Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὄφελος [366]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὄφελος


000-00-00 Serial Number=0196115196
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00064]  Τί γὰρ ὄφελος, εἰπέ μοι, νῦν ἀπατηθέντας, τότε συνιδεῖν τὴν ἀπάτην, ὅταν μηδὲν ᾖ ἀπὸ τῆς μετανοίας εἰς τὸν τῆς ἀναστάσεως ἀπόνασθαι λόγον;
000-00-00 Serial Number=0332717061
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00723]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τοῦ μὴ δαιμονᾷν, ὅταν ὁ βίος ἠμελημένος ᾖ;
000-00-00 Serial Number=0868651211
Ad illuminandos catecheses Ante [Go Back]  
 [00050]  Ὅταν γὰρ μήτε τοὺς παρόντας ἐπιγινώσκῃ, μήτε φωνῆς ἀκούῃ, μήτε ἀποκρίνασθαι δύνηται τὰ ῥήματα ἐκεῖνα, δι' ὧν τὴν μακαρίαν συνθήκην πρὸς τὸν κοινὸν ἡμῶν ἁπάντων καταθήσεται ∆εσπότην, ἀλλ' ὥσπερ ξύλον ἀργὸν ἢ λίθος, ὁ φωτίζεσθαι μέλλων πρόκειται νεκροῦ μηδὲν διαφέρων, τί τῆς μυσταγωγίας ὄφελος ἐν ἀναισθησίᾳ τοσαύτῃ;
 [00493]  Εἰ δὲ μέγαν νομίζεις εἶναι τοῦτον τὸν κόσμον, εἰπέ μοι, τί σοι τὸ ὄφελος ἀπὸ τῶν μαργαριτῶν τούτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γενήσεται;
000-00-00 Serial Number=0861129522
Ad populum Antiochenum Ante [Go Back]  
 [00288]  Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται;
 [00606]  Τί μοι τῶν κρότων ὄφελος τούτων;
 [00691]  Τί σοι τῆς οἰκίας ὄφελος, ἄνθρωπε;
 [01029]  ὁ τελώνης οὐκ ἐνήστευσε, καὶ ἔμπροσθεν γέγονεν ἐκείνου τοῦ νηστεύσαντος ὁ μὴ νηστεύσας, ἵνα μάθῃς ὅτι νηστείας ὄφελος οὐδὲν, ἂν μὴ καὶτὰ λοιπὰ ἕπηται πάντα.
 [01100]  Τί γὰρ ὄφελος ὅταν μὲν ὀρνίθων καὶ ἰχθύων ἀπεχώμεθα, τοὺς δὲ ἀδελφοὺς δάκνωμεν καὶ κατεσθίωμεν;
 [01182]  Ἐξορίσωμεν τοίνυν ἀπὸ τοῦ στόματος ἡμῶν κακηγορίαν ἅπασαν, εἰδότες ὅτι κἂν τέφραν ἐσθίωμεν, οὐδὲν ὄφελος ἡμῖν τῆς σκληραγωγίας ταύτης, ἂν κακηγορίας μὴ ἀποσχώμεθα.
 [01235]  Καθάπερ γὰρ οἱ νοσοῦντες, ἂν μὴ διαπαντὸς εὐτακτῶσιν, οὐδὲν αὐτοῖς ὄφελος τῆς μέχρι τριῶν ἢ τεσσάρων ἡμερῶν φιλοσοφίας·
 [01563]  Τί γὰρ ὄφελος ἡμῖν τῆς τῶν βρωμάτων ἀποχῆς, ἐὰν μὴ τὰς πονηρὰς τῆς ψυχῆς συνηθείας ἐξελάσωμεν;
 [01568]  Τί οὖν ὄφελος ἡμῖν τῆς νηστείας;
 [01711]  Ὅταν οὖν τοιαῦτα τοὺς ἁμαρτωλοὺς ἀναμένῃ κακὰ, τί γένοιτ' ἂν αὐτοῖς ὄφελος, κἂν οἴκοι, κἂν ἐπὶ τῆς ἑαυτῶν κλίνης καταλύσωσι τὴν ζωήν;
 [01823]  λυπήθητι, ὄφελος γάρ·
 [01919]  Ὥστε τῆς φυγῆς οὐδὲν ὄφελος ἡμῖν·
 [01973]  Χρόνον τοσοῦτον εἰς ἐκκλησίαν ἀπαντῶντες, συνάξεως ἀπολαύοντες φρικωδεστάτης καὶ πολὺ τὸ κέρδος ἐχούσης, ἂν τοιοῦτοι πάλιν ἀπέλθωμεν, οἷοι παρεγενόμεθα, μηδὲν τῶν ἡμετέρων κατορθώσαντες ἐλαττωμάτων, τί τὸ ὄφελος ἔσται ἡμῖν τῆς ἐνταῦθα ἀφίξεως;
 [02150]  Τί γὰρ ὄφελος ἡμῖν;
 [02594]  Τί [49.100] γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν ἔνδον πενία τοσαύτη ᾖ;
 [04330]  Πειθώμεθα τοίνυν, κἀκεῖνο διηνεκῶς λογιζώμεθα, ὅτι καθάπερ τῷ στρουθίῳ ὄφελος οὐδὲν τῶν πτερῶν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσσεται·
 [04331]  οὕτω καὶ σοὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁλῷς, ἀλλ' ὅσα ἂν σκιρτήσῃς, ἑάλως.
 [04554]  ὡς ἐὰν ἐνταῦθα μὲν ἦτε πεπληρωμένοι, οἴκοι δὲ ἀναχωρῆτε κενοὶ, τὰ ἀγγεῖα τῆς διανοίας ὑμῶν ἔρημα τῆς ἀκροάσεως ἔχοντες, οὐδὲν ἔσται ἐκ τῆς ἐνταῦθα πληρώσεως ὑμῖν ὄφελος.
 [04746]  Οὐδὲν ὄφελος τοῖς ἐμπόροις, ἂν πολὺ μῆκος πελάγους παραδράμωσιν, ἀλλ' ἐὰν μετὰ φορτίων πλέωσι καὶ πολλῆς τῆς ἐμπορίας·
 [04747]  οὐδὲν ὄφελος τῆς νηστείας ἡμῖν, ἂν παρέλθωμεν αὐτὴν ἁπλῶς καὶ εἰκῆ καὶ μάτην.
 [04977]  Τί γάρ μοι τὸ πλῆθος ὄφελος φέρει, εἰπέ μοι, ἂν μετὰ κακίας ᾖ πολιτευόμενον;
 [05150]  Τί τὸ ὄφελος, ὅτι ἤλγησα;
 [05277]  τί δὲ ὄφελος τοῖς ἔξωθεν ἀπὸ τῆς τῶν λόγων διδασκαλίας, ὅταν ἐρήμη νοημάτων ἡ διάνοια ᾖ;
 [05287]  Τί γὰρ ὄφελος τῆς ἔξωθεν περιβολῆς, ὅταν ἡ ψυχὴ προσαίτου παντὸς ἀθλιώτερον ἐσταλμένη ᾖ;
 [05486]  Ὥσπερ γὰρ οὐδὲν ὄφελος τῶν πολλῶν διαύλων τοῖς τρέχουσιν, ἂν τῶν βραβείων ἐκπέσωσιν·
 [05841]  Ὅπου γὰρ φόβος Θεοῦ, οὐ χρεία ἡμερῶν οὐδὲ διαστήματος χρόνου, ὥσπερ ὅπου ἀφοβία, οὐδὲν ὄφελος ἡμερῶν.
000-00-00 Serial Number=0770352304
Ad viduam juniorem Ante [Go Back]  
 [00009]  ὅταν δὲ ἄμαχος ᾖ τῶν πνευμάτων ἡ προσβολή, τῆς ἐμπειρίας ὄφελος οὐδέν.
000-00-00 Serial Number=0320210814
Adversus Judaeos Ante [Go Back]  
 [01865]  Οὐδὲν γὰρ ὄφελος ἀκροάσεως, ὅταν ἡ διὰ τῶν ἔργων ἐπίδειξις μὴ συμβαίνῃ τοῖς λεγομένοις.
 [02560]  Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀδελφοὶ, μηδὲ ἐκλυθῶμεν, μηδὲ ἀναπέσωμεν, μηδέ μοι τὰ ῥήματα ἐκεῖνά τις λεγέτω, ὅτι πρὸ τῆς νηστείας ἀσφαλίσασθαι ἀναγκαῖον ἦν, καὶ πάντα ποιῆσαι, νῦν δὲ μετὰ τὸ νηστεῦσαι, μετὰ τὸ γενέσθαι τὴν ἁμαρτίαν, μετὰ τὸ πληρωθῆναι τὴν ἀνομίαν, τί τὸ ὄφελος λοιπόν;
 [02569]  Ἀλλ' ὅμως ἐπειδὴ μετὰ τοσαύτην πρόνοιαν καὶ διδασκαλίαν καὶ παραίνεσιν καὶ εὐεργεσίαν κατέπεσε, καὶ οὐκ ἤκουσε τῶν ἐπιταγμάτων, οὐκ εἶπε τοῦτο ὁ Θεὸς, Τί λοιπὸν τὸ πλέον, τί τὸ ὄφελος;
 [02587]  τί πλέον τὸ ὄφελος;
 [02634]  τί δὲ τὸ ὄφελος;
 [02695]  εἶτα κατὰ μικρὸν τῆς πονηρᾶς ταύτης αὐξανομένης φήμης πολὺ μὲν τῇ Ἐκκλησίᾳ ὄνειδος κατασκεδάννυται, τοῖς δὲ ἀπολωλόσιν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ βλάβος καὶ τούτοις καὶ ἑτέροις πολλοῖς.
 [02746]  Τί γὰρ ὄφελος, σῶμα θεραπεύεσθαι τῆς ψυχῆς ἀπολλυμένης;
000-00-00 Serial Number=0025554717
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00104]  τί δὲ ὄφελος τῷ δράσαντι κακῶς;
 [00105]  τί μὲν οὐκ ὄφελος τῷ τότε [47.324] ἀναιρεθέντι Παύλῳ;
 [00138]  ἐπειδὴ δὲ ἀπῆλθεν ἐκεῖ, οὕτως ἐθαύμασεν αὐτῶν τὴν παραίνεσιν, ὡς, ἐπειδὴ συνεῖδε μηδὲν αὐτὸν ἀπὸ τῶν ἐπαίνων ὠφεληθῆναι δυνάμενον, παρακαλέσαι τὸν πατριάρχην πέμψαι τινὰ τῶν ἐν ᾅδου τοῖς ὑπὲρ γῆς ἀπαγγέλλοντα, ἐκεῖνο δεδοικὼς, μή ποτε καὶ αὐτοὶ τὸ αὐτὸ πάθωσι, καὶ καταγελάσαντες τῶν θείων Γραφῶν, τότε αὐτὰς θαυμάσωσι, ὅταν αὐτοῖς ὄφελος οὐδὲν ἀπὸ τοῦ θαύματος.
