Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἵππους [54]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἵππους


000-00-00 Serial Number=0561585248
Ad populum Antiochenum Ante [Go Back]  
 [01043]  Καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβάλλοντες, καὶ τοῖς ἱπποκόμοις αὐτοὺς ἐγχειρίσαντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι·
 [02079]  τοσαῦτα αὐτοῖς κωλύματα καὶ ἐμπόδια γέγονε, καὶ τοὺς ἵππους ἀφέντες ὀχήματα ἐλαύνουσι νῦν, ὅθεν ἀνάγκη πᾶσα βραδυτέραν αὐτοῖς γενέσθαι τὴν ἐκεῖσε ἄφιξιν.
 [02082]  Ἄνθρωποι τὸν ἅπαντα χρόνον τοιαύταις συντραφέντες ἀποδημίαις, καὶ τοῦτο ἔργον ἔχοντες ἵππους ἐλαύνειν διηνεκῶς, νῦν ὑπ' αὐτῆς τῆς ἱππασίας συντριβέντες ὑστέρησαν, καὶ γέγονεν ἀπ' ἐναντίας τοῖς τοῦ Ἰωνᾶ πράγμασι τὰ συμβάντα νῦν.
 [03330]  ἄνθρωπος δὲ ὑποζεύξας ἵππους ἐκ διαδοχῆς πολλοὺς, καὶ δισχιλίους δυνήσεται σταδίους διανύσαι.
 [05355]  Εἶτα καὶ τὴν ἀποστασίαν δηλῶν, Καὶ ἀποστήσεται, φησὶν, ἀπ' αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν.
 [06127]  ἀλλ' ἐπειδὴ σχολαιότερον ἐβάδιζεν, ἕτερόν τινα τῶν ἵππους ἐλαύνειν εἰδότων ἠξίωσε προλαβεῖν, καὶ κομίσαι τῇ πόλει τὰ εὐαγγέλια ὥστε μὴ τῇ μελλήσει τῆς ἐπανόδου τῆς ἑαυτοῦ τὴν ἀθυμίαν ἐπιταθῆναι.
000-00-00 Serial Number=0003030539
Adversus Judaeos Ante [Go Back]  
 [00902]  Καὶ γὰρ ἐκεῖνοι πρὸ τοῦ καιροῦ τῆς μάχης καὶ θώρακα ἀποσμήχουσι, καὶ ἀσπίδα περισκοποῦσι, καὶ χαλινοὺς παρασκευάζουσι, καὶ ἵππους τρέφουσι μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὰ ἄλλα πάντα εὖ διατίθενται.
 [01158]  Οὕτω γοῦν καὶ κύνας καλεῖ, καὶ ἵππους θηλυμανεῖς, οὐκ ἐπειδὴ πρὸς τὴν φύσιν ἐκείνων μετέπεσαν, ἀλλ' ἐπειδὴ τὴν τῶν ζώων τούτων λαγνείαν ἐδίωκον.
000-00-00 Serial Number=0682539880
Commentarius in Job Ante [Go Back]  
 [00142]  οὐχ ὁρᾷς ἐνταῦθα ἵππους, οὐδὲν ἀλαζονικόν, οὐδὲν φιλότιμον, οὐδὲν μειρακιῶδες, ἀλλὰ πάντα χρήσιμα.
 [00315]  καὶ τοῦτο σημαίνει, ὅτι τὴν οἰκονομίαν εἰσὶν ἐγκεχειρισμένοι τῆς οἰκουμένης τοῦτο γάρ ἐστι παρεστάναι ἐνώπιον τοῦ κυρίου , ὥσπερ ὁ Ζαχαρίας τοὺς ἵππους φησὶν ἑωρακέναι τὸ ὀξὺ καὶ ταχὺ τῶν δυνάμεων αἰνιττόμενος.
000-00-00 Serial Number=0569976211
De Lazaro et divite Ante [Go Back]  
 [00087]  Ἐνταῦθα γὰρ πάντα καταλιμπάνει, τοὺς δούλους, τοὺς ὑπασπιστὰς, τοὺς ὑπηρέτας, τοὺς παρασίτους, τοὺς κόλακας, τὰ ὀχήματα, τοὺς χρυσοχαλίνους ἵππους, τὰ βαλανεῖα, τὰ χωρία, τοὺς χρυσωρόφους οἴκους, τὰ ἐψηφωμένα ἐδάφη, τὴν βασιλείαν, τὴν ἐξουσίαν, τὴν δεσποτείαν, πάντα ἐνταῦθα καταλιμπάνει, καὶ γυμνὸς ἀπέρχεται.
