Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἡλικίαν [123]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἡλικίαν


000-00-00 Serial Number=0310802579
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00587]  Τί οὖν, φησὶν, ὅταν πρὶν ἐλθεῖν εἰς τὴν ἡλικίαν τὴν διαγνωστικὴν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων, ὡς μεγάλα ἠδικηκότες τινὲς κολάζονται;
 [00603]  Τί οὖν ταῦτα, φησὶ, πρὸς τοὺς ἐν συμφοραῖς ἅπασαν τὴν πρώτην τραφέντας ἡλικίαν, καὶ πρὶν ἐλθεῖν ἐπὶ τὸ διαγινώσκειν ἀγαθὸν ἢ κακὸν, ἀποπνεύσαντας;
 [00918]  Οὐδὲ γὰρ ὁ μακάριος Μωϋσῆς ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ἡμῖν ἔγραψεν, ἀλλὰ πᾶσαν τὴν ἡλικίαν ταύτην ἀφεὶς, ἀπὸ τῶν μετὰ ταῦτα πεποίηται τοῦ διηγήματος τὴν ἀρχήν.
 [01107]  Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος ἦν γὰρ ἄπλαστος οἰκῶν οἰκίαν καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντὸς, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακείμενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον;
 [01125]  ὅταν δέ τις παρὰ τοῖς ὁμοτίμοις τὰ τῶν οἰκετῶν ὑπομένειν ἀναγκάζηται, καὶ ταῦτα μηδέποτε τοῦ πράγματος πεῖραν λαβὼν, ἀλλ' ἐν ἐλευθερίᾳ καὶ τρυφῇ τὴν πρώτην ἅπασαν ἡλικίαν διαγαγὼν, ἀφόρητον γίνεται τὸ δεινόν·
 [01234]  καὶ ὁ μὲν τὴν πρώτην ἡλικίαν ἅπασαν ἐν ἀφθονίᾳ ἐτρέφετο καὶ ἀνέσει πολλῇ, ὁ δὲ ἐπὶ τῆς ἀλλοτρίας καὶ ἔτι παιδίον ὢν τὰς τῆς ὁδοιπορίας φέρειν ἠναγκάζετο ταλαιπωρίας.
 [01293]  Οὗτος γὰρ ὁ πάντων πραότατος τῶν ἐπὶ τῆς γῆς τίκτεται μὲν τῶν οἰκείων πραττόντων κακῶς, ἀλλοτριωθεὶς [47.472] δὲ τῶν τεκόντων αὐτὸν, καὶ τοὺς γεννησαμένους ἀγνοήσας πᾶσαν τὴν πρώτην ἡλικίαν ὑπὸ βαρβάρων ἀνδρῶν ἀνατρέφεται·
000-00-00 Serial Number=0009589970
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00588]  Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ' ὅσην ἄν τις τῶν θαυμαστῶν καὶ μεγάλων ἀνδρῶν.
000-00-00 Serial Number=0212727308
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00146]  Πολλοῖς δὲ οὐδὲ ἀπολαῦσαι ὑπὲρ ὧν ἐπόνεσαν συνέβη, ἀλλὰ τὴν πρώτην ἡλικίαν πόνοις καὶ κινδύνοις ἀναλώσαντες, ἡνίκα ἤλπισαν ἀπολήψεσθαι τοὺς μισθούς, ἀπῆλθον οὐδὲν ἔχοντες μεθ' ἑαυτῶν.
 [00154]  καὶ καθ' ἑκάστην ἡλικίαν διάφοροι φροντίδες ὑπὲρ αὐτῶν.
000-00-00 Serial Number=0392316759
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00483]  Οὐκ εἶπε τὴν νέκρωσιν Σάρρας ἁπλῶς, ἵνα μὴ τὴν ἡλικίαν ὑποπτεύσῃς μόνον, ἀλλὰ καὶ αὐτῆς μήτρας τὴν νέκρωσιν, τὴν οὐκ ἀπὸ χρόνων μόνον, ἀλλὰ καὶ ἀπὸ φύσεως γεγενημένην·
000-00-00 Serial Number=0424044013
Ad populum Antiochenum Ante [Go Back]  
 [00092]  Καθάπερ γὰρ μόσχος ταύρῳ συμβεβλημένος, οὕτω τὸν ζυγὸν εἷλκε μετ' αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης, καὶ οὐδὲν ἠλαττοῦτο διὰ τὴν ἡλικίαν, ἀλλ' ἡ προθυμία ἁμιλλᾶσθαι τοῖς τοῦ διδασκάλου πόνοις αὐτὸν παρεσκεύαζε.
 [01059]  Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὴν ἄωρον ἡλικίαν καλεῖ πρὸς ἱκετηρίαν;
 [02760]  καὶ ἡ στερεὰ τροφὴ χρήσιμος, ἀλλ' οὐδεὶς ἡμῖν ἐν ἀρχῇ μεταδίδωσιν αὐτῆς, ἀλλ' ἐπειδὰν τὴν παιδικὴν ἐξέλθωμεν ἡλικίαν·
 [04697]  ὅταν εἰς διδασκαλεῖον πέμπωσι τὰ παιδία, παιδαγωγοὺς ἐφιστῶσι, πληγὰς ἀπειλοῦσι, φόβον ἐπιτειχίζουσι, καὶ ἐπειδὰν τὴν προτέραν ἡλικίαν οὕτως ἀγάγωσι, τότε ἐν ἕξει γενομένοις αὐτοῖς τιμὰς καὶ δυναστείας καὶ τρυφὴν καὶ τὸν αὐτῶν πλοῦτον ἅπαντα ἐγχειρίζουσιν.
