Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὀδόντων [86]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὀδόντων


000-00-00 Serial Number=0193264186
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01780]  Ἐκεῖθεν εἰς τὸ δεσμωτήριον ἐλθὼν, καὶ πάντα τὰ ἐν τῷ οἰκήματι τούτῳ καταμαθὼν, βάδισον ἐπὶ τὰ προπύλαια τῶν βαλανείων, ἔνθα καὶ κόπρῳ καὶ καλάμῃ ἀντὶ ἱματίων καὶ οἴκων κεχρημένοι τινὲς κατάκεινται γυμνοὶ, κρυμῷ καὶ νόσῳ καὶ λιμῷ πολιορκούμενοι διηνεκεῖ, τῇ ὄψει μόνῃ καὶ τῷ τρόμῳ τοῦ σώματος καὶ τῷ ψόφῳ τῶν συγκρουόντων ὀδόντων παρακαλοῦντες τοὺς παριόντας, καὶ οὔτε φωνὴν ἀφεῖναι, οὔτε χεῖρας ἐκτεῖναι δυνάμενοι τῷ σφόδρα ἤδη τοῖς τοσούτοις ἐκτετῆχθαι κακοῖς.
000-00-00 Serial Number=0242148995
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00236]  νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκολήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὴν διηνεκῆ θλῖψιν καὶ τὴν στενοχωρίαν.
000-00-00 Serial Number=0937718689
Ad illuminandos catecheses Ante [Go Back]  
 [00191]  ∆ιὰ τοῦτο διπλῷ τειχίῳ περιέβαλεν αὐτὴν ὁ Θεὸς, τῷ τῶν ὀδόντων διαφράγματι καὶ τῇ τῶν χειλέων περιβολῇ, ἵνα μὴ ῥᾳδίως καὶ ἀπερισκέπτως ἐκφέρῃ τὰ ῥήματα τὰ μὴ προσήκοντα.
 [00194]  καὶ σωφρόνισον αὐτὴν διὰ τῶν ὀδόντων, ὥσπερ δημίοις τούτοις ἐκδοὺς αὐτῆς τὸ σῶμα, καὶ ποιήσας δακεῖν·
000-00-00 Serial Number=0761837244
Ad populum Antiochenum Ante [Go Back]  
 [01709]  μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν κόλασις ἀφόρητος, τιμωρίαι ἀθάνατοι, ὁ σκώληξ ὁ ἰοβόλος, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ τῶν ὀδόντων βρυγμὸς, ἡ θλῖψις, ἡ στενοχωρία, καὶ ἡ αἰώνιος δίκη.
000-00-00 Serial Number=0244498670
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00168]  ∆ίκην γὰρ, φησὶν, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ συνέτριψα μύλας ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα.
 [00183]  Καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα.
000-00-00 Serial Number=0868963122
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00044]  Οἶδα μὲν γὰρ, ὅτι ἀπελθόντα ἐντεῦθεν τὸ σκότος διαδέξεται τὸ ἐξώτερον, ἔνθα πολὺς ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων·
 [00045]  ἀλλ' ἥδιον ἐμοὶ βρυχόντων ἀκούειν ὀδόντων, ἢ τοιαῦτα ἠχούντων ῥήματα.
 [00782]  Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ' αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν [47.350] λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ·
000-00-00 Serial Number=0965723574
Catecheses ad illuminandos Ante [Go Back]  
 [00681]  «Στολισμὸς γάρ, φησίν, ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ.».
000-00-00 Serial Number=0202480793
Commentarius in Job Ante [Go Back]  
 [03397]  [29,17a] συνέτριψα μύλας ἀδίκων, [17b] ἐκ δὲ μέσου ὀδόντων ἅρπαγμα ἐξήρπασα.