 [00198]  Καὶ τί τῆς πίστεως ὄφελος, εἰπέ μοι, βίου μὴ ὄντος καθαροῦ;
 [00523]  Καὶ τί μοι, φησὶ, τῆς τῶν πολλῶν ὑπονοίας ὄφελος καὶ τῶν ἐπαίνων;
 [00810]  Ὥστε κἂν ἅπαντα ἡμῖν καλῶς ᾖ διηκριβωμένα τὰ κατὰ τὸν ἡμέτερον βίον, οὐδὲν ὄφελος ἡμῖν, ταύτης τῆς ἁμαρτίας ἱκανῆς οὔσης ἡμᾶς εἰς τὸ τῆς γεέννης καταποντίσαι πέλαγος.
 [01115]  Οὐδὲν ὄφελος δικαστηρίων, οὐδὲ νόμων, οὐδὲ παιδαγωγῶν, οὐ πατέρων, οὐκ ἀκολούθων, οὐ διδασκάλων·
 [01250]  Εἰ δὲ οὐδεὶς ὁ ταῦτα ὑποσχησόμενος, τί τὸ ὄφελος πέμπειν εἰς διδασκάλους, ἔνθα πρὸ τῶν λόγων κακίαν εἴσονται, καὶ τὸ ἕλαττον βουλόμενοι λαβεῖν, τὸ μεῖζον ἀπολέσουσι, τῆς ψυχῆς τὴν ἰσχὺν καὶ τὴν εὐεξίαν ἅπασαν;
 [01774]  Ἂν δὲ φιλονεικῆτε, οἱ παῖδες μὲν, ἂν ὦσι γενναῖοι, καὶ ἀκόντων ὑμῶν ἐπὶ ταύτην ἥξουσι τὴν φιλοσοφίαν, καὶ πάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ὑμῖν δὲ περιέσται τὸ μυρίαν κόλασιν ἑαυτοῖς συναγαγεῖν, καὶ τότε ἐπαινέσαι τὰ παρ' ἡμῶν εἰρημένα, ὅτε τῶν ἐπαίνων ὄφελος ὑμῖν οὐδέν.
000-00-00 Serial Number=0282264709
Catecheses ad illuminandos Ante [Go Back]  
 [00626]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον καινὸν ἰδεῖν οὐρανὸν καὶ τὰ ἄλλα τῆς κτίσεως μέρη, ὅσον κέρδος ἄνθρωπον ἰδεῖν ἀπὸ κακίας ἐπὶ ἀρετὴν μεταστάντα καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν μεταταξάμενον.
 [00951]  Κἂν διαλεγώμεθα πρός τινας, μετ' ἐπιεικείας καὶ πολλῆς τῆς πραότητος τοῦτο ποιῶμεν καὶ μὴ ἀνεχώμεθα βιωτικὰς καὶ οὐδὲν ὄφελος ἐχούσας διαλέξεις ἀποτείνειν, ἀλλὰ τοιαῦτα διαλέγεσθαι ἃ καὶ τοῖς ἀκούουσι πολλὴν παρέξει τὴν ὠφέλειαν καὶ ἡμᾶς πάσης μέμψεως ἐλευθερώσει.
 [01017]  [7.2] Μέγα γὰρ ὄφελος ταῖς ἡμετέραις ψυχαῖς ἐντεῦθεν προσγίνεται ἐὰν νήφωμεν·
000-00-00 Serial Number=0081409633
Commentarius in Job Ante [Go Back]  
 [01687]  τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων ταραχῆς τὰ ἔνδον γέμοντα.
 [02391]  «τί τὸ ὄφελος;» φησίν·
 [02624]  τί γὰρ ὄφελος παῖδας καταλιπεῖν, ὅταν αὐτὸς ἀπέλθῃ;» ὁρᾷς;
 [02634]  [2b] ἐμπλήσει δὲ πόνον γαστρὸς [15,3a] ἐλέγχων με ἐν ῥήμασι κενοῖς, [3b] ἐν λόγοις οἷς οὐδὲν ὄφελος.
 [02995]  καὶ μή μοι λέγε ἀνομίας μόνον, ἀλλὰ κἂν θυσίας προσενέγκωσιν, οὐδὲν ὄφελος.
 [04201]  «τί γάρ μοι», φησίν, «ὄφελος τῆς κατὰ τὴν δημιουργίαν σοφίας;» δείκνυσιν αὑτοῦ τὴν πρόνοιαν πανταχοῦ καὶ πῶς πράγματα συνίστησιν, ἃ λογισμὸς εὑρεῖν οὐ δύναται·
 [04235]  ὅτι «εἰ τῶν περιττῶν τοσαύτην πρόνοιαν ποιοῦμαι τῶν οὐδὲ εἰς δουλείαν ὑμῖν χρησίμων, οὐ πολλῷ μᾶλλον ὑμῶν;» τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ λέων;
 [04270]  ἄν τε μὴ θελήσῃ ἡμῖν ὑπακοῦσαι, κἂν μυρία τεχνώμεθα, οὐδὲν ὄφελος, οὐδὲν πλέον ἔσται.
 [04342]  «καὶ τί τὸ ὄφελος», φῄς, «τῆς δημιουργίας ἀγνοουμένων ἡμῖν τῶν ἔργων;» οἷον ταυτὶ τὰ θηρία οἱ πολλοὶ ἀγνοοῦμεν, ἀλλ' οἱ πλέοντες τὴν θάλασσαν ἴσασι καὶ ἀπαγγέλλουσι τοῖς ἀγνοοῦσιν, οἳ πρὸς τὰς ἐρημίας ἐλθόντες οὐκ ἀγνοοῦσιν.
000-00-00 Serial Number=0913650155
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00220]  Τί γὰρ ὄφελος, ὅταν τὸ μὲν σῶμα διατρέφῃς, τὴν δὲ ψυχὴν καταδύῃς;
000-00-00 Serial Number=0915402710
Contra haereticos Ante [Go Back]  
 [00007]  Τί γὰρ ὄφελος ἠθῶν σωφρονεῖν παιδευθέντων, ὅταν τὸν τῆς σωφροσύνης κριτὴν ὁ σωφρονῶν ἀγνοῇ;
000-00-00 Serial Number=0852222681
Contra theatra Ante [Go Back]  
 [00045]  Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύτης ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ὀδύνη τίκτηται, καὶ ἡμέρᾳ, καὶ ἐν νυκτὶ κεντούμενος ὑπὸ τῆς ἐπιθυμίας πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος;
000-00-00 Serial Number=0903029859
De Anna i Ante [Go Back]  
 [00268]  Ὅταν γὰρ καὶ πρὸ τῶν γάμων διεφθαρμένος ὁ νέος ᾖ, καὶ μετὰ τὸν γάμον πάλιν πρὸς ἑτέραν βλέπῃ γυναῖκα, τί τῶν γάμων ὄφελος, εἰπέ μοι;
 [00771]  ὥστε ἂν μὴ τοῖς τῆς ἀρετῆς ᾖ κεκοσμημένη κατορθώμασιν, οὐδὲν ὄφελος αὐτῇ χρυσίου πολλοῦ·
 [01225]  Καὶ τί τὸ ὄφελος;
000-00-00 Serial Number=0104307055
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00236]  Ποῖον δὲ ὄφελος μίγνυσθαι μητράσι καὶ ἀδελφαῖς ὅπερ ὁ τῆς Στοᾶς προεστὼς φιλόσοφος ἐνομοθέτει;
000-00-00 Serial Number=0626879275
De Davide et Saule Ante [Go Back]  
 [00549]  Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύτης ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ἡ ὀδύνη τίκτηται, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ κεντούμενος ὑπὸ τῆς ἐπιθυμίας, πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος;
000-00-00 Serial Number=0117451191
De Lazaro Ante [Go Back]  
 [00077]  οὐδὲν ἐκ τῶν λόγων τούτων ὄφελος γίνεται, Καὶ γὰρ ὁ γηπόνος ἅπαξ καὶ δὶς καὶ πολλάκις τὴν αὐτὴν σπείρας [48.966] ἄρουραν, καὶ ἀποτυχὼν τοῦ κέρδους, πάλιν αὐτὴν εἰργάσατο, καὶ ἐν ἑνὶ πολλάκις ἐνιαυτῷ τοῦ παντὸς χρόνου τὴν ζημίαν ἀνέσωσε.
 [00547]  Ὥσπερ οὖν τὸν διηνεκῶς διψῶντα οὐκ ἂν εἴποιμεν ὑγιαίνειν, κἂν ἀφθονίας ἀπολαύῃ, κἂν παρὰ ποταμοὺς καὶ πηγὰς κατακέηται (τί γὰρ ὄφελος τῆς τῶν ὑδάτων δαψιλείας ἐκείνης, ὅταν τὸ πάθος ἄσβεστον μένῃ;) οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων ποιῶμεν·
 [01794]  Τί γὰρ αὐτῷ τῆς πολυπαιδίας ὄφελος;
 [02233]  Ἀλλὰ προφέρει τὰ ὀνόματα, ἵνα μάθητε, ὅτι γένους ὄφελος οὐδέν.
 [02241]  Παῦλον τὸν ἀπόστολον ἐὰν ἔχῃς πατέρα, καὶ ἀδελφοὺς ἐὰν ἔχῃς μάρτυρας, σὺ δὲ μὴ μιμήσῃ αὐτῶν τὴν ἀρετὴν, οὐδέν σοι ὄφελος τῆς συγγενείας, ἀλλὰ μᾶλλον ἔβλαψε καὶ κατεδίκασεν.