 [05944]  οὐχ ὑπελογίσατο τὴν ἡλικίαν, καὶ καθάπερ νέος καὶ σφριγῶν, οὕτω μετ' εὐκολίας διέδραμε τὴν μακρὰν ταύτην ὁδόν·
000-00-00 Serial Number=0804875433
Ad viduam juniorem Ante [Go Back]  
 [00043]  Τῶν γὰρ παρακαθημένων αὐτῷ πυνθανόμενος, οἷα εἴωθε, τίνος εἴην ἐγώ, καί τινος εἰπόντος ὅτι χήρας γυναικός, ἐμάνθανε παρ' ἐμοῦ τήν τε ἡλικίαν τῆς μητρὸς καὶ τῆς χηρείας τὸν χρόνον.
000-00-00 Serial Number=0671841621
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00882]  οἱ παῖδες δὲ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ ἂν εἶεν δίκαιοι κολάζεσθαι μόνον.
 [01248]  θῶμεν αὐτοὺς καὶ εἰς ἄνδρας τελέσειν, τίς ἐγγυήσεται τὴν προτέραν ἅπασαν ἡλικίαν;
 [01349]  Ἦ γὰρ ἂν ἡμῖν ἡ θήρα πλείων ἐγένετο, καὶ διὰ τὸν βίον, καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν συνεχῆ διατριβὴν, τῶν τοιούτων δυναμένων τοὺς ἡλικιώτας θηρᾷν.
 [01586]  Σὺ δὲ οἷς ὁ πόλεμος χαλεπώτερος καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν ἀσθένειαν, καὶ διὰ τὴν ἀπειρίαν,
 [01592]  Ὁ μὲν γὰρ πρὸς τῷ τέλει τοῦ βίου τῆς φιλοσοφίας ἁψάμενος ταύτης, πάντα ἀναλίσκει τὸν χρόνον, ἵνα δυνηθῇ τὰ γενόμενα κατὰ τὴν ἔμπροσθεν ἡλικίαν ἁμαρτήματα ἀπονίψασθαι, καὶ πᾶσα εἰς τοῦτο ἡ σπουδὴ δαπανᾶται·
000-00-00 Serial Number=0730061710
Catecheses ad illuminandos Ante [Go Back]  
 [00904]  Τίς αὐτοῖς συγγνώμης μεταδώσει, ὅταν μὴ μόνον αὐτοὶ πολλὴν ἐκ τῆς τοσαύτης ῥᾳθυμίας τὴν βλάβην δέχωνται ἀλλὰ καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γίνωνται, καὶ μήτε ὁ γέρων εἰς ἔννοιαν λαμβάνῃ τῆς ἡλικίας τὸν χρόνον, τῆς τελευτῆς τὴν ἔξοδον, τοῦ φορτίου τῶν ἤδη ἡμαρτημένων τὸ μέγεθος, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὔξῃ τὰ πλημμελήματα καὶ τοῖς νέοις τὴν ἡλικίαν.
 [00995]  Ἔστιν οὖν καὶ γέροντα ὄντα κατὰ τὴν τοῦ σώματος ἡλικίαν νέον εἶναι καὶ νεοφώτιστον κατὰ τὴν τῆς χάριτος ἀκμήν, καὶ νέον ὄντα κατὰ τὸ σῶμα γεγηρακέναι κατὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος.
000-00-00 Serial Number=0515545487
Commentarius in Job Ante [Go Back]  
 [00737]  τὴν ἡλικίαν ἐννοῆσαι χρὴ τῶν παίδων, τὴν ἀρετὴν τῆς ψυχῆς, τὸ τῆς τιμωρίας ὠμόν.
 [03743]  «καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ' ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ θεοῦ;» ἐπὶ τὴν ἡλικίαν κατέφυγε καὶ «προσδοκῶν», φησίν, «παρ' ὑμῶν γενναῖόν τι καὶ θαυμαστὸν λέγεσθαι».
000-00-00 Serial Number=0466162026
Contra ludos et theatra Ante [Go Back]  
 [00055]  Γέροντες πολιὰς κατῄσχυνον, καὶ νέοι τὴν νεότητα κατεκρήμνιζον, καὶ πατέρες παῖδας ἀνῆγον, ἐκ προοιμίων τὴν ἀπειρόκακον ἡλικίαν εἰς τὰ τῆς πονηρίας ἐμβιβάζοντες βάραθρα, ὥστε οὐκ ἄν τις ἁμάρτοι παιδοκτόνους ἀντὶ πατέρων τοὺς τοιούτους ἀποκαλῶν, καὶ τῇ κακίᾳ τὴν ψυχὴν ἀπολλύντας τῶν τεχθέντων.