 [03452]  ἐκ μέσου δὲ ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
000-00-00 Serial Number=0598593414
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00427]  Ὥστε εἰ καὶ μικρά τίς ἐστιν ἡδονὴ, ταῦτα πάντα ἀντιθέντες ἐκείνῃ, τὸν γέλωτα, τὴν αἰσχύνην, τὴν τῶν πολλῶν ὑποψίαν, τὰς κατηγορίας, τὰ σκώμματα, τὰ ὀνείδη, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸ σκότος τὸ ἐξώτερον, τὸ πῦρ τὸ ἄσβεστον, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὰ δεσμὰ τὰ ἄλυτα, καὶ καθάπερ ἐν πλάστιγγι καταθέντες καὶ ἀντιστήσαντες, ἀποπηδήσωμεν ὀψὲ γοῦν ποτε τῆς χαλεπωτάτης καὶ ὀλεθρίας νόσου, ἵνα μετὰ λαμπρῶν ἐκεῖ τε ἀπέλθωμεν στεφάνων, καὶ δυνηθῶμεν ἐλευθέροις στόμασι πρὸς τὸν Χριστὸν εἰπεῖν ὅτι.
000-00-00 Serial Number=0028602719
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00168]  Εἰ γὰρ στολισμὸς ἀνδρὸς καὶ γέλος ὀδόντων καὶ βῆμα ποδὸς ἀπαγγέλλει τὰ περὶ αὐτοῦ, πολλῷ μᾶλλον τὰ τοσαῦτα κατορθώματα πᾶσαν ἡμῖν ἱκανὰ τοῦ λοιποῦ βίου παραδεῖξαι τὴν ἀρετήν.
000-00-00 Serial Number=0071033299
De Lazaro et divite Ante [Go Back]  
 [00072]  Ἐκείνου μηδέποτε ψεκάδα ἐλαίου δροσίσαντος τῷ πένητι, οἱ κύνες τὴν ἀκμὴν τῶν ὀδόντων τῇ φιλανθρωπίᾳ πραΰναντες, ἁπαλῇ τῇ γλώσσῃ αὐτὸν ἐθεράπευον, ὡς ἂν πᾶσαν ῥυπαρίαν καὶ πάντα ἰχῶρα τῶν τραυμάτων αὐτοῦ ἀποσμήχοντες·
000-00-00 Serial Number=0383866072
De circo Ante [Go Back]  
 [00055]  Κατάστειλον αὐτὸν ὡς ὁ ∆αυῒδ τὸν Γολιὰθ, ἔκβαλλε αὐτὸν ὡς ὁ Ἑλισσαῖος τὸν Γιεζὶ, πίασον αὐτὸν ὡς ὁ Ἡλίας τὸν Ἀχαὰβ ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαὶ, ἀπόστρεψον αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων·
000-00-00 Serial Number=0812494218
De confessione pretiosae crucis Ante [Go Back]  
 [00116]  Ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει, καὶ ἀπαλλαγήσῃ γεέννης, καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τῶν βρυγμῶν τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ὀδυνηρῶν, καὶ τῆς στενοχωρίας, καὶ τῆς θλίψεως, καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τῶν ποταμῶν τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων, καὶ ἀπελεύσῃ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, ἔνθα πολλὴ ἡ χαρὰ, καὶ εἰρήνη, καὶ ἀγάπη, καὶ τρυφὴ καὶ εὐφροσύνη·
000-00-00 Serial Number=0362730384
De eleemosyna [5] Ante [Go Back]  
 [00106]  Οἱ κύνες γὰρ ἐρχόμενοι καὶ βλέποντες αὐτὸν οὕτως κείμενον, καὶ τὸν ἰχῶρα περιῤῥεόμενον, καὶ τῶν μελῶν αὐτοῦ, εὐσπλαγχνίαν πολλὴν ἐπιδεικνύμενοι, ὥσπερ σπόγγον τινὰ προσερχόμενοι τῇ γλώσσῃ ἀπέμασσον τὸν ἰχῶρα ἐκ τῶν μελῶν αὐτοῦ, περιλείχοντες, ὡς ἄριστοί τινες ἰατροὶ θεραπεύοντες, τὰ ἕλκη, μετὰ πολλῆς εὐφημίας κεχηνότες, ἀσφαλιζόμενοι ἀκριβῶς, μή πως φθάσῃ ὁ ἰὸς τῶν ὀδόντων, καὶ καταλυμήνηται τοῦ δικαίου τι.
