Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἴδωσιν [85]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἴδωσιν


000-00-00 Serial Number=0700893044
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00239]  Καθάπερ γὰρ οἱ τὰ μέταλλα ἐργαζόμενοι ἢ καὶ ἑτέραν τινὰ τίνοντες κόλασιν ταύτης χαλεπωτέραν, ὅταν ὑπὸ τῶν πολλῶν μόχθων ἐκείνων καὶ τῆς πικροτάτης ζωῆς ἀπονυστάξαντες ἴδωσιν ἐν τρυφαῖς καὶ εὐθηνίαις ἑαυτούς, οὐδεμίαν μετὰ τὸ διεγερθῆναι τοῖς ὀνείρασιν ἴσασιν χάριν·
 [00386]  Εἰ γὰρ καὶ μὴ ποταμὸς εἵλκετο πυρός, μηδὲ ἄγγελοι παρειστήκεισαν φοβεροί, μόνον δὲ καλούμενοι τῶν ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐθαυμάζοντο, οἱ δὲ παρεπέμποντο ἀτιμῶς, ἵνα μὴ ἴδωσιν τὴν δόξαν τοῦ θεοῦ, καὶ τοῦτο μόνον ἡ κόλασις ἦν, ἆρα οὐκ ἂν πάσης γεέννης πικρότερον ἡ ἐκ τῶν τοσούτων ἔκπτωσις ἀγαθῶν τὰς τῶν ἀπεστερημένων ἔδακνεν ψυχάς;
000-00-00 Serial Number=0627892792
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01108]  Καὶ γὰρ ὅταν ἴδωσιν ἀδικουμένους, λοιδορουμένους, δεσμωτήριον οἰκοῦντας, ἐπηρεαζομένους, ἐπιβουλευομένους, ἀποτεμνομένους, καιομένους, καταποντιζομένους καὶ μηδενὶ τῶν δεινῶν εἴκοντας, ἐννόησον ὅσον ἔχοντες θαῦμα τῶν παραδόξων τούτων ἀθλητῶν ἀπήρχοντο καὶ οἱ τότε καὶ οἱ νῦν, ὥστε οὐ μόνον οὐκ ἐργάζεται σκάνδαλον τὰ γεγενημένα τοῖς νήφουσιν, ἀλλὰ καὶ πλείονος διδασκαλίας ὑπόθεσις γίνεται.
000-00-00 Serial Number=0492096186
Ad populum Antiochenum Ante [Go Back]  
 [02925]  Λαμψάτω γὰρ, φησὶν, ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
000-00-00 Serial Number=0651378095
Adversus Judaeos Ante [Go Back]  
 [00266]  Ὅταν γὰρ ἴδωσιν ὑμᾶς τοὺς προσκυνοῦντας τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, τὰ ἐκείνων διώκοντας καὶ σεμνοποιοῦντας, πῶς οὐχ ἡγήσονται ἄριστα αὐτοῖς ἅπαντα πεπράχθαι, καὶ οὐδενὸς ἄξια εἶναι τὰ ἡμέτερα, ὅταν οἱ πρεσβεύοντες αὐτὰ καὶ θεραπεύοντες ὑμεῖς, πρὸς τοὺς καθαιροῦντας αὐτὰ τρέχητε;
000-00-00 Serial Number=0855356097
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00243]  οὕτω καὶ οὗτοι τότε μάλιστα μαίνονται, σφοδρότερόν τε αὐτῇ καὶ ἀγριώτερον ἐναλλόμενοι, ὅταν μάλιστα αὐτῇ παραχρήσωνται κατακεντοῦντες πάντοθεν καὶ δάκνοντες, καὶ τὸν οἰκεῖον εἰς αὐτὴν ἐκχέοντες ἰὸν, καὶ οὐ πρότερον διαλιμπάνοντες, ἕως ἂν εἰς τὴν οἰκείαν μεταστήσωσιν ἕξιν, ἢ τοῦ σώματος ἴδωσιν ἀποδυθεῖσαν αὐτήν.