000-00-00 Serial Number=0130608797
Contra theatra Ante [Go Back]  
 [00297]  Οὐκ ἐχάλασεν αὐτὸν πρὸς δάκρυα τοῦ παιδὸς ἡ φωνὴ, οὐκ ὠλοφύρατο τὴν ἡλικίαν τοῦ νέου ἀναισθητοῦσαν τῆς οἰκείας σφαγῆς, ἀλλ' ἔμεινε διαπαντὸς ἄτρωτος καὶ ἀδαμάντινος, τῆς πατρικῆς διαθέσεως ἐκλαθόμενος.
 [00335]  Οὗτός ἐστι, δέσποτα, οὐχ ἡ θυσία, ἀλλ' ὑπὲρ οὗ πολλαὶ θυσίαι, ὑπὲρ οὗ πολλαὶ δεήσεις πρὸς τὸν Θεὸν, εἰς ἀνδρῶν ἡλικίαν ἐλθεῖν, καὶ τοιαύτην ἀγαγέσθαι κοινωνὸν τοῦ βίου, οἵα κατὰ ἀρετὴν ἡ τούτου τυγχάνει μήτηρ, δίχα μέντοι τῆς στειρώσεως.
 [00371]  Τάχα γὰρ ἂν ἐφείσατο καὶ πολέμιος, τοῦ νέου τὴν μορφὴν, τὴν ἡλικίαν αὐτοῦ κατελεήσας.
000-00-00 Serial Number=0275879323
De Anna i Ante [Go Back]  
 [00264]  Οὐδὲν γὰρ οὕτω τὴν ἡλικίαν ἐκείνην κοσμεῖν πέφυκεν, ὡς ὁ τῆς σωφροσύνης στέφανος, καὶ τὸ πάσης ἀσελγείας καθαρεύοντα πρὸς γάμον ἐλθεῖν.
 [00553]  χαλεπὸς γὰρ οὗτος ὁ πόλεμος, καὶ οὐδὲν οὕτως ἐνοχλεῖ τὴν ἡλικίαν ἐκείνην, ὡς τοῦτο τὸ πάθος.
 [00814]  ἀλλ' ἄνθρωποι γεγηρακότες νέων ἀκμαζόντων σφοδρότερον ἐκεῖ τρέχουσι, τὴν πολιὰν καταισχύνοντες, τὴν ἡλικίαν παραδειγματίζοντες, τὸ γῆρας αὐτὸ καταγέλαστον ποιοῦντες.
 [00820]  Κἂν μὲν ὑβρίσῃ νέος τὸν γεγηρακότα, τὴν ἡλικίαν εὐθέως προβάλλεται, καὶ μυρίους ἔχει συναγανακτοῦντας·
000-00-00 Serial Number=0361735225
De Maccabeis Ante [Go Back]  
 [00025]  τὴν ἄχρηστον ἡλικίαν πρὸς τὰ ἀγωνίσματα εἰς τὰ σκάμματα ἄγεις;
 [00040]  Οἱ μὲν γὰρ ἔξωθεν ἀγῶνες καὶ ἡλικίαν, καὶ φύσιν, καὶ ἀξίαν ἐξετάζοντες, καὶ δούλοις, καὶ γυναιξὶ, καὶ πρεσβυτέροις, καὶ μειρακίοις τὴν πρὸς αὐτοὺς εἴσοδον ἀποκλείουσιν, ἐνταῦθα δὲ πάσῃ μὲν ἀξίᾳ, πάσῃ δὲ ἡλικίᾳ, ἑκατέρᾳ δὲ τῇ φύσει τὸ θέατρον μετὰ πάσης ἀδείας ἠνέῳκται, ἵνα καὶ τὴν ἀφθονίαν καὶ τὴν ἄφατον δύναμιν τοῦ τὸν ἀγῶνα τιθέντος καταμάθῃς, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων βεβαιούμενον ἴδῃς, Ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται.
000-00-00 Serial Number=0726665080
De baptismo Christi Ante [Go Back]  
 [00157]  ἐπεὶ οὖν συγγενεῖς ἦσαν, ἵνα μὴ διὰ τὴν συγγένειαν δόξῃ μαρτυρεῖν τῷ Χριστῷ, ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις πᾶσαν τὴν πρώτην ἡλικίαν ἐν ἐρήμῳ τὸν Ἰωάννην διάγειν, ἵνα μὴ διὰ φιλίαν ἢ ἐκ κατασκευῆς τινος τοιαύτης ἡ μαρτυρία γίνεσθαι δόξῃ, ἀλλ' ὡς παρὰ τοῦ Θεοῦ μαθὼν, οὕτως αὐτὸν καταγγείλῃ.