000-00-00 Serial Number=0317274153
De circo Ante [Go Back]  
 [00016]  Ἐπεβίβασεν γὰρ εἰς θάλασσαν τοὺς ἵππους αὐτοῦ ταράττοντας ὕδατα πολλὰ, καὶ καταστρέφοντας τὰ ἅρματα τοῦ νοητοῦ Φαραὼ, καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν.
 [00017]  Ἔχει δὲ καὶ πάριππον ἄγγελον τὸν καταδιώκοντα καὶ παρασκοτοῦντα τοὺς ἵππους τοῦ ἐχθροῦ σου.
000-00-00 Serial Number=0284059525
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00041]  Μετὰ δὲ τὸ πολὺ δαπανῆσαι χρυσίον καὶ ἀργύριον, ἵππους, ἱμάτια, παῖδας καὶ πάντα ἐκεῖνα καὶ κενῶσαι πολλὰς οὐσίας, παραπέμπουσι πάλιν αὐτὸν μετὰ πολλῆς τῆς εὐφημίας, τοσοῦτοι μέντοι οὐκέτι·
000-00-00 Serial Number=0445165813
De jejunio sermones 1 Ante [Go Back]  
 [00221]  Ὁ αὐτὸς νηστεύσας πυρίνους ἵππους ἡνίαις χαλινώσας, φλογίνῳ ἅρματι εἰς οὐρανοὺς ἡνιόχησε.
000-00-00 Serial Number=0714959741
De paenitentia sermo 1 Ante [Go Back]  
 [00280]  ποσάκις τοῦ καλυβίου με ἐξηλάσατε παγετοῦ ἐπικειμένου, καὶ τοὺς ἵππους ὑμῶν ἐνῳκίσατε, καὶ οὐκ ἐνεθυμήθητε, ὅτι οὐ διὰ κύνας καὶ ἵππους ἐγὼ ἐσταυρώθην, καὶ τὸ αἷμά μου ἐξέχεα;
000-00-00 Serial Number=0833739579
De paenitentia sermo 2 Ante [Go Back]  
 [00257]  Τοὺς κύνας ἐτρέφετε, τοὺς ἵππους ἐθεραπεύετε, τῶν κτηνῶν ἐπεμελεῖσθε καὶ ἐπεβλέπετε ὄνους, καὶ χοίρους καὶ πρόβατα ἐμεριμνᾶτε·
000-00-00 Serial Number=0130415201
De perfecta caritate Ante [Go Back]  
 [00209]  καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον, ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων καὶ ὄχημα λιθοκόλλητον, καὶ πέταλα τούτῳ περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς.
000-00-00 Serial Number=0968842924
De sacerdotio Ante [Go Back]  
 [01508]  δεικνύτω δὲ ἔτι παρὰ τοῖς ἐναντίοις καὶ πετομένους ἵππους διά τινος μαγγανείας καὶ ὁπλίτας δι' ἀέρος φερομένους καὶ πάσης γοητείας δύναμίν τε καὶ ἰδέαν.
 [01509]  Καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφοράς, τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος, ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάρρους, τῶν πιπτόντων τὰς οἰμωγάς, τῶν ἑστώτων τοὺς ἀλαλαγμούς, τῶν κειμένων τοὺς σωρούς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας καὶ βραχίονας καὶ τράχηλον καὶ κνημῖδα καὶ στῆθος διακοπέν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον.
000-00-00 Serial Number=0205695987
De sanctis martyribus [1] Ante [Go Back]  
 [00012]  Ποία γὰρ ἡδονὴ τρέχοντας εἰκῆ καὶ ἁπλῶς ἵππους ἰδεῖν;
000-00-00 Serial Number=0426228106
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00974]  καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβαλόντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι, οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον καὶ ζυγῷ νηστείας.
 [03456]  Καὶ γὰρ ἐν ταῖς ἱπποδρομίαις οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου κροτοῦντος, καὶ μυρίας εὐφημίας καταχέοντος, οὐκ ἐπιστρέφονται, οὔτε ἡδονήν τινα ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι, τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσας δοξάσῃ.
 [06076]  Ἀλλ' ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων, [63.752] καὶ ὄχημα χρυσοκόλλητον καὶ πέταλα τούτῳ περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς·
000-00-00 Serial Number=0408857822
Expositiones in Psalmos Ante [Go Back]  
 [03372]  Καὶ γὰρ ἵππους ἔχων, καὶ στρατόπεδα, καὶ μυρία ὅσα, πάντα ἐκεῖνα ἀφεὶς, τὴν ἄνωθεν ἐπισπᾶται ῥοπὴν, καὶ αὐτῷ τὴν σωτηρίαν ἀνατίθησιν.
