Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὄψιν [249]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὄψιν


000-00-00 Serial Number=0161282063
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01154]  Ἀλλ' ἐπειδὴ τὴν ἀδελφικὴν ὄψιν ὁρᾷν ἔμελλεν, οὐ ταυτὸ ἔπασχε τοῖς ὁρῶσι τὴν παρὰ τοῖς ποιηταῖς πλαττομένην ὑπ' ἐκείνων Γοργόνος κεφαλήν;
 [01357]  Μᾶλλον δὲ οὐκ οἶδα τί ἄν τις αὐτοὺς φαίη νομίζειν ὄναρ, τὰς τρεῖς ἡμέρας τῆς ἀπαλλαγῆς, ἢ τὴν παροῦσαν ὄψιν ἐκείνην τὴν φρικώδη καὶ φοβεράν·
000-00-00 Serial Number=0534689605
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00086]  Ἀλλ' ὅμως τὸν οὕτως ὠμὸν καὶ ἀσεβῆ καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον εἰς μετάνοιαν προσκαλεῖται καὶ δίδωσιν αὐτῷ καὶ ἑτέρας τοῦ μεταβαλέσθαι ἀφορμάς, πρῶτον μὲν αὐτὸ τὸ ἐν τῇ καμίνῳ θαῦμα γεγονός, μετὰ δὲ ἐκεῖνο τὴν ὄψιν μὲν ἣν εἶδεν ὁ βασιλεύς, ἡρμήνευσεν δὲ ὁ ∆ανιήλ, ἱκανὴν καὶ λιθίνην κάμψαι ψυχήν·
 [00474]  Καὶ γάρ, εἴ τις τῶν πυκτευόντων τὸν ἀνταγωνιστὴν ἀφεὶς κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τρέποι τὰς χεῖρας καὶ τὴν οἰκείαν ὄψιν συγκόπτοι, ἆρα, εἰπέ μοι, οὐ μετὰ τῶν μαινομένων αὐτὸν κατατάξομεν;
000-00-00 Serial Number=0782814145
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00088]  ὅσον ἐσόπτρου καὶ αἰνίγματος καὶ τῆς ἄλλης τῆς ἀσαφοῦς τῶν πραγμάτων ὄψεως πρὸς σαφῆ ὄψιν·
 [00389]  [7.30] Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, [7.31] ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, [7.32] καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ·
000-00-00 Serial Number=0120899022
Ad illuminandos catecheses Ante [Go Back]  
 [00479]  οὕτω χαριεστέραν ὄψεται [49.238] τὴν ὄψιν ὁ ἀνήρ.
 [00483]  Οὐ γὰρ οὕτω κάλλους φύσις εὔμορφον ποιεῖ γίνεσθαι τὴν ὄψιν, ὡς ἡ τοῦ θεωροῦντος αὐτὴν διάθεσις·
 [00488]  Καλλώπισον τοίνυν τὴν ὄψιν σωφροσύνῃ, σεμνότητι, ἐλεημοσύνῃ, φιλανθρωπίᾳ, ἀγάπῃ, τῇ περὶ τὸν ἄνδρα φιλοφροσύνῃ, ἐπιεικείᾳ, πραότητι, ἀνεξικακίᾳ·
 [00492]  Εἰ γὰρ σοφία ἀνθρώπου φωτίζει τὸ πρόσωπον, πολλῷ μᾶλλον ἀρετὴ γυναικὸς φωτίζει τὴν ὄψιν.
000-00-00 Serial Number=0296768904
Ad populum Antiochenum Ante [Go Back]  
 [00434]  ῥάπισον αὐτοῦ τὴν ὄψιν, σύντριψον τὸ στόμα, ἁγίασόν σου τὴν χεῖρα διὰ τῆς πληγῆς, κἂν ἐγκαλῶσί τινες, κἂν εἰς δικαστήριον ἕλκωσιν, ἀκολούθησον·
 [00516]  οὐκ εἴδομεν βαρβαρικὸν πῦρ, οὐδὲ πολεμίων ὄψιν ἐθεασάμεθα, καὶ τὰ τῶν ἑαλωκότων πάσχομεν.
 [01215]  Ἐνταῦθα μὲν γὰρ καὶ τῆς αὐτῆς οὐσίας ὁ ὑβρισθεὶς, καὶ ἅπαξ τοῦ παντὸς χρόνου τοῦτο πέπονθε, καὶ οὐ κατ' ὄψιν οὐδὲ παρὼν καὶ ὁρῶν καὶ ἀκούων, καὶ ὅμως οὐδεὶς ἔτυχε συγγνώμης τῶν τετολμηκότων·
 [04402]  μὴ φύγῃς μοιχείαν μόνον, ἀλλὰ καὶ ἀκόλαστον ὄψιν.
 [05311]  ἐπειδὴ δὲ ἦλθον, καὶ τῆς χώρας ἐπέβησαν, καὶ τὴν ὄψιν αὐτῆς ἠφανισμένην εἶδον ἅπασαν, καὶ τὸν ἐμπρησμὸν ἐθεάσαντο, καὶ γῆν μὲν οὐδαμοῦ φαινομένην, κόνιν δὲ πάντα καὶ τέφραν, καταπλαγέντες καὶ πολλὴν ἀπὸ τῆς θεωρίας ἐκείνης δεξάμενοι διδασκαλίαν σωφροσύνης, οὕτως ἀπῆλθον.
 [05566]  κἂν ψιλὴν ἴδῃ τὴν ὄψιν μόνον, δέδοικε καὶ τρέμει, καθάπερ τὰ ἔσχατα πάσχων κακά·
 [06034]  Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνόντων αὐτὸν πολλῶν ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, καὶ λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοὺς λίθους ἐξακοντίζοντες, ψηλαφήσας τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας, εἶπεν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου γεγενημένην ὁρῶ, ἀλλ' ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις ἅπασα, κἀκείνους ἐρυθριάσαντας καὶ αἰσχυνθέντας ἀποστῆναι τῆς ἀδίκου ταύτης συμβουλῆς.
000-00-00 Serial Number=0886285722
Ad viduam juniorem Ante [Go Back]  
 [00105]  Εἰ δὲ σφόδρα ἀφορήτως ἔχεις πρὸς τὸ τοῦ χρόνου μακρόν, εἰκὸς αὐτὸν καὶ δι' ὀνειράτων ἐπιστῆναί σοί ποτε, καὶ διαλέγεσθαι τὰ ἐν συνηθείᾳ, καὶ δείξειν ὄψιν τὴν ποθουμένην·
000-00-00 Serial Number=0703855872
Adversus Judaeos Ante [Go Back]  
 [01665]  κρῖναι δὲ αὐτῷ τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν Θεόν·
 [02035]  εἶτα ἐμπρησθέντος τούτου, καὶ πάντων ἀχθέντων εἰς Βαβυλῶνα, πάλιν Ἰεζεκιὴλ καὶ ∆ανιὴλ οὐ τὰ ἅγια τῶν ἁγίων ὁρῶντες, οὐ παρὰ τὸν βωμὸν ἑστῶτες, ἀλλ' ἐν μέσῃ χώρᾳ βαρβάρων, [48.910] μεταξὺ παρανόμων καὶ ἀκαθάρτων ὄντες ἀνθρώπων, πνεύματος ἐπληροῦντο, καὶ τὰ μέλλοντα προὔλεγον, καὶ πολλῷ τῶν προτέρων καὶ πλείονα καὶ παραδοξότερα εἶπον πράγματα, καὶ ὄψιν ἐθεάσαντο θείαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν.
000-00-00 Serial Number=0680283606
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00182]  Τοὺς δ' εὐθέως φρίκη τε καὶ φρενῶν ἔκστασις ᾕρει, [47.327] καὶ πρὸς τὴν ὄψιν ἐπεπήγεσαν.
 [01690]  Καὶ οὕτω γενναῖος καὶ μέγας ὁ νεανίας ἐγένετο ἐκεῖνος, ὡς τὸν Θεὸν ἀποστραφέντα τὸ τῶν Ἑβραίων γένος διὰ τὴν κατακεχυμένην κακίαν, καὶ οὐ χρῶντα αὐτοῖς, οὐδὲ ὄψιν τινὰ φαίνοντα λοιπὸν, ἐπισπάσασθαι πάλιν διὰ τῆς ἀρετῆς, καὶ πεῖσαι παρέχειν τὰ αὐτὰ, ἅπερ καὶ πρότερον, καὶ τὴν προφητείαν ἀποπτᾶσαν ἀνακαλέσασθαι πάλιν.
000-00-00 Serial Number=0901085854
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00114]  οὕτω προέρχου, ὡς νύμφη κεκοσμημένη, ἐσκεπασμένη τῷ περιβολαίῳ τὴν ὄψιν, ἵνα μή τινα διὰ τῆς ὁράσεως τραυματίσασα τῆς ἐκείνου ἀπωλείας σὺ τὴν ἀμοιβὴν ἀπολήψῃ.
000-00-00 Serial Number=0475922763
Catecheses ad illuminandos Ante [Go Back]  
 [00871]  [5.25] Ἐπὶ μὲν γὰρ τοῦ σωματικοῦ κάλλους ἀμήχανον τὴν ἅπαξ ἄμορφον γενομένην ὄψιν καὶ ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἑτέρας τινὸς σωματικῆς περιστάσεως τὸ πρότερον ἀπολέσασαν κάλλος εἰς ἀκμὴν πάλιν ἐπανελθεῖν.
000-00-00 Serial Number=0977181077
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00046]  θέλεις σοι δείξω καὶ τὴν ὄψιν τῆς νύμφης αὐτὴν ἀπαστράπτουσαν καὶ κάλλος ἀμήχανον ἔχουσαν, πολὺ μὲν περὶ αὐτὴν πλῆθος ἀγγέλων, ἀρχαγγέλων;
 [00151]  οὐ γὰρ τολμήσει πρὸς τοιαύτην ἀντιβλέψαι λοιπὸν ὄψιν, ἀλλ' ὥσπερ ἀκτῖνας ὁρῶν ἐκπηδώσας ἐκεῖθεν, οὕτως ἀποτυφλωθεὶς τοὺς ὀφθαλμοὺς ἄπεισιν.
000-00-00 Serial Number=0983599007
Commentarius in Job Ante [Go Back]  
 [03534]  ὅρα καὶ ὄψιν ἀηδῆ τινα καὶ ἀποτρόπαιον, ἅπαν ἀπηνθισμένον αὐτῷ τὸ κάλλος.
000-00-00 Serial Number=0871266603
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00138]  Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐ μόνον τὸν συνοικοῦντα, ἀλλὰ καὶ τὸν βλέποντα περιέργως εἰς ὄψιν παρθενικὴν δύσκολον, τάχα δὲ καὶ ἀδύνατον, τὴν ἐκεῖθεν διαφυγεῖν βλάβην·
000-00-00 Serial Number=0174999654
De Anna i Ante [Go Back]  
 [00089]  Ὅταν γὰρ ἔνδον κατηγορῇ τῆς ἁμαρτίας, συγχεῖ τὴν ὄψιν ἔξωθεν, καὶ πολλῆς τῆς ἀθυμίας πληροῖ.