 [02342]  Τί γὰρ ὄφελος ἀνθρώπῳ ἀλλότρια ἔχοντι, καὶ τὰ ἑαυτοῦ οὐκ ἔχοντι;
 [02343]  Τί ὄφελος ἀνθρώπῳ χρήματα κεκτημένῳ, ἀρετὴν δὲ μὴ κεκτημένῳ;
 [02591]  Ὅταν γὰρ τὰ ἐνταῦθα ὑφ' ἡμῶν οἰκοδομηθέντα διὰ τῆς συνεχοῦς διδασκαλίας καὶ τῆς παραινέσεως ταύτης τῆς πνευματικῆς, ἀπελθὼν ἀθρόον ἐκεῖ πάντα καθέλῃς, καὶ εἰς ἔδαφος, ὡς εἰπεῖν, καταγάγῃς, ποῖον ὄφελος πάλιν ἡμᾶς ἄνωθεν τὰ τῆς οἰκοδομῆς ἐπιδείκνυσθαι, καὶ πάλιν ὑμᾶς τὰ τῆς καθαιρέσεως;
 [02624]  Ποῖον οὖν ὄφελος, εἰπέ [48.1048] μοι, πρὸς ὀλίγον τὴν εὐρύχωρον βαδίσαντας, ἐν διηνεκεῖ ἀπωλείᾳ γενέσθαι, καὶ ὄναρ, ὡς εἰπεῖν, τρυφήσαντας, ἐν ἀληθείᾳ κολάζεσθαι;
000-00-00 Serial Number=0158369720
De caritate [2] Ante [Go Back]  
 [00028]  Τί γὰρ τὸ ὄφελος, τέκνα, ἐάν τις πάντα ἔχῃ, τὴν δὲ σώζουσαν ἀγάπην μὴ ἔχων;
 [00033]  τί τὸ ὄφελος εἰς ἀνέμους κοπιᾷν;
000-00-00 Serial Number=0435211301
De consubstantiali Ante [Go Back]  
 [00325]  Τί γάρ μοι τῶν ταμείων ὄφελος, τούτου τὸν οὐρανὸν ἀποκλείσαντος, καὶ πάντα ἄχρηστα ἐργασαμένου;
000-00-00 Serial Number=0593395054
De diabolo tentatore Ante [Go Back]  
 [00286]  Καὶ τί τούτων ὄφελος, φησὶν, ὅταν οὐρανὸς μὲν, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρων χορὸς, καὶ τὰ ἄλλα πάντα πολλὴν ἔχῃ τὴν εὐταξίαν, τὰ δὲ ἡμέτερα συγχύσεως ᾖ πεπληρωμένα καὶ ἀταξίας;
000-00-00 Serial Number=0590218306
De eleemosyna [2] Ante [Go Back]  
 [00178]  Ἐὰν δὲ εἰσέλθῃς καὶ νίψῃς καὶ εὔξῃ, τῷ δὲ πένητι μηδὲν ἐπιδώσῃς, τί ὄφελος;
 [00187]  Τί σοι τὸ ὄφελος, ὅτι κάμνεις καὶ μοχθεῖς, καὶ ἄλλοι εἰσέρχονται εἰς τὰ ὑπάρχοντά σου, ἀφ' ὧν οὐ λήψῃ μισθὸν, καὶ κατατρυφῶσιν;
000-00-00 Serial Number=0873125017
De fato et providentia Ante [Go Back]  
 [00048]  Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν, ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ;
 [00128]  αὐτὴ λέγει, κἂν θέλωμεν, μὴ ᾖ δὲ ἡμῖν δεδομένον, οὐδὲν ὄφελος τοῦτο θέλειν.
000-00-00 Serial Number=0141775489
De incomprehensibili dei natura Ante [Go Back]  
 [00019]  Καὶ γὰρ οἶδε σαφῶς ὅτι κεφάλαιον αὕτη πάντων ἐστὶ τῶν ἀγαθῶν καὶ ῥίζα καὶ πηγὴ καὶ μήτηρ, καὶ ταύτης οὐκ οὔσης τῶν ἄλλων ἡμῖν ὄφελος οὐδέν.
 [00243]  Τί γάρ, φησίν, ὄφελος, ἐὰν τοὺς φιλοῦντας ὑμᾶς φιλῆτε;
 [00252]  Τί γὰρ ὄφελος ἔχειν ὀφθαλμὸν ἐπὶ λύμῃ τοῦ λοιποῦ σώματος;
 [00292]  τότε δὲ τοὺς ἀρρωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς.
 [00802]  Ἄλλως δὲ τί γένοιτ' ἂν ὄφελος ὁμιλίας, ὅταν εὐχὴ μὴ ᾖ συνεζευγμένη;
 [01368]  Μεγάλη παρρησία, μέγα τοῦτο αὐτὸ ὄφελος τὸ νομίζειν ἀπαρρησίαστον εἶναι, ὥσπερ οὖν αἰσχύνη καὶ κατάκρισις ἐσχάτη τὸ νομίζειν παρρησίαν ἔχειν.
000-00-00 Serial Number=0171212256
De jejunio [3] Ante [Go Back]  
 [00004]  Τί γὰρ ὄφελος, ἀδελφοὶ, νηστεύειν τῷ σώματι, καὶ φονεύειν τοῖς ἔργοις;
 [00005]  τί τὸ ὄφελος βρώματος ἀπέχεσθαι, καὶ πορνείᾳ μιαίνεσθαι;
 [00008]  τί ὄφελος ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ;
000-00-00 Serial Number=0014237404
De jejunio sermones 1 Ante [Go Back]  
 [00251]  Τί γὰρ ὄφελος, νηστεύειν στόματι, καὶ φονεύειν τοῖς ἔργοις;
 [00252]  τί τὸ ὄφελος, βρωμάτων ἀπέχεσθαι, καὶ τῇ πορνείᾳ μιαίνεσθαι;
 [00255]  τί τὸ ὄφελος, ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ·
 [00261]  Οὐδὲν ὄφελος τοῖς ἀνθρώποις, ὄνομα μόνον Χριστιανῶν ἐπιφέρεσθαι, ἔργα δὲ ἀγαθὰ μὴ κεκτημένοις·
000-00-00 Serial Number=0378655612
De libello repudii Ante [Go Back]  
 [00221]  Ὡς ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν καθαρσίων.
000-00-00 Serial Number=0542420030
De mutatione nominum Ante [Go Back]  
 [00352]  Ἀλλ' ὑπὲρ μὲν ἐκείνων οὐδὲν ἡμῖν ὄφελος ζητεῖν πόθεν οὕτως ἐκλήθησαν·
000-00-00 Serial Number=0467569649
De non iterando conjugio Ante [Go Back]  
 [00154]  τί δὲ τὸ ὄφελος τῶν πολλῶν χρημάτων, ὅταν αὐτοῖς χρήσασθαι μὴ δύνηται πρὸς ἃ βούλεται;
000-00-00 Serial Number=0880292177
De oratione Ante [Go Back]  
 [00022]  καὶ τί μοι τὸ ὄφελος;
000-00-00 Serial Number=0765110433
De paenitentia [1] Ante [Go Back]  
 [01237]  Ἔγνω λοιπὸν ἀπὸ τῆς πείρας, ὅτι οὐκ ἦν συνήθης ὁ χειμὼν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ, καὶ μεῖζον τῆς ἀνθρωπίνης τέχνης τὸ κλυδώνιον, καὶ ὅτι τῶν τοῦ κυβερνήτου χειρῶν ὄφελος οὐδέν·
 [01370]  Τί τὸ ὄφελος τῆς νηστείας, ὅταν τὸ μὲν σῶμα κωλύσῃς τῆς νενομισμένης τροφῆς, τῇ δὲ ψυχῇ προσάγῃς τὴν παράνομον τροφήν;
 [01381]  Τί τοίνυν ὄφελος νηστείας, εἰπέ μοι, ὅταν τῷ σώματι μὲν νηστεύῃς, διὰ δὲ τῶν ὀφθαλμῶν μοιχεύῃς;
 [01383]  τί τὸ ὄφελος ὅταν ἐνταῦθα παραγίνῃ κἀκεῖ;
 [01387]  Τί τὸ ὄφελος, εἰπέ μοι;
 [01420]  τῆς δὲ καρδίας διεφθαρμένης, τί λοιπὸν ὄφελος τοῦ λοιποῦ σώματος;
 [02682]  Ὥσπερ τοῖς σπείρουσιν ὄφελος οὐδὲν, ὅταν παρὰ τὴν ὁδὸν ῥίπτωσι τὰ σπέρματα·
 [02683]  οὕτως οὐδὲ ἡμῖν ὄφελος ἐκ τοῦ ἀκούειν ἡμᾶς Χριστιανοὺς, ἐὰν μὴ καὶ τοῖς ἔργοις κατάλληλον ἔχωμεν τὴν προσηγορίαν.
000-00-00 Serial Number=0679198146
De paenitentia sermo 1 Ante [Go Back]  
 [00295]  Οὐκ ἔτι γὰρ μετάνοια, οὐκ ἔτι παράκλησις ἰσχύει, οὐκ ἔτι δακρύων ὄφελος ἐγκλημάτων ἀπὸ τοῦ νῦν ἐμοῦ οὐκ ἐμνημονεύσατε·
 [00367]  τί σοι τὸ ὄφελος τοσοῦτον πλῆθος ἀνθρώπων ἀποχωρίσαι ἀπὸ τοῦ Θεοῦ;
000-00-00 Serial Number=0418807566
De paenitentia sermo 2 Ante [Go Back]  
 [00124]  Τί γὰρ ὄφελος, ἀδελφοὶ, ὅταν ἡμεῖς κοπιῶμεν, καὶ ἄλλοι τὸν κόπον ἡμῶν ἀπολαύωσι;
000-00-00 Serial Number=0191861629
De pseudoprophetis Ante [Go Back]  
 [00404]  Τοῖς τὰ τοιαῦτα πράττουσι οὐδὲν ὄφελος τὸ λέγεσθαι αὐτοὺς Χριστιανούς.
 [00407]  οὕτω καὶ ὁ καλούμενος Χριστιανὸς ἐὰν τὰς συνθήκας παραβῇ, καὶ τὰς ἐπαγγελίας καταπατήσῃ, καὶ τὸν λόγον τοῦ Εὐαγγελίου ἀθετήσῃ, καὶ τὰ τῶν ἐθνῶν πράττῃ, οὐδὲν ὄφελος τὸ καλεῖσθαι αὐτὸν Χριστιανὸν, καθὼς προείρηται.
000-00-00 Serial Number=0584552467
De sacerdotio Ante [Go Back]  
 [00337]  Ὁ δὲ Παῦλος πλήρωμα τοῦ νόμου φησὶν αὐτὴν εἶναι καὶ ταύτης ἀπούσης οὐδὲν εἶναι τῶν χαρισμάτων ὄφελος.
 [00632]  ἂν δὲ τύχῃ μικρόν τι παριδών, οἷα εἰκὸς ἄνθρωπον ὄντα καὶ τὸ πολυπλανὲς τοῦ βίου τούτου περαιοῦντα πέλαγος, οὐδὲν αὐτῷ τῶν λοιπῶν κατορθωμάτων ὄφελος πρὸς τὸ δυνηθῆναι τὰ τῶν κατηγόρων στόματα διαφυγεῖν, ἀλλ' ἐπισκιάζει παντὶ τῷ λοιπῷ τὸ μικρὸν ἐκεῖνο παράπτωμα καὶ οὐχ ὡς σάρκα περικειμένῳ, οὐδὲ ἀνθρωπείαν λαχόντι φύσιν, ἀλλ' ὡς ἀγγέλῳ καὶ τῆς λοιπῆς ἀσθενείας ἀπηλλαγμένῳ δικάζειν ἅπαντες ἐθέλουσι τῷ ἱερεῖ.
 [00998]  ἐὰν δέ τις πυλίδος μόνον μέτρον διακόψῃ τὸ τεῖχος, οὐδὲν αὐτῇ λοιπὸν ὄφελος τοῦ περιβόλου γίνεται, καίτοι γε τοῦ λοιποῦ παντὸς ἀσφαλῶς ἑστηκότος.