000-00-00 Serial Number=0391160071
De oratione Ante [Go Back]  
 [00086]  ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
000-00-00 Serial Number=0705956459
De paenitentia sermo 1 Ante [Go Back]  
 [00049]  Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων·
 [00314]  Εἶχον ἂν εἰπεῖν καὶ φανερῶσαι καὶ περὶ τοὺς ἐν ἀσωτίᾳ τοὺς χιτῶνας μολύναντας, καὶ μετ' αἰσχύνης τοῦ βασιλικοῦ γάμου καὶ τῆς χαρᾶς ἐκείνης καὶ δόξης ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
 [00338]  ὢ ἀσπλαγχνία κατοικητήριον ἔχον τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
 [00393]  [60.691] ἀκούσατε, οἱ τυραννοῦντες καὶ καταπονοῦντες ἀδελφοὺς, τίνος ὑπηρέται καὶ ὑπουργοὶ τυγχάνετε, καὶ μαθόντες ὁποίαν ἀνάπαυσιν καὶ δωρεὰν ἡτοίμασεν ὑμῖν ἐκεῖθεν, ποταμοὺς, λάκκους, καὶ χάσματα, καὶ σκότος ἐξώτερον, καὶ βρυγμὸν ὀδόντων, καὶ ἕτερα ὅμοια, φρίξατε, τρομάξατε, ἰλιγγιάσατε·
000-00-00 Serial Number=0248810947
De paenitentia sermo 2 Ante [Go Back]  
 [00115]  ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
 [00254]  Καὶ διὰ τοῦτο πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, [60.704] καὶ βρυγμὸς ὀδόντων·
 [00294]  ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
000-00-00 Serial Number=0096016526
De perfecta caritate Ante [Go Back]  
 [00147]  Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλίψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν, καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ·
 [00164]  Ἂν βουληθῇς φθέγξασθαί τι τῶν ἀτόπων, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι φόβος.
000-00-00 Serial Number=0314592659
De precatione [1] Ante [Go Back]  
 [00043]  Εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, κατὰ τὸν σοφὸν Σολομῶντα, πολλῷ μᾶλλον εὐχὴ καὶ ἡ λατρεία Θεοῦ σημεῖόν ἐστι δικαιοσύνης ἁπάσης, στολή τις [50.777] οὖσα πνευματικὴ καὶ θεία, πολλὴν εὐμορφίαν καὶ κάλλος καταχέουσα ταῖς ἡμετέραις διανοίαις, τὸν ἑκάστου ῥυθμίζουσα βίον, οὐκ ἐῶσα φαῦλον οὐδὲν οὐδὲ ἄτοπον τῆς διανοίας κρατεῖν, αἰδεῖσθαι πείθουσα τὸν Θεὸν, καὶ τὴν παρ' αὐτοῦ τιμὴν, πᾶσαν τοῦ Πονηροῦ γοητείαν ἀποπέμπεσθαι παιδεύουσα, τοὺς αἰσχροὺς καὶ ἀτόπους ἐξελαύνουσα λογισμοὺς, ἐν ὑπεροψίᾳ τῆς ἡδονῆς καθιστῶσα τὴν ἑκάστου ψυχήν.
000-00-00 Serial Number=0815785646
De sacerdotio Ante [Go Back]  
 [00963]  ἐνταῦθα δὲ ἡ κόλασις πῦρ ἄσβεστον καὶ σκώληξ ἀτελεύτητος καὶ βρυγμὸς ὀδόντων καὶ σκότος ἐξώτερον καὶ τὸ διχοτομηθῆναι καὶ τὸ ταγῆναι μετὰ τῶν ὑποκριτῶν.
