος πρὸς τὴν διαδεξομένην ἡμᾶς κόλασιν καὶ τιμωρίαν.
[02673]
Ἅπας γὰρ ὁ παρὼν βίος βραχὺς, τῷ μέλλοντι αἰῶνι συγκρινόμενος.
De beato Abraham
Ante [Go Back]
000-00-00 Serial Number=0678029180
[00131]
Οὐδὲν αὐτῇ ὁ παρὼν βίος, οὐδὲν αὐτῇ ὁ μέλλων, ἀλλὰ πάντων τούτων τιμιώτερον ἡγεῖται τὸ πᾶσαν ἀναδέξασθαι τὴν νόσον τοῦ τέκνου.
De beato Philogonio
Ante [Go Back]
000-00-00 Serial Number=0901074231
[00194]
Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος.
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0558782339
[00678]
ὁ γὰρ τῶν ἄλλων βίος κατήγορος τῆς τούτων κακίας γίνεται.
De eleemosyna [5]
Ante [Go Back]
000-00-00 Serial Number=0292628229
[00077]
Ἄδηλος ὁ βίος·
De fato et providentia
Ante [Go Back]
000-00-00 Serial Number=0907679915
[00004]
Πολλῆς γέμει ταραχῆς ἡμῶν ἡ ζωὴ, καὶ θορύβων μεστὸς ὁ παρὼν βίος ἐστίν·
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0800256789
[00580]
Πολιτεία γὰρ καὶ βίος οὐκ ἀποκαλύψεως δεῖται, ἀλλὰ δόγματα καὶ γνῶσις.
De mansuetudine sermo
Ante [Go Back]
000-00-00 Serial Number=0346830368
[00013]
Τοιαῦτα τὰ τῆς πραότητος δῶρα, τοιοῦτος ὁ βίος τῶν ἐν ἐπιεικείᾳ συζώντων·
[00100]
Καὶ μὴν κἀκεῖνό γε ἴσμεν, ὅτι πολλῶν ὄντων καὶ μεγάλων, οἷς ὁ τῶν δικαίων κεκόσμηται βίος, τοῦτο πρὸ τῶν ἄλλων λαμπροὺς πεποίηκε τοὺς ἄνδρας, τὸ χρηστότητι συζῇν καὶ τοῖς ἀδικοῦσιν ἡμέρως προσφέρεσθαι.
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0721697032
[00236]
Εἶδες πῶς καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦ Θεοῦ, καὶ τὴν δύναμιν, καὶ τὸ τῆς ἑαυτοῦ γνώμης ἀδέκαστον ὁ πρότερος Παύλου βίος;
De nativitate Joannis Baptistae [2]
Ante [Go Back]
000-00-00 Serial Number=0490834832
[00034]
βαρὺς γὰρ ἦν ἀληθῶς ὁ εἰς τὴν ἔρημον βίος.
[00052]
ἐξάκουστος γὰρ ἀεὶ ὁ ἐνάρετος βίος καὶ πᾶσαν φιλάρετον ψυχὴν πρὸς ἑαυτὸν ἐφελκόμενος.
De occursu domini
Ante [Go Back]
000-00-00 Serial Number=0689708054
[00079]
λυπηρὰ γὰρ τὰ πράγματα, δεσμωτήριον ὁ βίος.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0011728525
[01141]
διὰ [49.308] τοῦτο ἄκανθαι καὶ τρίβολοι, διὰ τοῦτο πόνοι καὶ ὠδῖνες καὶ βίος ἐπίμοχθος.
De paenitentia [2]
Ante [Go Back]
000-00-00 Serial Number=0977246702
[00150]
ὁδὸς γὰρ ὁ βίος.
De paenitentia [3]
Ante [Go Back]
000-00-00 Serial Number=0223453403
[00053]
Πρόσεχε, ὅτι ὁ βίος οὗτός ἐστιν ὡς σκιὰ παρατρέχουσα.
De patientia et de consummatione huius saeculi
Ante [Go Back]
000-00-00 Serial Number=0244049609
[00004]
Λαμπρὸς ὁ βίος τῶν δικαίων·
[00034]
ἀγρὸς γάρ ἐστιν οὗτος ὁ βίος.
De patientia sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0342112064
[00090]
Βαβαί! τὸ ποτήριον τὸ πᾶσι φρικτὸν γίνεται τοῖς ἐν ἀνάγκῃ ἐπιθυμητὸν, καὶ ὁ βίος ὁ παρὰ πᾶσι ποθούμενος γέγονε παρ' ἐκείνοις μισούμενος, καὶ τὸ φῶς τοῦτο τὸ παρ' ἡμῖν ποθητὸν γέγονε παρ' ἐκείνοις βδελυκτόν! Εὐλογητὸς ὁ Θεὸς ὁ πάντα πρὸς τὸ συμφέρον ἐργαζόμενος.
[00215]
Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ λύων οὐδείς.
De precatione [1]
Ante [Go Back]
000-00-00 Serial Number=0255871475
[00017]
θάνατος γὰρ ψυχῆς ἀσέβεια καὶ βίος παράνομος.
[00018]
Οὐκοῦν καὶ ζωὴ ψυχῆς ἡ τοῦ Θεοῦ λατρεία, καὶ βίος ὁ ταύτῃ πρέπων·
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0828252912
[00631]
Ἕως μὲν γὰρ ἂν πανταχόθεν ἡρμοσμένος ᾖ καλῶς ὁ τοῦ ἱερέως βίος, ἀνάλωτος γίνεται ταῖς ἐπιβουλαῖς·
[00980]
Πρὸς μὲν γὰρ βίου κατάστασιν ἀρίστην βίος ἕτερος εἰς τὸν ἴσον ἂν ἐναγάγοι ζῆλον·
[01146]
οὐδὲ γὰρ ἐκεῖ μόνον αὐτὸν τὸ πᾶν κατορθοῦν φαίην ἄν, ὅταν δὲ ὑπὲρ δογμάτων ἀγὼν κινῆται καὶ πάντες ἀπὸ τῶν αὐτῶν μάχωνται γραφῶν, ποίαν ἰσχὺν ὁ βίος ἐνταῦθα ἐπιδεῖξαι δυνήσεται;
De sancta Droside martyre
Ante [Go Back]
000-00-00 Serial Number=0357629597
[00035]
Ὁδὸς γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ οὐδὲν στάσιμον ἔχει, ἀλλὰ καὶ τὰ λυπηρὰ αὐτοῦ καὶ τὰ χρηστὰ παροδεύομεν.
De sanctis Bernice et Prosdoce
Ante [Go Back]
000-00-00 Serial Number=0467436552
[00048]
κἂν ψιλήν τινα ἔννοιαν ὑποψίας περὶ αὐτῆς ἐν τῇ ψυχῇ κέκτηται, ἀβίωτος ὁ βίος αὐτῷ ἅπας γίνεται.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0731704652
[01515]
Ἔχει μὲν γὰρ θλίψεις καὶ οὗτος ὁ βίος ἀλλ' ὅταν αὐτὰς πρὸς τὰς τοῦ γάμου παραβάλωμεν οὐδὲ θλίψεις χρὴ καλεῖν.