 [00261]  ταύτην καὶ ἐπὶ τῶν παιδίων τὴν πρόνοιαν ἔχωμεν, καὶ μὴ παράγωμεν αὐτῶν τὰς ὄψεις, ἔνθα θεραπαινίδες ἀσελγεῖς, ἔνθα κόραι ἄσωτοι, ἔνθα δοῦλαι ἀκόλαστοι, ἀλλὰ κελεύωμεν, καὶ παρεγγυῶμεν, κἂν θεραπαινίδα τοιαύτην ἔχωμεν, κἂν γείτονα, κἂν ἁπλῶς ἑτέραν τινὰ τοιαύτην, μήτε εἰς ὄψιν, μήτε εἰς συνουσίαν λόγων τοῖς νέοις ἔρχεσθαι, ὥστε μὴ σπινθῆρα ἐκεῖθεν ἐκπεσόντα ὁλόκληρον ἀνάψαι τοῦ παιδίου τὴν ψυχὴν, καὶ ἀπαραμύθητον γενέσθαι τὴν συμφοράν.
 [00990]  κἂν γυναῖκα εὔμορφον, οὐ κατακλασθήσεται πρὸς τὴν ὄψιν, τοῦ πυρὸς τοῦ κατὰ τὴν εὐχὴν ἔνδον μένοντος, καὶ πάντα ἄτοπον λογισμὸν διωθουμένου.
000-00-00 Serial Number=0301092982
De Davide et Saule Ante [Go Back]  
 [00039]  καὶ τοσαύτην περὶ τὸν βασιλέα κηδεμονίαν ἐπεδείξατο τότε, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστῆσαι.
 [00348]  οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν ὁρῶν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθησόντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας καὶ γὰρ τοῦτο κληματίδος, καὶ πίσσης, καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆγε τὴν φλόγα οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς, καὶ ἰδὼν τοῦ πολεμίου τὴν ὄψιν, ἐντεῦθεν μάλιστα ἐφιλοσόφησεν.
 [00678]  Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνην, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται·
 [00683]  Ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φωνῆς ἑτέρως ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης·
000-00-00 Serial Number=0998435557
De Joseph et de castitate Ante [Go Back]  
 [00013]  Ὁ μακάριος τοίνυν Ἰωσὴφ ἐξ εὐγενῶν γονέων ὁρμώμενος, νέος ἔτι ὑπάρχων, ἄρτι τῶν ἰούλων τῶν τριχῶν ἐν ταῖς παρειαῖς ἀναβαλλόντων, ῥόδου δίκην ἀνθηροῦ ἀνὰ μέσον τῆς ξανθῆς γενειάδος τὸ τῆς μορφῆς ἄνθος πυκάζων, ἴου ἐαρινοῦ πορφυρίζοντος ἐν ταῖς κόραις τῶν ὀφθαλμῶν ἀποσώζων τὴν ὄψιν, λευκοὺς ἔχων ὀδόντας ὡς γάλα, πυρίζων τοῖς χείλεσιν, ὀφρύας ἔχων ἡπλωμένας ὑπὸ κρινοχρόῳ μετώπῳ δασύτητι τῶν τριχῶν ἀλλήλαις συνεζευγμένας.
 [00027]  τὴν μὲν ὄψιν ὥσπερ λειμῶνα διανθίζουσα, φύκει τὰς παρειὰς ἐρυθραίνουσα, ψιμμυθίῳ δὲ τὸ μέτωπον λευκαίνουσα, καὶ μέλανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα, χρυσέοις δὲ κόσμοις τὸν τράχηλον αὐτῆς καὶ τὰς χεῖρας καλλωπίζουσα, καὶ τὴν μαλακὴν αὐτῆς ἐσθῆτα μυρίσμασι διαφόροις καπνίζουσα·
 [00028]  καὶ ἦν ἁπλῶς παγὶς θανατηφόρος, διὰ πασῶν τῶν αἰσθήσεων, ὡς ἐνόμιζεν, ἀπατῆσαι τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ, τὴν δὲ ἀκοὴν ταῖς κολακείαις μαγεύουσα, τὴν δὲ ὄσφρησιν τοῖς μυρίσμασι γοητεύουσα.
 [00079]  νεωτέραν μου τὴν ὄψιν ἡ φύσις παρέσχετο·
000-00-00 Serial Number=0117040157
De Lazaro Ante [Go Back]  
 [00170]  οὕτως οὐκ ᾔδει ὃν ἔμελλε παραδιδόναι, ἀλλ' ἐπήρωσεν αὐτοῦ τὴν ὄψιν·
 [00232]  Καὶ ἕτερον δέ τι πρὸς τούτοις τούτων οὐκ ἔλαττον ἦν, τὸ καὶ τὴν ὄψιν αὐτὴν ἐλεεινὴν εἶναι τοῦ πένητος, λιμῷ καὶ ἀῤῥωστίᾳ μακρᾷ κατεργασθεῖσαν.
 [00237]  Πάλιν οὐκ ἔστιν ἴσον, ἅπαξ ἢ δεύτερον ἰδόντα πτωχὸν, παραδραμεῖν, καὶ καθ' ἑκάστην ἡμέραν βλέποντα μηδὲ ὑπὸ τῆς κατὰ τὴν ὄψιν συνεχείας πρὸς τὸν ἔλεον καὶ τὴν φιλανθρωπίαν διαναστῆναι ταύτην.
 [00315]  Καὶ καθάπερ οἱ κορύζῃ τινὶ καὶ κατάῤῥῳ διηνεκῶς ἁλισκόμενοι, καὶ τὰ ἱμάτια καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν μολύνουσι, τὸ διὰ τῶν ῥινῶν ῥέον συνεχῶς ἐναπομασσόμενοι·
000-00-00 Serial Number=0816829383
De Maccabeis Ante [Go Back]  
 [00081]  καὶ οὐ μόνον οὐκ ἐπεπήδησε τῇ κεφαλῇ τοῦ τυράννου, οὐδὲ διεσπάραξεν αὐτοῦ τὴν ὄψιν, ὁρῶσα τοὺς σκύμνους διασπαρασσομένους, ἀλλὰ τοσαύτην ἐπεδείξατο φιλοσοφίας ὑπερβολὴν, ὡς καὶ προπαρασκευάζειν αὐτῷ τὴν ἀπάνθρωπον θοίνην, καὶ τῶν προτέρων ἔτι κολαζομένων, τοὺς ὑπολειπομένους πρὸς τὴν τῶν αὐτῶν πεῖραν ἀλείφειν δεινῶν.
 [00101]  ὑποτυπούτω τὴν ὄψιν τὴν ποθουμένην, καὶ τὰ φίλτατα ὑπογράφων ἑαυτῷ, ἐπ' αὐτῶν ἀναζωγραφείτω ταῦτα τὰ πάθη, καὶ τότε εἴσεται καλῶς τῶν λεγομένων τὴν δύναμιν·
000-00-00 Serial Number=0488152623
De diabolo tentatore Ante [Go Back]  
 [00386]  ∆ιά τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν καταβαλόντες ἀπὸ τῆς ἑωθινῆς διαλέξεως, ἰδόντες τὴν πατρικὴν ὄψιν, εὐθέως ἐπελαθόμεθα τῆς ἀσθενείας, ἀπεθέμεθα τὸν ὄκνον, ἀνεπτερώθημεν ὑπὸ τῆς ἡδονῆς, εἴδομεν τὴν λαμπρὰν πολιὰν, καὶ φωτὸς ἐνεπλήσθη ἡμῶν ἡ ψυχή.
000-00-00 Serial Number=0349610150
De futurae vitae deliciis Ante [Go Back]  
 [00062]  Παραγενόμενος ἐνταῦθα, καὶ τὴν σάρκα λαβὼν τὴν ἡμετέραν, καὶ τὴν θαυμαστὴν ἐκείνην οἰκονομίαν ἐργασάμενος, ὑπ' ὄψιν ἄγει τὰ μέλλοντα, τὰς παχυτέρας καὶ ταύτῃ πληροφορῶν διανοίας.
 [00087]  ἑτέρᾳ δὲ, τὸ αὐτὸν δεῖξαι τὰ βραβεῖα καὶ ὑπ' ὄψιν ἀγαγεῖν.
 [00103]  αὐτὸς αὐτὰ διὰ τῶν ἔργων ἐπιδείκνυται, καὶ τοὺς στεφάνους ἐπ' ὄψιν ἄγει.
000-00-00 Serial Number=0576455832
De gloria in tribulationibus Ante [Go Back]  
 [00048]  Συνεχῶς περὶ τῶν μελλόντων αὐτοῖς διαλέγεται, καὶ τὰ βραβεῖα ὑπ' ὄψιν ἄγει, καὶ δείκνυσι τοὺς στεφάνους, ἀλείφων αὐτοὺς καὶ παραμυθούμενος ταῖς τῶν αἰωνίων ἀγαθῶν ἐλπίσι.
000-00-00 Serial Number=0149764001
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00013]  δαίμων γὰρ ὄντως ἐστὶν ὄψιν ἔχων ἐπέραστον.
 [00032]  Πληροῦται τὸ θέατρον καὶ πᾶς ὁ δῆμος ἄνω κάθηται ὄψιν πολὺ παρεχόμενος λαμπρὰν καὶ ἀπὸ τοσούτων συγκειμένην ὄψεων, ὡς πολλάκις καὶ τὸ τέγος αὐτὸ καὶ τὸν ὑπερκείμενον ὄροφον καλυφθῆναι τοῖς σώμασι τῶν ἀνδρῶν καὶ οὔτε κεραμίδας οὔτε λίθους ἔστιν ἰδεῖν, ἀλλὰ πάντα ὄψεις ἀνθρώπων καὶ σώματα.
 [00169]  Ἔχεις αὐτὸν ἔτι τρέμοντα καὶ φοβούμενον καὶ δεδοικότα καὶ ὄψιν καὶ ῥῆμα καὶ πᾶν ὁτιοῦν·
000-00-00 Serial Number=0605803847
De incomprehensibili dei natura Ante [Go Back]  
 [00729]  Καθάπερ γάρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ' ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπό τινος θάμβους καὶ ἀγωνίας κατέχηται·
 [00740]  Ἡ γὰρ ψυχὴ φοβηθεῖσα καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν ἐθορυβεῖτο, καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀπορρῆξαι ἐπειγομένη.
 [00754]  Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν δεικνύναι τοῖς ἑαυτοῦ δούλοις ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ' ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν.
 [00966]  Καὶ περὶ τῶν Σεραφὶμ δὲ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς καὶ τὴν ὄψιν ἐτείχισαν, καὶ τὰ Χερουβὶμ δὲ ὅτι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίησαν, μὴ ὀφθαλμούς, μηδὲ κόρας εἶναι νόμιζε σωμάτων γὰρ οὗτος ὁ σχηματισμός ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην.
000-00-00 Serial Number=0897291243
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01054]  Ἀλλ' ὅμως οὐδὲ τῶν ἐν τῷ πλοίῳ κατωλιγώρησεν, ἀλλὰ καὶ ἐκείνους ἐρρύθμισε, διηγησάμενος τὴν αὐτῷ φανεῖσαν ὄψιν, ἐξ ἧς ἐμάνθανον ὅτι πάντες οἱ πλέοντες μετ' αὐτοῦ δι' αὐτὸν σώζονται.
000-00-00 Serial Number=0481508255
De non judicando proximo Ante [Go Back]  
 [00002]  κατ' ὄψιν.