 [05135]  Καὶ γὰρ ἵππους ἔχων, καὶ στρατόπεδα, καὶ μυρία ὅσα, πάντα ἐκεῖνα ἀφεὶς, τὴν ἄνωθεν ἐπισπᾶται ῥοπὴν, καὶ αὐτῷ τὴν σωτηρίαν ἀνατίθησιν.
 [06416]  Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἢ ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας καὶ ἵππους χρυσοχαλίνους, μηδὲν πάθῃς ὑπὸ τῆς φαντασίας ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν·
000-00-00 Serial Number=0215790451
Fragmenta in Proverbia Ante [Go Back]  
 [01774]  Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου.
000-00-00 Serial Number=0468027234
In Acta apostolorum Ante [Go Back]  
 [00202]  οὐδὲ ἵππους προπηδᾷν τῆς βαλβῖδος, ἕως ἂν τὸν ἡνίοχον λάβωσιν·
 [09746]  Ὅτι εἰ ἐλέφαντας καὶ ἵππους ἀγρίους ἄγχομεν σπουδάζοντες, πολλῷ μᾶλλον τὰ πάθη τὰ ἐν ἡμῖν.
 [09999]  Εἴπω καὶ ἕτερον, ἵππους ἀγρίους καὶ ἀνημέρους λαβόντες, λακτίζοντας καὶ δάκνοντας, ἐν βραχεῖ χρόνῳ οὕτω παιδεύουσιν οἱ ἔμπειροι, ὡς τὸν ἐπιβάτην τρυφᾷν τὸν ἐπικαθήμενον τῷ τῆς βαδίσεως εὐτάκτῳ·
 [09999]  τοὺς ἵππους ὅταν συναρπάσωσι τὸν ἐπιβάτην, συνενδιδόντα, καὶ οὐ καθέλκοντα, ἵνα μὴ αὐτομάτως κενώσῃ τὴν δύναμιν;
000-00-00 Serial Number=0879712880
In Ecclesiasten Ante [Go Back]  
 [00620]  εἶδον δούλους ἐφ' ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0576967955
In Isaiam Ante [Go Back]  
 [00833]  Καὶ ποῖον ἔγκλημα τοῦτο, ἴσως εἴποι τις ἄν, τὸ χρήματα ἔχειν καὶ ἵππους κεκτῆσθαι καὶ μάλιστα ἐπὶ τῆς γενεᾶς ἐκείνης, ὅτε οὐ πολλὴ φιλοσοφίας ἦν ἀκρίβεια;
000-00-00 Serial Number=0375766695
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00155]  Εἶδες πολλάκις εἰκόνα βασιλικὴν κυανῷ κατακεχρωσμένην χρώματι, εἶτα τὸν ζωγράφον λευκὰς περιάγοντα γραμμὰς, καὶ ποιοῦντα βασιλέα, καὶ θρόνον βασιλικὸν, καὶ ἵππους παρεστῶτας, καὶ δορυφόρους, καὶ πολεμίους δεδεμένους καὶ ὑποκειμένους.
000-00-00 Serial Number=0245178580
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03130]  Ὅταν γὰρ παῖδας σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, ἵππους χρυσοφοροῦντας, ἀνθρώπους καλλωπιζομένους πολυτελέσιν ἐσθήμασιν ἴδῃ μετ' ἐπιθυμίας ὁ νοσῶν, πολὺς ὁ σκό [61.93] τος καταχεῖται.
 [05212]  ἡνίαι δὲ τὸ σῶμα, συνάγουσαι τοὺς ἵππους πρὸς τὸν ἡνίοχον.
 [09999]  κἂν στρατόπεδα εἴπῃς, κἂν χρήματα, κἂν ἵππους, κἂν τείχη, κἂν ὅπλα, κἂν ὁτιοῦν, οὐδὲν ἴσον μακρο-θυμίας ἐρεῖς.