[01808]
Θαυμαστὸν μὲν γὰρ καὶ πολλῶν στεφάνων ἄξιον καὶ τὸ τῆς τῶν ἐπιθυμιῶν περιγενέσθαι λύττης καὶ μαινομένην κατέχειν τὴν φύσιν, ἀλλὰ τότε ὄντως γίνεται θαυμαστὸν ὅταν ὁ τοιοῦτος βίος προσῇ, αὐτὸ δὲ καθ' ἑαυτὸ ἀσθενὲς καὶ οὐχ ἱκανὸν σῶσαι τοὺς ἔχοντας.
[01811]
Καθάπερ γὰρ ῥίζαν γῆ λιπαρὰ καὶ γόνιμος, οὕτως οἶδεν ἀρίστη πολιτεία τρέφειν τοὺς τῆς παρθενίας καρπούς, μᾶλλον δὲ καὶ ῥίζα καὶ καρπὸς παρθενίας ὁ ἐσταυρωμένος βίος ἐστίν.
De virtute animi
Ante [Go Back]
000-00-00 Serial Number=0095333457
[00084]
Ὅσα γὰρ ἂν συλλέξειεν ἄνθρωπος, εἰς σκέπην αὐτῷ καὶ τροφὴν τελευτήσει, τῶν δὲ λοιπῶν ἁπάντων κληρονόμος ὁ βίος.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0722647727
[01283]
οὕτω καὶ σὺ ποίησον κατὰ δύναμιν τὴν σὴν, καὶ πᾶσαν σπουδὴν ἐπίδειξαι καὶ πρόνοιαν εἰς τὴν τῶν ἀῤῥωστούντων κατὰ ψυχὴν ἀδελφῶν ἀνάῤῥωσιν, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος.
[03443]
Ταύτης γὰρ ἡμῖν παρούσης, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται·
[03684]
οὗτος δὲ καὶ ὑπὲρ τῶν μελλόντων δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς ὅτι ἀοίκητος αὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντα ἔπραττε καθ' ἑαυτοῦ τὸν πολέμιον τρέφων.
[05079]
βίος δὲ παράνομος οὐδὲ μετὰ σημείων δυνήσεται τὴν κόλασιν ἐκφυγεῖν.
[06150]
Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ.
[06152]
βίος δὲ καθαρὸς καὶ αὐτοῦ τοῦ διαβόλου τὸ στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνήσεται.
[07938]
ποῦ ἡ τῶν δείπνων ἐκείνων πολυτέλεια, τὸ τῶν μουσικῶν πλῆθος, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολὺς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός;
[09482]
Οὐ μὴν διὰ τοῦτό φημι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, κἂν ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ.
[09975]
Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι, εἰς τὸ ἀναπαύεσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος βίος, τὸ τὰ δεσποτικὰ μεριμνᾷν;
[09999]
Μὴ τοίνυν, ἵνα μίαν ῥοπὴν τρυφήσωμεν (τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώμεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονέσωμεν, ἵνα διηνεκῶς στεφανωθῶμεν.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0123602867
[00449]
Ἴστε γὰρ ὅτι ὁδὸς ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·
[01134]
Οἶσθα ὡς οὐδὲν ὁ παρὼν βίος, ἀλλ' ἢ ἄνθη μιμεῖται ἠρινὰ, καὶ σκιὰς ἀδρανεῖς, καὶ ὀνειράτων ἐστὶν ἀπάτη·
[01407]
Ἴστε γὰρ ὅτι ὁδὸς ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·
[02092]
Οἶσθα ὡς οὐδὲν ὁ παρὼν βίος, ἀλλ' ἢ ἄνθη μιμεῖται ἠρινὰ, καὶ σκιὰς ἀδρανεῖς, καὶ ὀνειράτων ἐστὶν ἀπάτη·
[02521]
Ὁ μέγας οὗτος καὶ ὑψηλὸς βίος, καὶ πρὸς τὸν οὐρανὸν τεταμένος, τῇ μὲν φύσει τῶν πραγμάτων δυσχερής τις εἶναι δοκεῖ, τῇ δὲ ἀνδρείᾳ τῶν μετιόντων καὶ τῇ προθυμίᾳ εὔκολος σφόδρα γίνεται.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0759543598
[00378]
Οἶδε γὰρ, ὅτι βίος διεφθαρμένος κώλυμα τῆς τῶν ὑψηλῶν δογμάτων ἀκριβείας γίνεται.
[00735]
Ἐπειδὴ γὰρ ὁ παρὼν βίος ἐπίκηρος, καὶ ἀτελέστερον ἔτι διακείμεθα, ὅπερ ποιοῦσιν οἱ ἔξωθεν νομοθέται, καὶ τελείοις γενομένοις ἐγχειρίζουσι τὴν πατρῴαν οὐσίαν, τοῦτο καὶ ὁ Θεὸς ἐργάζεται.
[00995]
Ὁδὸς γὰρ ὁ παρὼν βίος, δεόμενος τῆς ἄνωθεν χειραγωγίας.
[01417]
Καὶ γὰρ ἐναγώνιος ἡμῶν ὁ βίος, καὶ μυρίων ἐχθρῶν ἡ ζωὴ ἡμῖν ἐμπέπλησται, οἵτινες καὶ ἰσχυρότεροι γίνονται, ἐπειδὰν ἁμαρτήμασι περιπέσωμεν.
[02006]
Τὸν μὲν γὰρ πόνον ἐνταῦθα συνεκλήρωσεν, ἔνθα βραχὺς ὁ βίος·
[02730]
Ὅτε τοίνυν καὶ ὁ βίος ὑμῶν βελτίων, καὶ τὸ κατόρθωμα, ὥς φατε, τοσοῦτον, τότε τὰ ἔσχατα πάσχετε.
[02741]
Ἴδωμεν τοίνυν οἶος αὐτῶν καὶ ὁ πρὸ τούτου βίος.
[02990]
καὶ ὁ βίος ἅπας ἱδρώτων γέμει.
[02991]
Ἐπειδὴ παιδευτήριον ὁ παρὼν βίος ἐστὶ, καὶ ἄνεσις καὶ σχολὴ τοὺς πλείονας τῶν ἀνθρώπων ἀπόλλυσι, διὰ τοῦτο καὶ ἀσχολίαν καὶ πόνον ἡμῖν ἀνέμιξεν, ἵνα ὥσπερ ὑπό τινων χαλινῶν τὸ ἐγηγερμένον τῆς διανοίας κολάζηται.
[04493]
Ὅτε τοίνυν καὶ ὁ βίος ὑμῶν βελτίων, καὶ τὸ κατόρθωμα, ὥς φατε, τοσοῦτον, τότε τὰ ἔσχατα πάσχετε.