000-00-00 Serial Number=0528942525
De salute animae Ante [Go Back]  
 [00012]  οὕτω πορευσόμεθα, οὕτως ἀναστησόμεθα, οὕτω παραστησόμεθα εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ πικρὸν ἀπροσωπόληπτον δικαστήριον, ὅπου ἄγγελοι τρέμουσιν, ὅπου θρόνοι φοβεροὶ τίθενται, ὅπου αἱ βίβλοι τῶν πράξεων ἀνοίγονται, ὅπου ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου, ὅπου ὁ ἀνήμερος σκώληξ, ὅπου τὸ ἀφώτιστον σκότος, ὅπου ὁ ἀθέρμαντος τάρταρος, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου τὸ ἀκατάπαυστον δάκρυον, ὅπου ὁ ἀσίγητος στεναγμὸς, ὅπου τὸ ἀπαραμύθητον πένθος, ὅπου οὐκ ἔστι γέλως, ἀλλὰ θρῆνος·
 [00129]  Μὴ πλανηθῶμεν, ἀδελφοὶ, κρίσις ἐστὶ καὶ κόλασις αἰώνιος, πῦρ ἄσβεστον καὶ σκώληξ ἀτελεύτητος, σκότος ἐξώτερον καὶ τάρταρος, βρυγμὸς ὀδόντων καὶ κλαυθμὸς μέγας, ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐμνημόνευσεν·
000-00-00 Serial Number=0676764369
De sancta Droside martyre Ante [Go Back]  
 [00006]  ἀλλ' ἐπειδὰν ἔξω γένηται τῶν σηκῶν, πλείονα ἀπὸ τῶν πεδίων καρποῦνται τὴν ὠφέλειαν, μετὰ πολλῆς τῆς τέρψεως κατακύπτοντα, καὶ τὴν πόαν διὰ τῶν ὀδόντων ἀποκείροντα, καθαρόν τε ἀέρα ἀναπνέοντα, καὶ πρὸς ἀκτῖνα βλέποντα διειδῆ καὶ φαιδρὰν, παρὰ λίμνας καὶ πηγὰς σκιρτῶντα καὶ ποταμούς·
 [00191]  Τότε γὰρ οὐδεὶς αὐτῷ τούτου τοῦ πλήθους παραστήσεται, οὐδὲ ἐξαιρήσεται τῆς κολάσεως αὐτὸν καὶ τῆς τιμωρίας, οὐδὲ παραστήσονται αἱ βοαὶ αὗται καὶ αἱ εὐφημίαι, ἀλλὰ κάτω κύπτων, ἀπαῤῥησίαστος, αἰσχυνόμενος ἐπὶ ταῖς τῶν πραγμάτων κατηγορίαις ἀπαχθήσεται ἑλκόμενος ὑπὸ τῶν πονηρῶν δυνάμεων ἐπὶ τὰς ἀθανάτους κολάσεις μετὰ τοῦ χαλεπωτάτου τῶν ὀδόντων βρυγμοῦ, ἀνόνητα λοιπὸν θρηνῶν καὶ κοπτόμενος ἐκ τῶν ἀφορήτων ὀδυνῶν.
000-00-00 Serial Number=0558921397
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02274]  κτύπος δὲ τῶν ὀδόντων καὶ πάταγος καὶ τρόμος αὐτῷ τοῦ παντὸς σώματος πρόσεστι, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶττα διαλυομένη, καὶ σχῆμα τοιοῦτον, οἷον εἰκὸς τὴν λιθίνην ἔχειν ψυχήν.
 [03292]  καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόμενα.