 [00634]  Εἰ γὰρ ταπεινοὶ καὶ ἐκ ταπεινῶν ὄντες τινὲς ἀγροίκων υἱοὶ καὶ χειροτεχνῶν, ἐπὶ τὴν φιλοσοφίαν ταύτην ἐλθόντες, οὕτως ἐγένοντο τίμιοι πᾶσιν, ὡς μηδένα τῶν ἐν τοῖς μεγάλοις ὄντων ἀξιώμασιν αἰσχυνθῆναι πρὸς τὸ καταγώγιον τούτων ἐλθεῖν, καὶ λόγων μετασχεῖν καὶ τραπέζης, ἀλλ' ὥσπερ μεγάλων τινῶν ἀγαθῶν, ὅπερ οὖν καὶ ἔστιν, ἀπολαύσαντας οὕτω διατεθῆναι, πολλῷ μᾶλλον, ὅταν ἀπὸ λαμπροῦ μὲν ὁρμώμενον γένους, λαμπρᾶς δὲ οὐσίας, τοσούτων δὲ ἐλπίδων, πρὸς ἐκείνην ἴδωσιν ἐλθόντα τὴν ἀρετὴν, τοῦτο ἐργάσονται.
 [00740]  Ἀλλ' ὀνειδίζουσί σε πατέρες πολλοὶ υἱοὺς ἔχοντες ἐν τῷ παρόντι στρεφομένους βίῳ, καὶ δακρύουσί σε, ὅταν ἴδωσιν ἕτεροι καὶ γελῶσιν ἄλλοι.
 [01520]  καὶ τοῦτο αὐτοὶ οἱ γεγεννηκότες συνομολογήσαιεν ἂν, οἳ τοὺς υἱεῖς ὅταν ἴδωσιν εἰς ἔσχατον κακίας ἐλαύνοντας, ὡς οὐκ ὄντας αὐτῶν ἐκβάλλουσι καὶ ἀπαλλοτριοῦσι, καὶ οὔτε φύσις, οὔτε γέννησις, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν κατασχεῖν αὐτοὺς δύναιτ' ἄν.
000-00-00 Serial Number=0385450900
Commentarius in Job Ante [Go Back]  
 [01074]  ἵνα, ὅταν ἴδωσιν αὐτὴν μεταβαλλομένην καὶ βελτίω γεγενημένην καὶ εὔπαιδα καὶ πολύπαιδα, μὴ ἀπιστῶσιν αὐτῆς τῇ προτέρᾳ συμφορᾷ οἱ καὶ μισθὸν αὐτῇ τῶν μόχθων παρεσχηκότες.
000-00-00 Serial Number=0806580067
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00004]  ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομένους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται.
000-00-00 Serial Number=0196451843
De Maccabeis Ante [Go Back]  
 [00009]  Καθάπερ γὰρ λῄσταρχοι καὶ τυμβωρύχοι ἐπειδὰν ἴδωσιν ὅπλα που κείμενα βασιλικὰ, θώρακα, καὶ ἀσπίδα, καὶ κράνος, χρυσῷ πάντα καταλαμπόμενα, ἀποπηδῶσιν εὐθέως, καὶ οὐδὲ προσελθεῖν, οὐδὲ ἅψασθαι τολμῶσι μέγαν ὑφορώμενοι κίνδυνον, εἴ τι [50.618] τοιοῦτον τολμήσαιεν·
000-00-00 Serial Number=0004558682
De Melchisedech Ante [Go Back]  
 [00006]  Καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν τὴν γῆν ἀφέντες, ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσιν, καὶ οὐδὲν ἕτερον ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδινίᾳ κατέχονται, καὶ περιφέρεσθαι αὐτοῖς τὸ πλοῖον κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης.
000-00-00 Serial Number=0834571660
De cruce et latrone Ante [Go Back]  
 [00101]  [14] Συσταυροῦσι δὲ αὐτῷ καὶ λῃστὰς, οὐ λῃστὰς μισοῦντες, λῃστῶν γὰρ ἦσαν κοινωνοί, ἀλλὰ τῇ κοινωνίᾳ τῶν λῃστῶν τὸν δεσπότην ὑβρίζοντες καὶ ἵνα ἴδωσιν οἱ παρόντες ὅτι δι' ἔγκλημα κακίας κρίνεται·
000-00-00 Serial Number=0019032240
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01068]  Ὅταν γὰρ ἴδωσιν αὐτὸν αἵματι πεφυρμένον καὶ τραύματα περιφέροντα, καὶ μηδὲ οὕτω παραχωροῦντα τοῖς ἐχθροῖς, ἀλλ' ἑστῶτα γενναίως, καὶ δόρυ σείοντα, καὶ βάλλοντα τοὺς ἐναντίους, καὶ πρὸς τὰς ἀλγηδόνας οὐκ ἐνδιδόντα, μετὰ πλείονος παρατάττονται καὶ αὐτοὶ τῆς προθυμίας·
000-00-00 Serial Number=0129651964
De mansuetudine sermo Ante [Go Back]  
 [00016]  Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐπιεικείᾳ χαίροντα, καὶ πράως ἅπασι προσφερόμενον, περὶ πολλοῦ ποιοῦνται καὶ θαυμάζουσι, πατέρα μᾶλλον ἢ δεσπότην τὸν κεκτημένον νομίζοντες.