[04504]
Ἴδωμεν τοίνυν οἶος αὐτῶν καὶ ὁ πρὸ τούτου βίος.
[04753]
καὶ ὁ βίος ἅπας ἱδρώτων γέμει.
[04754]
Ἐπειδὴ παιδευτήριον ὁ παρὼν βίος ἐστὶ, καὶ ἄνεσις καὶ σχολὴ τοὺς πλείονας τῶν ἀνθρώπων ἀπόλλυσι, διὰ τοῦτο καὶ ἀσχολίαν καὶ πόνον ἡμῖν ἀνέμιξεν, ἵνα ὥσπερ ὑπό τινων χαλινῶν τὸ ἐγηγερμένον τῆς διανοίας κολάζηται.
[06752]
Ὥσπερ γὰρ ὁ ἀκάθαρτος βίος ἐμποδίζει τὴν τούτων γνῶσιν καθάπερ ὁ Παῦλός φησιν·
[06755]
Γνῶναι μου τὰς ὁδοὺς ἐπιθυμήσουσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, οὕτως ὁ καθαρὸς βίος ὁδηγεῖ καὶ ἡ σπουδὴ ἡ περὶ τὸ ζητεῖν.
[06759]
Ὅταν δὲ καὶ προσεδρία, καὶ πνευματικὴ αἴτησις, καὶ βίος καθαρὸς παρῇ, ἐννόησον πόση ἔσται εὐκολία πρὸς τὸ λαβεῖν·
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0272802949
[01205]
σκηνὴ γὰρ ὁ παρὼν βίος ἐστίν.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0657280266
[00146]
βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις, τοῦ βίου γίνεται φυλακή.
[00825]
Οὐδενὸς ἀνθρώπων ὁ βίος δι' ὅλου μακάριος·
[00832]
Ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς, καὶ κύμασιν ἀλλεπαλλήλοις πληρούμενος·
[01046]
ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ, καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχε.
[01222]
«Οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς;
[01225]
ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;» Ἆρα, φησὶν, ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώπων ὁ βίος;
[01234]
Πλὴν, εἰ πειρατήριον ὁ βίος, πῶς οἷόν τέ ἐστι τὸν ἐν πειρατηρίῳ ὄντα πειρασμῷ μὴ περιπεσεῖν;
[01261]
«Ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς.
[01263]
[Ὁ δὲ Σύμμαχος, αἱ ἡμέραι μου ἀνηλώθησαν, μὴ οὔσης ἐλπίδος.]» Τάχα δὲ τὸ, Ὁ βίος μου ἐλαφρότερος λαλιᾶς, δύναται μὲν τὸ πρόσκαιρον τοῦ βίου σημαίνειν, ὅτι οὐκ ἔστιν ἑστηκὼς, ἀλλὰ λυόμενος, ὥσπερ ἡ λαλιά.
[01267]
Ἀπόλωλε δὲ ἐν κενῇ, φησὶν, ἐλπίδι ὁ βίος μου.
[01306]
χθιζοὶ γάρ ἐσμεν, καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.».
[01474]
«Τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου, ἀλλ' οὐθεὶς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.».
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0168582201
[00714]
Πρόσεχε ὅτι μακρὸς ὁ βίος, πολὺ τὸ μόνιμον τῆς ζωῆς, πολλαὶ αἱ ἐπιβουλαί·
[00911]
Ὥστε ἀπράγμων οὗτος ὁ βίος ἔστιν·
[00993]
ὥστε καὶ κατὰ τοῦτο ὁ ἐνάρετος βίος, καλός·
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0327974737
[00029]
Ἐκκλησία γὰρ οὐ τοῖχος καὶ ὄροφος, ἀλλὰ πίστις καὶ βίος.
[00268]
[52.401] Οὐκ οἶσθα, ὅτι ἀποδημία ὁ παρὼν βίος;
[00283]
Πανδοχεῖόν ἐστιν ὁ παρὼν βίος.
Homilia dicta praesente imperatore
Ante [Go Back]
000-00-00 Serial Number=0707402110
[00108]
∆ιὰ τοῦτο καὶ ὁ παρὼν ἐπίπονος γέγονε βίος καὶ πολλῶν ἱδρώτων γέμων, ἵνα κἀντεῦθεν οἱ παχύτεροι τῶν ἀνθρώπων καὶ τοῖς παροῦσιν ἐμφιλοχωροῦντες ὠθούμενοι, καὶ πρὸς τὸ ἐπαχθὲς τῆς ζωῆς ταύτης ναρκῶντες, φεύγωσι μὲν ἡδονὰς καὶ τὴν πρὸς τὸν παρόντα βίον συμπάθειαν, πρὸς δὲ τὸν τῶν οὐρανῶν τρέχωσιν ἔρωτα, καὶ πρὸς ἐκείνην ἐπείγωνται τὴν ἡμέραν.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0183805048
[01062]
Πάλιν ἔστι σοὶ μὲν βίος ἄληπτος καὶ ἦθος ἐλευθέριον, ἐν [60.39] δὲ Ἐκκλησίᾳ οὐ τούτων δεῖ μόνον.
[03931]
Σὺ δέ μοι σκόπει, πῶς αὐτοῖς ὁ βίος ὑφαίνεται πᾶς διὰ τῶν ἐναντίων.
[04040]
Εἰ γὰρ καὶ αὐτοὶ μετριάζοντες τούτῳ τὸ πᾶν λογίζονται, λέγοντες ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ ταῦτα ποιεῖν, ἀλλὰ καὶ ὁ βίος καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶν τοῦτο πεποίηκε.
[04793]
Ἔστω μοι βίος ἀκάθαρτος, καὶ πάντες τἀναντία λεγέτωσαν περὶ ἐμοῦ·
[04796]
Πάλιν ἔστω μοι βίος καθαρὸς, καὶ πάντες τἀναντία λεγέτωσαν·
[05826]
Ἐπεὶ οὖν οὐκ εἰς δέον κεχρήμεθα τοῖς ἐν ἡμῖν, διά τοι τοῦτο καὶ εἰς οὐδὲν δέον ὁ βίος ἡμῖν ἀνάλωται.
[07363]
Οὕτω καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διώρθωτο.
[09999]
Ἰδοὺ καὶ βίος ἄληπτος, καὶ πολλὴ ἡ συγκατάβασις·
[09999]
ὁ γὰρ βίος ὑμῶν τὰ ἐναντία μαρτυρεῖ, ὅτι οὐ πιστεύετε.