 [01147]  Τί τῶν πολλῶν ὄφελος ἱδρώτων, ὅταν μετὰ τοὺς μόχθους ἐκείνους ἀπὸ τῆς πολλῆς τις ἀπειρίας εἰς αἵρεσιν ἐκπεσὼν ἀποσχισθῇ τοῦ σώματος τῆς Ἐκκλησίας;
 [01232]  Ὅτι ὁ μὴ καταφρονῶν ἐπαίνων πολλὰ ὑποστήσεται δεινά Καὶ γὰρ ἂν φθάσῃ τῇ τῶν ἀλόγων ἐπαίνων ἐπιθυμίᾳ ἁλῶναι, οὐδὲν αὐτῷ τῶν πολλῶν πόνων ὄφελος, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως·
000-00-00 Serial Number=0208420873
De sancta Droside martyre Ante [Go Back]  
 [00152]  τί γὰρ τὸ κέρδος ἦν, ἢ ποῖον τὸ ὄφελος τῷ κατοιχομένῳ ἀπὸ τῆς τῶν ὀστῶν μεταθέσεως;
000-00-00 Serial Number=0118492901
De sancta pentecoste Ante [Go Back]  
 [00005]  Ἀλλὰ τί τῆς φιλοτεκνίας ὄφελος, ὅταν ἑορταῖς μόνον, ἀλλὰ μὴ διηνεκῶς βλέπῃ τὰ ποθούμενα πρόσωπα τῶν παιδίων, ὥσπερ ἂν εἴ τις ἱμάτιον ἔχων καλὸν μὴ συγχωροῖτο αὐτῷ χρῆσθαι διηνεκῶς;
000-00-00 Serial Number=0480745077
De sanctis martyribus [1] Ante [Go Back]  
 [00031]  Τί γάρ μοι ὄφελος τῆς ὁμοφωνίας, ὅταν τὰ τῆς γνώμης ᾖ διῃρημένα;
 [00077]  σοὶ δὲ μέγιστον ὄφελος ἐκ τῆς ὑποθέσεως τίκτεται.
000-00-00 Serial Number=0804083765
De virginitate Ante [Go Back]  
 [00105]  Τί οὖν ὄφελος ἀφανισθέντος τοῦ ναοῦ τοὺς περιβόλους ἑστάναι;
 [00111]  Καὶ τί τὸ ὄφελος ὅταν τὸ ἔνδον ὄμμα ἰταμὸν ᾖ;
 [01474]  Τί τὸ ὄφελος τῶν πολλῶν χρυσίων;
 [01730]  Ἂν δὲ μὴ τοῦτο ᾖ, τί τὸ ὄφελος τῆς σωματικῆς καθαρότητος;
000-00-00 Serial Number=0541282058
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00936]  Ὡσπεροῦν τῷ στρουθῷ τῶν πτερῶν ὄφελος οὐδὲν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσσεται·
 [00937]  οὕτω σοι καὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁλῷς.
 [00983]  Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας καὶ τῆς ἀσιτίας ἧς ὑπομένομεν.
 [01493]  εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν;
 [01685]  Ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον, ἀλλ' οὐδὲν ὄφελος·
 [01730]  Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην;
 [03013]  οὐκ εἰδότες, ὅτι γνώμης διεφθαρμένης οὔσης, κἂν ἄφατος ἐπιῤῥέῃ πλοῦτος, θᾶττόν τις εἰς ἐσχάτην πενίαν ἐπανήξει, καὶ οὐδὲν ὄφελος ἔσται τῆς περιουσίας, οὐκ οὔσης τῆς οἰκονομεῖν ταῦτα δυναμένης δεόντως ψυχῆς.
 [03384]  καὶ τί τούτου τὸ ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχῃς, τῶν δὲ παθῶν αἰχμάλωτος ᾖς καὶ δοῦλος;
 [03394]  Ἐὰν δὲ οὕτω μεθύῃς, ὡς μήτε ἐκ τῶν ἑτέροις συμβαινόντων ταῦτα παιδεύεσθαι, μικρὸν ἀνάμεινον, καὶ εἴσῃ διὰ τῶν εἰς σὲ, ὅτι σοι τούτων ὄφελος οὐδὲν, ὅτι ψυχοῤῥαγῶν καὶ οὐδεμιᾶς ὥρας οὐδὲ ῥοπῆς βραχείας κύριος ὢν, ἄκων, εἰς τοὺς [63.674] παρόντας αὐτὰ παραπέμπεις, καὶ τούτους πολλάκις, οἷς οὐκ ἐθέλεις, ἀλλὰ μετὰ βίας παραχωρῶν, οἷς οὐδὲ
 [04794]  Ὅταν οὖν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ, τί τῶν τοίχων τὸ ὄφελος, τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν αὐτὸν φυλακὴν ἐμβαλεῖν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξεν;
 [04850]  οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας.
 [05622]  Ὥσπερ γὰρ οὐδὲν ὄφελος βασιλέως ἁλουργίδα μὲν περικειμένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτημένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν·
 [05682]  ὡς, ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ὄφελος ἡμῖν ἔσται τῶν καθαρσίων.
 [06210]  Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν τις εὔχηται μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς;
 [06243]  Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν, ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ;
 [06318]  Τί γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν τὰ ἔνδον ἐν πενίᾳ τοσαύτῃ ᾖ;
 [06600]  ὡς ἂν μὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος τοῦ χρόνου λοιπόν.
 [07392]  Ὅταν οὖν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ, τί τῶν τοίχων τὸ ὄφελος;
 [09999]  ἀλλ' οὐδὲν ὄφελος λοιπόν.
 [09999]  Τί γὰρ ὄφελος ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ;
 [09999]  Τί γὰρ ὄφελος, εἰπέ μοι, [63.891] τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ καλῷ τῆς ἑαυτῶν κεφαλῆς;
 [09999]  Τί οὖν ὄφελος, ὅτι δέχεσθε ἡμᾶς, καὶ οὐκ ἀκούετε τῶν παρ' ἡμῶν λεγομένων;
000-00-00 Serial Number=0395544112
Epistula ad Cyriacum Ante [Go Back]  
 [00420]  Εἰ γὰρ μὴ βουληθείης καὶ αὐτὸς τοσαύτην σπουδὴν ποιήσασθαι, ὅσην καὶ ἡμεῖς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς ἰατρείας.
000-00-00 Serial Number=0072687149
Epistula ad monachos Ante [Go Back]  
 [00134]  Ὥσπερ οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ θυρῶν, ἐὰν μὴ ὦσιν οἱ φυλάσσοντες καὶ εἰδότες πότε μὲν κλείειν, πότε δὲ ἀνοίγειν, οὕτως οὐδὲ μοναχῷ τῶν ἄλλων κατορθωμάτων ὄφελος, ἂν μὴ ὁ λογισμὸς ᾖ θυρωρὸς τῶν αὐτοῦ βουλευμάτων.
000-00-00 Serial Number=0008970439
Epistulae Ante [Go Back]  
 [03349]  σκιρτῶμεν δὲ ὅτι μεγίστη παράκλησις τοῖς ἐλαυνομένοις, τοῖς σφαττομένοις, τοῖς δεδεμένοις, εἰς τὴν πόλιν ἐκείνην εἰσελήλυθας, κοινὸν ὄφελος καὶ λιμὴν εὐρύτατος τούτων γενόμενος.
000-00-00 Serial Number=0234483361
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00756]  Εἰ γὰρ μὴ βουληθείης καὶ αὐτὴ τοσαύτην σπουδὴν ποιήσασθαι ὅσην καὶ ἡμεῖς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς ἰατρείας.
000-00-00 Serial Number=0642356217
Expositiones in Psalmos Ante [Go Back]  
 [00281]  Ἂν οὖν τι τῶν κάτω φερόντων τῷ κούφῳ προσδήσῃς, οὐδὲν τῶν πτερῶν ὄφελος, οὐδὲ τοῦ πνεύματος, τοῦ βάρους ὑπερβαίνοντος τὴν συμμετρίαν, καὶ νικῶντος καὶ περιγινομένου.
 [00282]  Οὕτω καὶ πόδας ἂν ἔχῃ τις βεβαρημένους, ἢ χυμοῦ πονηροῦ ἐπεισρέοντος, ἢ ἑτέρου τινὸς νοσήματος, οὐδὲν ὄφελος αὐτῷ τοῦ λοιποῦ σώματος ὄντος κούφου.
 [00643]  τί τὸ ὄφελος;
 [00645]  Τί οὖν ὄφελος τῆς ἔξωθεν εἰρήνης τούτῳ, ὅταν αὐτὸς λυσσῶν καὶ μαινόμενος, καὶ κοινὸς τῆς φύσεως ὢν ἐχθρὸς, περιέρχηται τοσοῦτον ἔνδοθεν φέρων πόλεμον, καὶ μυρία τόξα καὶ βέλη, μᾶλλον δὲ μυρίους θανάτους εὐχόμενος, ἢ ἰδεῖν τινα τῶν ὁμογενῶν εὐδοκιμοῦντα καὶ εὐημερίας ἀπολαύοντα;
 [01083]  Ὥσπερ οὖν αὐτοῦ μὴ εὐλογοῦντος, κἂν ἅπαντες ἐπαινῶσιν οἱ γῆν οἰκοῦντες καὶ θάλασσαν, οὐδὲν ὄφελος.
 [01353]  Εἶτα παιδεύων τὸν ἀκροατὴν, ὅτι μετὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖ καὶ τὰ ἡμέτερα ἕπεσθαι ἄν τε γὰρ τὴν ἀσθένειαν προβαλλώμεθα, ἄν τε τὴν ταραχὴν, ἄν τε τοῦ Θεοῦ τὴν ἀγαθότητα, ἄν τε αὐτὸ δὴ τοῦτο, ὃ ἔλεγε, τὰ δὲ παρ' ἡμῶν μὴ προσκέηται, οὐδὲν ἡμῖν ὄφελος, ὅρα τί ἐπήγαγεν·
 [02960]  Τί γὰρ ὄφελος ἐκ τοῦ λέοντα ἔχειν ὑποχείριον καὶ χειροήθη;
 [02973]  Τί δὲ τῶν ἀγρίων ὄφελος ζώων;
 [03944]  Τί γὰρ ὄφελος ὅπλων, ἰσχύος οὐκ οὔσης;
 [04723]  Τί γὰρ ὄφελος ἐκ τοῦ λέοντα ἔχειν ὑποχείριον καὶ χειροήθη;
 [04736]  Τί δὲ τῶν ἀγρίων ὄφελος ζώων;
 [05707]  Τί γὰρ ὄφελος ὅπλων, ἰσχύος οὐκ οὔσης;
 [07103]  Τί τῆς ἡδονῆς ὄφελος, ὅταν σκώληκα τίκτῃ;
000-00-00 Serial Number=0603002787
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00027]  Τί γὰρ ὄφελος προῤῥήσεως ἐπ' ὠφελείᾳ ψυχῶν λεγομένης, ὅτε πάντως ἔσται τὰ θεσπιζόμενα, μηδεμίαν ἐκ τοῦ ἐφ' ἡμῖν μεταβολὴν ἐνδεχόμενα;
 [00093]  Καὶ τί τὸ ὄφελος;
 [01020]  Οὐ γὰρ ἂν εἶπεν τῷ Θεῷ ὑμῶν, εἰ μὴ ἐδήλου, ὅτι ἐκείνη, οὐ τῷ Θεῷ, τί γὰρ ὄφελος εἰς ἀρετὴν ἐκείνη;
 [01982]  Καλέσεις, τουτέστι, προτρέψεις αὐτοὺς εἰς μεταμέλειαν, καὶ οὐδὲν ὄφελος ἐκ τῶν λόγων ἔξουσιν.