 [04405]  Πότε μείζων ἦν [63.704] ὅτε τῇ ὑγείᾳ τοῦ σώματος πρὸς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων, καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξαρπάζων ἁρπάγματα·
 [06436]  Εἰ ἐκεῖνος δεθεὶς [63.763] ἐξηνέχθη, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τι πεισόμεθα μυρίων ἡμᾶς ἑλκόντων ἐπ' ἀρετὴν, ἀναδυόμενοι καὶ ὀκνοῦντες;
 [07944]  νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκωλήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, καὶ τὰς κολάσεις τὰς πικρὰς καὶ ἀφορήτους ἐκείνας, τὰς εἰς ἀτελευτήτους αἰῶνας.
 [09441]  Ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει καὶ ἀπαλλαγήσῃ γεέννης καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τῶν βρυγμῶν τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ὀδυνηρῶν, καὶ τῆς στενοχωρίας καὶ τῆς θλίψεως καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τῶν ποταμῶν τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων, καὶ ἀπελεύσῃ ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, ἔνθα πολλὴ ἡ χαρὰ καὶ εἰρήνη καὶ ἀγάπη καὶ τρυφὴ καὶ εὐφροσύνη·
 [09728]  ἐμπεσόντας δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον.
 [09999]  ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων.
000-00-00 Serial Number=0373082638
Epistula ad Cyriacum Ante [Go Back]  
 [00521]  Ἐγὼ γὰρ ἤμην, φησίν, ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα καὶ συνέτριψα μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων ἐξήρπασα ἅρπαγμα, ἀδύνατοι δέ, ἣν ἄν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, οὐδὲ ἐξῆλθέ τις τὴν θύραν μου κόλπῳ κενῷ.
 [00537]  Πότε μείζων ἦν, ὅτε τὴν ὑγίειαν τοῦ σώματος ἐκέκτητο ἢ εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα καὶ λιμὴν αὐτοῖς γινόμενος ἢ ὅτε τὸ σῶμα αὑτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων καὶ καθήμενος ἐπὶ τῆς κοπρίας καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον·
000-00-00 Serial Number=0236201942
Epistula ad abbatem Ante [Go Back]  
 [00070]  Παρακαλῶ ὑμᾶς κλαύσατε, ὡς ἔχετε καιρόν, ἵνα μὴ ἐκεῖ κλαύσωμεν, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος οὐδέποτε τελευτᾷ, ὅπου τὸ πῦρ τὸ ἄσβεστον ποταμηδὸν διοδεύει, ὅπου ἄσπλαγχνοι καὶ ἀνελεήμονές εἰσιν ἄγγελοι.
000-00-00 Serial Number=0667534947
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00319]  Ὅταν ἀκούσῃς διηγουμένου τινὸς τὴν πανωλεθρίαν ταύτην, ἀποπήδα ταχέως ἀπὸ τῶν λογισμῶν τούτων καὶ τρέχε ἐπὶ τὴν ἔννοιαν τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς καὶ ἀναλογίζου παρὰ σαυτῇ τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον, τοὺς ποτα μοὺς τοῦ πυρὸς τοὺς πρὸ τοῦ βήματος ἐκείνου συρομένους καὶ σφοδροτάτῃ καχλάζοντας τῇ φλογί, τὰς ἠκονημένας ῥομφαίας, τὰς ἀποτόμους τιμωρίας, τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος, τὸν ζόφον τὸν ἀφεγγῆ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον, τὸ θέατρον τῆς οἰκουμένης, μᾶλλον δὲ τὸ θέατρον ἑκατέρας τῆς κτίσεως, τῆς ἄνω, τῆς κάτω.
 [00453]  «Στολισμὸς γὰρ ἀνδρός, φησίν, καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.».
 [00866]  Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα καὶ συνέτριψα μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα.