 [00012]  ὁ δὲ, Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
 [00015]  Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
 [00021]  Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
 [00027]  Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
 [00033]  Μὴ κρίνετε κατ' ὄψιν
 [00039]  Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
 [00046]  Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
 [00053]  Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
 [00072]  Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
000-00-00 Serial Number=0040319622
De paenitentia [1] Ante [Go Back]  
 [00007]  ἀλλ' ὥσπερ οἱ τῶν λαμπρῶν ἐρῶντες σωμάτων, ὅπουπερ ἂν ἀπίωσι, μεθ' ἑαυτῶν τὴν ποθουμένην περιφέρουσιν ὄψιν, οὕτω δὴ καὶ ἡμεῖς τοῦ κάλλους τῆς ὑμετέρας ψυχῆς ἐρασθέντες, ἀεὶ μεθ' ἑαυτῶν τὴν εὐμορφίαν τῆς ὑμετέρας περιφέρομεν διανοίας.
 [01220]  ∆ιὰ τοῦτο καὶ Ζαχαρίας εἰς ὄψιν μολίβδου διετύπωσεν αὐτήν·
 [01447]  ἀνάβλεψον πρὸς τὸν ἄνω σοι κείμενον στέφανον, ἵνα παραδράμῃς τὴν τοιαύτην ὄψιν.
 [01591]  ἐπειδὴ ὑπερέβαινεν ἐλπίδα καὶ προσδοκίαν ὁ λόγος τῶν μελλόντων ἐκβήσεσθαι ἀγαθῶν, ἵνα μὴ τὸ καινὸν καὶ παράδοξον ἀθρόως φανὲν θορυβήσῃ τοὺς τότε ὁρῶντας, καὶ ἀκούοντας, ἄνωθεν προετύπωσε διὰ πραγμάτων καὶ διὰ ῥημάτων ἐθίζων ἡμῶν τὴν ἀκοὴν καὶ τὴν ὄψιν, καὶ τὸ μέλλον ἐκβήσεσθαι παρασκευάζων.
 [01634]  Νῦν μὲν γὰρ λέγει, Φύγε τὴν ὄψιν τῆς γυναικὸς, ἀπόστηθι τῆς ἀσελγείας·
 [02428]  ἀλλὰ πολλάκις ἐπλήγη τις εἰς τὴν ὄψιν, καὶ τὸ μὲν τραῦμα διώρθωσεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως·
000-00-00 Serial Number=0366998315
De paenitentia [2] Ante [Go Back]  
 [00082]  Ἐνταῦθα καθάπερ τις γραφεὺς ὑπ' ὄψιν ἤγαγε τὸν κριτήν.
000-00-00 Serial Number=0565123856
De paenitentia sermo 1 Ante [Go Back]  
 [00646]  Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε·
000-00-00 Serial Number=0873762369
De patientia sermo 1 Ante [Go Back]  
 [00021]  ἡ θεία μάχαιρα, καὶ ὄψιν μὴ λαμβάνουσα.
000-00-00 Serial Number=0926301420
De prophetiarum obscuritate Ante [Go Back]  
 [00740]  οὕτως ἂν ἐνταῦθα παραγινόμενοι, καὶ μανθάνοντες τὰ παλαίσματα πάντα καὶ τὰς λαβὰς τοῦ διαβόλου, τοῦ καιροῦ τῶν ἀγώνων ἐλθόντος ὑποσκελισθῆτε, ἢ εὔμορφον ὄψιν ἰδόντες, ἢ πρὸς ἀπόνοιαν ἐπαρθέντες, ἢ ἑτέρῳ τινὶ πονηρῷ χειρωθέντες λογισμῷ, μάτην ἐνταῦθα εἰσήλθετε.
000-00-00 Serial Number=0770820498
De sacerdotio Ante [Go Back]  
 [00031]  Ἔφερε δέ μοι παραμυθίαν οὐ μικρὰν τῶν δεινῶν ἐκείνων καὶ τὸ συνεχῶς τὴν σὴν ὄψιν ὁρᾶν καὶ εἰκόνα μοι τοῦ τετελευτηκότος φυλάσσεσθαι ἔμψυχον καὶ πρὸς ἐκεῖνον ἀπηκριβωμένην καλῶς.
 [00771]  Χωρὶς δὲ τούτων πάσης αἰτίας ἀπήλλακται, ὡς μὴ ἄν ποτε εἰς ἀνδρῶν ὄψιν βιασθῆναι ἐλθεῖν·
000-00-00 Serial Number=0418354571
De sanctis martyribus [1] Ante [Go Back]  
 [00144]  οὕτω καὶ ὁ Παῦλος τοὺς πανταχοῦ τῆς οἰκουμένης πιστοὺς, καθάπερ υἱὸν μονογενῆ φιλῶν, καὶ ὁρῶν πολλοὺς πονηρίᾳ περιπεσόντας καὶ ἀῤῥωστίαις ἀνιάτοις ψυχῆς, εἶτα εὐκόλως οὐ δεχομένους τὸν ἔλεγχον, οὐδὲ τὴν ἐκ τῆς ἐπιτιμήσεως διόρθωσιν, ἀλλ' ἀποπηδῶντας, τοῖς δάκρυσι κατεῖχεν, ἵνα ὀδυρόμενον αὐτὸν καὶ θρηνοῦντα ἰδόντες, καὶ πρὸς τὴν ὄψιν κατακλασθέντες αὐτὴν, ἀνάσχωνται τῆς ἰατρείας, καὶ τὴν ἀῤῥωστίαν ἀποθέμενοι πρὸς ὑγείαν ἐπανέλθωσι πάλιν·
000-00-00 Serial Number=0369978428
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00051]  Καθήμενοι γὰρ ἐνταῦθα καὶ τῇ πόλει περιγραφόμενοι, τῷ πνεύματι τῆς ἀγάπης εἰς Ἀρμενίαν καθ' ἑκάστην ἱπτάμενοι τὴν ἡμέραν, καὶ τὴν ἁγίαν ὄψιν ὁρῶντες, καὶ τῆς ἡδίστης καὶ μακαρίας φωνῆς ἀκούοντες οὕτως ἐπανῄειτε πάλιν.
000-00-00 Serial Number=0519928634
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00024]  Καὶ γὰρ οἱ τὰς εἰκόνας ἐπιδεῖξαι βουλόμενοι καλῶς, μικρὸν τοῦ πινακίσκου τοὺς θεωμένους ἀποστήσαντες, οὕτως αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραν τῷ διαστήματι ποιοῦντες τὴν ὄψιν αὐτοῖς.
 [00030]  τὸν δὲ εὐεργέτην, καὶ σωτῆρα, καὶ μηδὲ τοῦ Μονογενοῦς φεισάμενον δι' αὐτὸν, ἀπεστράφη, καὶ ἐμίσει, καὶ τὸν σταυρὸν διέσυρε, πρᾶγμα, ὃ τὴν οἰκουμένην ἐπ' ὄψιν κειμένην ἀνέστησε, καὶ τὸ σκότος πάντοθεν ἀπήλασε, καὶ τῶν ἀκτίνων ἡμῖν λαμπρότερον εἰσήγαγε φῶς.
000-00-00 Serial Number=0993112683
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00104]  Εἰ γὰρ οἱ ἐν τῷ θεάτρῳ καθήμενοι ἐπικύπτουσι δύο παλαιόντων, τὴν ὄψιν αὐτῶν καὶ τὴν ἡλικίαν ἐκτείνοντες, ἵνα ἴδωσι παλαίσματα αἰσχύνης γέμοντα, ἵνα ἴδωσι παλαίσματα, ἃ μιμήσασθαι αἰσχύνη, πολλῷ μᾶλλον ἡμᾶς προσέχειν δεῖ τῇ τῶν θείων Γραφῶν ἀκροάσει.
000-00-00 Serial Number=0991956532
De studio praesentium Ante [Go Back]  
 [00006]  Λειμὼν μὲν γὰρ, καὶ ἀνθῶν κάλλη, καὶ δένδρων κόμαι, καὶ ῥόδον καὶ κιττὸς καὶ μυρίνη τέρπει τὴν ὄψιν, καὶ ὀλίγων παρελθουσῶν ἡμερῶν μαραίνεται·
000-00-00 Serial Number=0177736998
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01056]  Καὶ ὁ δίκαιος δὲ Ἰὼβ, ὃς τὴν τοῦ διαβόλου συνέκοψεν ὄψιν, παιόμενος, οὐ παίων, καὶ ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος, καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης·
 [01597]  Καὶ ἵνα μὴ περιλαμβάνων πᾶσαν τῇ ὄψει τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι καὶ δάκρυα καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται·
 [01750]  ἐπειδὴ δὲ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστρωμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου·
 [01751]  εἶτα ἐγκαλούμενος εἰπεῖν, διὰ τὸ μηδαμοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου.
 [02251]  Καθάπερ γὰρ τὰ κάλλη τῶν ἑταιριζομένων γυναικῶν, ἐπιτρίμμασι καὶ ὑπογραφαῖς συγκείμενα, κάλλους μὲν ἀπεστέρηνται, τὴν δὲ αἰσχρὰν ὄψιν καὶ δυσειδῆ καλήν τε καὶ εὐειδῆ παρὰ τοῖς ἠπατημένοις εἶναι δοκεῖ·
 [02881]  Ὁ μὲν γὰρ μὴ ἰδὼν τὴν εὔμορφον ὄψιν, καὶ τῆς ἐπιθυμίας ἔσται τῆς ἐντεῦθεν καθαρός·
 [03618]  [63.680] μένην αὐτῷ, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμα, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον ἀφορῶν κατεῖχε καὶ μένειν ἐκέλευε), διαθερμανθεὶς οἴκοθεν ἐπὶ τοὺς βαρβάρους ἔτρεχε, καὶ τοσαύτην κηδεμονίαν περὶ τὸν βασιλέα ἐπεδείξατο, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστήσας εἰπεῖν·
 [03726]  Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται·
 [03750]  ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φωνῆς ἑτέρων ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης·
 [04099]  Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνάντων αὐτὸν πολλῶν, ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοῖς λίθοις ἐξακοντίζοντες, ψηλαφήσας ἑαυτοῦ τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας εἰπεῖν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου ὁρῶ γεγενημένην·
 [04276]  Ἡ γὰρ ψυχὴ φοβηθεῖσα, καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν, ἐθορυβεῖτο καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀποῤῥῆξαι ἐπειγομένη·
 [06158]  οὐχὶ οὕτω φρικτὸν ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι καὶ τρέμειν καὶ πρὸς τὴν ὄψιν αὐτήν;
 [07077]  Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον τῆς πρὸς τοὺς ἐχθροὺς ὁμιλίας ἀπείργουσιν ἑαυτοὺς, ἀλλ' οὐδὲ τὴν ὄψιν ἰδεῖν ἀνέχονται τὴν ἐκείνων, οὐδὲ τῆς φωνῆς ἀκοῦσαι·
 [07918]  κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλοντες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν σπαράττοντες, ἀλλὰ μᾶλλον κατὰ ψυχὴν ἠρέμα δάκρυον ἀφέντες μικρόν·
 [07933]  Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες, ὅτι πηλός ἐστι τὸ πᾶν, οὕτω δὴ μηδὲ ταῦτα·
 [08650]  Οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν ὁ ἀστὴρ οὗτος, μᾶλλον δὲ οὐδὲ ἀστὴρ ἦν, ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην σχηματισθεῖσα τὴν ὄψιν.