 [02227]  οὐδὲν γὰρ λοιπὸν ὄφελος ἦν τοῦ κλαίειν, φησίν.
 [03273]  Τί γὰρ ὄφελος, εἰπέ μοι, κρεῶν μὲν ἀπέχεσθαι τῶν ἀλόγων, σαρκῶν δὲ ἀνθρωπίνων ἀπογεύεσθαι;
 [04481]  Ἐπειδὴ γὰρ εἰς λογισμοὺς ἐνέπιπτον κρείττονα ὁρῶντες τὸν Βαβυλώνιον, ὡς οὐδὲν ὄφελος αὐτοῖς τάχα τῆς εἰς Θεὸν θεραπείας, δεικνὺς ὁ προφήτης μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου, ὅτι δι' ἁμαρτίαν ταῦτα ὑπομένουσι, τὴν κατὰ τῶν ἐθνῶν ποιεῖται προφητείαν, καὶ πάντας τοὺς βασιλεῖς τοὺς ἑβδομήκοντα ἑπτά.
 [05484]  Καὶ τί τὸ ὄφελος, ἐὰν τὸ αὐτὸ πάθωμεν;
000-00-00 Serial Number=0855767667
Fragmenta in Job Ante [Go Back]  
 [00251]  Ὥσπερ οὖν μὴ εὐλογοῦντος αὐτοῦ, κἂν ἅπαντες ἐπαινῶσιν οἱ γῆν καὶ θάλασσαν οἰκοῦντες, οὐδὲν ὄφελος.
 [01125]  τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων, ταραχῆς ἔνδον γέμοντα;
 [01493]  Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα, καὶ ἐνέπλησε πόνον γαστρὸς, ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, καὶ ἐν λόγοις οἷς οὐδὲν ὄφελος;» Ἐπειδὴ εἶπεν, ὅτι Κἀμοὶ καρδία καθ' ὑμᾶς ἐστι·
 [02012]  τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ ἐκ τῶν τοιούτων;
000-00-00 Serial Number=0630859256
Fragmenta in Proverbia Ante [Go Back]  
 [00148]  Οὐδὲν γὰρ ὄφελος τοῦ διδασκάλου, ὅταν ὁ διδασκόμενος μὴ προσέχῃ·
 [01887]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς τέχνης, τοῦ χειμῶνος ἐπικρατοῦντος;
000-00-00 Serial Number=0892925799
Homilia de capto Eutropio Ante [Go Back]  
 [00111]  Τί ὄφελος;
 [00112]  Μᾶλλον δὲ ὄφελος.
 [00163]  Τί τὸ ὄφελος;
000-00-00 Serial Number=0782202244
In Acta apostolorum Ante [Go Back]  
 [01489]  Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν, ὅτι μυῖα ἡ ψυχὴ τοῦ φιλοσόφου γίνεται;
 [02709]  τί τὸ ὄφελος;
 [03053]  οὐδὲν ὄφελος ἱστίου, [60.82] πνεύματος οὐκ ὄντος.
 [03568]  ὁ δὲ πιστὸς καὶ μαθὼν αὐτὸν καὶ ἀκούσας, εἰ μέλλοι τῆς αὐτῆς τῷ Ἕλληνι συγκαταβάσεως δεῖσθαι, τί τὸ ὄφελος;
 [04673]  Τί γὰρ ὄφελος, ὅταν μὴ κλέπτῃ μὲν, ἀπολλύῃ δὲ πάντα;
 [07243]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ κακῶς τῆς ἑαυτῶν κεφαλῆς;
 [08243]  Τί γὰρ ὄφελος, εἰπέ μοι, πολὺν εἶναι χόρτον, παρὸν λίθους εἶναι τιμίους;
 [08275]  ἐκείνου δὲ οὐκ ὄντος, τοῦτο κἂν ᾖ, οὐδὲν ὄφελος.
 [09605]  Οὐδὲν γὰρ ὄφελος ἐκείνων, ἐὰν μή τις εὐεργεσία ᾖ.
 [09637]  Καίτοι εἴ γέ τι ὄφελος ὑμῖν ἐγίνετο, πάλαι πάντας ἔδει τὸν τῆς φιλοσοφίας βίον ζῇν, τοσούτων μὲν προφητῶν δεύτερον τῆς ἑβδομάδος ὑμῖν διαλεγομένων, τοσούτων δὲ ἀποστόλων, εὐαγγελιστῶν, πάντων τὰ σωτήρια δόγματα προτιθέντων, καὶ τὰ δυνάμενα ἦθος ῥυθμίσαι μετὰ πολλῆς ἀκριβείας παριστώντων ὑμῖν.
 [09664]  ἂν διαπαντὸς ἀπίητε μηδεμίαν δεχόμενοι βαφὴν, τί τὸ ὄφελος τοῦ συνεχῶς ἐνταῦθα ἰέναι;
 [09730]  Τί γὰρ ὄφελος, ἂν μὴ πορνεύῃς μὲν, φιλοχρήματος δὲ ᾖς;
 [09731]  Ὁ στρουθὸς κἂν μὴ ἐκ παντὸς μέρους, ἀλλ' ἀπὸ τοῦ ποδὸς κατέχηται μόνον, καὶ οὕτως ἀπόλωλε, καὶ ἐν τῇ παγίδι ἕστηκε, καὶ τῶν πτερῶν ὄφελος οὐδὲν, τοῦ ποδὸς κατεχομένου.
 [09737]  Καὶ τί τὸ ὄφελος πάλιν;
 [09999]  Τί τὸ ὄφελος, ὅταν αἱ μὲν ἡμίονοι λευκαὶ ὦσι καὶ σφριγῶσαι καὶ εὐσωματοῦσαι, σὺ δὲ ὁ καθήμενος λεπτὸς καὶ ψωραλέος καὶ δυσειδής;
 [09999]  Τί μοὶ τὸ ὄφελος τῶν ἱδρώτων, τῶν ἀκουόντων οὐκ ἐθελόντων καρποῦσθαί τι παρὰ τῶν λόγων τῶν παρ' ἡμῶν;
 [09999]  Εἰπὲ δή μοι, εἴ τίς σοι ἵππον ἐδίδου καλὸν, καὶ τὸ σῶμα διέστρεφε, τί τὸ ὄφελος;
 [09999]  ὥσπερ οὖν μὴ ὄντος, τῶν ἄλλων οὐδὲν ὄφελος, ἀλλὰ πάντα ἀνατέτραπται, καὶ ἀηδίας ἐστὶ μεστὰ καὶ συγχύσεως.
 [09999]  Ἔστω μυρία ἀγαθὰ, ἀλλὰ τί τὸ ὄφελος;
 [09999]  Ταύτης μὲν γὰρ ἀπούσης, οὐδὲν ὄφελος ἄγγελον εἶναι τὴν φύσιν·
 [09999]  Τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων οὐκ ὄντων;
 [09999]  Ἰδόντες, ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν ἦν, κατακαίουσι τὰς βίβλους·
 [09999]  οὐκ οὔσης δὲ, οὐδὲν ἐξ ἐκείνων ὄφελος.
 [09999]  Τὸ δὲ αἴτιον, ὅτι πάντα μᾶλλον ζητοῦμεν, ἢ τὸ τῆς ψυχῆς ὄφελος, καὶ τὰ ἀλλότρια μᾶλλον σκοποῦμεν, ἢ τὸ ἡμέτερον συμφέρον.
 [09999]  Καθάπερ γὰρ ἐπὶ νύμφης, κἂν παστάδες ὦσιν ἐκ παραπετασμάτων χρυσῶν κἂν χοροὶ ὦσι γυναικῶν εὐειδεστάτων καὶ καλῶν, κἂν ῥόδα κἂν στέμματα, κἂν ὁ νυμφίος καλὸς ᾖ, κἂν αἱ θεράπαιναι κἂν αἱ φίλαι κἂν πάντες εὐπρεπεῖς ὦσιν, ἐκείνη δὲ ἀμορφίας ᾖ, μεστὴ, ὄφελος οὐδέν·
 [09999]  Ἄν τε γὰρ δῶ λόγον, ἄν τε μὴ δῶ, οὐδέν μοι τὸ ὄφελος.
 [09999]  ἂν οὖν μὴ εἰδῇ τὴν ἐπιστήμην τὴν ἰατρικὴν, οὐδὲν τούτων ὄφελος.
 [09999]  Ἐπεὶ οὐδὲν ὄφελος ἀλλαχόθεν τῆς σωτηρίας ἦν, τοῦ χειμῶνος μέλλοντος αὐτοὺς διαφθείρειν, ἀνάπτουσι τὴν πυράν.
000-00-00 Serial Number=0775444686
In Ecclesiasten Ante [Go Back]  
 [00085]  Τί τούτῳ τὸ ὄφελος;
 [00367]  καὶ τί τὸ ὄφελος;
000-00-00 Serial Number=0750002027
In Genesim sermones Ante [Go Back]  
 [00305]  Ὥσπερ τῶν σπειρόντων ὄφελος οὐδὲν, ὅταν παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτηται·
 [00756]  Νηστείας καιρὸς, παραίνεσις τοσαύτη καὶ διδασκαλία σωτηρίων διδαγμάτων, εὐχαὶ συνεχεῖς, σύλλογοι καθημερινοὶ, καὶ τί μετὰ τὴν τοσαύτην ἐπιμέλειαν ὄφελος;
000-00-00 Serial Number=0150976002
In Isaiam Ante [Go Back]  
 [00315]  Ὅθεν δῆλον, ὅτι εὐχῆς ὄφελος οὐδέν, καὶ μακρᾶς γινομένης, ὅταν ἐπιμείνῃ τοῖς ἁμαρτήμασιν ὁ εὐχόμενος.