[09999]
Μυρία ὁ βίος ἐργάζεται κακὰ, θηρία τοὺς ἀνθρώπους ποιεῖ, καὶ θηρίων ἀλογωτέρους·
[09999]
Μέγα βίος, ἀγαπητοί·
[09999]
Ὁ βίος ὁ καθαρὸς πολλοὺς ἔχει τοὺς νοθεύοντας·
[09999]
Καὶ ποῖός ἐστιν οὗτος ὁ βίος;
[09999]
Καὶ πόθεν, φησὶν, ἂν γένοιτο βίος ἄριστος;
[09999]
Καὶ οὐ λέγει, ποταπὸς αὐτοῦ ὁ βίος, ἀλλὰ ἀφίησιν αὐτῶν τῷ συνειδότι, καὶ τὸ πᾶν ἐν τῇ αἱρέσει τίθησι, δεικνὺς ἐντεῦθεν οὐκ ἂν ἑλόμενος αὐτὴν, εἰ πονηρὸς ἦν καὶ μοχθηρός.
[09999]
ὁρῶ γὰρ κεχηνότας ἅπαντας καὶ βουλομένους ἀκοῦσαι, τίς ἐστιν ὁ βίος οὗτος ὁ μὴ ἔχων ἀθυμίας.
In Bassum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0348041058
[00110]
Ὁ παρὼν μόνος ἐστὶ βίος τῆς ἐμῆς μακροθυμίας ἐπίδειξις·
In Ecclesiasten
Ante [Go Back]
000-00-00 Serial Number=0762498558
[00132]
Οὐ γὰρ δή, καθάπερ ἡμεῖς θορυβούμεθα καὶ λέγομεν ὅτι «συνέβη τόδε, οὕτω συμβαίνει ἀπὸ ἁμαρτίας ἡμετέρας», ἀλλὰ φύσιν τοιαύτην ὁ βίος ἔχει·
[00430]
καὶ γὰρ ὁ βίος αὐτοῦ πολλῷ χείρων.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0735129476
[00428]
Εἰ δὲ ἐπὶ τῆς Καινῆς ταῦτα διορθοῦσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς Παλαιᾶς, ὅτε καὶ παχύτεροι οἱ ἀκροαταὶ καὶ πᾶς αὐτῶν ὁ βίος ἐντεῦθεν ὠρθοῦτο, τοῦ δήμου οὕτω πλέον ἐν τουτοισὶ παιδευομένου, πόρρω πάσης ἀδικίας γίνεσθαι καὶ ἐν μηδενὶ τὸν πλησίον πλεονεκτεῖν μηδὲ τὰς τῶν καταδεεστέρων ἐπιτρίβειν πενίας τῇ κακουργίᾳ τῆς καπηλείας.
[01107]
Τοιοῦτος γὰρ ἦν αὐτῶν ὁ βίος.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0356726468
[00422]
Ἄλλως τε καὶ ὁ βίος αὐτοῖς τότε ἀρχὴν ἔχει πρὸς κακίαν ἀποκλῖναι ἢ ἀρετήν.
[01591]
Οἱ δὲ ἐξ ἐθνῶν τούτων μὲν οὐδενὸς ἀπολαύσαντες, οὔτε θείων ποτὲ λογίων ἀκούσαντες, οὐδὲ ὅσον ὄναρ εἰπεῖν, ἀλλ' ἀεὶ τοῖς τῶν παραπαιόντων ἐνστρεφόμενοι μύθοις (τοῦτο γὰρ ἡ τῶν ἔξωθεν φιλοσοφία), καὶ ποιητῶν λήρους ἀνελίττοντες, καὶ ξύλοις καὶ λίθοις προσηλωμένοι, καὶ οὔτε δογμάτων οὔτε πολιτείας ἕνεκεν εἰδότες τι χρηστὸν καὶ ὑγιὲς (καὶ γὰρ ὁ βίος αὐτοῖς τῶν δογμάτων ἀκαθαρτότερος ἦν καὶ ἐναγέστερος.
[01668]
Ταύτης γὰρ ἡμῖν παρούσης, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν.
[03840]
ἀλλ' ὅμως αὐτῶν μὲν οὐδὲ τὰ ὀνόματα ἴσμεν, τῶν δὲ ἀποστόλων καὶ ὁ βίος καὶ τὰ ὀνόματα ᾄδεται πανταχοῦ.
[04601]
ταύτῃ γὰρ ὁ παρὼν ἔοικε βίος.
[05492]
∆ιὰ τοῦτο καὶ ὁ βίος ἡμῖν ἠμέληται, καὶ ὑπὲρ τῆς ἀληθείας ἀγωνιζόμενοι, οὐ [59.175] πολλὴν ἔχομεν τὴν ἰσχὺν, ἀλλὰ καταγέλαστοι γινόμεθα, καὶ παρ' Ἕλλησι, καὶ παρὰ Ἰουδαίοις, καὶ παρὰ αἱρετικοῖς.
In Kalendas
Ante [Go Back]
000-00-00 Serial Number=0310966253
[00214]
οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ, Ἀλλ' ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδᾶναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγματεύηται ἀπ' ἀλλοτρίας συμφορᾶς, ὅταν κοινὸς προκέηται λιμὴν τοῖς δεομένοις ἅπασι.
In Psalmum 094
Ante [Go Back]
000-00-00 Serial Number=0678654611
[00023]
Μετανοίας γὰρ ὁ παρὼν βίος, ἀπειλῆς δὲ καὶ κρίσεως ἡ μέλλουσα παρουσία.
In Psalmum 118
Ante [Go Back]
000-00-00 Serial Number=0821866393
[00020]
Ὁδὸς γὰρ παρὰ τῷ προφήτῃ ὁ παρὼν βίος εἴρηται, διὰ τὸ μη δὲν στάσιμον ἢ βέβαιον ἔχειν.
[00021]
Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν, καὶ καπνοῦ δίκην συντόμως παρέρχεται.
[00046]
Καὶ γὰρ διὰ τῆς ἀναγνώσεως καὶ διὰ τῆς ἀκροάσεως τῶν θείων Γραφῶν κατορθοῦται ὁ βίος ἡμῶν.
[00383]
Ὅτι πᾶς ὁ βίος τῶν ἀσεβῶν ἐν φροντίδι, κατὰ τὸν πολύαθλον Ἰώβ.
[00983]
καὶ ἡμεῖς δύο ὥρας ἢ τρεῖς οὐκ ἀκροώμεθα θείας ἀναγνώσεως, δι' ἧς ὁ βίος ἡμῶν κατορθοῦται.
[01104]
παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκρά τεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρή μοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοὺς νόμους ὑπερπη δῶντα.
In Psalmum 145
Ante [Go Back]
000-00-00 Serial Number=0840900481
[00227]
Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ, Οὐ γὰρ δὴ τὰ θαύματα μόνον ἐπὶ τῶν ἀποστόλων ἐπεσπάσατο τοὺς πιστεύοντας, ἀλλὰ πρὸ τῶν θαυ μάτων ὁ βίος.