 [09999]  Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσμένον μὲν τὸν κατακλινόμενον καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ καὶ τὴν οἰκίαν καὶ τὴν τράπεζαν (βολβίτων γὰρ καὶ ἔτι τούτων ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα)·
000-00-00 Serial Number=0760959566
Epistula ad Cyriacum Ante [Go Back]  
 [00054]  Μὴ τοίνυν θορυβοῦ μηδὲ ταράττου, ἀλλὰ μένε διηνεκῶς ὑπὲρ πάντων τῷ Θεῷ εὐχαριστῶν, δοξολογῶν, παρακαλῶν, δεόμενος, ἱκετεύων, κἂν μυρίοι θόρυβοι, κἂν μυρίαι ταραχαὶ ἐπίωσι, κἂν καταιγίδες, κἂν πάντα ἐπ' ὄψιν κέηται, μηδέν σε τούτων ταραττέτω.
000-00-00 Serial Number=0527099967
Epistulae Ante [Go Back]  
 [00031]  Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ κατ' ὄψιν σε ἰδεῖν, πολλοῦ ἂν ἐπριάμεθα τοῦτο.
 [00076]  Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς κατεχούσης σε ἀπαλλάξαι ἀῤῥωστίας, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, ἵνα σου καὶ τῆς κατ' ὄψιν ἀπολαύσωμεν συντυχίας.
 [00099]  Καὶ ἐβουλόμην μὲν κατ' ὄψιν συντυχεῖν τῇ εὐλαβείᾳ τῇ σῇ, καὶ ἐμφορηθῆναι τῆς ἡδίστης σου διαθέσεως.
 [00107]  Εἰ καὶ τῆς κατ' ὄψιν σου συντυχίας οὐκ ἀπηλαύσαμεν, ἀλλὰ τὴν ἀρετήν σου τῆς ψυχῆς ἀκούοντες, καὶ τὸν ζῆλον ὃν ἔχεις κατὰ τῶν Ἑλλήνων, καταλύων αὐτῶν τὴν πλάνην, καὶ πρὸς ἀλήθειαν χειραγωγῶν, ὡς παρόντες καὶ συγγενόμενοι, καὶ πολύν σοι συντραφέντες χρόνον, οὕτως σε αἰδούμεθα καὶ τιμῶμεν.
 [00365]  Ἔσται δὲ ἴσως καὶ ἡ κατ' ὄψιν ἡμῖν συντυχία, ὅταν ὁ καιρὸς ἐπιτρέπῃ.
 [00390]  Καὶ ἐπειδὴ τῆς κατ' ὄψιν ἡμῶν συντυχίας τέως ἀπολαῦσαι οὐκ ἔνι, διά τε τὴν τοῦ χειμῶνος ὥραν, διά τε τῆς ὁδοῦ τὸ μῆκος, διὰ γραμμάτων συγγενέσθαι ἐσπουδάσαμεν ὑμῖν, παρακαλοῦντες ὑμῶν τὴν εὐλάβειαν, εὔχεσθαί τε ἐκτενῶς ὑπὲρ τῆς λύσεως τῶν τὴν οἰκουμένην κατειληφότων κακῶν, καὶ πάντας εἰς τοῦτο διεγείρειν μετὰ πολλῆς τῆς προθυμίας, ἡμῖν τε, ἡνίκα ἂν ἐξῇ, συνεχέστερον ἐπιστέλλειν περὶ τῆς ὑγείας τῆς ὑμετέρας·
 [00575]  Καὶ ἐβουλόμεθα μὲν καὶ κατ' ὄψιν συντυχεῖν σου τῇ τιμιότητι, καὶ πολλὰς παρόντι παρόντας ὁμολογῆσαί σοι χάριτας.
 [00604]  Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ συγγενέσθαι ἡμᾶς ἀλλήλοις, κἂν ἀνέστησά σε οἴκοθεν, κἂν ἐν μεγίστης ᾔτησα χάριτος μέρει, τὸ τὸν θερμόν σε οὕτως ἐραστὴν ἡμῶν ὄντα καὶ κατ' ὄψιν ἰδεῖν αὐτήν.
 [01348]  Καὶ ἐπειδὴ τῆς κατ' ὄψιν ἡμῶν συντυχίας τέως ἀπολαῦσαι οὐκ ἔνι, διά τε τὴν τοῦ χειμῶνος ὥραν, διά τε τῆς ὁδοῦ τὸ μῆκος, διὰ γραμμάτων συγγενέσθαι ἐσπουδάσαμεν ὑμῖν, παρακαλοῦντες ὑμῶν τὴν εὐλάβειαν, εὔχεσθαί τε ἐκτενῶς ὑπὲρ τῆς λύσεως τῶν τὴν οἰκουμένην κατειληφότων κακῶν, καὶ πάντας εἰς τοῦτο διεγείρειν μετὰ πολλῆς τῆς προθυμίας, ἡμῖν τε, ἡνίκα ἂν ἐξῇ, συνεχέστερον ἐπιστέλλειν περὶ τῆς ὑγείας τῆς ὑμετέρας·
 [01533]  Καὶ ἐβουλόμεθα μὲν καὶ κατ' ὄψιν συντυχεῖν σου τῇ τιμιότητι, καὶ πολλὰς παρόντι παρόντας ὁμολογῆσαί σοι χάριτας.
 [01562]  Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ συγγενέσθαι ἡμᾶς ἀλλήλοις, κἂν ἀνέστησά σε οἴκοθεν, κἂν ἐν μεγίστης ᾔτησα χάριτος μέρει, τὸ τὸν θερμόν σε οὕτως ἐραστὴν ἡμῶν ὄντα καὶ κατ' ὄψιν ἰδεῖν αὐτήν.
 [02390]  Τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις ἡδὺ τὸ ἔαρ, ὅτι τὴν ὄψιν τῆς γῆς ἄνθεσι καλλωπίζει, καὶ πάντα δείκνυσι λειμῶνας·
 [02402]  ∆ιὰ ταῦτα καλλωπιζόμεθα ὑμῶν τῇ φιλίᾳ ἐναβρυνόμενοι, καὶ ἐπιθυμοῦμεν καὶ τῆς κατ' ὄψιν συντυχίας μετασχεῖν.
 [02508]  Ἡμεῖς γάρ σε καὶ παρεῖναι, καὶ μεθ' ἡμῶν εἶναι οὐκ ἔλαττον ἢ καὶ ἔμπροσθεν λογιζόμεθα κατὰ τὸν τῆς ἀγάπης λόγον, καὶ προσδοκῶμεν καὶ τῆς κατ' ὄψιν ἀπολαύσεσθαί ποτε συντυχίας.
 [02620]  Ἐπεὶ καὶ αὐτὸς διηνεκῶς ὑμᾶς ἐν διανοίᾳ περιφέρων, οὐχ ὡς ἔτυχε καὶ τῆς κατ' ὄψιν ἐρῶ συντυχίας, καὶ εὖ οἶδ' ὅτι καὶ αὐτὴ ἔσται, μετὰ ἐκτενείας ὑμῶν παρακαλούντων τὸν δυνάμενον πάντα λῦσαι χειμῶνα, καὶ εἰς γαλήνην λευκὴν ἅπαντα ἀγαγεῖν.
 [02711]  Καὶ ἐπιθυμοῦμεν ὑμᾶς καὶ κατ' ὄψιν ἰδεῖν.
 [02797]  ∆ιὸ δὴ καὶ ὁ κύριός μου ὁ τιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος, καίτοι γε ἀσθενεῖ κεχρημένος σώματι, πάντα εἵλετο παθεῖν ὑπὲρ τούτου παραγενόμενος καὶ τῆς κατ' ὄψιν ἀπολαῦσαι συνουσίας ὑμῶν.
 [03437]  Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς ἀῤῥωστίας ὑμᾶς ἀπαλλάξαι, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, καὶ δοῦναι εὐκολίαν πολλὴν καὶ τῆς κατ' ὄψιν ἡμῖν συνουσίας·
000-00-00 Serial Number=0868754447
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00166]  κἂν μυρίοι θόρυβοι, κἂν μυρίαι ταραχαὶ ἐπίωσι, κἂν καταιγίδες, κἂν πάντα ἐπ' ὄψιν κέηται, μηδέν σε τούτων ταραττέτω.
 [00401]  Οὗτος ὁ Ἰὼβ συνέκοψε τοῦ διαβόλου τὴν ὄψιν, παιόμενος οὐ παίων ἐκένωσεν αὐτοῦ τὴν βελοθήκην ἅπασαν καὶ κατατοξευόμενος παρ' αὐτοῦ συνεχῶς ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης.
 [00538]  Αὐτὴν αὐτῶν τὴν ὄψιν.
 [01122]  καὶ οἱ πρὸ τούτου ἐπ' ὄψιν μετὰ τρόμου καὶ φόβου κείμενοι, μετὰ τὴν πολλὴν τοῦ χειμῶνος πεῖραν καὶ σχοῖνον ἕλκουσι καὶ ἱστία ἀνάγουσι καὶ κωπῶν ἅπτονται καὶ πανταχοῦ τῆς νηὸς μετὰ εὐκολίας περιτρέχουσι.
 [01208]  ∆ιὰ δὴ τοῦτο καὶ τὴν σὴν ἐμμέλειαν θαυμάζειν ἄξιον ὑπερβολῆς ὅτι τοσούτων τραπέντων ἀνδρῶν, γυναικῶν, γεγηρακότων, τῶν δοκούντων μεγίστην ὑπόληψιν ἔχειν, πάντων ἐπ' ὄψιν κειμένων, οὐδὲ ἐκ πολλῆς πολέμου ῥύμης, οὐδὲ ἀπὸ σφοδρᾶς τῶν ἐχθρῶν παρατάξεως, ἀλλὰ πρὸ συμβολῆς πεσόντων, πρὸ συμπλοκῆς ἡττηθέντων, αὐτὴ μετὰ τοσαύτας μάχας καὶ παρατάξεις οὐ μόνον οὐ κατεμαλακίσθης, οὐδὲ ἐταριχεύθης τῷ πλήθει τῶν κακῶν, ἀλλὰ καὶ νεανιεύῃ μειζόνως καὶ τῶν ἀγώνων ἡ προσθήκη προσθήκην σοι δίδωσιν ἰσχύος.
000-00-00 Serial Number=0361063957
Expositiones in Psalmos Ante [Go Back]  
 [00525]  οὐκ εἶπεν, ἔλαμψεν, ἀλλ', Ἐσημειώθη, δηλῶν ὅτι ὥσπερ τὸ ἐν μετώπῳ σεσημειωμένον πᾶσι κατάδηλόν ἐστι, καὶ οὐκ ἔστιν οὐδένα αὐτὸ λαθεῖν, οὐδὲ ὄψιν φωτὸς γέμουσαν καὶ ἀφιεῖσαν ἀκτῖνας δύναταί τις ἀγνοῆσαι·
 [00700]  ∆ιὰ τοῦτο καὶ τὴν ἀκόλαστον ὄψιν ὁ Θεὸς ἀποτειχίζει, λέγων·
 [00897]  νυνὶ δὲ ἡλίου προσκυνοῦντος καθεύδεις αὐτὸς, καὶ ἀναχωρεῖς τῇ κτίσει τῆς προεδρίας, καὶ οὐ φθάνεις ἅπασαν τὴν κτίσιν τὴν διὰ σὲ γενομένην, οὐδὲ ἀποδίδως αὐτῷ τὰ εὐχαριστήρια, ἀλλ' ἀνιστάμενος καὶ ὄψιν περικλύζεις καὶ χεῖρας, τὴν δὲ ψυχὴν περιορᾷς ἀκάθαρτον;
 [01467]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ τὴν πορνείαν μόνον, οὐδὲ τὴν μοιχείαν, ἀλλὰ καὶ τὴν ἀκόλαστον ὄψιν ἀναστέλλει, τὴν ῥίζαν κάτωθεν ἀνασπῶν, ὥστε καὶ εὐκολώτερον εἶναι περιγενέσθαι τῆς πονηρίας.