 [00483]  Τί γὰρ ὄφελος τῆς τούτων ζωῆς, ὅταν καὶ ἑαυτοῖς καὶ ἑτέροις ἐπιβουλεύωσιν ἐν τῷ ζῇν;
 [00954]  Τί γὰρ ὄφελος ἐκ πηγῶν ἅπαντα ἐπιρρεῖν, ὅταν ἐμφύλιοι τίκτωνται πόλεμοι καὶ ἡ θάλασσα διεγείρηται καὶ τῶν κυμάτων μαινομένων μήτε κυβερνήτης μήτε πρωρεὺς μήτε ἄλλος τις ᾖ δυνάμενος διαθεῖναι τὸν τῶν πραγμάτων χειμῶνα καὶ καταστῆσαι γαλήνην;
 [02116]  [6.6] Ἐπειδὴ γὰρ τὰ ἔνδον ὄμματα τῆς διανοίας πεπήρωντο, οὐδὲν ὄφελος ἦν αὐτοῖς τῶν ἔξωθεν ὀφθαλμῶν,
 [02312]  ἐὰν νῦν ἡμᾶς λαβόντες, τότε ἀπολοῦνται, τί τὸ ὄφελος ἡμῖν;
000-00-00 Serial Number=0411616087
In Joannem Ante [Go Back]  
 [00069]  καὶ ταύτην μάλιστα, Τί γὰρ ὄφελος τοῦ στόματος ἠρεμοῦντος, ὅταν ἡ ψυχὴ θορυβῆται καὶ πολλὴν ἔχῃ τὴν ζάλην;
 [00895]  Οὐδὲν γὰρ ὄφελος ἡμῖν εἰς σωτηρίαν δογμάτων ὑγιῶν, διεφθαρμένης ἡμῖν τῆς ζωῆς.
 [01320]  Ἐπειδὴ τούτων ὄφελος οὐδὲν, ἔργων μὴ παρόντων ἡμῖν ἀγαθῶν.
 [02849]  Ἐὰν δὲ οὕτω μεθύῃς, ὡς μήτε ἐκ τῶν ἑτέροις συμβαινόντων ταῦτα παιδεύεσθαι, μικρὸν ἀνάμεινον, καὶ εἴσῃ διὰ τῶν εἰς σὲ συμβαινομένων ὅτι σοι τούτων ὄφελος οὐ [59.107] δὸν, ὅτε ψυχοῤῥαγῶν, καὶ οὐδὲ ὥρας μιᾶς, μηδὲ ῥοπῆς βραχείας κύριος ὢν, ἄκων εἰς τοὺς παρόντας αὐτὰ καταλείψεις, καὶ τούτους πολλάκις, οὓς οὐκ ἐθέλεις.
 [03223]  Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν ἐκείνου τὴν προσηγορίαν, ἐπεὶ οὐδὲ τῶν ἑβδομήκοντα δύο λέγει τὰ ὀνόματα;
 [03855]  Ταῦτ' οὖν εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτης [59.134] ὄφελος οὐδέν.
 [04562]  Τί γὰρ ὄφελος ἀπὸ τοῦ πηλίνου γένους συνῆφθαι, ὅταν ἀπὸ τοῦ πνευματικοῦ μὴ συνημμένοι ὦμεν;
 [05085]  Τί γὰρ ὄφελος, ὅταν ταῦτα μὲν ἔχῃ, δόξης δὲ ᾖ δοῦλος κενῆς, καὶ φίλων ἑταιρίαν αἰσχυνόμενος ἐπὶ τῆς πλάνης μένῃ;
000-00-00 Serial Number=0926509798
In Kalendas Ante [Go Back]  
 [00011]  Οὕτω παρούσης μὲν ἀγάπης οὐδὲν βλάβος ἐκ τοῦ κατὰ τὸν τόπον διαστήματος, ἀπούσης δὲ οὐδὲν ὄφελος ἐκ τῆς τῶν τόπων ἐγγύτητος.
000-00-00 Serial Number=0428886771
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00009]  Τί γάρ μοι ὄφελος βασιλέως καὶ ὑπάτου εἰκόνα δεῖν;
 [00011]  Τί μοι οὖν ὄφελος τῆς θεωρίας, ἧς τὴν ἐπιθυμίαν οὐκ ἔχω, ἧς κἂν ἐπιθυμήσω, κολάζομαι;
000-00-00 Serial Number=0968081534
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00042]  Μάθε τῆς φιλοξενίας τὸ κέρδος, ἀποβλέψας εἰς τὸν Ἀβραὰμ, τῆς ἱκεσίας τὸ ὄφελος τῶν Νινευϊτῶν λογισάμενος, τῆς ἐλεημοσύνης τὸν θησαυρὸν θεωρήσας τὴν Ταβιθὰν ἐπὶ κλίνης κατακειμένην ἄψυχον, ἐν τάφῳ μέλλουσαν κατορύττεσθαι·
000-00-00 Serial Number=0649020195
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00041]  Ἐπειδὴ γὰρ ἐκεῖνοι μέγα ἐφρόνουν, ὡς πιστοὶ, καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας.
 [00240]  οὐδὲ γὰρ ὄφελος ἀπὸ τῆς μερίμνης ταύτης ἐγένετο.
 [00293]  Ὅπερ ἵνα μὴ γένηται, καὶ ἡμῖν αὐτοῖς, καὶ τοῖς ἄλλοις ταῦτα κατεπᾴδοντες τὰ ῥήματα, τήν τε ὀρθὴν πίστιν διαμένωμεν ἔχοντες, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, ἐπειδὴ πανταχόθεν ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι ταύτης χωρὶς οὐδὲν ὄφελος ἡμῖν ὀρθῶν δογμάτων.
000-00-00 Serial Number=0398135364
In diem natalem Ante [Go Back]  
 [00289]  Τί γὰρ ὄφελος, ἁπλῶς καὶ εἰκῆ τρέχειν ἐνταῦθα, μηδὲν τῶν χρησίμων μανθάνοντας;
000-00-00 Serial Number=0712496400
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00425]  Εἶτα, ἵνα μὴ, ἀκούοντες ὅτι διηνεκῶς μέλλουσι κινδυνεύειν, καταπέσωσιν, ἔδειξε πρότερον τῶν κινδύνων τὸ ὄφελος, οἷον τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς·
 [00594]  Ἄν τε γὰρ ἐπιτήδειοι ὦσιν, οὐδὲν ὄφελος, τοῦ Θεοῦ μὴ ἐκκαλύπτοντος·
 [01504]  ἀλλ' ὅταν τὰ ἄλλα μὴ προσῇ, τούτων ὄφελος οὐδέν.
 [01730]  κἂν γὰρ ἐπαινέσῃ ἄνθρωπος, οὐδὲν ὄφελος, ὅταν ὁ Θεὸς μὴ ἀποδέξηται·
 [02982]  Ἀλλ' οὐδὲν ὄφελος λοιπόν·
 [03773]  ταύτης δὲ οὐκ οὔσης, οὐδὲν χρημάτων ὄφελος.
 [03774]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν πλουτούντων μὲν, πενιχρὰς δὲ ἐχόντων ψυχάς;
 [04289]  ὡς, ἂν μὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος τοῦ χρόνου.
 [04477]  Ὅτι ταύτης ἄνευ οὐδὲν ἐκείνων ὄφελος.
 [06543]  Οὐ γὰρ ὄφελος Ἑβραῖον εἶναι, καὶ ὅσα τοιαῦτα.
 [07220]  Τί γὰρ ὄφελος μέγαν εἶναι, καὶ μηδένα ὠφελεῖν;
000-00-00 Serial Number=0271793664
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00208]  Τί γὰρ ὄφελος, ὅτι τὸν δεῖνα φιλεῖς σφοδρῶς;
 [00299]  Τί γὰρ ἡμῖν ὄφελος, ὅταν ἕτεροι κολασθῶσι;
000-00-00 Serial Number=0524260759
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00557]  Ἂν δὲ ἀεὶ μὲν ἀκούωμεν, πράττωμεν δὲ μηδέποτε, οὐδὲν [62.613] ἡμῖν ὄφελος ἔσται τῶν λεγομένων.
 [00802]  τί γὰρ ὄφελος, ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν;
 [00859]  Τί γὰρ ὄφελος, ἐὰν δείξῃς τὸν διδάσκαλον κακοπαθοῦντα μὲν, ἐπ' οὐδενὶ δὲ χρησίμῳ;
000-00-00 Serial Number=0663282812
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00133]  Οὐδὲν γὰρ ὄφελος ἡμῖν, κἂν πρὸς πάντας ὦμεν εἰρηνικοὶ, πρὸς δὲ τὸν Θεὸν ἐκπεπολεμωμένοι·
 [00135]  καὶ πάλιν οὐδὲν ὄφελος, κἂν παρὰ πᾶσιν εὐδοκιμῶμεν, τῷ δὲ Κυρίῳ προσκρούωμεν·
 [01373]  τί σοι τοῦ πλούτου καὶ τῆς περιουσίας ἔσται ὄφελος;
 [04943]  Τί γὰρ ὄφελος, ὅταν ἐγὼ πάθω κακῶς, κἀκεῖνος πάσχῃ κακῶς;
 [05788]  Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν ἀνθρώπῳ μὲν μὴ δουλεύῃς, τοῖς δὲ πά [61.158] θεσι σεαυτὸν ὑποκατακλίνῃς;
 [05822]  Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν ἀνθρώπῳ μὲν μὴ δουλεύῃς, τοῖς δὲ πά [61.158] θεσι σεαυτὸν ὑποκατακλίνῃς;
 [06638]  Τί γὰρ ὄφελος, ὅταν πλουτῶν τοσοῦτον δῷς, ὅσον ἄν τις [61.179] ἀπὸ πελάγους κύαθον δοίη, καὶ μηδὲ χήρας γυναικὸς μεγαλοψυχίαν ζηλώσῃς;
 [07012]  [61.189] ἀδελφοὺς ἀπολλύουσι, καὶ οὐδὲν αὐτοῖς ὄφελος γίνεται ἀπὸ τῆς γνώσεως τῆς τελείας, ἐὰν μὴ ἀγάπη προσῇ, πάλιν ἐπὶ κοινὸν ἔρχεται παράδειγμα, καὶ φησίν·
 [09237]  κἂν [61.249] ταῦτα μὴ προσῇ, τῶν ἄλλων οὐδὲν ὄφελος.
 [09637]  ἀλλ' ἄν τε ὀφθαλμὸς μένῃ, ἄν τε ῥὶς διατηροῦσα τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος, ὄφε-λος οὐδὲν ἔσται λοιπόν·
 [09999]  τί δὲ ὄφελος τοῦ νεκροὺς ἐγείρειν, ὅταν μηδεὶς ὁ κερδαίνων ᾖ;
 [09999]  Τί γὰρ, εἰπέ μοι, ὄφελος τοῦ προφητεύειν;
 [09999]  Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητείας καὶ γλωσσῶν καὶ χαρισμά-των καὶ ἰαμάτων καὶ βίου ἄκρου καὶ μαρτυρίου ταύ-της ἀπούσης οὐδὲν ὄφελος μέγα, ἀναγκαίως λοιπὸν ὑπογράφει τὸ κάλλος αὐτῆς τὸ ἀμήχανον, καθάπερ τισὶ χρώμασι τοῖς μέρεσι τῆς ἀρετῆς τὴν εἰκόνα αὐτῆς κατακοσμῶν, καὶ τὰ μέλη αὐτῆς συντιθεὶς μετὰ ἀκριβείας ἅπαντα.