000-00-00 Serial Number=0201882839
De consubstantiali Ante [Go Back]  
 [00262]  Ὁρᾷς πῶς καὶ τὴν προτέραν αὐτοῦ ἡλικίαν προανεφώνησαν;
000-00-00 Serial Number=0753707588
De decem millium talentorum debitore Ante [Go Back]  
 [00178]  Ὅταν οὖν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, μὴ παρέλθῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλ' ἐννόησον πᾶσαν ἀξίαν, πᾶσαν ἡλικίαν, ἑκατέραν τὴν φύσιν, τῶν τε ἀνδρῶν, τῶν τε γυναικῶν·
000-00-00 Serial Number=0103299260
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00016]  εἶτα διάδημα περιθοῖτο περὶ τὴν κεφαλὴν γυμναῖς ταῖς θριξὶ πολὺν τὸν κόσμον ἐπιθεὶς καὶ περὶ τὸν τράχηλον ἀπαστράπτοντα χρυσὸν καὶ λίθους τιμίους δεικνύς, καὶ ἑστήκοι ὁ πόρνης τινὸς πολὺ νέαν ἡλικίαν ὑπελθὼν ἐπ' ἐρημίας πρὸ τοῦ τέγους, εἶτα καὶ πολλὴν τὴν αἰδῶ ἐπιδεικνύοιτο, τίνα οὐκ ἂν ἕλοι τῶν παριόντων;
 [00038]  ἀλλ' ὑμεῖς μοι τοῦ τύπου τῆς κόρης ἀναμνήσθητε, εἰς ὃν διερρυθμίσαμεν τὸν δαίμονα, χρυσία περιθέντες αὐτῷ καὶ εἰς ἡλικίαν ἀγαγόντες ἑταίρας τινός, καὶ ὄψεσθε ὅτι οὐ πολὺ τὸ μέσον τῆς εἰκόνος.
 [00370]  Ἔχει δέ τινα τοῦτο καὶ πλείονα τοῦ προτέρου ἡδονήν, ὅσῳ καὶ πολλὴν τὴν περιπέτειαν καὶ μείζους ἦσαν τὴν ἡλικίαν.
 [00657]  ἐὰν γάρ τις τὴν ψυχὴν νεώτερος ᾖ, ταῦτα οὐ δέχεται, οὐχὶ ἐάν τις τὴν ἡλικίαν.
000-00-00 Serial Number=0226826489
De incomprehensibili dei natura Ante [Go Back]  
 [00339]  Εἶδεν εἰς τὴν ἡλικίαν τὴν ἑαυτοῦ, εἰς τὴν πολιάν, εἰς τὸ σῶμα τὸ ἐξησθενηκός·
 [00353]  Ὁ Θεὸς ἐπαγγέλλεται, καὶ ἐπὶ ἡλικίαν καταφεύγεις καὶ γῆρας προβάλλῃ;
000-00-00 Serial Number=0776838064
De mutatione nominum Ante [Go Back]  
 [00315]  ἐκεῖνα πρὸ τῆς μεσημβρίας οὐ τολμᾷ ἀναχωρῆσαι οἴκαδε, ἀλλ' ἄρτι τοῦ γάλακτος ἀποσπασθέντα, ἄρτι τῆς θηλῆς ἀποστάντα, οὐδέπω οὐδὲ πέντε ἐτῶν ἡλικίαν ἄγοντα, ἐν νεαρῷ καὶ ἁπαλῷ σώματι πᾶσαν καρτερίαν ἐπιδείκνυται·
000-00-00 Serial Number=0052523553
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00035]  Ἀλλ' οὐ μόνον ἐν ταῖς πόλεσι καὶ ταῖς ἐκκλησίαις οὕτω κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ἡλικίαν ἐκλάμπει, ἀλλὰ καὶ ἐν ἀγροῖς καὶ ἐν ἐρημίαις καὶ εἰς τὴν ἀοίκητον γῆν μετὰ πλείονος τῆς σπουδῆς χοροστασίας ἱερὰς ἀνεγείρει τῷ Θεῷ.
000-00-00 Serial Number=0385806441
De sacerdotio Ante [Go Back]  
 [00383]  Τί γὰρ δήποτε τοὺς μὲν μυρίους ἀνασχομένους ἱδρῶτας εἰς τὰς τῆς Ἐκκλησίας χρείας παρεῖδον, τὸν δὲ οὐδέποτε τοιούτων γευσάμενον πόνων, πᾶσαν δὲ τὴν ἡλικίαν ἐν τῇ τῶν ἔξωθεν λόγων ματαιοπονίᾳ καταναλώσαντα, ἐξαίφνης εἰς ταύτην εἵλκυσαν τὴν τιμήν;
 [00660]  Ἀλλ' οὐδὲ εἴ τις τὸν ἅπαντα χρόνον ἀνήλωσεν ἐν τῇ ἐσχάτῃ τῆς λειτουργίας τάξει μένων καὶ εἰς ἔσχατον ἤλασε γῆρας, τοῦτον ἁπλῶς διὰ τὴν ἡλικίαν αἰδεσθέντες ἐπὶ τὴν ἀρχὴν οἴσομεν τὴν ἀνωτέρω.
 [00661]  Τί γάρ, εἰ καὶ μετὰ τὴν ἡλικίαν ἐκείνην ἀνεπιτήδειος ὢν μένοι;
 [00726]  Τὸ γὰρ τῶν χηρῶν γένος καὶ διὰ τὴν πενίαν καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν φύσιν ἀμέτρῳ τινὶ κέχρηται παρρησίᾳ οὕτω γὰρ ἄμεινον εἰπεῖν καὶ βοῶσιν ἀκαίρως καὶ αἰτιῶνται μάτην καὶ ἀποδύρονται ὑπὲρ ὧν χάριν εἰδέναι ἐχρῆν καὶ κατηγοροῦσιν ὑπὲρ ὧν ἀποδέχεσθαι ἔδει.