 [02874]  τὴν γὰρ ὄψιν ἔχει μαρτυρίαν τῶν λεγομένων.
 [04637]  τὴν γὰρ ὄψιν ἔχει μαρτυρίαν τῶν λεγομένων.
 [06392]  Εἰ μόνον ἐπέτρεψεν αὐτοῖς τὴν ὄψιν τὴν ἑαυτῶν δεῖξαι τὴν φοβερὰν ἐκείνην καὶ ἀτερπῆ, οὐκ ἂν ἐξέστημεν;
 [07102]  Ἄκουσον ἀπειλοῦντος τοῦ Χριστοῦ, καὶ τὴν ἀκόλαστον ὄψιν ἐν ἴσῳ μοιχείας κρίνοντος.
000-00-00 Serial Number=0019816577
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01236]  ἡ δὲ τῆς ἀθυμίας νὺξ, ἡ πολὺ ταύτης χαλεπωτέρα, πάντα ἀφανίζει τὰ ἄστρα, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν ὄψιν τοῦ θεωμένου.
 [02174]  Ἐν ταῖς τιμωρίαις ὁ Θεὸς ἀεὶ μείζονα τῆς κολάσεως τὴν ὄψιν δείκνυσιν.
000-00-00 Serial Number=0574015260
Fragmenta in Job Ante [Go Back]  
 [00388]  Οὗτος ὁ Ἰὼβ συνέκοψε τοῦ διαβόλου τὴν ὄψιν, παιόμενος, οὐ παίων·
 [01795]  ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐ μόνον τὸν συνοικοῦντα, ἀλλὰ καὶ τὸν βλέποντα περιέργως εἰς ὄψιν παρθενικὴν, δύσκολον, τάχα δὲ καὶ ἀδύνατον, τὴν ἐκεῖθεν διαφυγεῖν βλάβην.
000-00-00 Serial Number=0507549584
Fragmenta in Proverbia Ante [Go Back]  
 [01716]  Οὐχὶ τὴν ὄψιν μόνον, ἀλλὰ καὶ τὴν καρδίαν πλήττονται οἱ κακοί·
000-00-00 Serial Number=0356055498
Homilia de capto Eutropio Ante [Go Back]  
 [00502]  διὰ τοῦτο ποτὲ μὲν παλαιὸς φαίνεται, ποτὲ δὲ νέος, ποτὲ δὲ ἐν πυρὶ, ποτὲ δὲ ἐν αὔρᾳ, ποτὲ δὲ ἐν ὕδατι, ποτὲ δὲ ἐν ὅπλοις, οὐ μεταβάλλων τὴν οὐσίαν, ἀλλὰ σχηματίζων τὴν ὄψιν πρὸς τὴν ποικιλίαν τῶν ὑποκειμένων.
000-00-00 Serial Number=0550711095
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00060]  Ἐπειδὴ γὰρ ὁ φόβος ηὐξήθη καλῶς, καὶ τοῦ ἀνθρώπου τὴν διάνοιαν κατέσεισε, καὶ ἐδείχθη τί ποτε ἦν ὁ θάνατος, πῶς βαρὺ καὶ ἐπαχθὲς καὶ φορτικὸν, οὐκ ἀπὸ τῆς ὄψεως τῆς τότε γενομένης μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μετὰ τὴν ὄψιν, τῶν σκωλήκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, τῆς τέφρας, τῶν ἄλλων ἁπάντων τῶν τῷ νεκρῷ παρακολουθούντων σώματι·
 [00077]  Εἶτα μετὰ τὸν Ἐνὼχ ἐπὶ τοῦ Νῶε ἑτέρῳ πάλιν τρόπῳ ἀναστάσεως ὄψιν ἡμῖν ἔδειξε.
 [00080]  ἀλλ' ὥσπερ ἐκ θανάτου ἀναστὰς, οὕτως ἐκ τοῦ μακροῦ χειμῶνος ἐξῄει τότε ἐκείνου ὁ Νῶε, τῆς ἀναστάσεως τὴν ὄψιν ἐπὶ τῆς οἰκείας δεικνὺς σωτηρίας.
000-00-00 Serial Number=0683724284
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00186]  Ἐπειδὴ γὰρ μάγοι ἦσαν, καὶ περὶ ἀστέρας αὐτοῖς ἡ τέχνη, ἀστὴρ αὐτοῖς φαίνεται, ἕλκων αὐτοὺς ἀπὸ τῆς ὑπερορίας, ἀστὴρ οὐχ εἷς τῶν ὁρωμένων, ἀλλὰ θεία τις καὶ ἀόρατος δύναμις εἰς ὄψιν ἀστέρος σχηματισθεῖσα·
 [00190]  Καθάπερ γὰρ ὁ ∆εσπότης αὐτοῦ μάγους καλῶν ἀστέρος ἔπεμψεν ὄψιν, ἵνα τὸ σύνηθες ἐπιγνόντες εὐκόλως ὑπακούσωσι, καὶ ἐλθόντες τὸν τῶν ἀστέρων ἴδωσι ∆εσπότην, καὶ τῆς δουλείας ἀπαλλαγέντες ἐκείνης, ταύτῃ προσέλθωσι τῇ δεσποτείᾳ·
 [00204]  Ὥσπερ γὰρ ἀνθρώπους καλῶν, ἄνθρωπον [ἀνθρώπου?] περιέθηκεν ἑαυτῷ καὶ ὄψιν καὶ φύσιν·
 [00205]  οὕτω καὶ μάγους καλῶν, τὴν ἀόρατον δύναμιν εἰς ἀστέρος ὄψιν ἐσχημάτισεν.
000-00-00 Serial Number=0321244776
In Acta apostolorum Ante [Go Back]  
 [00086]  ∆ιὰ τοῦτο καὶ Ἰωάννης ἐν τῇ τοῦ Εὐαγγελίου συγγραφῇ ἔλεγεν, ὅτι αὐτὸς εἶδε, περὶ τοῦ αἵματος καὶ τοῦ ὕδατος διαλεγόμενος, τὴν ὄψιν αὐτοῖς ἀντὶ μαρτυρίας τιθεὶς μεγίστης·
 [02333]  ὁ δὲ ἀνειμένος καὶ ἠρέμα μειδιῶν τὴν ὄψιν, ἐπιτείνει τὴν ὡραιότητα·
 [06994]  Ὅρα, πῶς οὐκ ἔστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην, ἀλλὰ παρατρέχει.
 [07535]  Ὅρα δὲ, πῶς περὶ πολλοῦ γεγένηται τὸ πιστεῦσαι Κορνήλιον, ὡς καὶ ἄγγελον πεμφθῆναι, καὶ Πνεῦμα ἐνεργῆσαι, καὶ τὸν κορυφαῖον μεταπεμφθῆναι τῶν ἀποστόλων, καὶ ὄψιν φανῆναι τοιαύτην, καὶ μηδὲν ὅλως ἐλλειφθῆναι.
 [09999]  τουτέστιν, Ἦλθον μετὰ τὴν ὄψιν ἐκείνην εἰς Ἱερουσαλὴμ πάλιν.
 [09999]  Οὐκοῦν διὰ τοῦτο οὐ προδώσεις τὴν ὄψιν, καὶ τὴν ἀκρόασιν, ὧν τε ἑώρακας ὧν τε ἤκουσας·
 [09999]  Ἐπεὶ δὲ εἶπε τὴν ὄψιν, λοιπὸν καὶ μετὰ ἀδείας καὶ τὰ κατορθώματα λέγει.
 [09999]  Ἄρα οἰκονομικῶς γέγονεν, ὥστε τὴν ὄψιν αὐτὸν ἐκείνην ἰδεῖν τὴν ἐν τῇ ἐρήμῳ, ὥστε τὸν προσήκοντα χρόνον πληρωθῆναι, ὥστε αὐτὸν ἐμφιλοσοφῆσαι τῇ ἐρήμῳ, καὶ ἐν ἀσφαλείᾳ ζῇν.
000-00-00 Serial Number=0736503124
In Eutropium Ante [Go Back]  
 [00101]  Καὶ παρθένοι θαλάμους, καὶ γυναῖκες γυναικῶνας, καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες, πάντες ἐνταῦθα συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φύσιν ἴδητε ἐλεγχομένην, καὶ τῶν βιωτικῶν πραγμάτων τὸ ἐπίκηρον ἀπογυμνούμενον, καὶ τὴν πορνικὴν ὄψιν τὴν χθὲς καὶ πρώην φαιδρὸν ἀπολάμπουσαν (καὶ γὰρ τοιοῦτον ἡ εὐπραγία ἡ ἀπὸ τῶν πλεονεξιῶν, παντὸς γραϊδίου ῥυτίδας ἔχοντος αἰσχροτέρα φαινομένη), καθάπερ σπογγιᾷ τινι τῇ μεταβολῇ τὰ ἐπιτρίμματα καὶ τὰς ἐπιγραφὰς ἐκμάξασαν.
 [00111]  Πάλιν ὁ πένης εἰσελθὼν, καὶ πρὸς τὴν ὄψιν ταύτην ἰδὼν, οὐκ ἐξευτελίζει ἑαυτὸν, οὐδὲ ὀδυνᾶται διὰ τὴν πτωχείαν·
000-00-00 Serial Number=0194768608
In Genesim sermones Ante [Go Back]  
 [00368]  οὐκ ἂν ἐδέξατο συμβουλὴν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ' εὐθέως ἂν πρὸς τὴν ὄψιν καὶ ἐξεπλάγη καὶ ἀπεπήδησε·
000-00-00 Serial Number=0645350575
In Heliam et viduam Ante [Go Back]  
 [00043]  οὕτω καὶ ὁ τότε γενόμενος αὐχμὸς, οὐχὶ τὴν ὄψιν τῆς γῆς κατέκαυσε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰς τὰς λαγόνας ἐλθὼν, πᾶσαν κάτωθεν ἀνέσπασε τὴν νοτίδα.
000-00-00 Serial Number=0004969418
In Isaiam Ante [Go Back]  
 [01332]  ὑπ' ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν.
 [01387]  ∆ιὰ πάντων αὔξει τὸν θρῆνον, ἐπιτείνει τὸν φόβον, ἀκμάζουσαν τὴν ἀγωνίαν ἐργάζεται, ὑπ' ὄψιν ἄγει τὰ δεινά, εὐρύνει τῆς συμφορᾶς τὴν διήγησιν, πανταχοῦ περιτρέχων, πάντοθεν συνάγων τὰ λυπηρὰ διὰ τὴν τῶν ἀκουόντων ἀναισθησίαν.
 [01895]  Ὁρᾷς γοῦν αὐτὸν νῦν μὲν καθήμενον, νῦν δὲ ὡπλισμένον, νῦν δὲ τρίχα πολιὰν ἔχοντα, νῦν δὲ ἐν αὔρᾳ, νῦν δὲ ἐν πυρί, νῦν δὲ ἐκ τῶν ὀπισθίων φαινόμενον, νῦν δὲ ἐπὶ τῶν Χερουβίμ, καὶ πρὸς μεταλλικῶν ὑλῶν λαμπρότητα τῶν διαφανεστάτων τὴν ὄψιν ἐξεικονιζόμενον.
 [02698]  Οὐ γὰρ στήσεται, φησί, καὶ παρατάξεται, ἀλλὰ τῷ πλήθει τῶν σωμάτων καλύψει τῆς γῆς τὴν ὄψιν καὶ μετ' εὐκολίας περιέσται.