 [09999]  Τίθει τοίνυν τὴν μὲν φωνὴν ὡς ὑποκεί-μενον, τὴν δὲ σαφήνειαν ὡς εἶδος, οὗ μὴ παρόντος οὐδὲν ὄφελος τοῦ ὑποκειμένου.
000-00-00 Serial Number=0494446635
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02688]  Τί γὰρ ὄφελος ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ;
000-00-00 Serial Number=0443765223
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01083]  τῆς γὰρ κεφαλῆς διεφθαρμένης, τί τοῦ λοιποῦ σώματος ὄφελος;
 [01169]  Καὶ τί τὸ ὄφελος, εἰπέ μοι;
 [01287]  Τί γὰρ τὸ ὄφελος;
 [01373]  Τί γὰρ ἂν ὄφελος γένοιτο, ὅταν ἡ μὲν οἰκουμένη βαθείας ἀπολαύῃ εἰρήνης, σὺ δὲ πρὸς ἑαυτὸν πολεμῇς;
 [01391]  Τί γὰρ ὄφελος ἐν τῇ πίστει εὐσεβοῦντας διὰ τοῦ βίου ἀσεβεῖν;
 [01770]  Ὅταν γὰρ ἐπείγηται μὲν πρὸς τὴν διάλεξιν ὁ λόγος, μηδεὶς δὲ προσέχῃ τοῖς λεγομένοις, τί τὸ ὄφελος;
 [01911]  ταύτης μὲν γὰρ οὐκ οὔσης ἀγαθῆς, οὐδὲν ὄφελος αὐτῷ τῶν χρημάτων·
 [02929]  τί τὸ ὄφελος τῆς βρώσεως καὶ τῆς πόσεως;
 [03111]  Εἰ τοίνυν διὰ τοῦτο μὴ γαμῇ, ἵνα σχολάζῃς τῷ φόβῳ τοῦ Θεοῦ, μὴ σχολάζεις δὲ, οὐδέν σοι τοῦ πράγματος ὄφελος, ἵνα τὴν θεραπείαν πᾶσαν περὶ ξένους, περὶ ἁγίους ἐπιδείκνυσαι.
 [04235]  Τί γὰρ ὄφελος, εἰπέ μοι, ἐθνῶν ὁλοκλήρων ἄρχειν, καὶ δοῦλον εἶναι τῶν παθῶν;
 [04239]  Ὅταν γὰρ ἔνδοθεν ἄρχῃ αὐτοῦ τῶν δεσποτῶν τὸ πλῆθος, τὴν φιλαργυρίαν λέγω, τὴν φιληδονίαν, τὴν ὀργὴν, τὰ ἄλλα πάθη, τί τοῦ διαδήματος ὄφελος;
000-00-00 Serial Number=0704879284
In epistulam ad Colossenses Ante [Go Back]  
 [00512]  οὐδὲν γὰρ ὄφελος βίου ταύτης ἄνευ.
 [01016]  Τί γὰρ ὄφελος, ἂν μετὰ τοῦδε μὲν εἰρήνην ἔχωμεν, μεθ' ἑτέρου δὲ πόλεμον καὶ μάχην;
 [01082]  Τί οὖν ὄφελος, ὅτι δέχεσθε ἡμᾶς, καὶ οὐκ ἀκούετε τῶν παρ' ἡμῶν λεγομένων;
 [02315]  Τί τοῦ Χριστοῦ ὄφελος;
 [02518]  Ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Οὐδὲν ἐκείνων ὄφελος·
 [02522]  Καὶ ὃν τρόπον ἐπὶ πλοίου, κἂν μεγάλα ᾖ τὰ σκεύη, τὰ δὲ ὑποζώματα μὴ ᾖ, οὐδὲν ὄφελος·
 [02524]  καὶ ἐπὶ σώματος κἂν μεγάλα ᾖ τὰ ὀστᾶ, οἱ δὲ σύνδεσμοι μὴ ὦσιν, οὐδὲν ὄφελος.
 [02568]  Ἂν γὰρ δῷ βραβεῖον τῷ ἀγαθῷ λογισμῷ, ὅσα ἂν ἀναισχυντῇ ἐκεῖνος, οὐδὲν ὄφελος λοιπόν.
 [02715]  Τί γὰρ ὄφελος τοῦ ζῇν;
 [03383]  Οὐδὲν ἡμῖν ἀπὸ τούτων ὄφελος τῶν δεσμῶν, ἀλλὰ καὶ βλάβη.
000-00-00 Serial Number=0281827629
In epistulam ad Ephesios Ante [Go Back]  
 [01556]  Τί γὰρ ὄφελος ῥιψοκίνδυνον εἶναι, βίου ὄντα ἐπιληψίμου;
 [01558]  Τί τὸ ὄφελος βίου εἶναι ἀλήπτου, νωθρὸν ὄντα καὶ ὑπνηλόν;
 [01561]  Τί δὲ ὄφελος εἶναι ταῦτα ἀμφότερα, καὶ μὴ εἶναι οἰκονομικὸν, τῷ εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι;
 [02080]  Τί τῶν τοίχων τὸ ὄφελος;
 [02213]  Τί γὰρ ὄφελος ἀξιώματος, ὅταν ᾖ ἡ προαίρεσις ἀσθενής;
 [02637]  ἀλλ' οὐδὲν ὄφελος·
 [03247]  Καὶ τί τὸ ὄφελος τῶν ἄλλων, ταύτης οὐκ ἠκριβωμένης;
 [04330]  εἰ δὲ καὶ χωρὶς κραυγῆς τὰ αὐτὰ ποιεῖς, καὶ ἔνδον τρέφεις τὴν πυρὰν καὶ τοὺς ἄνθρακας, τί τὸ ὄφελος τῆς σιγῆς;
 [04401]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τὰς ἀκάνθας ἐκκοπῆναι πάσας, ἂν τὰ χρηστὰ μὴ καταβάληται σπέρματα;
 [06594]  Οὐδὲν γὰρ τῶν ὅπλων ὄφελος, ἐκείνων πρότερον μὴ διατεταγμένων, μηδὲ τοῦ θυμοῦ διεγερθέντος τῆς τοῦ στρατιώτου ψυχῆς.
 [07072]  Οὐδὲν γὰρ ὄφελος ἀγάπης, πίστεως χωρίς·
000-00-00 Serial Number=0407611012
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01164]  ἐκείνης δὲ χωρὶς, κἂν αὐτῶν τῶν ἀποστόλων μείζονα ἐργασώμεθα σημεῖα, κἂν μυρίοις κινδύνοις ἑαυτοὺς ὑπὲρ τῆς πίστεως παραβάλωμεν, οὐδὲν ἡμῖν ἔσται ὄφελος.
 [01184]  Τί γὰρ ὄφελος, ὅταν μὴ ἐγκαλῶμαι μὲν ἐγὼ, ὠφελῆται δὲ μηδείς;
 [01277]  ∆είκνυσιν ἐκ τούτων τοῦ πειρασμοῦ τὸ ὄφελος.
 [01999]  ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ' οὐδὲν ὄφελος αὐτοῖς γέγονε.
 [06294]  Εἰ τοίνυν ἐνταῦθα νόσος ὀλιγοχρόνιος οὕτως ἡμᾶς ἀνιᾷ, τί ποιήσομεν ἐκεῖ, ὅταν μηδὲν ὄφελος ᾖ τῆς μετανοίας;
 [06486]  Τί γὰρ ὄφελος τῷ ἀπελθόντι τῆς τιμωρίας τῆς τοῦ ἀδελφοῦ;
 [08838]  Καὶ τί, φησὶν, ὄφελος, ὅταν δι' ἐμὲ τοῦτο ποιῇ, καὶ διὰ τὸ κατασχεσθῆναι παρ' ἐμοῦ;
 [09570]  Τί γὰρ ὄφελος, ὅπου γε οὕτως εἰσί τινες μιαροὶ, ὡς μὴ δύνασθαι μετέχειν τῶν θυσιῶν;
000-00-00 Serial Number=0647875607
In epistulam ad Philippenses Ante [Go Back]  
 [00685]  Τί γὰρ ὄφελος πᾶσαν μὲν κεκτῆσθαι τὴν οἰκουμένην, τοῦ δὲ μηδὲν ἔχοντος μᾶλλον ἐν ἀθυμίᾳ διάγειν;
 [01061]  Τί γὰρ ὄφελος ἐκείνων πάντων ἐνταῦθα μενόντων;
 [02314]  ἐπεὶ οὐδὲν ὄφελος θατέρου.
 [03356]  Τί γὰρ, εἰπέ μοι, τὸ ὄφελος ἀπὸ τῶν πολλῶν τῶν ἱματίων καὶ πολυτελῶν;
000-00-00 Serial Number=0511737585
In epistulam ad Romanos Ante [Go Back]  
 [00322]  τοῦτο καὶ τοὺς δεσπότας παρεσκεύαζε μετριάζειν, παιδευομένους ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἐλευθερίας, ἂν μὴ τὰ τῆς πίστεως ᾖ προηγούμενα.
 [01110]  Τί οὖν ὄφελος τῆς ἔξω μανίας;
 [01566]  Τί τοίνυν τῆς διδασκαλίας ὄφελος, ὅταν ἑαυτοὺς μὴ διδάσκητε;
 [01620]  κἂν οὗτος μὴ παρῇ, οὐδὲν ὄφελος ἐκείνων, ἀλλὰ καὶ βλάβος μέγιστον.
 [01751]  Καὶ τί τὸ ὄφελος τῆς περιτομῆς ταύτης;
 [02575]  ὥστε εἰ τὴν ἀκροβυστίαν ἐκβάλλεις, μάνθανε σαφῶς, ὅτι οὐδέν σοι [60.458] οὐδὲ τῆς περιτομῆς ὄφελος.
 [03780]  Οὐδὲ γὰρ ὄφελος ἡμῖν οὐδὲν τὸν ἥλιον ὁρῶσι, καὶ ἐσθίουσι καὶ πίνουσιν, ἂν μὴ ἡ διὰ τῶν ἀγαθῶν ἔργων ζωὴ παρῇ.
 [03781]  Τί γὰρ ὄφελος, εἰπέ μοι, βασιλέως ἁλουργίδα μὲν περικειμένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτημένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν;
 [04655]  ἄλλως δὲ οὐδὲν ὄφελος τοῦ μείζονος ἦν, τοῦ ἐλάττονος μὴ προσκειμένου.