In Romanum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0875289917
[00010]
Πολλὴ γάρ τις τῷ κόσμῳ [50.613] τῆς ἀσεβείας τότε τυραννὶς ἐνωρχεῖτο, καὶ θάλασσαν ἐκ βυθῶν ἐμιμεῖτο σειομένην ὁ βίος, καὶ τοῦ πελάγους εἰς τὴν γῆν αἱ τρικυμίαι μετέστησαν, καὶ σφοδρὸν τὸ τῆς εὐσεβείας σκάφος δυσσεβείας περιήντλει κλυ δώνιον, ἐν ᾧ πολλοὶ μὲν νεκροὶ πανταχοῦ κυβερνῆται, ναυτῶν δὲ οὐκ ὀλίγος ἀριθμὸς ὑποβρύχιος·
In annuntiationem sanctissimae deiparae
Ante [Go Back]
000-00-00 Serial Number=0185146511
[00128]
καὶ ὁ πρῶτος βίος διεκώλυε.
In catechumenos
Ante [Go Back]
000-00-00 Serial Number=0954002023
[00084]
Ὡς λόγος ἐστὶν ὁ παρὼν βίος, καὶ ὡς σκιὰ παρατρέχει τῆς ζωῆς τὸ διάστημα.
In dictum Pauli Nolo vos ignorare
Ante [Go Back]
000-00-00 Serial Number=0739659607
[00292]
Ὥσπερ γὰρ δόγματα πονηρὰ βίον ἀκάθαρτον εἰσάγειν εἴωθεν, οὕτω καὶ διεφθαρμένος βίος πονηρίαν δογμάτων πολλάκις ἔτεκεν.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0543514490
[02943]
Μὴ τοίνυν, ἵνα μίαν ῥοπὴν τρυφήσωμεν (τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώμεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονήσωμεν, ἵνα διηνεκῶς στεφανωθῶμεν.
[05968]
καὶ τοῦτο αὐτοῦ δείκνυσιν ἅπας ὁ βίος, καὶ ὁ πρότερος καὶ ὁ μετὰ ταῦτα.
[06049]
Καὶ οὕτως ὁ βίος ἅπας ἀναλωθήσεται μάτην, καὶ συμβήσεται τὰ περὶ τῶν Ἰουδαίων εἰρημένα καὶ ἐπὶ σοί·
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0336966932
[01199]
Οὐδὲ γὰρ οὕτω τὰ παρ' ἐμοῦ ῥήματα τοὺς ἀκούοντας ὠφελῆσαι δυνήσεται, ὡς ὁ βίος ὁ ἡμέτερος.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0279058337
[00530]
Μὴ γὰρ ὁ βίος τοῦ ἱερέως, μὴ γὰρ ἡ ἀρετὴ τοσοῦτόν τι συντελεῖ;
[02046]
Εἰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἔλεγεν ὁ Ἰὼβ, Πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τότε;
[02408]
ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα·
[02866]
κἂν ἀπέλθῃς λοιπὸν ἐντεῦθεν, κἂν τὴν ἀγορὰν ὑπερβῇς, καὶ τὸν πολὺν θόρυβον, ὅπερ ἐστὶν ὁ βίος, καὶ πρὸς τὰ μετέωρα τούτων ἔλθῃς, ὅπερ ἐστὶν ὁ μέλλων αἰών.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0672937930
[00169]
Τὰ γὰρ τοῦ Θεοῦ προστάγματα, μετὰ ἀνθρώπων εἰρηνεύειν ἐστὶ, καὶ ὁ βίος ἅπας ἡμῖν οὕτω κατορθοῦται ἐν τῇ πρὸς ἀλλήλους εἰρήνῃ·
[01606]
Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ.
[01608]
βίος δὲ καθαρὸς καὶ αὐτὸ τοῦ διαβόλου
[02208]
Ἐντεῦθεν μανθάνομεν, ὅτι εἰκότως ἔλεγεν ὁ Χριστὸς, ὅτι ὁ ποιῶν τὰ φαῦλα οὐκ ἔρχεται πρὸς τὸ φῶς, καὶ ὅτι βίος ἀκάθαρτος ἐμποδίζει δόγμασιν ὑψηλοῖς, οὐκ ἀφεὶς τὸ διορατικὸν φανῆναι τῆς διανοίας.
[03215]
Πολλῶν δὲ ἡμῖν τοιούτων διηγημάτων ὁ βίος
[05152]
Ἡμῖν δὲ καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος, ἀλλ' οὐκ ἐκείνοις, ἀλλὰ καὶ μακρὸς, καὶ μᾶλλον ἀθυμίας καὶ φροντίδων ἀπηλλαγμένος.
[06944]
Συνθέντες τοίνυν αὐτοὺς, οὕτως ἐρώμεθα ἀμφοτέρους, τίνος ἡδίων ὁ βίος·
[07858]
ἄν ποτε ὁ βίος σταίη, οὐδὲ ἡ τέχνη ἡ τοῦτο ζητοῦσα.
[09493]
καὶ γὰρ μυρίων γέμει τοιούτων ὑποδειγμάτων ὁ βίος.
[09799]
καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ ὁ παρὼν βίος ἀβίωτος.
[09999]
μᾶλλον δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουμένου, τῶν κυμάτων ἐστορεσμένων, οὐδενὸς οὐδαμόθεν ἐγγινο-μένου θορύβου.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0268337727
[00888]
Τοῦτο τὸ ἔργον ἡμῶν, οὗτος ὁ βίος, καὶ σὺ ἄνεσιν ζητεῖς;
[02543]
Τοιοῦτον ὁ παρὼν βίος ἐστίν·
[02548]
Τοιαύτη ἡ κακία ἐστὶ, καὶ ὁ ἐν κακίᾳ βίος·
[02787]
οὐδεὶς αὐτῷ βίος ἕτερος, ἀλλὰ περὶ τὴν Ἐκκλησίαν στρέφεται.
[03046]
Σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος.
[03219]
Πολλῶν ὁ βίος γέμει τοιούτων ὑποδειγμάτων·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0838522613
[00317]
Ποιεῖ γὰρ καὶ βίος ἀκάθαρτος σχίσματα·
[01041]
Εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὐτὴ εὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρὸς, ὃν ἐκ παιδείας λαμβάνομεν.
[01070]
Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον·
[01387]
Ἐκεῖνος γὰρ ὁ βίος ἐπιβουλὰς ἔχει καὶ μάχας, τῆς ψυχῆς καθ' ἑκάστην ἡμέραν τιτρωσκομένης ὑπὸ τῶν θορύβων τῶν ἐν τοῖς λογισμοῖς.
[02082]
Οὐκ ἔδει λόγων, εἰ τοσοῦτον ἡμῶν ὁ βίος ἔλαμπεν·
[02371]
μᾶλλον δὲ ὅσον σταγὼν πρὸς ἄβυσσον ἄμετρον, τοσοῦτον ὁ παρὼν βίος πρὸς τὰ μέλλοντα.
[03495]
ὅταν γὰρ περὶ δογμάτων ᾖ λόγος, ποῖος βίος ἐνταῦθα ἰσχὺν ἔχει;
[03579]
Σκηνή τίς ἐστιν ὁ βίος, καὶ ὄναρ.