000-00-00 Serial Number=0229518652
In Joannem Ante [Go Back]  
 [00632]  Καὶ γὰρ ἱμάτια καλὰ περιτίθεται δι' ἐκείνους, καὶ καλλωπίζει τὴν ὄψιν, οὐχ ἑαυτῷ τοῦτο, ἀλλ' ἑτέροις ἐπιτηδεύων, καὶ ἀκολούθους περιάγει κατὰ τὴν ἀγορὰν, ἵνα θαυμάζηται παρ' ἑτέρων·
 [01921]  Εἰ γὰρ Μωϋσέως τῆς αὐτῆς ἡμῖν μετέχοντος φύσεως οὐχ ὑπέμειναν οἱ κατ' ἐκεῖνον τὸν καιρὸν τὸ πρόσωπον μόνον δοξασθὲν ἰδεῖν, ἀλλὰ καὶ προκαλύμματος ἐδέησε τῷ δικαίῳ τοῦ δυναμένου τὸ τῆς δόξης ἄκρατον συσκιάσαι, καὶ ἥμερον καὶ προσηνῆ τοῦ Προφήτου τὴν ὄψιν αὐτοῖς δεῖξαι·
 [02518]  τὴν κατὰ διάνοιαν ὄψιν φησὶ, τὴν ἡμῖν δυνατὴν, καὶ τὴν ἔννοιαν τὴν περὶ Θεοῦ·
 [02525]  Ὥσπερ οὖν εἶδον αὐτὸν οἱ πολλοὶ κατὰ τὴν ἐγχωροῦσαν αὐτοῖς ὄψιν, τὴν δὲ οὐσίαν οὐδεὶς ἐθεάσατο·
 [03301]  Ἅμα γὰρ ἐφθέγξατο ἡ [59.120] γλῶττα τοῦ ὀρχουμένου τὸ ὄνομα, καὶ εὐθέως ἀνετύπωσεν ἡ ψυχὴ τὴν ὄψιν, τὴν κόμην, τὴν ἐσθῆτα τὴν ἁπαλὴν, αὐτὸν ἐκεῖνον τούτων μαλακώτερον ὄντα.
 [04746]  Καὶ ὅτι τοῦτό ἐστι, καὶ οὐδὲν ἄλλο παραστῆσαι βούλεται, οὐδὲ ὄψιν αἰσθητὴν ἐμφαίνει, δῆλον ἐκεῖθεν.
000-00-00 Serial Number=0333153665
In Jordanem fluvium Ante [Go Back]  
 [00070]  Τοὺς γὰρ λίθους τοὺς μηδέποτε θεασαμένους ἡλιακὴν ἀκτῖνα, μήτε φωτὸς δεξαμένους ὄψιν, ἥπλωσεν εἰς φῶς, καὶ ἦσαν εἰς γῆν ἐκ βυθοῦ ἀνασπασθέντες.
 [00073]  Ἔστω δὲ, τοὺς ὄντας κάτω λίθους περιεῖλεν, ἵνα δείξῃ τῷ ἡλίῳ καὶ τῷ φωτὶ καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ἐναργῆ ὄψιν, πῶς διέβησαν τὸν Ἰορδάνην·
000-00-00 Serial Number=0627900481
In Kalendas Ante [Go Back]  
 [00190]  Ὅταν γὰρ μὴ τὴν κόμην διαθῇς, μηδὲ καλλωπίσῃς τὴν ὄψιν, μηδὲ πρὸς δέλεαρ καὶ ἀπάτην τῶν ὁρώντων σαυτὸν κατακοσμήσῃς, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ὅσον ἡ χρεία ἀπαιτεῖ μόνον, διὰ τὸν Θεὸν τοῦτο ἐποίησας, καὶ πάντως ἕξεις τὸν μισθὸν, ὅτι ἐπιθυμίαν ἐκόλασας πονηρὰν, καὶ φιλοτιμίαν ἄκαιρον ἐνέκοψας.
 [00194]  Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν γυναῖκα ἀπαντῶσαν, χαλινώσῃς τὸν ὀφθαλμὸν, τειχίσῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν Θεὸν τοῦτ' ἐποίησας·
000-00-00 Serial Number=0114204466
In Psalmum 100 Ante [Go Back]  
 [00096]  πάλιν χαροποιεῖ τοὺς ὀφθαλ μοὺς, καταστέλλει τὰ χείλη, ὑγιὲς ἀποτελεῖ τὸ τῆς γλώσσης ὄργανον, ἡμεροῖ τὴν ὄψιν, καὶ ὥσπερ τις καλὸς ἡνίοχος ἐπαναστρέφουσα εἰς τὴν ἀρχαίαν τάξιν φέρε τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0981159210
In Psalmum 118 Ante [Go Back]  
 [00596]  ∆ιδάσκει ἡμᾶς ὁ λόγος, ὁποίους δεῖ ἡμᾶς παρεστάναι, ὅταν δεώμεθα τοῦ Θεοῦ, ὡς ὅτι κατ' ὄψιν παριστάμεθα.
000-00-00 Serial Number=0090194881
In Psalmum 139 Ante [Go Back]  
 [00124]  Τοῦ γὰρ λινέου ἐπὶ τῆς κεφαλῆς χιτωνίσκου περιῤῥιπτομένου, γυμνὸν τὸ κρανίον τῆς κόμης διεδείκνυτο, καὶ στέρνα γυμνούμενα, τὰ καὶ ὄψιν ἡλίου ἰδεῖν αἰσχυνόμενα, καὶ παιδογόνα, ἃ καὶ αὐτὴ ἡ φύσις καλύπτειν ἐδίδασκε.
000-00-00 Serial Number=0570888162
In catenas sancti Petri Ante [Go Back]  
 [00084]  Καὶ ἵνα μήτι ἄτοπον κατὰ διάνοιαν αὐτὸν ὑποδράμῃ, ὡς καὶ αὐτοῦ τοῦ σατανᾶ ἔσθ' ὅτε εἰς ἄγγελον μετασχηματιζομένου φωτὸς, ὑποκλέπτην τε τὴν αἴσθησιν ἐν τῷ φαινομένῳ προσχήματι, ἅμα τῷ λόγῳ ἐξέπεσον αἱ ἁλύσεις αὐτοῦ ἀπὸ τῶν χειρῶν ὡς πιστωθῆναι τοὺς λόγους τῷ πράγματι, καὶ μὴ δύναμιν ἀποστατικὴν ἢ φαντασίαν ἀνύπαρκτον ἡγήσασθαι τὸ φανὲν, ἀλλ' ἄγγελον ἀληθῆ καὶ ὄψιν ὑπαρκτικὴν τὸ ἀψευδὲς αὐτόπιστον ἔχουσαν.
000-00-00 Serial Number=0892907441
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00157]  ποῖος δέ ἐστιν ὁ βασιλεὺς, καὶ ποῖος ὁ πολέμιος, οὐ σφόδρα ἀκριβῶς οἶδας, ἕως ἂν ἐλθοῦσα τῶν χρωμάτων ἡ ἀλήθεια τρανώσῃ τὴν ὄψιν καὶ σαφεστέραν ποιήσῃ.
000-00-00 Serial Number=0072052240
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02234]  Ἀφ' ὧν γὰρ ἐδόκουν πλεονεκτεῖν, τοῦ τὴν ὄψιν Μωϋσέως ἐξαστράπτειν, ἀπὸ τούτων δείκνυσιν αὐτῶν τὸ παχὺ καὶ χαμαίζηλον.
 [02537]  Κἂν ἴδῃς ἄνθρωπον ἐπιεικῆ καὶ μέτριον, μᾶλλον θαυμάσῃ τοῦτον ἢ ἐκείνην τὴν εὔμορφον ὄψιν·
 [06345]  Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες ὅτι πηλός ἐστι τὸ πᾶν·
 [06576]  Ταῦτα δὲ ἔλεγεν, οὐχ ὅτι εἰς ὄψιν ἐτύπτοντο, ἀλλ' ὅτι διέπτυον αὐτοὺς καὶ ἠτίμαζον·
 [06578]  Τῶν γὰρ εἰς ὄψιν τυπτομένων οὐκ ἔλαττον πάσχετε.
000-00-00 Serial Number=0786509931
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  Εἰ γὰρ αὐτὴ ἦν ἡ βιασθεῖσα, τὸν χιτῶνα αὐτῆς περιεῤῥῆχθαι ἔδει, τὴν ὄψιν κατ-εσπαράχθαι, οὐ τὰ ἐκείνου κατέχειν ἱμάτια.
000-00-00 Serial Number=0824960589
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00696]  καίτοι ἔχων αὐτοὺς διαπαντὸς ἐν καρδίᾳ, καὶ τὴν κατ' ὄψιν ἐζήτει παρουσίαν.
 [01056]  Μὴ πρόσχες εἰς τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν τοῦ μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν·
 [01185]  Καθάπερ γάρ τις γεωργὸς, ἀκούων περὶ τῆς αὐτοῦ χώρας τῆς πονηθείσης αὐτῷ, ὅτι βρίθεται τοῖς καρποῖς, ποθεῖ κατ' ὄψιν τὴν τοσαύτην ἰδεῖν ἡδονήν·
000-00-00 Serial Number=0351637423
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01194]  Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν νηπίων, κἂν βασταζόμενον τὸ παιδίον τύπτῃ τοῦ πατρὸς τὴν ὄψιν, οὐδὲν ὑποτέμνεται τῆς φιλοστοργίας·
 [01677]  τί δὲ, ὅταν τὴν ὄψιν ἐπιτρίμμασι μὲν μὴ καλλωπίζῃς, ἀπονίπτῃς δὲ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ τῆς σχολῆς, καὶ διατείνῃς μετὰ τοῦ μετώπου πολὺ τῆς ὄψεως λευκότερον τὸ κάλυμμα, εἶτα ἄνωθεν τὸ φάρος ἐπιτιθῇς, ὡς ἂν τῷ λευκῷ τὸ μέλαν ἐμπρέπῃ;
 [03212]  Ἡμεῖς μὲν γὰρ ἅμα διαναστάντες, καθήμεθα ἐπὶ πολὺ διατεινόμενοι, πρὸς χρείαν ἀπερχόμεθα, εἶτα νιπτόμεθα τὴν ὄψιν, τὰς χεῖρας·
000-00-00 Serial Number=0283020496
In epistulam ad Colossenses Ante [Go Back]  
 [02007]  Οὐκ ἐπ' ὄψιν πίπτει τὸ παιδίον, οὐ ξύλον ὁρᾷς οὐδὲ πηγὴν, ἀλλ' αὐτὸν εὐθέως περιλαμβάνεις τὸν ∆εσπότην, ἀνακεράννυσαι τῷ σώματι, ἀναφύρῃ τῷ σώματι τῷ ἄνω κειμένῳ, ἔνθα προσελθεῖν οὐκ ἔνι τῷ διαβόλῳ.