 [04656]  Τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα μὴ μετιόντα αὐτά;
 [04968]  Εἰ δὲ καὶ δῴη αὐτὸν καθαρῶς νήφειν, τί τὸ ὄφελος;
 [05906]  Τί γὰρ ὄφελος τῶν κρότων καὶ τῶν θορύβων τούτων;
 [07723]  ἀλλ' οὐδὲν ὄφελος·
 [08060]  Εἶτα δεικνὺς, ὡς οὐ μέγα ὄφελος ἀρετὴν μετιέναι, εἰ μὴ μετὰ τοῦ προσήκοντος τοῦτο γίνοιτο νόμου, ἐπάγει·
 [08142]  Τί γὰρ ὄφελος, ἂν ἀγαπᾷς μὲν ἀδόλως, μὴ θερμῶς δὲ ἀγαπᾷς;
 [09508]  Ὥστε κἂν ἀναγκάσῃς καὶ φάγῃ, τὸ ὄφελος οὐδέν·
 [09560]  Τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρινεῖ ἑαυτόν;
000-00-00 Serial Number=0853684366
In epistulam ad Titum Ante [Go Back]  
 [01334]  Τί γὰρ ὄφελος, εἰπέ μοι;
000-00-00 Serial Number=0964745879
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00011]  Καὶ πᾶσα πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται.
000-00-00 Serial Number=0408355772
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00063]  ∆ιὰ τοῦτο οἱ ταύτης ἀπεστερημένοι, τῶν ἐν σκότει διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, ἀλλ' ὥσπερ ἐκεῖνοι καὶ τοίχοις προσπταίουσι, καὶ τοῖς ἀπαντῶσι προσρήγνυνται, καὶ εἰς βάραθρα καὶ κρημνοὺς καταφέρονται, καὶ τῶν ὀφθαλμῶν αὐτοῖς ὄφελος οὐδὲν, οὐκ ὄντος τοῦ χειραγωγοῦντος φωτός·
 [00177]  Τί γὰρ ὄφελος παρθενία μετὰ ὠμότητος;
 [00432]  ὥσπερ οὖν οὐδὲ πολιτείας ἀρίστης ὄφελος, πίστεως οὐκ οὔσης ὑγιοῦς.
 [00580]  Καὶ καθάπερ οἱ τὰς ὁδοὺς ἀγνοοῦντες καὶ ἑτέρων δεόμενοι τῶν ὁδηγούντων, κἂν πολὺ προέλθωσιν ἀκολουθοῦντες αὐτοῖς, μικρὸν δὲ ἀποῤῥᾳθυμήσαντες ἀπολέσωσι τὸν ἡγούμενον, οὐδὲν αὐτοῖς ὄφελος ἔσται τῆς προτέρας ἀκολουθήσεως, ἀλλ' ἵστανται λοιπὸν, οὐκ εἰδότες ὅπου προέλθωσιν·
000-00-00 Serial Number=0184642792
In illud In faciem ei restiti Ante [Go Back]  
 [00053]  Τί οὖν ἐμοὶ τὸ ὄφελος, ὅταν τῆς ξυνωρίδος θάτερος ἵππος χωλεύῃ;
 [00205]  Ἀλλ' ὥσπερ ἀρχόμενος ἔλεγον, ὅτι οὐδέν μοι ὄφελος, ἐὰν Παύλου καλῶς ποιοῦντος, ὁ Πέτρος δειχθῇ μὴ καλῶς ποιῶν (τὰ γὰρ ἐγκλήματα καὶ ἡ καθ' ἡμῶν αἰσχύνη μένει, ἄν τε οὗτος, ἄν τε ἐκεῖνος διημαρτη κὼς τύχῃ), οὕτω καὶ νῦν τὸ αὐτὸ λέγω πάλιν, ὡς οὐδέν μοι ὄφελος, ἂν Πέτρου τὴν κατηγορίαν ἀπο σκευασαμένου, ὁ Παῦλος φαίνηται θαρσαλέως καὶ ἀπερισκέπτως τοῦ συναποστόλου κατηγορῶν.
000-00-00 Serial Number=0221931636
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00106]  Εἰ γὰρ μὴ διανέπαυε τὸν ἄνθρωπον ἀπὸ τῶν μυρίων μόχθων ὑποδεχομένη, οὐδὲν ὄφελος ἦν τῆς ἡμέρας εἰς ἐργα σίαν αὐτὸν εἰσαγαγούσης·
000-00-00 Serial Number=0949115396
In illud Ne timueritis Ante [Go Back]  
 [00035]  Τί ὄφελος;
 [00453]  Τί σοι ὄφελος τοῦ χρυσίου, γύναι;
 [00483]  Ἀλλὰ τί σοι τὸ ὄφελος;
000-00-00 Serial Number=0437913239
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00012]  Τί γάρ μοι τῶν ἐπαίνων ὄφελος, ὅταν ὑμᾶς μὴ θεάσωμαι προκόπτοντας κατ' ἀρετήν;
 [00075]  Τί γὰρ ὄφελος λύχνου, ὅταν μὴ φαίνῃ τῷ ἐν τῷ σκότει καθημένῳ;
 [00076]  τί δὲ ὄφελος Χριστιανοῦ, ὅταν μηδένα κερδάνῃ μηδὲ πρὸς ἀρετὴν ἐπαναγάγῃ;
 [00155]  Τί γὰρ ὄφελος ἁλουργίδος, εἰπέ μοι, καὶ χρυσῶν ἱματίων καὶ διαλίθου στεφάνου, ὅταν ἡ ψυχὴ τῶν παθῶν αἰχμάλωτος ᾖ;
 [00157]  Ὥσπερ γὰρ πυρετοῦ πρὸς τὸ βάθος καταδυομένου, καὶ τὰ ἔνδον ἅπαντα καταφλέγοντος, οὐδὲν ὄφελος ἐκ τῆς ἄνωθεν ἐπιφανείας τοῦ σώματος, ἂν μηδὲν πάσχῃ τοιοῦτον·
 [00158]  οὕτως, τῆς ψυχῆς ἡμῖν ὑπὸ τῶν ἔνδον παθῶν παρασυρομένης, οὐδὲ ὄφελος τῆς ἔξωθεν ἀρχῆς, οὐδὲ τῆς καθέδρας τῆς βασιλικῆς, ὅταν ὁ νοῦς μετὰ πολλῆς τυραννίδος ἀπὸ τοῦ θρόνου τῆς βασιλείας ὑπὸ τῶν παθῶν καταστρέφηται, καὶ ὑποκύπτῃ καὶ τρέμῃ τὰς ἐπαναστάσεις αὐτῶν.
000-00-00 Serial Number=0397972345
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00334]  μήτι ὄφελος τῶν ἔξωθεν ὀφθαλμῶν, τῶν ἔνδοθεν πεπηρωμένων;
 [00406]  τί γάρ μοι ὄφελος ἐὰν γένηται οὐρανός;
 [00409]  Τί γάρ μοι ὄφελος, εἰ οὐρανὸς ἐγένετο καινὸς, ἐγὼ δὲ ἔμελλον ἐν ἁμαρτίαις εἶναι;
000-00-00 Serial Number=0925937116
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00011]  Κἀκεῖθεν μὲν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ πολλὴ ζημία χρημά των καὶ δαπάνη τις ἀνόητος, καὶ ζωῆς ἀνατροπὴ, καὶ οἰκιῶν ὁλόκληροι διαφθοραί·
000-00-00 Serial Number=0055116534
In illud Vidi dominum Ante [Go Back]  
 [00470]  Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες πειραταί, οὐχ ὅταν ἴδωσιν ἐξιόντα τοῦ λιμένος τὰ πλοῖα, τότε ἐπιτίθενται τί γὰρ αὐτοῖς ὄφελος κενὸν καταδῦσαι τὸ σκάφος;
000-00-00 Serial Number=0715857089
In illud Vidua eligatur Ante [Go Back]  
 [00329]  Ὥσπερ γὰρ ταύτης παρούσης οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας, οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας.
000-00-00 Serial Number=0026299000
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00044]  τί δὲ ὄφελος, ἐὰν Ἐλισάβετ παιδίον θηλάσῃ;
000-00-00 Serial Number=0904482543
In principium Actorum Ante [Go Back]  
 [00068]  Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχεις, τῶν δὲ παθῶν αἰχμάλωτος εἶ καὶ δοῦλος;
000-00-00 Serial Number=0778904080
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00019]  τί τοίνυν ὄφελος τὴν κεφαλὴν στεφανοῦσθαι, τῶν ποδῶν κολαζομένων;
000-00-00 Serial Number=0816222966
In sanctum pascha [1] Ante [Go Back]  
 [00168]  Τί γὰρ ὄφελος, εἰπέ μοι, ὑπὲρ τὴν χρείαν διαῤῥήγνυσθαι, καὶ τὴν συμμετρίαν ὑπερβαίνειν;
000-00-00 Serial Number=0160015821
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00625]  Τί γὰρ ὄφελος, εἰπέ μοι, ἀπὸ τοῦ φανερῶς εἰπεῖν ἐγίνετο;
 [01107]  Καὶ, Τί ὄφελος ὅτι ἐδουλεύσαμεν αὐτῷ, Εἶδες ἐν Παλαιστίνῃ δόγματα σατανικά;
000-00-00 Serial Number=0448888719
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00095]  εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ [50.657] φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν;
 [00096]  Ἀλλ' ὄφελος μὲν οὐδὲν, βλάβη δὲ ἐσχάτη.
 [00217]  Τί γὰρ ὄφελος ἐκ τῆς ἀγνοίας τῶν ἀνθρώπων, τοῦ κριτοῦ πάντα εἰδότος;
 [00220]  κἂν ἅπαντες ἐπαινέσωσι καὶ θαυμάσωσιν, ἐκεῖνος δέ με καταδικάζῃ, οὐδέν μοι πάλιν ὄφελος τῆς ἐκείνων κρίσεως.
000-00-00 Serial Number=0559015632
Quales ducendae sint uxores Ante [Go Back]  
 [00197]  οὕτως οὐδὲν χρημάτων ὄφελος, ὅταν ψυχῆς μὴ ἐπιτυγχάνωμεν ἀγαθῆς.
000-00-00 Serial Number=0485898077
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00417]  Εἰ δὲ συμβαίη καὶ ἀρρωστῆσαι ἄφνω τὴν συνοικοῦσαν, οὐδὲ τοίχων ἐνταῦθα ὄφελος λοιπὸν, ἀλλὰ διαναστὰς πρὸ τῶν ἄλλων ἐπεισέρχεται τῇ παρθένῳ κειμένῃ, τὴν ἀρρωστίαν ἔχων ἀπολογίαν, καὶ τῶν θεραπαινίδων πολλάκις ὀκνηρότερον διακειμένων, καὶ παρακάθηται, καὶ τὰ ἄλλα ἐπιμελεῖται, ἃ γυναῖκας πολλάκις μόνον θέμις διακονεῖν, καὶ οὔτε ἐκείνη αἰσχύνεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται, οὔτε οὗτος ἐρυθριᾷ, ἀλλὰ καὶ χαίρει μειζόνως, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ τὴν δουλείαν αἰσχροτέραν ἐπιδείκνυται·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»