[03604]
Οὐχὶ μυριάκις αὐτῶν κατηγοροῦμεν, ὅτι οὐδὲν ὁ βίος ὁ ἀνθρώπινος;
[03787]
Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι εἰς τὸ ἀναπαύεσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος ὁ βίος τὰ δεσποτικὰ μεριμνᾷν;
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0996315122
[00494]
Καὶ ἀεὶ περίπατον τὸ τοιοῦτον καλεῖ, εἰκότως, δεικνὺς ὅτι οὗτος ἡμῖν ὁ βίος ἐστὶν ὁ προκείμενος·
[00632]
Καλιὰ γὰρ ὁ παρὼν βίος ἐστὶν, ἀπὸ καρφῶν καὶ πηλοῦ συγκεκολλημένος.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0105396092
[01529]
οὐ γὰρ ἤρκει τὸ φιλοκίνδυνον, ὁ βίος ἄληπτος, εἰ μὴ καὶ δύναμιν Πνεύματος ἔλαβε.
[03572]
∆είκνυσιν ἐνταῦθα ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος·
[03573]
ὁ δὲ βίος ἐξ οἰκείας γέγονε ῥᾳθυμίας καὶ ἀναλγησίας.
[03580]
Ὁρᾷς ὅτι οὗ μὴ καθαρὸς βίος, καὶ δογμάτων τοιούτων ἐστὶν ὑπόθεσις;
[03623]
ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος.
[03625]
ὁ δὲ βίος ὁ ὀρθὸς, ἀλήθεια·
[04391]
ἂν τῶν δημιουργῶν ἕκαστος καὶ χειροτεχνῶν τὸν μὲν ἑτερότεχνον, ἀλλὰ μηδὲ τὸν ὁμότεχνον βλάπτῃ μηδὲν, ἀργῇ δὲ μόνον, οὐχὶ ἀπόλωλεν ἅπας ὑμῖν ὁ βίος οὕτω καὶ διέφθαρται;
[04778]
Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο, ὅτι Ὁ μὲν ὑμέτερος βίος φανερὸς ὢν, φῶς ἐστιν·
[05878]
Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι.
[06642]
κἂν βίος ᾖ, τὸν ἀληθῆ.
[06795]
Ὥστε εἴ τις οἶδεν ὅτι ὁ παρὼν βίος ὁδός τίς ἐστι καὶ στρατεία, καὶ ὡς ἂν εἴποι τις τὸ λεγόμενον παρ' αὐτοῖς φωσσάτον, οὐ ζητήσει οἰκοδομὰς λαμπράς.
[06800]
Οὐδὲν στρατείας καὶ φωσσάτου ὁ παρὼν βίος διενήνοχε.
[06829]
Ἡ τοίνυν ἑτοιμασία τοῦ Εὐαγγελίου οὐκ ἄλλο τί ἐστιν, ἀλλ' ἢ βίος ἄριστος.
[06917]
Ἐὰν οὖν πίστις ὀρθὴ ᾖ καὶ βίος ὀρθὸς, τὰ ὅπλα ἄτρωτα μένει.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0468277693
[00180]
Ὅτι οὐδὲν τῶν κακῶν γένοιτ' ἂν αἴτιόν ποτε τῶν καλῶν, τῶν δὲ μυρίων στεφάνων καὶ τοσούτων μισθῶν ὁ παρὼν βίος αἴτιός ἐστιν.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0996759355
[02390]
Γῆρας γὰρ, φησὶ, τίμιον, οὐ τὸ πολυχρόνιον, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
[02833]
Οὐδὲν ἄλλο, ἢ τοῦτο ἀρχήν φησιν, ὅταν μὴ βίος ἀκριβὴς παρῇ.
[03158]
Οὐδὲν οὕτως εὔθετον, ὡς βίου καθαρότης, οὐδὲν οὕτως εὔρυθμον, ὡς βίος ἄριστος, οὐδὲν οὕτως εὔθετον, ὡς ἀρετή.
[04595]
Εἰ τοίνυν ὁ ἐπ' ἀνθρώπων ἀγωνίζεσθαι μέλλων, τοσαύτῃ κέχρηται προνοίᾳ, πολλῷ μᾶλλον ἡμῖν ἁρμόσει διηνεκῶς φροντίζειν καὶ μεριμνᾷν, οἷς ὁ πᾶς βίος ἀγών ἐστι.
[05715]
ἐνταῦθα δείκνυσιν ὅτι οὐ πίστις μόνον, ἀλλὰ καὶ βίος ἐνάρετος ζητεῖται, καὶ τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρόν.
[05849]
γέμει ὁ βίος τῶν γυμναζόντων σε, καὶ ποιούντων ἰσχυρόν.
[08076]
Ὅτι ὅλος ὁ βίος αὐτοῦ ὕβρεων ἔγεμε·
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0497434974
[00623]
Εἰπὲ γάρ μοι, εἰ μὴ ἀπήτει λόγον ἡμᾶς, ἆρα ἂν ἔστη ὁ βίος ὁ ἀνθρώπινος;
[00626]
εἰ μὴ λόγον ἡμᾶς ἀπῄτει, καὶ τοῦτο πεπείσμεθα, πόσης ἂν συγχύσεως καὶ τύρβης ἐπληρώθη ὁ βίος;
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0924546301
[00466]
Ἔστι γὰρ δικαιοσύνη, ἀλλ' οὐ κατὰ Χριστὸν, οἷον βίος ἁπλῶς ἐνάρετος·
[02468]
Εὐσέβεια, καὶ ὁ κατ' ἀρετὴν βίος.
[03466]
Ἐποίησε τέχνας, ἵνα βίος συνεστήκῃ, οὐχ ἵνα τῶν πνευματικῶν ἀποχωρίσωμεν ἑαυτοὺς, οὐχ ἵνα ταῖς βαναύσοις προσέχωμεν τέχναις, ἀλλὰ ταῖς ἀναγκαίαις·
[03720]
Ἔτι ἐναγώνιός μοι ὁ βίος, ἔτι τοῦ τέλους εἰμὶ πόῤῥω, ἔτι τῶν βραβείων ἀφέστηκα, ἔτι τρέχω, ἔτι διώκω.
[03952]
Ἐννοήσατε πῶς αὐτοῖς ὁ βίος ἀπηκριβωμένος ἦν, ὡς ἀρχέτυπον αὐτοὺς καὶ παράδειγμα κεῖσθαι καὶ νόμους ἐμψύχους.
[03964]
Πλὴν ἀλλὰ κἂν ἠμελημένος ὁ τοῦ διδασκάλου βίος ᾖ, ἡμεῖς ἑαυτοῖς προσέχωμεν, καὶ ἀκούωμεν τοῦ προφήτου λέγοντος, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ·
[04883]
Ἀλλ', ὅπερ ἔλεγον, οὐκ ἔνι βίος ἀταλαιπώρητος.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0293297768
[00967]
∆ιὰ τοῦτο οὐ τὸ δόγμα αὐτοῖς σατανικὸν μόνον ἦν, ἀλλὰ καὶ ὁ βίος διαβολικός.