 [00883]  Πότε μείζων ἦν, ὅτε τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων προστασίαν ἐκέχρητο συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξαρπάζων ἁπράγματα καὶ λιμὴν αὐτοῖς γινόμενος ἢ ὅτε τὸ σῶμα αὐτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων καὶ καθήμενος ἐπὶ τῆς κοπρίας καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον;
000-00-00 Serial Number=0498963177
Expositiones in Psalmos Ante [Go Back]  
 [01370]  Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
000-00-00 Serial Number=0065896749
Fragmenta in Job Ante [Go Back]  
 [00122]  ∆ίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα, καὶ συνέτριψα μύλας ὀδόντων·
 [00663]  ὅτε τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα, καὶ λιμὴν αὐτοῖς γινόμενος, ἢ ὅτε τὸ σῶμα [64.557] τοῦτο αὐτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων, καὶ καθήμενος ἐπὶ τῆς κοπρίας, αὐτὸς αὐτὸ κατέξαινε, λαβὼν ὄστρακον;
 [01742]  «Ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.».
000-00-00 Serial Number=0868941247
Fragmenta in Proverbia Ante [Go Back]  
 [00945]  εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, πολλῷ μᾶλλον βάδισις μικρὰ, καὶ ὥστε συνεχῶς τοῦτο γίνεσθαι·
000-00-00 Serial Number=0885772109
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00086]  αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν·
000-00-00 Serial Number=0744886458
Homilia in martyres Ante [Go Back]  
 [00078]  Στολισμὸς γὰρ ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀπαγγελεῖ τὰ περὶ αὐτοῦ.
000-00-00 Serial Number=0876222610
In Acta apostolorum Ante [Go Back]  
 [04103]  μένει γὰρ αὐτοὺς ὁ βρυγμὸς τῶν ὀδόντων.
000-00-00 Serial Number=0043676555
In Eutropium Ante [Go Back]  
 [00073]  κτύπος δὲ τῶν ὀδόντων, καὶ πάταγος καὶ τρόμος παντὸς τοῦ σώματος, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶττα διαλυομένη, καὶ σχῆμα τοιοῦτον, οἷον εἰκὸς τὴν λιθίνην ἔχειν ψυχήν.
000-00-00 Serial Number=0794427514
In Isaiam Ante [Go Back]  
 [01290]  Στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.
000-00-00 Serial Number=0970336258
In Joannem Ante [Go Back]  
 [01780]  Παραγενόμενος γὰρ ἐπὶ τὸ τῆς λαμπρᾶς ἐκείνης τραπέζης μετασχεῖν, οὐ μόνον εἴργεται τῆς εὐωχίας, ἀλλὰ καὶ τὰς χεῖρας δεθεὶς καὶ τοὺς πόδας ὁμοίως, εἰς τὸ σκότος ἄγεται τὸ ἐξώτερον, τὸν αἰώνιον καὶ ἄπειρον ὀλοφυρμὸν, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων ὑποστησόμενος.
000-00-00 Serial Number=0595625162
In Kalendas Ante [Go Back]  
 [00202]  Στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ.
000-00-00 Serial Number=0948213041
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00060]  Ὅπερ ἂν γὰρ λοιπὸν εἴποις, οὐκ ἔτι δέδοικα, κἂν σκώληκα εἴποις, κἂν κόνιν, κἂν πῦρ, κἂν κόλασιν, κἂν βρυγμὸν ὀδόντων, κἂν τέφραν, κἂν ὁτιοῦν μοι εἴποις, πάντα μοι εὐκαταφρόνητα ἐπὶ ἀπαρχὴν τὴν ἐμὴν ὁρῶντι ἄνω καθημένην, καὶ μονονουχὶ πᾶσιν ἀνθρώποις διαλεγομένην καὶ βοῶσαν·
000-00-00 Serial Number=0142585635
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00044]  Τίνος ἕνεκεν οὐκ ἀπὸ τῶν τοῦ Χριστοῦ ῥημάτων αὐτοῖς διαλέγεται τῶν ἐν Εὐαγγελίῳ κειμένων, οὐδὲ γεέννης αὐτοὺς ἀναμιμνήσκει, καὶ σκότους ἐξωτέρου, καὶ σκώληκος ἰοβόλου, καὶ δεσμῶν ἀθανάτων, καὶ πυρὸς τοῦ ἡτοιμασμένου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ τῶν ἄλλων τῶν ἀποῤῥήτων κολάσεων;
000-00-00 Serial Number=0990559161
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03179]  Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλῖψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ·
 [03202]  κἂν βουληθῇς τι φθέγξασθαι ἀπηχὲς, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι ὁ φόβος·
000-00-00 Serial Number=0590864658
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01370]  Καὶ τί κατὰ τὴν ἡμέραν ἐκείνην ἐρεῖς, ὅταν ἴδῃς τὴν φλόγα καὶ τοὺς τοῦ πυρὸς ποταμοὺς, καὶ τὰ δεσμὰ τὰ ἄλυτα, καὶ βρυχομένων ἀκούσῃς ὀδόντων;
 [02692]  καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόμενα.