000-00-00 Serial Number=0027018607
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02942]  Τοὺς δὲ μὴ τοιούτους, κἂν νοῦ μετέχωσι, κἂν μυριάκις ἐπιστήμης ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ ἀλώπεκας, καὶ λύκους, καὶ εἴ τι τούτων ἀτιμότερον τῶν θηρίων·
 [03977]  ὅταν ἰχθῦς ἀποκλείωσιν ἐν ταῖς αὐλαῖς, ὅταν θηρία τρέφωσιν, ὅταν περὶ κύνας ἠσχόληνται, ὅταν ἵππους κοσμῶσι, καὶ τῶν παίδων οὐχ ἧττον περὶ αὐτοὺς διακέωνται;
000-00-00 Serial Number=0948771477
In epistulam ad Ephesios Ante [Go Back]  
 [02558]  Οὐχ ὁρᾶτε τοὺς βασιλέας, τοὺς ὑπάτους ἐπὶ ζεύγους φερομένους καὶ χρυσοφοροῦντας, καὶ τοὺς δορυφοροῦντας πάντα ἔχοντας χρυσᾶ, χρυσᾶ τὰ δόρατα, χρυσᾶς τὰς ἀσπίδας, χρυσᾶ τὰ ἱμάτια, ἵππους χρυσοφόρους;
 [04702]  Ταῦτα δὴ οὖν τὰ δύο τῆς ψυχῆς εἴδη ῥυθμίσαντες, καὶ ὑποζεύξαντες τῷ λογισμῷ, καθάπερ ἵππους εὐηνίους, τήν τε ἐπιθυμίαν, καὶ τὸν θυμὸν, οὕτως ἐπιστήσωμεν τὸν νοῦν ἡνίοχον, ἵνα καὶ τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως·
000-00-00 Serial Number=0069194019
In epistulam ad Philippenses Ante [Go Back]  
 [02424]  Καὶ ἵππους ἔστιν ἰδεῖν καλλωπιζομένους·
 [03374]  Τῆς γὰρ αὐτῆς τιμῆς τάς τε γυναῖκας ἀξιοῦσι καὶ τοὺς ἵππους, καὶ εἷς ὁ καλλωπισμὸς ἀμφοτέρων·
000-00-00 Serial Number=0988382936
In epistulam ad Romanos Ante [Go Back]  
 [01104]  τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τοὺς οἰκέτας τοὺς μὲν βαρβάρους, τοὺς δὲ εὐνούχους, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ, καὶ τὴν καταμαλακιζομένην ἐν τούτοις ψυχὴν, καὶ τὴν ἀνεσπασμένην ὀφρὺν, καὶ τὰς περιδρομὰς, καὶ τοὺς θορύβους;
 [05573]  Καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος καταβὰς ἄνωθεν, καὶ ὑπόγραψον τὰ περὶ τὸν βασιλέα τὸν παρ' ἡμῖν, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεύγη λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων, καὶ ὀχήματα λιθοκόλλητα, καὶ στρωμνὴν χιονώδη, καὶ πέταλα τοῖς ὀχήμασι περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀμφαλοὺς, καὶ τελαμῶνας ἐκ τούτων πρὸς τὰς ἄντυγας ἄνω διὰ πολλῶν ἐκτεινομένας λίθων, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς.
 [07816]  Καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεμιστηρίους παριστῶντες, οὐδὲν λοιπὸν κοινὸν πρὸς αὐτοὺς ἔχουσι.
000-00-00 Serial Number=0576946557
In illud Ne timueritis Ante [Go Back]  
 [00471]  Τί μοι φέρεις σηρικὰ ἱμάτια, καὶ ἵππους χρυσοχαλίνους, καὶ ἡμιόνους καλλωπιζομένας;
000-00-00 Serial Number=0210364580
In ramos palmarum [2] Ante [Go Back]  
 [00049]  οὐκ ἐπεζήτουν ἵππους καὶ ἅρ ματα·
 [00051]  καὶ τοὺς εὐαγγελιστὰς καθά περ ἵππους παρακολουθοῦντας αὐτῷ γινώσκοντες, πει σθέντες τῷ εἰρηκότι προφήτῃ·
 [00059]  Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου·
000-00-00 Serial Number=0800283849
In ramos palmarum [3] Ante [Go Back]  
 [00051]  ∆ιὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε δεικνύς, ὅτι οὐχ ἵππους οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλ' ὄνῳ κεχρῆσθαι καὶ περαιτέρω μὴ προβαίνειν καὶ πανταχοῦ τῆς χρείας εἶναι.
000-00-00 Serial Number=0497506022
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01141]  Ἐποίησε δὲ αὐτῷ ἅρματα καὶ ἵππους Ἀβεσσαλὼμ, καὶ τοὺς ἐρχομένους κρίνεσθαι μετὰ πολλῆς ἀποδεχόμενος τιμῆς, ἐπῄνει μὲν ὡς δίκαια λέγειν ἔχοντας, ἐλέει δὲ ὡς οὐδενὸς ὄντος τοῦ ἀμῦναι δυναμένου, καὶ ἔλεγε·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»