000-00-00 Serial Number=0743288398
De mutatione nominum Ante [Go Back]  
 [00139]  ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος καὶ δεικνύουσιν·
000-00-00 Serial Number=0253392279
De negatione Petri Ante [Go Back]  
 [00217]  Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας.
000-00-00 Serial Number=0107541084
De paenitentia [1] Ante [Go Back]  
 [01413]  κἂν ἴδωσιν ὀφθαλμοὺς νοσοῦντας, τὸ πονηρὸν ῥεῦμα ἄνωθεν ἀπὸ τῶν κροτάφων ἀναστέλλουσιν·
000-00-00 Serial Number=0079213321
De precatione [1] Ante [Go Back]  
 [00099]  Ἂν μὲν οὖν ἴδωσιν ἡμᾶς πεφραγμένους ταῖς προσευχαῖς, ἀποπηδῶσιν εὐθέως, ὥσπερ λῃσταὶ καὶ κακοῦργοι, πρὸς τῇ κεφαλῇ τοῦ στρατιώτου ξίφος ὁρῶντες κρεμάμενον.
000-00-00 Serial Number=0499340653
De prophetiarum obscuritate Ante [Go Back]  
 [00395]  Καὶ γὰρ ἐκεῖνοι μὲν οἱ ἰχθύες, ὅταν ἴδωσιν ἐμβληθέντα τὰ θήρατρα, εὐθέως ἀποπηδῶσι καὶ ἐξάλλονται·
000-00-00 Serial Number=0421026528
De sacerdotio Ante [Go Back]  
 [00648]  Καὶ καθάπερ οἱ φιλάργυροι τῶν παίδων βαρύνονται τὸ τῶν πατέρων γῆρας, οὕτω καὶ τούτων τινές, ὅταν ἴδωσιν εἰς μακρὸν παραταθεῖσαν τὴν ἱερωσύνην χρόνον, ἐπειδὴ ἀνελεῖν οὐκ εὐαγές, παραλῦσαι σπεύδουσιν αὐτὸν τῆς ἀρχῆς, πάντες ἀντ' ἐκείνου γενέσθαι ἐπιθυμοῦντες καὶ εἰς ἑαυτὸν ἕκαστος μεταπεσεῖσθαι τὴν ἀρχὴν προσδοκῶντες.
000-00-00 Serial Number=0547265291
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00125]  κἂν ἴδωσιν ἡμᾶς οὕτω χορεύοντας, γελῶντας, βοῶντας, μεθύοντας, τὰ ἔσχατα καταγνόντες ἡμῶν ἀπελεύσονται.
000-00-00 Serial Number=0182159841
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00072]  Καὶ ἔσται ὡς ἄν σε ἴδωσιν οἱ Αἰγύπτιοι, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσι.
000-00-00 Serial Number=0174143672
De virginitate Ante [Go Back]  
 [00808]  Ὅταν γὰρ ἴδωσιν αὐτοὺς συνηθείας τοσαύτης καὶ φιλίας καὶ ὁμιλίας καὶ κοινωνίας τὴν μνήμην οὕτως εὐκόλως ἀπὸ τῆς αὐτῶν ψυχῆς ἐκβάλλοντας, νάρκη τις αὐτοῖς ἀπὸ τούτων καταχεῖται τῶν λογισμῶν καὶ οὐκ ἂν αὐτοὺς μετὰ πάσης προσίοιντο γνησιότητος ὡς εὐκόλους καὶ ἀλλοπροσάλλους.