000-00-00 Serial Number=0092439711
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00104]  Εἰ γὰρ οἱ ἐν τῷ θεάτρῳ καθήμενοι ἐπικύπτουσι δύο παλαιόντων, τὴν ὄψιν αὐτῶν καὶ τὴν ἡλικίαν ἐκτείνοντες, ἵνα ἴδωσι παλαίσματα αἰσχύνης γέμοντα, ἵνα ἴδωσι παλαίσματα, ἃ μιμήσασθαι αἰσχύνη, πολλῷ μᾶλλον ἡμᾶς προσέχειν δεῖ τῇ τῶν θείων Γραφῶν ἀκροάσει.
000-00-00 Serial Number=0290594101
De virginitate Ante [Go Back]  
 [01886]  Ὥσπερ οὖν ἡμεῖς τοὺς παῖδας τοὺς ἡμετέρους ὅταν ἡβήσωσι, πολλῷ μείζονα ἀπαιτοῦμεν τὰ κατορθώματα καὶ ἃ ποιοῦντας πρότερον ἐπῃνοῦμεν κατὰ τὴν πρώτην ἡλικίαν, ταῦτα γενομένους ἄνδρας καὶ κατορθοῦντας οὐκέτι ὁμοίως θαυμάζομεν, ἀλλ' ἕτερα πόλλῳ μείζονα ἐκείνῳ κελεύομεν ἐπιδείκνυσθαι, οὕτω καὶ τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἐν τοῖς πρώτοις χρόνοις οὐ μεγάλα ἀπῄτει τὰ κατορθώματα, ἅτε νηπιωδέστερον διακειμένην.
000-00-00 Serial Number=0429468334
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03312]  Οὐδὲ γὰρ συγγένειαν οἶδεν ὁ τοιοῦτος, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον ἔχει τινά·
 [05275]  Καὶ τί λέγω γύμνωσιν καὶ τρόμον, ὅπου γε καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέρας ἀναισθησίας καθίκωνται;
 [06638]  ὃς οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὔτε τὴν ἡλικίαν, οὔτε τὰ προλαβόντα ᾐδεῖτο, ἀλλ' οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς μετὰ ἀναισχυντίας ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου.
 [07999]  Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον, τὸν τῆς ποιμαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν ἡλικίαν, ἐξευτέλισεν.
000-00-00 Serial Number=0750333428
Epistula ad Cyriacum Ante [Go Back]  
 [00663]  καὶ γὰρ τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὰ αὐτῆς μηχανήματα συμπαρόντα εἶχεν αὑτῇ·
 [00682]  Ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν καταξέον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν χρωμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην.
000-00-00 Serial Number=0762774765
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01022]  καὶ γὰρ καὶ τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὰ αὐτῆς μηχανήματα συμπαρόντα εἶχεν αὐτῇ·
 [01038]  Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ' ὑπ' ἐκείνης κατείχετο μόνος ὑπὸ μόνης ἀπειλημμένος, τοσούτοις ἤδη κακοῖς κατειργασμένος καὶ τοσαύταις τεταριχευμένος ἐπιβουλαῖς καὶ ἀνέσεως ἐπιθυμῶν καὶ ἀδείας, ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν κατατοξεῦον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν ἐπιτριμμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τῶν ῥημάτων, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς ἐρημίας, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην.
000-00-00 Serial Number=0237840891
Expositiones in Psalmos Ante [Go Back]  
 [01502]  καὶ τῆς βασιλείας αὐτὸν, καὶ τῆς οἰκίας, καὶ τῆς πατρίδος ἐκβαλὼν, αὐτὸς ἀντ' ἐκείνου κατέσχεν ἅπαντα, καὶ οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὐ τὴν ἡλικίαν, οὐ τὰ προλαβόντα ᾐδεῖτο·
 [02501]  Χωρὶς δὲ τούτων ὅταν ἡλικίαν προβαίνουσαν ὁ πλεονεξίᾳ συζῶν καὶ ἀκολασίαν οὐκ ἀρκοῦσαν αὐτῷ πρὸς ἀπόλαυσιν ἔχῃ, [55.106] καὶ τοῦ θανάτου τὸν φόβον ἐπικείμενον, ἐννόησον οἷα πάσχει δεινά.
 [02625]  ἀλλ' ἐπήγαγε, Καὶ θηλαζόντων, τῇ προσθήκῃ τῆς τραπέζης τὴν ἡλικίαν χαρακτηρίζων.
 [04388]  ἀλλ' ἐπήγαγε, Καὶ θηλαζόντων, τῇ προσθήκῃ τῆς τραπέζης τὴν ἡλικίαν χαρακτηρίζων.
 [06677]  ∆ιὰ δὴ τοῦτο κατεῖχεν αὐτοὺς ἐπὶ τῆς ἐρήμου τοὺς τεχθέντας, ἕως εἰς ἀνδρῶν ἡλικίαν ἦλθε τὰ ἔγγονα τὰ ἐκείνων.
000-00-00 Serial Number=0962972105
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04869]  Τὰ σκιρτήματα αὐτοῦ ἐνέφηνε τὴν ἄλογον ἡλικίαν, καὶ τὴν ἀδικίαν τῶν ἐπὶ κακῷ κεκτημένων, τὴν ἄνοιαν τὴν ἐν τῇ νεότητι.