000-00-00 Serial Number=0044769943
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02709]  ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων.
000-00-00 Serial Number=0856088758
In epistulam ad Ephesios Ante [Go Back]  
 [01135]  ἐμπεσόντα δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα ὁ κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον.
 [04102]  Ἐπιθῶμεν θύραν καὶ μοχλὸν, κατεσθίωμεν ἑαυτοὺς, ἐὰν ῥῆμά ποτε φορτικὸν ἐκπηδήσῃ τῶν ὀδόντων·
000-00-00 Serial Number=0090528309
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08206]  τί δυνήσῃ ἴσον εἰπεῖν τῶν ἐνταῦθα πρὸς τὸν βρυγμὸν τῶν ὀδόντων, πρὸς τὰ δεσμὰ, πρὸς τὸ σκότος τὸ ἐξώτερον, πρὸς τὴν ὀργὴν πρὸς τὴν θλῖψιν, πρὸς τὴν στενοχωρίαν;
 [09298]  Αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν·
000-00-00 Serial Number=0819521666
In epistulam ad Philippenses Ante [Go Back]  
 [04923]  ἀφῶμεν δάκρυα σπείροντα πολλὴν ἡδονὴν, καὶ μὴ γελῶμεν γέλωτα βρυγμὸν ἡμῖν ὀδόντων τίκτοντα·
000-00-00 Serial Number=0023105562
In epistulam ad Romanos Ante [Go Back]  
 [01410]  Τίνες γὰρ ἐσόμεθα, εἰπέ μοι, τότε, ὅταν δεθέντες, τῶν ὀδόντων βρυχόντων, εἰς τὸ ἐξώτερον ἀγώμεθα σκότος;
 [05042]  Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον τὰ μετὰ ταῦτα, τὴν ἔκπτωσιν τῆς βασιλείας, τὴν ὀδύνην τὴν ἀπὸ τῆς γεέννης, τὰ διηνεκῆ δεσμὰ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τοὺς τοῦ πυρὸς ποταμοὺς, τὰς καμίνους τὰς μηδέποτε σβεννυμένας·
 [09258]  Ὥστε ὅταν ἴδωμέν τινας ἁμαρτάνοντας, μὴ μόνον μὴ ὠθῶμεν, ἀλλὰ καὶ ἀνέλκωμεν ἐκ τοῦ βαράθρου τῆς πονηρίας, ἵνα μὴ τῆς ἑτέρων ἀπωλείας αὐτοὶ τὴν δίκην ὑπόσχωμεν, καὶ μνημονεύωμεν διηνεκῶς τοῦ βήματος τοῦ φοβεροῦ, τοῦ ποταμοῦ τοῦ πυρὸς, τῶν δεσμῶν τῶν ἀλύτων, τοῦ σκότους τοῦ ἀφεγγοῦς, τοῦ βρυγμοῦ τῶν ὀδόντων, τοῦ σκώληκος τοῦ ἰοβόλου.