 [01498]  Κοσμιότης δὲ αὐτῇ τοσαύτη περίκειται ὡς καὶ τοὺς ἀκολάστους αἰσχύνεσθαι καὶ ἐρυθριᾶν καὶ τῆς οἰκείας ἐνδιδόναι μανίας ὅταν πρὸς αὐτὴν ἴδωσιν ἀκριβῶς.
000-00-00 Serial Number=0695689738
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01428]  ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος, καὶ ἐπιδεικνύουσιν·
 [03570]  Ἕως μὲν γὰρ ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται·
 [06581]  ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι.
 [08258]  Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων, ὅτι εἰς Βηθανίαν ἐστὶν ὁ Ἰησοῦς, καὶ ἦλθον, οὐ δι' αὐτὸν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν.
000-00-00 Serial Number=0076058865
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01220]  Εἶδεν ὁ προφήτης, ἵνα μὴ ἴδωσιν οἱ Ἰουδαῖοι.
 [01370]  διὸ προλέγει, ἵν' ὅταν ἴδωσιν οὐ μέχρι τῶν θεμελίων ἀναιροῦντας, μὴ τῆς ἐκείνων φιλανθρωπίας, ἀλλὰ τῆς τοῦ Θεοῦ κωλύσεως εἶναι νομίζωσιν.
000-00-00 Serial Number=0787429512
Fragmenta in Proverbia Ante [Go Back]  
 [01868]  Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά.
000-00-00 Serial Number=0033383489
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00188]  Ὅταν δὲ ἴδωσιν οἱ μεγάλα φυσῶντες τοὺς μαστιζομένους ὑπ' αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους τούτους ἐγγὺς ὄντας Θεοῦ, τότε θρηνήσουσι καὶ ὀλολύξουσιν, ὅταν τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα.
000-00-00 Serial Number=0342823803
In Acta apostolorum Ante [Go Back]  
 [01774]  Ἂν δὲ τὸν ἰατρὸν ἴδωσιν οἱ κάμνοντες, στυγνοὶ καὶ κατηφεῖς γίνονται·
 [09999]  ἔνθα ἂν ἴδωσιν ὃν βούλονται ἀμύνασθαι, εὐθέως ἐπλήγησαν·
 [09999]  Λαμψάτω τὰ ἔργα ὑμῶν, ὅπως ἴδωσιν οἱ ἄνθρωποι, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
000-00-00 Serial Number=0710096121
In Genesim sermones Ante [Go Back]  
 [00164]  Λαμψάτω γὰρ ὑμῶν, φησὶ, τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
 [00606]  Καὶ γὰρ οἱ φιλόπονοι τῶν γεωργῶν ὅταν ἴδωσιν ἄμπελον πολλοῖς μὲν τοῖς φύλλοις κομῶσαν, πολλῷ δὲ τῷ καρπῷ βριθομένην, οὐχὶ τοὺς ἔξωθεν βότρυας ἐκτέμνουσι μόνον, ἀλλὰ καὶ ἐνδοτέρω χωροῦσι τὰ κλήματα ἀνακλῶντες, καὶ τὰ φύλλα ἀναστέλλοντες, ὥστε μηδὲ μικρὰς σταφυλῆς ῥᾶγας ὑπὸ τοῖς πετάλοις κρυπτομένας λαθεῖν.
000-00-00 Serial Number=0408999383
In Joannem Ante [Go Back]  
 [02178]  Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
000-00-00 Serial Number=0847628951
In Lazarum iii Ante [Go Back]  
 [00046]  οὕτω καὶ ὁ ∆εσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς Ἰουδαίοις ἐκ νεκρῶν, τὴν τετραήμερον ἐν νεκροῖς παραθήκην, τὰ τῶν σπαργάνων αὐτῷ, καθάπερ τινὰ σφραγῖδα, συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν, ὡς οὐκ ἄλλος τις, ἀλλ' αὐτὸς, ὃν κατέθεντο.
000-00-00 Serial Number=0113222182
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00042]  καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν·
000-00-00 Serial Number=0009496689
In Psalmum 145 Ante [Go Back]  
 [00012]  ὅταν ἴδωσιν ἑαυτοὺς ἐγγὺς τῶν βραβείων γινομένους, τότε μᾶλλον ἐπιτείνουσι τὸν δρόμον.