000-00-00 Serial Number=0274089694
Fragmenta in Job Ante [Go Back]  
 [01880]  ἐπὶ τὴν ἡλικίαν κατέφυγε, καί φησιν, ὅτι Προσδοκῶν γενναῖόν τι καὶ θαυμαστὸν παρ' ὑμῶν λέγεσθαι, ἡσύχαζον.
000-00-00 Serial Number=0068703234
In Acta apostolorum Ante [Go Back]  
 [09738]  οὐδὲ γὰρ δυνατὸν πάντα τὰ πάθη κατὰ μίαν ἡμῖν ἡλικίαν ἐπιστῆναι, ἀλλὰ διώρισται, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὥστε μὴ ἀθρόως ἐπιτεθέντα ἀχείρωτα γενέσθαι, καὶ χαλεπωτέραν ἡμῖν τὴν πρὸς αὐτὰ πάλην καταστῆναι.
000-00-00 Serial Number=0938463688
In Ecclesiasten Ante [Go Back]  
 [00646]  ἀγαθὸν παῖς πένης σοφὸς ὑπὲρ βασιλέα πρεσβύτην καὶ ἄφρονα οὐδαμοῦ γὰρ τὴν ἡλικίαν καθ' ἑαυτὴν διαβάλλει.
000-00-00 Serial Number=0255879104
In Eliam prophetam Ante [Go Back]  
 [00060]  Ἔδειξεν ὁ Θεὸς προλαβὼν τῇ γυναικὶ τοῦ προφήτου τὸ σχῆμα, τὴν μορφὴν, τὴν ἡλικίαν, τὴν μέλλουσαν αἴτησιν.
000-00-00 Serial Number=0461042523
In Genesim sermo 3 Ante [Go Back]  
 [00432]  Ἀλλὰ πάντως τὴν πρώτην ἡλικίαν δίκαιον καὶ ὅσιόν ἐστι πρῶτον ἐξετάσαι, καὶ οὕτως εἰς τὰς μετέπειτα ἀξίας ἐπεισελθεῖν.
 [00443]  Πολλὰς γὰρ αὐτῶν ἀκήκοα διὰ τρυμαλιᾶς σανίδος περιβλεπούσας, καὶ θεωρούσας τοὺς ἐπὶ τὰς πλατείας περιπατοῦντας, μικρούς τε καὶ μεγάλους, καὶ τοῦ μὲν τὴν ὁδὸν καταγελασάσας, τοῦ δὲ τὴν ἡλικίαν σμικρυνούσας, τοῦ δὲ τὰς τρίχας καὶ τὴν στολὴν ἐμπαιζούσας, καὶ μίμους καθεστώσας κακοήθων ἄλλων γυναικῶν·
000-00-00 Serial Number=0560823262
In Isaiam Ante [Go Back]  
 [01036]  Νεανίσκους δὲ ἐνταῦθα οὐχὶ ἁπλῶς τὴν ἡλικίαν διαβάλλων ἔφησεν, ἀλλ' ἀπὸ τοῦ πλεονάζοντος τὴν ἄνοιαν αὐτῶν ἐπιδείκνυται.
 [01042]  Καὶ ὁ τούτου δὲ πατὴρ ὁ μακάριος ∆αυῒδ τὴν χαλεπὴν ἁμαρτίαν ἐκείνην οὐχ ἡνίκα παῖς καὶ μειράκιον ἦν, ἀλλ' ἡνίκα τὴν ἡλικίαν ὑπερέβη ταύτην, τότε ἥμαρτεν.
 [01045]  Ταύτην ἄγων τὴν ἡλικίαν, μᾶλλον δὲ καὶ ταύτης ἐλάττονα πολλῷ, τοὺς πρεσβυτέρους ἔκρινεν ὁ ∆ανιήλ.
 [01053]  Οὐ τοίνυν τὴν ἡλικίαν διαβάλλων ταῦτά φησιν·
 [01055]  Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, οὐ τὸν νέον τὴν ἡλικίαν φησίν, ἀλλὰ τὸν νεωστὶ φυτευθέντα, τουτέστι, κατηχηθέντα·
 [01063]  Ὁρᾷς, ὡς οὐ τὴν ἡλικίαν διαβάλλει ἁπλῶς, ἀλλὰ τὴν διεφθαρμένην γνώμην;
 [02063]  Καὶ Ἱερεμίας δὲ τὴν ἡλικίαν προβάλλεται.
000-00-00 Serial Number=0553168058
In Joannem Ante [Go Back]  
 [02078]  καὶ ὅταν ἐπιβουλεύηται, καὶ πανταχόθεν οὕτως ἀκριβῶς ἀναζητῆται, ὡς καὶ τὴν ἄωρον ἡλικίαν σφάττεσθαι ὑπὸ Ἡρώδου, τὸν Ἱερεμίαν εἰς μέσον πόῤῥωθεν ἄγειν λέγοντα·
 [03720]  Εἰ δὲ κατὰ τὴν πρώτην ἡλικίαν ἐθαυματούργει, οὐκ ἂν ἐδεήθη [59.130] σαν Ἰσραηλῖται ἑτέρου τοῦ φανερώσοντος αὐτόν.