000-00-00 Serial Number=0178161979
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00209]  Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ! Οἴμοι! οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν Ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος Τάρταρος, ὃν καὶ αὐτὸς ὁ Σατανᾶς φρίσσει! οἴμοι! οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου! οἴμοι! οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! οἴμοι! οἷοί εἰσιν οἱ ἄγγελοι οἱ ἐπὶ τῶν κολάσεων, ἄσπλαγχνοι καὶ ἀνελεήμονες! ὀνειδίζουσι γὰρ καὶ ἐπιπλήττουσι δεινῶς.
000-00-00 Serial Number=0603068411
In operarios undecimae horae Ante [Go Back]  
 [00021]  Ἕτερος μετὰ τὸ βάπτισμα πάλιν εἰς τὰ τῆς σαρκὸς κατολισθήσας παθήματα καὶ μολύνας τὸ τῆς χάριτος ἔνδυμα, καὶ τὴν τῆς ψυχῆς ἐλευθερίαν τῇ τῆς ἁμαρτίας δουλείᾳ ἀνταλλαξάμενος, ἡδονῶν δὲ ἀκολάστων γενόμενος παίγνιον, μηδενὸς εἴδους φαυλότητος ἀποσχόμενος, εἰς τὸ τῆς ἐκκλησίας θεραπευτήριον παραγίνεται, ἀνανεῦσαι ὡς ὁ τελώνης εἰς οὐρανὸν μὴ τολμῶν, ἔχων τῶν πεπραγμένων κατήγορον τὴν οἰκείαν συνείδησιν, ἤδη προθεωρῶν τὴν φοβερὰν ἐπὶ τοῦ κριτοῦ τῶν ἁπάντων <συναγωγήν>, τὴν ὀξυτάτην τῶν βίβλων ἀνάπτυξιν, τὰ ἑκάστου σαλπιζόμενα ἁμαρτήματα, τὸ τῆς γεέννης σφοδρὸν καὶ ἄσβεστον πῦρ, τὸν παμφάγον καὶ ἀτελεύτητον σκώληκα, τὸν ἀμειδῆ καὶ πο λυστένακτον τάρταρον, τὸν φρικτὸν τῶν ὀδόντων τρισμόν, τὸν τῶν κολαζομένων ἄπαυστον κωκυτόν, τοῦ ἐξωτάτου σκότους τὴν ἀπαραμύθητον βάσανον.
000-00-00 Serial Number=0095622063
In saltationem Herodiadis Ante [Go Back]  
 [00113]  ὅτε πατέρων ἀγ-κάλαι τῶν οἰκείων γόνων κεναὶ ἐγίνοντο, καὶ μητέρων μαζοὶ τοὺς ἀπὸ τῶν τρυφερῶν ὀδόντων κνησμώδεις τιτθισμοὺς ἐπεζήτουν;
000-00-00 Serial Number=0003642261
In secundum domini adventum Ante [Go Back]  
 [00049]  ἔπειτα τὸν ποταμὸν τοῦ πυρὸς, τὸν δεσμὸν τὸν ἄλυτον, τὸ σκότος τὸ ἀφεγγὲς, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν σκώληκα τὸν ἰοβόλον, τὴν ἡμέραν ἐκείνην, τὴν ὀδυνηρὰν μὲν τοῖς ἁμαρτωλοῖς, φαιδρὰν δὲ καὶ ἡδεῖαν τοῖς ἔργα δικαιοσύνης ἐπιτελέσασιν.
000-00-00 Serial Number=0060038209
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01378]  καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς, ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς.
 [01430]  Καὶ ἰδοὺ θη ρίον ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς.
 [01457]  τούτου δὲ ἀπὸ τῶν ὀδόντων·
000-00-00 Serial Number=0736980736
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00104]  Οὐαί σοι, ὅτι αὐτὸς μέν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικὰς, σὺ δὲ ἑαυτὴν ἀπορρήξασ' ἀπὸ τῆς δόξης ἐκείνης, εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα οὐδὲ πέρας·
000-00-00 Serial Number=0605262041
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01938]  Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»