000-00-00 Serial Number=0929010570
In Zacchaeum publicanum Ante [Go Back]  
 [00008]  κἂν ἴδωσιν αὐτὴν πόῤῥωθεν, χαίρουσι, καὶ ἐπιτείνονται τὴν πορείαν πρὸς αὐτὴν σπεύδοντες·
000-00-00 Serial Number=0282956719
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00449]  Ὅταν γὰρ ἴδωσιν οἱ μέγα φυσῶντες τοὺς μαστιζομένους ὑπ' αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους, τούτους ἐγγὺς ὄντας αὐτοῦ, δόξα αὐτοῦ γίνεται·
000-00-00 Serial Number=0071154892
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03916]  Ἢ γὰρ κίνδυνον ἀφόρητον περιστήσαντες, ἢ μικραῖς τισι καταγοητεύσαντες ὑποσχέσεσιν, οὓς ἂν ἴδωσιν ὀλίγα τινὰ κεκτημένους, ἔπεισαν τοὺς μὲν προσήκοντας ἅπαντας καὶ πενίᾳ πολλάκις ἀπολλυμένους παραδραμεῖν, αὐτοὺς δὲ ἀντ' ἐκείνων ἐγγράψαι.
 [08266]  καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν ἡ Σάῤῥα πρὸς τοῦτο, ἀλλ' οὐδὲ τὸ στόμα διῆρεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον, οἷον πολλαὶ τῶν γυναικῶν νῦν φθέγγονται, ὅταν ἴδωσιν ἐλαττουμένους ἐν ταῖς τοιαύταις μοίραις τοὺς ἄνδρας τοὺς ἑαυτῶν, καὶ μάλιστα ὑπὸ ἐλαττόνων, ὀνειδίζουσαι καὶ μωροὺς καὶ ἀνοήτους καλοῦσαι καὶ ἀνάνδρους καὶ προδότας καὶ νωθεῖς.
 [09999]  Εἰ γὰρ τοῖς ἀπίστοις σημεῖόν εἰσιν αἱ γλῶσσαι, πῶς λέγει, Ἐὰν ἴδωσιν ὑμᾶς γλώσσαις λαλοῦντας οἱ ἄπιστοι, ἐροῦσιν, ὅτι Μαίνεσθε;
000-00-00 Serial Number=0593950510
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00436]  ὅταν ἀντικείμενον ᾖ μηδὲν, ὅταν ἴδωσιν οἱ δίκαιοι πάντα τὰ μακαριστὰ ἐκεῖνα, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
 [01544]  ἐπεὶ καὶ οἱ πυρέττοντες, κἂν βόρβορον ἴδωσιν, ὡς πηγὰς ἐπιποθοῦσιν·
 [04186]  Ἂν ἴδωσιν ὅτι οὗτος ἄστατος, ἀβέβαιος·
 [04187]  ἂν ἴδωσιν ὅτι μείζων τοῦ πλούτου ἡ ἐλπὶς ἡ παρὰ τοῦ Θεοῦ·
 [04188]  ἂν ἴδωσιν ὅτι καὶ τούτου αὐτοῦ αἴτιος ὁ Θεός.
000-00-00 Serial Number=0050893247
In epistulam ad Colossenses Ante [Go Back]  
 [01355]  Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν τι τῶν οὐ φοβερῶν ἴδωσιν, οἷον ἢ ἔριον, ἢ ἄλλο τι τοιοῦτον, ἐξαίφνης φοβοῦνται·
000-00-00 Serial Number=0541576266
In epistulam ad Ephesios Ante [Go Back]  
 [05017]  Ὅταν γὰρ ἐν τοῖς ἄλλοις ἴδωσιν ἡμᾶς ἐπιεικεῖς, ἐντραπήσονται.
000-00-00 Serial Number=0672493517
In epistulam ad Philippenses Ante [Go Back]  
 [00086]  Ἐὰν γὰρ ἴδωσιν, ὅτι πάντας ἐλεοῦμεν, καὶ ἐκεῖνον ἐπιγραφόμεθα διδάσκαλον, εἴσονται ὅτι αὐτὸν μιμούμενοι τοῦτο πράττομεν.
 [00977]  καὶ ταύτῃ αὐτοὺς παραμυθεῖται, ὅταν ἴδωσιν, ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ.
 [01240]  Ὅταν γὰρ ἴδωσιν, ὅτι μυρία τεχνάζονται, καὶ οὐδὲ πτῦραι ὑμᾶς δύνανται, τεκμήρια λήψονται τῆς ἑαυτῶν ἀπωλείας.