 [05300]  οὕτω παν [59.171] ταχοῦ τὴν ἀρχὴν ἐξέτεινε τὴν ἑαυτοῦ, καὶ ἡλικίαν πᾶσαν καὶ ἀξίαν κατέχει τυραννικῶς.
000-00-00 Serial Number=0388572633
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00026]  οὗτος ὁ βασιλεὺς ὁρῶν λαμπρὰ τὰ ἡμέτερα ἀπὸ τούτου γινόμενα, τοῦ τῶν μαρτύρων θανάτου λέγω, καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ παῖδας ἁπαλοὺς, καὶ παρθένους ἀπειρογάμους, καὶ πᾶσαν ἡλικίαν ἁπλῶς καὶ φύσιν ἑκατέραν πηδῶσαν ἐπὶ τὰς ὑπὲρ τῆς εὐσεβείας σφαγὰς, ἐδάκνετο καὶ ὠδυνᾶτο, καὶ φανερῶς σαλπίσαι τὸν πόλεμον οὐκ ἐβούλετο.
000-00-00 Serial Number=0382542014
In Psalmum 118 Ante [Go Back]  
 [01007]  Ὁ δὲ μέγας ∆αυῒδ τοῖς ὑπηκόοις ἔτι συντεταγμένος καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσοφίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσχετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι.
000-00-00 Serial Number=0087584555
In Psalmum 139 Ante [Go Back]  
 [00008]  οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὴν ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν ἡλικίαν ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν ὡς δοῦλον ἐπίπρασκον.
000-00-00 Serial Number=0349104881
In Psalmum 145 Ante [Go Back]  
 [00097]  Καὶ γὰρ καὶ γυναῖκες καὶ ἄνδρες, καὶ πρε σβῦται καὶ νέοι διῄρηνται μὲν κατὰ τὴν ἡλικίαν, οὐ διῄρηνται δὲ κατὰ τὸν τῆς ὑμνῳδίας λόγον·
 [00099]  καθὼς καὶ αὐτὸς ἐδήλωσεν ὁ ∆αυῒδ, πᾶσαν μὲν ἡλικίαν, ἑκατέραν δὲ φύσιν πρὸς τὴν συμφωνίαν ταύτην καλῶν καὶ λέγων·
000-00-00 Serial Number=0122100055
In Zacchaeum publicanum Ante [Go Back]  
 [00024]  Ζακχαῖος ὁ τὴν ἡλικίαν τοῦ σώματος μικρὸς, τῇ δὲ φρονήσει τοῦ πνεύματος μέγας, ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν, ἐπεθύμει ἰδεῖν τὸν Θεὸν ἐν ἀνθρώποις τὰ οὐράνια χαριζόμενον·
000-00-00 Serial Number=0067946076
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00201]  Ὅταν ἴδωμεν κατηγορουμένους ἡμᾶς διὰ ἡλικίαν, φαμὲν, ∆ιὰ τί μὴ ἦμεν γέροντες;
000-00-00 Serial Number=0623413384
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06587]  Τὸ γὰρ τούτου φρικωδέστερον ἐρῶ, ὅτι καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέρας ἀναισθησίας καθίκωνται.
 [09999]  Καὶ μετὰ ταύτης ἑτέρα πάλιν ἀρχὴ καὶ ἐν αὐτοῖς ἡ τῶν γυναι-κῶν, ἡ τῶν παίδων, καὶ ἐν αὐτοῖς τοῖς παισὶ πάλιν ἑτέρα κατὰ τὴν ἡλικίαν καὶ κατὰ τὴν φύσιν·
000-00-00 Serial Number=0215495348
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02761]  ἕως γὰρ ἀντίῤῥοπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν τις καταφρονήσει, ἀλλὰ καὶ θαυμάσει μᾶλλον.
 [02818]  Τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος.
 [03072]  Οὐκ ἀπὸ τῆς ἡλικίας, φησὶ, μόνον, ὡς ἂν εἰ καὶ ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, μὴ ἔχουσα τὰ ἔργα, μηδὲ τότε καταλεγέσθω.
 [03504]  Πρεσβύτερον γὰρ ἐνταῦθά φησιν, οὐχὶ τὸ ἀξίωμα, ἀλλὰ τὴν ἡλικίαν, ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων.
000-00-00 Serial Number=0351297796
In epistulam ad Colossenses Ante [Go Back]  
 [01281]  ὑπόθου γάρ μοι τὴν ἀνθρωπίνην φύσιν ὥσπερ μίαν τινὰ ἡλικίαν, καὶ τοὺς μὲν πρώτους χρόνους μειρακίου τάξιν ἔχειν τὸ γένος τὸ ἡμέτερον, τοὺς δὲ μετ' ἐκεῖνο νεανίσκου, τούτους δὲ τοὺς ἐγγὺς τοῦ γήρως πρεσβύτου.