 [02247]  Εἰπὲ γάρ μοι, εἰ τὸ σῶμα ὡραῖον ἦν, καὶ πάντας νικῶν τῷ κάλλει, ὁ δὲ πλοῦτος προσελθὼν ἐπηγγέλλετο ποιήσειν αἰσχρὸν, καὶ ἀντὶ μὲν ὑγιοῦς νοσῶδες, ἀντὶ δὲ κατεσταλμένου φλεγμαῖνον, καὶ πάντα τὰ μέλη ὑδέρου πληρώσας ἐξώγκωσε μὲν τὴν ὄψιν, καὶ πάντοθεν ἐποίησεν οἰδαίνειν, ἐξώγκωσε δὲ πόδας καὶ τῶν δοκῶν βαρυτέρους ἐποίησεν, ἐξώγκωσε δὲ γαστέρα καὶ παντὸς πίθου μείζονα εἰργάσατο, καὶ μετὰ τοῦτο οὐδὲ τοῖς βουλομένοις θεραπεύειν ἐπηγγέλλετο συγχωρήσειν (τοῦτο γὰρ ἡ ἐξουσία), ἀλλὰ τοσαύτην δώσειν ἐλευθερίαν, ὥστε ἄν τις προσείη ἀπάγων τῶν βλαπτόντων κολάσειν αὐτόν·
 [02353]  Ἰδοὺ παραινῶ καὶ παρεγγυῶ καὶ τὸν καλλωπισμὸν τὸν περὶ τὴν ὄψιν, καὶ τὰ σκεύη τὰ τοιαῦτα συντρίβειν, καὶ πένησι διδόναι, καὶ μὴ οὕτω μεμηνέναι.
 [02648]  καὶ καθάπερ τὰ ἔρια, οἷα ἂν ᾖ, ἑτέραν δέχεται ὄψιν, καὶ τὴν προτέραν ἔκρυψεν·
 [02776]  Ἀλλ' οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Μωϋσέως, ὃς καὶ βαρβαρικὴν ὄψιν ἐπεσπάσατο πρὸς πόθον, καὶ ταῦτα ἐν ἐκείνῳ τῆς ἡλικίας τῷ καιρῷ, ἔνθα οὐδέπω φαίνεται ἡ ὥρα·
 [03415]  Ὅταν γάρ τις μετ' εὐνοίας ὄψιν ὁρᾷ, ἀπὸ ἀγάπης φέρει τὰς ψήφους·
 [04052]  Καὶ ταύτην τὴν σωματικὴν ὄψιν ὡραίαν δείκνυσι τὰ δάκρυα·
000-00-00 Serial Number=0642130554
In epistulam ad Ephesios Ante [Go Back]  
 [01823]  Εἰπὲ γάρ μοι, οὐχὶ πάντων ἐχθρῶν ὑβριστικώτερον αὐτοῖς κέχρηνται, καὶ τὴν οὐσίαν διασπαθῶσι, καὶ τὴν ὄψιν ὑβρίζουσι, καὶ τῶν διακονουμένων αὐταῖς δουλικώτερα ἐπιτάττουσιν;
 [03308]  ἕκαστον τῶν σὺν ὑμῖν λυπουμένων πρὸς ἡμᾶς, καὶ διὰ [62.88] ταύτην τὴν λύπην βλαπτόντων ἑαυτοὺς, καὶ ἀλλαχοῦ πορευομένων, ἐβουλόμην πληγὰς ἐντείνειν ἡμῖν εἰς τὴν ὄψιν αὐτὴν, καὶ γυμνοὺς ἀποδύσαντα αἰκίζεσθαι μάστιξιν, εἴτε δικαίως εἴτε ἀδίκως ἐγκαλοίη, καὶ μᾶλλον εἰς ἡμᾶς ἀφιέναι τὴν ὀργὴν, ἢ ταῦτα τολμᾷν, ἃ νῦν τολμῶσιν.
 [03647]  κἂν ἀφέλῃς τὸ προσωπεῖον, καὶ γυμνώσῃς τὴν ὄψιν, ὄψει τὴν ἀπάτην.
000-00-00 Serial Number=0042522550
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01605]  Ὅπερ γὰρ ἀεὶ λέγω, καὶ λέγων οὐ παύσομαι, καὶ τὸ μικρὸν παραβαθὲν ὁλόκληρον τὴν ὄψιν ἠφάνισε, καὶ τὴν μορφὴν ἐλυμήνατο.
000-00-00 Serial Number=0595680058
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05053]  οὐ γὰρ αὐτὸς μεταβάλλει τὴν ὄψιν, ἀλλ' αἱ νεφέλαι συνδραμοῦσαι καλύπτουσιν αὐτόν.
 [05098]  οὐχὶ οὕτω φρικτὸν ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι, καὶ τρέμειν, καὶ πρὸς τὴν ὄψιν αὐτήν;
 [07325]  Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσμένον μὲν τὸν κατακλινόμενον, καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ τὴν οἰκίαν, ἐμπεπλησμένην δὲ καὶ τὴν τράπεζαν (βολβίτων γὰρ, καὶ εἴ τι τούτων χεῖρον, ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα), ὡς δὴ τιμηθεὶς [63.177] διάκεισαι, καὶ ὡς μέλλων τρυφᾷν;
 [08632]  οὕτω καὶ ὄψιν ὡραίαν φαιδρότης ἐπιγενομένη ψυχῆς, κρείττονα ποιεῖ·
000-00-00 Serial Number=0110707045
In epistulam ad Philippenses Ante [Go Back]  
 [01006]  Κλαίωμεν τοὺς οὕτως ἀπερχομένους, οὐ κωλύω, κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλοντες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν σπαράττοντες, μὴ μελανειμονοῦντες, ἀλλὰ μόνον κατὰ ψυχὴν ἠρέμα δάκρυον ἀφιέντες πικρόν.
000-00-00 Serial Number=0729627550
In epistulam ad Romanos Ante [Go Back]  
 [03882]  Λέγεται γάρ τις ἐκείνων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀπαστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει, ἐπειδὴ καὶ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστορεσμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου·
 [03883]  εἶτα ἐγκαλούμενος εἰπεῖν, διὰ τὸ μηδαμοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου.
 [04378]  Ὁ μὲν γὰρ μὴ ἰδὼν τὴν εὔμορφον ὄψιν, καὶ τῆς ἐπιθυμίας τῆς ἐντεῦθέν ἐστι καθαρός·
 [04381]  οὐ μοιχείαν, ἀλλὰ καὶ ὄψιν ἀκόλαστον·
 [06878]  Τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἐπειδὴ καθ' ἕκαστον καιρὸν σημεῖα ἐζήτουν Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως, καὶ πολλοὶ πρὸς ταῦτα κεχηνότες ἦσαν, φησὶν, ὅτι Καὶ μὴν ὁ προφήτης ἐπηγγείλατο, ὅτι ἐξ ἀκοῆς ἡμᾶς δεῖ πιστεῦσαι.
000-00-00 Serial Number=0318361640
In epistulam ad Titum Ante [Go Back]  
 [00465]  ἔχεις μοι δεῖξαι ὄψιν τοιαύτην ἐπὶ τῆς ἀληθείας;
000-00-00 Serial Number=0403172553
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00168]  ἀπὸ γὰρ τῆς εὐνῆς εὐθέως διανιστάμεναι, τήν τε ὄψιν ἀποσμήχουσιν καὶ τὴν τῶν τριχῶν κόμην διατιθέασιν, καὶ πρὸς τὸ κάτοπτρον βλέπουσαι, τοῦ κάλλους τῆς ὄψεως οὕτω τὴν δοκιμασίαν ποιοῦνται, ὥστε μηδὲν ἠμελημένον παραδραμεῖν.
 [00175]  ὁ γὰρ εἰς κάλλος βλέπει ψυχῆς καὶ ταύτην βούλεται καλλωπίζεσθαι τὴν ὄψιν.
000-00-00 Serial Number=0033200264
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00036]  διὰ τοῦτο καθάπερ στρατηγὸς ἄριστος, ὁρῶν μετὰ πολλοῦ θυμοῦ πνέοντα τὸν ἀντίπαλον, περιιὼν τοὺς οἰκείους πανταχόθεν διεγείρει, νευροῖ, ἀλείφει, θαρσαλεωτέρους καθίστησι, προθυμοτέρους ποιεῖ πρὸς τὸ τὰς χεῖρας ἀντᾶραι κατὰ τοῦ πολεμίου, καὶ μὴ δεδοικέναι τὰς ἐκείνου καταδρομὰς, ἀλλὰ στεῤῥῷ τῷ φρονήματι ἐξ ἐναντίας ἱσταμένους καὶ αὐτὴν αὐτοῦ συγκόπτειν, εἰ οἷόν τε, τὴν ὄψιν, καὶ μὴ καταπλήττεσθαι τὴν πρὸς αὐτὸν ἀντίστασιν τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ μακάριος οὗτος, ἡ οὐρανομήκης ψυχὴ, διεγεῖραι βουλόμενος τῶν πιστῶν τὰ φρονήματα, καὶ κάτω κείμενον, ὡς εἰπεῖν, αὐτῶν τὸν λογισμὸν ἀνορθῶσαι ἐπειγόμενος, οὕτως ἤρξατο λέγων·
000-00-00 Serial Number=0177235782
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00202]  Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἥλιος ἔλαμψεν, ἔδειξε τῶν πραγμάτων τὴν φύσιν, ἣν πρὶν ἐπεκάλυπτεν ἡ τῆς πλάνης νὺξ, καὶ τὸ βαθὺ τῆς ἀγνωσίας σκότος, συγχέον τὴν ὄψιν τῶν ἀπατωμένων.
000-00-00 Serial Number=0580273271
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00082]  Ἀλλ' οὐ ταύτην μακαρίζει τὴν ὄψιν τὴν ἔξωθεν·
000-00-00 Serial Number=0053228676
In illud Messis quidem multa Ante [Go Back]  
 [00062]  Ὥσπερ γὰρ ἐν τῷ λειμῶνι διάφορα μὲν τὰ ἄνθη, πάντα δὲ ἐφεξῆς κάλ λιστα ἀνθέλκοντα πρὸς ἑαυτὰ τῶν ὁρωμένων ἕκαστα τοῦ θεατοῦ τὴν ὄψιν·
 [00177]  μᾶλλον δὲ πρὸ τῆς ἐπιβάσεως ἐκεῖνο θαύμασον, πῶς ὁ βάρβαρος καὶ ἀλλόφυλος καὶ φλεγμαίνων ἀπὸ τῆς δυναστείας (οὐ γὰρ μικρὰν ἀρχὴν μετεχείριζε), τὸν πένητα, τὸν πτω χὸν, τὸν ἀγνῶτα, τὸν οὐδέποτε αὐτῷ οὔτε εἰς ὄψιν οὔτε εἰς συνουσίαν ἐλθόντα, τότε πρῶτον φανέντα, τοῦτον καὶ ἐκάλεσε καὶ ἀνεβίβασε καὶ ἑαυτῷ συνεκάθισε.
000-00-00 Serial Number=0025658846
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00096]  Οὐ γὰρ αἱ ἐπὶ τῶν ἀποστόλων γυναῖκες ταῦτα ἐμερίμνων, ἅπερ αἱ νῦν, ὅπως λαμπρὰ ἱμάτια περιβάλοιντο, καὶ ἐπιτρίμμασι καὶ ὑπογραφαῖς τὴν ὄψιν τὴν ἑαυτῶν καλλωπίσαιεν, καὶ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἐνάγχουσαι, τῆς γείτονος καὶ τῆς ὁμοτίμου πολυτελεστέραν ἀναγκάζουσαι πρίασθαι στολὴν, καὶ λευκοὺς ἡμιόνους, καὶ χρυσοπάστους χαλινοὺς, καὶ θεραπείαν εὐνούχων, καὶ πολὺν θεραπαινίδων ἐσμὸν, καὶ τὴν ἄλλην ἅπασαν τὴν καταγέλαστον φαντασίαν·
 [00341]  πρὸς δὲ τὴν ὄψιν μόνην οὐκ ἂν κατεπλάγησαν τῶν στρατοπέδων, ἐν λίμναις καὶ ποταμοῖς καὶ ἀκατίοις τραφέντες μικροῖς;
000-00-00 Serial Number=0621979177
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00248]  Βουλόμενος οὖν ἀποπηδῶντας αὐτοὺς, καὶ δυσχεραίνοντας, καὶ ναρκῶντας καὶ πρὸς αὐτὴν τὴν τῶν ἐχθρῶν ὄψιν, πεῖσαι τὰ μέγιστα αὐτοὺς εὐεργετεῖν, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, οὐχ ἵνα ἐκείνους ἐμβάλλῃ εἰς ἀπαραίτητον κόλασιν, ἀλλ' ἵνα τοὺς ἠδικημένους πείσας ἐν τῇ προσδοκίᾳ τῆς κολάσεως εὐεργετεῖν τοὺς ἐχθροὺς, τῷ χρόνῳ λοιπὸν πείσῃ καὶ πᾶσαν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν.