 [04660]  Ἀλλ' ἐπειδὴ πάλιν οἱ εὖ ποιοῦντες, ὅταν ἴδωσιν οὐ διατιθέμενον εὖ τὸν λαμβάνοντα, ἀλλὰ καταφρονοῦντα τῶν διδομένων, ῥᾳθυμότεροι γίνονται·
000-00-00 Serial Number=0908342838
In epistulam ad Romanos Ante [Go Back]  
 [02179]  ἀλλ' ὅμως τὸ χαλεπώτερον ὑπομείναντες πολλοὶ, τὸ εὐκολώτερον τούτου οὐκ ἤνυσαν, ἀλλὰ τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, [60.448] ὅταν Ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ·
 [02390]  ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι.
 [09676]  Ὥστε, εἰ βούλει κἀκεῖνον ἐλευθερῶσαι σκανδάλου, καὶ αὐτὸς μυρίων ἀπολαῦσαι μισθῶν, τὸν βίον διόρθου τὸν σαυτοῦ, καὶ πάντοθεν ἀπολάμπειν ποίει, Ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάζωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς.
000-00-00 Serial Number=0002491653
In epistulam ad Titum Ante [Go Back]  
 [00901]  Ὅταν οὖν ἴδωσιν, ὅτι τὸ γένος τὸ οὕτως αὔθαδες ἡ τοῦ κηρύγματος δύναμις χαλινὸν περιθεῖσα πάντων εἰργάσατο κοσμιώτερον καὶ ἐπιεικέστερον, κἂν σφόδρα πάντων ὦσιν ἀλογώτεροι οἱ δεσπόται, λήψονται ἔννοιαν μεγάλην περὶ τῶν δογμάτων τῶν παρ' ἡμῖν.
000-00-00 Serial Number=0252454877
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00125]  Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
000-00-00 Serial Number=0092836201
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00004]  Οἱ σοφώτατοι τῶν ἰατρῶν ἐπειδὰν ἴδωσιν ἕλκος σιδήρου δεόμενον, ἐπάγουσι μὲν τὴν τομὴν, ἐπάγουσι δὲ οὐκ ἀναλγήτως, οὐδὲ ἀσυμπαθῶς, ἀλλὰ καὶ ἀλγοῦσι καὶ χαίρουσιν αὐτῶν οὐχ ἧττον τῶν τεμνομένων·
 [00809]  Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας.
000-00-00 Serial Number=0238379240
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00111]  ἂν γὰρ ἴδωσιν ἐπικειμένους ἡμᾶς, πάντως βουλήσονται.
000-00-00 Serial Number=0489189088
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00524]  δείκνυμι ἄνθρωπον ἁμαρτίαν οὐ ποιήσαντα, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ, ἵνα καὶ οὗτοι θεαταὶ ὄντες ἔχωσιν ἐλπίδα σωτηρίας, καὶ οἱ ἐπιβουλεύοντες ἀποφύγωσι, καὶ ἴδωσιν ἄνθρωπον μὴ ἔχοντα ἁμαρτίαν.