[01826]
ὁ γὰρ βίος αὐτῶν σφόδρα διέφθαρτο·
[01827]
τῶν δὲ Ἰουδαίων εἰ καὶ ὁ βίος ἐδόκει παρημελῆσθαι, ἀλλ' ἦν προκαλύμματα τούτων μεγάλα, νόμος καὶ περιτομὴ, καὶ τὸ τὸν Θεὸν αὐτοῖς ὡμιληκέναι, καὶ τὸ πάντων εἶναι καὶ εὐεργετεῖσθαι.
[01847]
ὁ γὰρ βίος αὐτῶν σφόδρα διέφθαρτο·
[01848]
τῶν δὲ Ἰουδαίων εἰ καὶ ὁ βίος ἐδόκει παρημελῆσθαι, ἀλλ' ἦν προκαλύμματα τούτων μεγάλα, νόμος καὶ περιτομὴ, καὶ τὸ τὸν Θεὸν αὐτοῖς ὡμιληκέναι, καὶ τὸ πάντων εἶναι διδασκάλους.
[01867]
Οὐδὲ γὰρ οἱ παρ' ἡμῖν νόμοι συγχωροῦσιν ἡμῖν ταύτης ἀπολαύειν τῆς παῤῥησίας, ὅταν ὁ βίος ἡμῶν διεφθαρμένος ᾖ.
[04306]
Εἰ δὲ ἐκείνοις ἡδὺς οὗτος ὁ βίος εἶναι δοκεῖ, ἀναμνήσθητε τοῦ λόγου, οὗ συνεχῶς λέγω πρὸς ὑμᾶς, ὅτι οὐδὲν θαυμαστὸν μὴ φυγεῖν κακίας πικρίαν καὶ λύπην ἐν κακίᾳ ζῶντα.
[08645]
Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύῃς εἰρήνης.
[08937]
Καὶ γὰρ ὕπνος ὁ παρὼν βίος, καὶ ὀνειράτων οὐδὲν τὰ ἐν αὐτῷ διενήνοχε.
[09483]
∆ικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ, ὁ ἐνάρετος βίος, ἡ πρὸς τὸν ἀδελφὸν εἰρήνη, ᾗ ἐναντιοῦται αὕτη ἡ φιλονεικία·
[09580]
Καὶ γὰρ στάδιον ὁ παρὼν βίος, καὶ μυρίους πάντοθεν ὀφθαλμοὺς ἔχειν δεῖ, μηδὲ νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν.
[09999]
Ὅταν γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, καὶ μείζονα κατὰ τοῦτο δώσουσι δίκην τῶν ἀπίστων·
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0924287021
[00288]
Τοῖς μὲν παλαιοῖς ἀνδράσιν ἅπας ὁ βίος ἦν ἐνερ [62.670] γὸς καὶ ἐναγώνιος·
[00324]
∆ιὰ τοῦτο τίθησιν, Εἴ τις ἀνέγκλητος, τουτέστιν, εἰ κατηγορίας ὁ βίος ἐλεύθερος αὐτῷ γέγονεν, εἰ μηδεὶς ἔσχεν ἐπισκῆψαι ἐν τῇ ζωῇ.
[00875]
Ὅταν γὰρ καὶ βίος λάμπῃ, καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺ καὶ ἄφατον τὸ κέρδος.
In evangelii dictum et de virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0757088304
[00140]
Ὁ βίος βραχὺς, ἡ δὲ κρίσις μακρά.
In illud Domine non est in homine
Ante [Go Back]
000-00-00 Serial Number=0268877327
[00192]
Τί γὰρ ἂν ἀδικώτερον τοῦ κολάζεσθαι τοὺς οὐκ ὄντας κυρίους τῶν πρακτέων, καὶ τιμωρίαν ὑπέχειν ἀνθρώπους, ὧν ἡ ὁδὸς καὶ ὁ βίος οὐκ ἐπὶ τῇ αὐτῶν ἐξουσίᾳ κεῖται;
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0140431643
[00431]
ἐπεὶ κέρδος οὐδὲν ἔσται ἡμῖν τῶν ὀρθῶν δογμάτων, ὅταν ὁ βίος διεφθαρμένος ᾖ·
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0992504537
[00441]
καὶ ἅπας ἐναγώνιος αὐτοῖς ὁ βίος ἦν, καὶ αὐτὰ δὲ ἀκρωτηριασθῆναι τὰ μέλη οὐκ ἂν ὑπὲρ τῶν διδασκάλων παρῃτήσαντο.
In illud Simile est regnum caelorum patri familias
Ante [Go Back]
000-00-00 Serial Number=0973578334
[00089]
Οὐ παύομαι γυμνῶν τὸν διά βολον, ἕως ἂν ὁ βίος οὗτος παρείη·
In illud Verumtamen frustra conturbatur
Ante [Go Back]
000-00-00 Serial Number=0605979502
[00046]
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν! Τέλος, ὅρα, ἀγαπητὲ, εἰ μὴ θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα, εἰ μὴ τῆς ἐκεῖθεν ταραχῆς ὁ βίος ἐμπλέκεται, εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα, εἰ μὴ τῶν ἀνέμων σφοδρότερον ἀλλήλοις συμπίπτομεν, εἰ μὴ τὰ χρήματα, καθάπερ καταιγίδες, κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν, εἰ μὴ, καθάπερ ἐν ζόφῳ θαλαττίῳ, ὧδε κἀκεῖσε περιφερόμεθα.
[00063]
∆ιὰ τὰ χρήματα ὁ βίος ἀβίωτος γέγονε·
In ingressum sanctorum jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0419408321
[00004]
Πάλιν ἡμᾶς καλεῖ ὁ ἀγγελικὸς βίος ἐπὶ τὴν ἀρχαίαν τρυφὴν, καὶ πρὸς τὴν θείαν ἐκείνην καὶ μακαρίαν ἀπόλαυσιν ἡμῖν ἐπανοίγει πύλας.
In parabolam Samaritani
Ante [Go Back]
000-00-00 Serial Number=0534724891
[00021]
Ὁδὸς δέ ἐστιν ὁ βίος οὗτος, ὅπου περιπατήσας ὁ Ἀδὰμ ἔπεσεν εἰς τοὺς λῃστὰς, καὶ ἐκδιδύσκουσιν αὐτόν.
In parabolam de filio prodigo
Ante [Go Back]
000-00-00 Serial Number=0459466100
[00129]
εἰ μὴ κωλύει μου τὸν λόγον ὁ βίος·
In paralyticum demissum per tectum
Ante [Go Back]
000-00-00 Serial Number=0060669720
[00388]
Καὶ οὐ τὰ δόγματα μόνον ὑγιῆ καὶ ἄφθορα μενεῖ, ἀλλὰ καὶ ὁ βίος πολλῆς ἀπολαύσεται τῆς ἐπιμελείας, καὶ μεθ' ἡδονῆς καὶ μετ' εὐθυμίας τὴν παροῦσαν δυνησόμεθα διανύσαι ζωήν.