000-00-00 Serial Number=0229685664
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00449]  Ὅταν γὰρ ὁ νοσῶν ἴδῃ διαστρέφοντα τὴν ὄψιν τὸν ἰατρὸν, τί ἔχει χρηστὸν ἐλπίσαι;
000-00-00 Serial Number=0404063761
In illud Vidi dominum Ante [Go Back]  
 [00435]  Ἐπαφῆκεν αὐτῷ λέπραν κατὰ τοῦ μετώπου, τὴν ἀναίσχυντον κολάζων ὄψιν καὶ παιδεύων αὐτὸν ὅτι θεῖόν ἐστι τὸ δικαστήριον καὶ οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν.
 [00591]  ἀλλά Μὴ καταμάνθανε, φησίν, τὴν ἐκ μελέτης κατανόησιν, τὴν περίεργον ὄψιν, τὴν μετὰ διατριβῆς θεωρίαν, τὴν ἀπὸ ψυχῆς διεφθαρμένης καὶ ἐπιθυμούσης ἀναιρῶν.
 [01090]  Ὥστε δὲ σαφέστερα ὑμῖν γενέσθαι τὰ λεγόμενα, μικρὰ τῶν πρότερον εἰρημένων ἀναλαβῶμεν, ἵνα μὴ χωρὶς κεφαλῆς ἡμῖν ὁ λόγος εἰς τὸ θέατρον εἰσέλθῃ τὸ πνευματικόν, ἀλλὰ τὴν οἰκείαν ὄψιν ἀπολαβὼν γνώριμος γένηται τοῖς θεαταῖς.
000-00-00 Serial Number=0325936794
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00009]  Ὅταν γὰρ ὑπ' ὄψιν ἑαυτοῦ ἀγάγω τὸ βρέφος τὸ ἐκ τῆς Παρθένου τεχθὲν, καὶ τὴν παρθένον ἄνευ ἀνδρὸς, καὶ μετὰ τόκον παρθένον [61.764] τυγχάνουσαν, πολυπραγμονῶ τὸ ἔργον, καὶ μὴ εὑρίσκων τὸν τρόπον, τῇ πίστει σφραγίζω τὸ πρᾶγμα.
000-00-00 Serial Number=0912795722
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00084]  Ὁ δὲ Ζαχαρίας ταῦτα ἀκούσας, καὶ μικρὸν τὴν ὄψιν ἀποστρέψας, ἀνταποκριθεὶς πρὸς τὸν ἄγγελον ἔφη·
000-00-00 Serial Number=0032284856
In oraculum Zacharia Ante [Go Back]  
 [00024]  Εἶδε γὰρ ὅπερ οὐκ εἶδέ ποτε, πῦρ φθεγγόμενον, ἀσώματον ἄνθρωπον, ἀψηλάφητον σχῆμα, ἀσυνείκαστον θέαν, ὄψιν ἀσύγκριτον, ἀεροβάτην δρομέα, πτηνὸν ἀνθρωπόμορφον·
000-00-00 Serial Number=0221119702
In pharisaeum et meretricem Ante [Go Back]  
 [00326]  μὴ προθῇς, ὡς ἐν ἀγορᾷ, τὴν ὄψιν σου τοῖς ἐμπόροις τῶν αἰσχρῶν ἡδονῶν·
000-00-00 Serial Number=0450208426
In principium Actorum Ante [Go Back]  
 [00784]  Καθάπερ γὰρ οἱ πηγῇ παρακαθήμενοι, καὶ τῆς αὔρας ἐκείνης ἀπολαύοντες, καὶ καύσωνος ἐπικειμένου τὴν ὄψιν συνεχῶς ἐπικλύζοντες, ἀποκρούονται τὸ πνῖγος τοῖς νάμασι, καὶ δίψους διενοχλοῦντος ῥᾳδίως ἰῶνται τὸ πάθος, ἐγγύθεν τὸ φάρμακον ἀπὸ τῆς πηγῆς ἔχοντες·
 [01358]  Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δείξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ' ὄψιν ἀναστάντα.
000-00-00 Serial Number=0063662469
In principium indictionis [1] Ante [Go Back]  
 [00140]  τὴν λανθάνουσαν κατενόησας γνώμην, καὶ τὴν φαινομένην οὐκ ἐσκόπησας ὄψιν;
000-00-00 Serial Number=0258639693
In saltationem Herodiadis Ante [Go Back]  
 [00007]  Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα·
000-00-00 Serial Number=0755189955
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00020]  Καὶ γὰρ καὶ ἡμεῖς εἰς τὸν πνευματικὸν τοῦ τον λειμῶνα τῶν Ἰγνατίου κατορθωμάτων εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ' αὐτὸν τοῦ Πνεύματος τὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώμενοι θορυβούμεθα, καὶ διαποροῦμεν, οὐκ ἔχοντες ποῦ πρῶτον τὸν λογισμὸν ἀπερείσωμεν, ἑκάστου τῶν ὁρωμένων ἀπὸ τῶν πλησίον ἀνθέλκοντος, καὶ πρὸς τὴν τῆς οἰκείας εὐπρεπείας θεωρίαν ἐπισπωμένου τὴν τῆς [50.588] ψυχῆς ὄψιν.
000-00-00 Serial Number=0458593369
In sanctum pascha [3] Ante [Go Back]  
 [00004]  Ὥσπερ δὲ ὁ ἄπειρος ὑπάρχων θαλάσσης ὅταν ἀχανὲς καὶ μέγα θεάσηται πέλαγος πρὸ τῆς ἀρχῆς τῷ πλείστῳ φόβῳ νεκροῦται καὶ πρὸς μόνην τὴν ὄψιν ἐκλύεται καὶ ἀλλοιοῦται τῷ προσώπῳ ἐπιβῆναι καὶ νῶτα θαλάττης ἀσπάσασθαι, οὕτως καὶ ἡμεῖς θεωροῦντες τῆς θεότητος τὸ πέλαγος οὔτε ἅψασθαι τῶν ἐγκωμίων τολμῶμεν, ἵνα μὴ μικρὰ καὶ εὐτελῆ ἐξ ἀμαθίας φθεγξώμεθα.
000-00-00 Serial Number=0456720531
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00021]  Καλοὺς δὲ τὴν ὄψιν τίνος ἕνεκεν ἐπι ζητεῖ;
 [00503]  Ὥστε ὅταν ἴδῃς τὴν εἰκόνα ἐκ διαφόρων συγκειμένην ὑλῶν, καὶ τὴν μὲν κεφαλὴν αὐτῆς λαμπρὰν, τὸ δὲ στῆθος φαυλότερον, καὶ τὴν γαστέρα ἀτιμοτέραν, καὶ τὰς κνήμας εὐτελεστέρας, τὴν διαφορὰν ταύτην περὶ τὴν ὄψιν νόμιζε.
 [00895]  Ὅτι οὕτως ἀξιοπιστότερος ὁ λόγος ἔμελλεν ἔσεσθαι, καὶ φοβερώτερος, ὑπ' ὄψιν τῶν πραγμάτων ἀγομένων, ἵνα μάθῃς ὅτι ὁ αὔξων τὰ φυτὰ, οὗτος καὶ τὴν βασιλείαν λανθανόντως, καὶ οὐκ εἰδότων ἡμῶν.
 [01503]  Εἶδες ὄψιν καὶ σχῆμα πολιτικὸν καὶ δημαγωγικόν;
 [02041]  Τίς γὰρ οὐκ ἂν ἐνέγκοι τούτων τὴν ὄψιν;
000-00-00 Serial Number=0074826837
Oratio de hypapante Ante [Go Back]  
 [00189]  ἐκεῖνα μὲν φόβῳ καὶ τρόμῳ περιιπτάμενα τὴν ὄψιν κατακαλύπτει, αὕτη δὲ τὸ τῶν ἀνθρώπων γένος αὐτῷ προσφέρει καὶ δι' αὐτῆς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν·
000-00-00 Serial Number=0570544541
Quales ducendae sint uxores Ante [Go Back]  
 [00315]  Οὐδὲ γὰρ φωνὴν ἤκουσεν, οὐδὲ ὄψιν τινὰ εἶδεν·
 [00341]  ἡ καθ' ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ' εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλλοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφροσύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι;
000-00-00 Serial Number=0470781565
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00025]  οὕτω δὴ καὶ τοῦ πρώην ἐντεῦθεν ἐπενεχθέντος σεισμοῦ, ὁ μὲν τὴν οἰκίαν, ὁ δὲ τοὺς ἀγροὺς, ὁ δὲ τὰ ἀνδράποδα, ὁ δὲ τὸ ἀργύριον, ὁ δὲ τὸ χρυσίον διανειμάμενοι, πλατεῖαν τῆς συμφορᾶς τὴν ὄψιν εἰργάσαντο, καὶ πανταχοῦ τοῦ κλόνου τὰ ὑπομνήματα διασπαρῆναι παρεσκεύασαν.
000-00-00 Serial Number=0295400083
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00003]  Οἱ πελάγιοι πλωτῆρες, ἐπειδὰν εὐθυβόλῳ πνεύματι καταφυσώμενοι τὸν πλοῦν ἀνύωσι, χαροποιοῖς τοῖς προσώποις γινόμενοι, ἀντίμιμον τῆς γαλήνης τὴν ὄψιν ῥυθμίζουσιν·
000-00-00 Serial Number=0183055758
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00223]  Καθάπερ γὰρ τὰ κάλλη τῶν ἑταιριζομένων γυναικῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς συγκείμενα, κάλλους μὲν ἀποστέρηται, τὴν δὲ αἰσχρὰν ὄψιν καὶ δυσειδῆ καλήν τε καὶ εὐειδῆ δοκεῖν εἶναι ποιεῖ παρὰ τοῖς ἠπατημένοις, οὕτω δὴ καὶ ὁ πλοῦτος τὴν κολακείαν βιαζόμενος τιμὴν δεικνύει.
000-00-00 Serial Number=0623055041
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00393]  ∆έον γὰρ ὀδύρεσθαι καὶ στένειν καὶ τὸ σῶμα αὐτὸ ἀποθέσθαι κατὰ τὸν Παῦλον, ἡμεῖς δὲ καθήμεθα περὶ τὰ σκεπάσματα αὐτοῦ φιλοτεχνοῦντες, ὥσπερ ἂν εἴ τις οἰδήματα περὶ τὴν ὄψιν ἔχων, καὶ εἰς ἀνάγκην τοῦ σκέπειν αὐτὰ καταστὰς, ἔτι καὶ καλλωπίζοι τὰ καλύμματα ταῦτα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»