000-00-00 Serial Number=0611942649
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00185]  πάντες πλουτήσωσιν, πάντες χορεύσωσιν, καὶ ἴδωσιν, ἐπὶ τίσιν ἐμισθωσάμην αὐτούς·
 [00186]  ἴδωσιν, ποίων οἱ πειθό μενοι ἐμοὶ τυγχάνουσιν ἀγαθῶν·
000-00-00 Serial Number=0805632651
In illud Vidi dominum Ante [Go Back]  
 [00447]  Οὐχ ὁρᾷς τοὺς ἡνιόχους, οἳ τῆς πόλεως ἁπάσης ἄνω καθημένης ἐν ταῖς τῶν ἵππων ἁμίλλαις, ἅπαν τοῦ σταδίου παρατρέχοντες τὸ μέρος, ἐκεῖ φιλονεικοῦσι τὰ τῶν ἀντιτέχνων ἅρματα καταστρέφειν, ἔνθα ἂν ἴδωσιν τὸν βασιλέα καθήμενον, καὶ τοσούτων ὄψεων ἕνα νομίζουσιν ἀξιοπιστότερον ὀφθαλμόν;
 [00470]  Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες πειραταί, οὐχ ὅταν ἴδωσιν ἐξιόντα τοῦ λιμένος τὰ πλοῖα, τότε ἐπιτίθενται τί γὰρ αὐτοῖς ὄφελος κενὸν καταδῦσαι τὸ σκάφος;
000-00-00 Serial Number=0976210594
In martyres Aegyptios Ante [Go Back]  
 [00004]  Καὶ καθάπερ ἐπὶ τῆς τῶν ὠνίων εὐετηρίας, ὅταν ἴδωσιν οἱ τὰς πόλεις οἰκοῦντες πλείω τῆς χρείας τῶν οἰκούντων γενομένην τὴν φορὰν, καὶ πρὸς τὰς ἔξω διαπέμπουσι πόλεις, ὁμοῦ τε τὴν παρ' ἑαυτῶν ἐπιδεικνύμενοι φιλοφροσύνην, καὶ πρὸς τῇ τούτων περιουσίᾳ μετ' εὐκολίας ὧν ἂν δέωνται πάλιν ἀντωνούμενοι παρ' ἐκείνων·
000-00-00 Serial Number=0897032917
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00107]  Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἢν οὕτως, ὡς βλέπεις, ἐφύλαξα, ἵν', ὅταν παραγένωμαι πάλιν ἐκ τῶν οὐρανῶν, καὶ καθίσω κριτὴς ζώντων καὶ νεκρῶν, ἴδωσιν οἱ Ἰουδαῖοι τῆς κακῆς αὐτῶν ἐργασίας ἀντιπρόσωπα τὰ ἔργα φαινόμενα, καὶ αὐτοκατάκριτοι γένωνται.
000-00-00 Serial Number=0774397492
In principium Actorum Ante [Go Back]  
 [00439]  ∆ιὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ βάρος.
 [00577]  Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύματα, ἀλλὰ τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
 [01496]  Ἔδει τοίνυν αὐτοὺς ἐξελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χριστός.
 [01499]  Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπον [51.112] τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν.
 [01508]  ∆ιὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ ∆ανιὴλ τοῦ βδελύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ ∆αυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν ∆εσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πατρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν·
000-00-00 Serial Number=0410309136
In resurrectionem domini [1] Ante [Go Back]  
 [00054]  ἵνα ἴδωσιν αἱ γυναῖκες τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος.
000-00-00 Serial Number=0136058092
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00008]  τότε γὰρ μάλιστα τῆς οἰκείας τιμῆς αἴσθησιν λαμβάνουσιν οἱ μάρτυρες, ὅταν τοὺς συνδούλους τοὺς ἑαυτῶν πρὸς τὴν τῶν ἰδίων ἀγαθῶν κοινωνίαν φθάσαντας ἴδωσιν.
 [00012]  Καὶ ἵνα μάθῃς ὅτι τότε μάλιστα αἰ σθάνονται τῶν οἰκείων ἀγαθῶν, ὅταν ἡμᾶς ἴδωσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ μεγίστην τιμὴν τὸ πρᾶγμα ἡγοῦνται, ἄκουσον τοῦ Παύλου λέγοντος·
000-00-00 Serial Number=0745859563
Interpretatio orationis Pater noster Ante [Go Back]  
 [00014]  ἀλλὰ τοῦτο λέγεις, Ἐν ἐμοὶ ἁγιασθήτω τὸ ὄνομά σου, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα μου, καὶ δοξάσωσι τὸν Πατέρα καὶ ποιητήν μου.
000-00-00 Serial Number=0492810130
Laus Diodori episcopi Ante [Go Back]  
 [00021]  εἶτα ἐπειδὰν ἴδωσιν ἐλάττω τὴν παιδικὴν οὖσαν κο ρυφὴν τοῦ στεφάνου, αὐτῷ τούτῳ τῷ περιθεῖναι ἁπλῶς καὶ ὡς ἔτυχε πληροφορηθέντες, λαβόντες λοι πὸν ἑαυτοῖς περιτίθενται.
000-00-00 Serial Number=0710393488
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00122]  Ἐπειδὰν ἴδωσιν ἄνεμον προσιόντα σφοδρὸν, τὸν δάκτυλον ἐπιθέντες τῇ ὀπῇ τοῦ λύχνου ἀποτειχίζουσι τῷ πνεύματι τὴν εἴσοδον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»