In pentecosten Sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0568277121
[00032]
Οὐδὲ γὰρ λίθων οἰκοδομὴ, καὶ πολυχειρίᾳ συντιθέμενος πύργος εἰς οὐρανὸν ἀνάγειν πέφυκεν, ἀλλὰ ἅρματα θεογνωσίας, καὶ πολλοὶ δικαιοσύνης, καὶ φωτὸς καθαρώτερος βίος, καὶ πτέρυγες ἀρετῆς πρὸς ἐκείνην τὴν ὁδὸν ἀνάγουσιν.
In pharisaeum et meretricem
Ante [Go Back]
000-00-00 Serial Number=0799300134
[00117]
τὸ πονηρὸν συνειδὸς ἐμφράττει μου τὸ στόμα, ὃ διέφθειρεν ὁ διεφθαρμένος μου βίος·
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0782195449
[00297]
Οὐδὲ γὰρ ὁ χρόνος ποιεῖ νεοφώτιστον, ἀλλ' ὁ βίος ὁ καθαρός·
[00357]
ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος
[00539]
Οὐ γὰρ τὰ σημεῖα ἀποστόλους ἐποίησεν, ἀλλ' ὁ βίος ὁ καθαρός.
In sanctum pascha [1]
Ante [Go Back]
000-00-00 Serial Number=0993116438
[00213]
Ἀγὼν γάρ ἐστι καὶ πάλη πᾶς ὁ παρὼν βίος, καὶ τοὺς ἐν τῷ σταδίῳ τούτῳ τῆς ἀρετῆς ἅπαξ εἰσελθόντας προσήκει πάντα ἐγκρατεύεσθαι·
In secundum domini adventum
Ante [Go Back]
000-00-00 Serial Number=0319032669
[00259]
ὅταν γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, μείζονα καὶ διὰ τοῦτο δώσουσι δίκην τῶν ἀπίστων·
In synaxim archangelorum
Ante [Go Back]
000-00-00 Serial Number=0152746379
[00048]
Ἐναντία τὰ πράγματα, ὁ βίος ἀνώμαλος.
In synaxim incorporalium
Ante [Go Back]
000-00-00 Serial Number=0154718041
[00090]
ἐναντία τὰ πράγματα, ὁ βίος ἀνώμαλος·
In venerandum crucem
Ante [Go Back]
000-00-00 Serial Number=0826964676
[00092]
Ἰωάννου δὲ ὁ βίος ἅπας μία νηστεία ἦν·
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0213239908
[00277]
Οὐ γὰρ ἀρκεῖ βίος καθαρὸς, ἐὰν [μὴ] καὶ εὐχὴ προσῇ.
[01405]
Τοῦτο καὶ ὁ Χριστὸς δηλοῖ, ὅτι θάλασσα ὁ παρὼν βίος ἐστὶν, ἐν τῷ λέγειν·
Non esse desperandum
Ante [Go Back]
000-00-00 Serial Number=0532868803
[00163]
οὕτω καὶ γάμων στασιαζόντων, ἅπας ὁ βίος ἡμῶν ἀνατρέπεται.
Oratio secunda
Ante [Go Back]
000-00-00 Serial Number=0076118350
[00027]
Βραχὺς ὁ βίος καὶ εὐπερίστατος, ὀξέως παροδεύων καὶ πρὸς τὸν θάνατον παραπέμπων·
Quod frequenter conveniendum sit
Ante [Go Back]
000-00-00 Serial Number=0127461016
[00093]
καὶ σπήλαιον ἦν αὐτῷ τὸ οἴκημα, καὶ δέρμα τὸ ἱμάτιον, καὶ ἡ τράπεζα γῆ, καὶ πρόγονοι ἄσημοί τε καὶ ἀνώνυμοι, καὶ πατρὶς εὐτελὴς, καὶ βίος ἀγροικώδης.
[00194]
Καὶ ὁ πρὸ τούτου δὲ βίος ὁ πρὸ τῆς ἐπιστροφῆς ἱκανὸς ἦν αὐτὸν σωφρονίσαι.
Quod mari similis sit haec vita
Ante [Go Back]
000-00-00 Serial Number=0367659092
[00002]
Τοῦ αὐτοῦ, ὅτι θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, καὶ εἰς τὸ, Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.
[00025]
Θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, πλοίῳ ἡ ἀνθρωπίνη ὑπόστασις, φέρουσα καθάπερ ἐπιβάτας καὶ κυβερνήτην τοὺς λογισμοὺς καὶ τὸν νοῦν.
Quod nemo laeditur nisi a se ipso
Ante [Go Back]
000-00-00 Serial Number=0151886642
[00155]
Καὶ γὰρ δὴ τοῦτο μάλιστά ἐστι τὸ πάσης ἀποστεροῦν τοὺς ἁλόντας συγγνώμης, ὅτι καὶ ἀηδίας καὶ πολλῆς τῆς πικρίας ἐμπεπλησμένος ὁ βίος οὗτος, ποθεινὸς αὐτοῖς καὶ περισπούδαστός ἐστι.
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
000-00-00 Serial Number=0222238660
[00359]
Εἰ γὰρ ἐνταῦθα οὕτω φαῦλον ὄζει παρὰ πᾶσι καὶ ἀηδὲς τῆς τοιαύτης ὁ βίος, ὡς πάντας αὐτὴν ἀποστρέφεσθαι καὶ φίλους καὶ ἐχθροὺς, πῶς τῶν βασιλικῶν ἐπιβῆναι δυνήσεται προθύρων ἀνακεχρωσμένη βορβόρῳ τοσούτῳ;
Synopsis scripturae sacrae
Ante [Go Back]
[00231]
εἰποῦσά τε πρὸς τὸν Ἰσαὰκ, ὅτι ἀβίωτος αὐτῇ ἔσται ὁ βίος, εἰ καὶ Ἰακὼβ ἀπὸ τῶν Χαναναίων λάβοι γυναῖκα, παρασκευάζει τὸν Ἰσαὰκ ἐκπέμψαι τὸν Ἰακὼβ εἰς Μεσοποταμίαν πρὸς τὸν ἀδελφὸν αὐτῆς τὸν Λάβαν, καὶ ἐκ τῶν θυγατέρων αὐτοῦ γυναῖκα λαβεῖν.
[00300]
μετὰ δὲ ταῦτα πάλιν ἀνεκλήθη ἐκεῖνος ὁ πρότερος βίος, διὰ τῆς κατὰ Χριστὸν πολιτείας ἐπὶ τὸ τελειότερον παραχθείς.
[01771]
Ὅτι, Ὥσπερ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς
[01792]
Ὁ βίος μού ἐστιν ἐλαφρότερος δρομέως.
[01813]
Ἀλλ' οὐθεὶς, ἐὰν κἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»