000-00-00 Serial Number=0145245433
In epistulam ad Ephesios Ante [Go Back]  
 [01369]  Ὥσπερ γὰρ παιδικὰ πράγματα λέγομεν, οὐ τὴν ἡλικίαν διαβάλλοντες, ἀλλὰ τὰ κατ' αὐτήν·
 [03329]  Ἐπειδὴ ἕκαστος ἡλικίαν ἔχει, καὶ τῶν αὐτῷ πεπραγμένων δώσει τὰς δίκας, παρακαλῶ μὴ τὸ πᾶν ἐφ' ἡμᾶς ῥίψαντας, νομίζειν ἀνευθύνους εἶναι ὑμᾶς αὐτοὺς, ἵνα μὴ μάτην ἀπατῶντες ἑαυτοὺς κόπτητε.
000-00-00 Serial Number=0346837580
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01468]  Νήπιον ἐνταῦθα οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην, δεικνὺς ὅτι ὁ μὲν Θεὸς ἐξ ἀρχῆς ἐβούλετο ταῦτα χαρίσασθαι·
 [01656]  νεκρὰ γὰρ ἡ μήτρα, καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν πήρωσιν, ἀλλ' ὁ τοῦ Θεοῦ λόγος αὐτὸν ἔπλασεν.
000-00-00 Serial Number=0429255962
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02367]  Ὁ γὰρ ἐν γήρᾳ μένων ὁ αὐτὸς, δείκνυσιν ὅτι καὶ ἐν νεότητι ὑπάρχων, οὐ δι' ἄγνοιαν, οὐδὲ δι' ἀπειρίαν, οὐδὲ διὰ τὴν ἡλικίαν τοιοῦτος ἦν, ἀλλὰ διὰ ῥᾳθυμίαν.
 [02370]  εἰ δὲ καὶ ἐν γήρᾳ τὰ αὐτὰ ἀσχημονεῖ, πῶς ἄξιον, γέροντα τὸν τοιοῦτον ὀνομάζεσθαι, οὐδὲ τὴν ἡλικίαν αἰδούμενον;
 [02401]  ἐὰν δὲ ἕλκηται, καὶ καταβιβάζηται ἀπὸ τοῦ θρόνου, καὶ χρημάτων ἔρωτος καὶ δόξης κενῆς καὶ καλλωπισμοῦ καὶ τρυφῆς καὶ μέθης καὶ ὀργῆς καὶ ἀφροδισίων γίνηται δοῦλος, καὶ καλλωπίζηται ἐλαίῳ τὴν τρίχα, καὶ τὴν ἡλικίαν ὑπὸ τῆς προαιρέσεως ὑβριζομένην δεικνύῃ·
000-00-00 Serial Number=0807916343
In epistulam ad Philemonem Ante [Go Back]  
 [00537]  Πολλὴ γὰρ ἦν ἡ χάρις καὶ ἡ τιμὴ Παύλου ἐνδημοῦντος, Παύλου μετὰ ἡλικίαν, Παύλου μετὰ δεσμούς.
000-00-00 Serial Number=0731688619
In epistulam ad Titum Ante [Go Back]  
 [00866]  Οὔτε γὰρ χρημάτων ἔρως, οὔτε δόξης ἐπιθυμία, οὔτε ἄλλο οὐδὲν οὕτω ταύτην διενοχλεῖ τὴν ἡλικίαν, ὡς ὁ τῶν σωμάτων ἔρως.
000-00-00 Serial Number=0968611538
In illud Exiit edictum Ante [Go Back]  
 [00256]  Εἰ μέντοι τέλειος ἐπεδήμησε καθ' ἡλικίαν, ἔμελλον οἱ αἱρετικοὶ φάσκειν·
000-00-00 Serial Number=0670623541
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00071]  Οὐ γὰρ τὸ σῶμα μόνον διὰ τὴν ἡλικίαν ἄχρηστον ἦν πρὸς παιδο γονίαν, ἀλλὰ καὶ αὐτὴ ἡ μήτρα νενέκρωτο, καὶ τὸ τῆς φύσεως ἐργαστήριον, καὶ πρὸ τοῦ γήρως ἄχρηστον ἦν διὰ τὴν στείρωσιν.
000-00-00 Serial Number=0013745248
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00004]  Αἱ τῶν νηπίων φιλότεκνοι μητέρες, μέχρι δ' ἂν πρὸς μείζονα ἡλικίαν καὶ δυνατωτέραν οἱ νήπιοι αὐξηθῶσι, τὰς γαλακτοτρόφους πηγὰς τῶν μαζῶν προΐσχουσαι τοῖς φιλτάτοις, τὴν ἀκάματον τροφὴν τοῦ γάλακτος ὑφέλκειν αὐτοὺς κολακεύουσιν·
 [00005]  ἐπειδὰν δὲ πρὸς μείζονα ἡλικίαν καὶ αἴσθησιν ἔλθωσιν, ὡς καὶ ὀδοῦσι λοιπὸν τὰ τρυφερὰ τῶν βρωμάτων λεαίνειν, πρότερον αἱ μητέρες τὸ σκληρὸν τοῦ ἄρτου συντρίψασαι, ἁπαλὴν καὶ τρυφε ρὰν, δίκην μυελοῦ, τὴν τροφὴν ἑτοιμάσασαι τῷ στό ματι αὐτῶν ἐνοικίζουσι.
000-00-00 Serial Number=0574406981
In illud Messis quidem multa Ante [Go Back]  
 [00008]  οἷον, ὁ στρατιώτης εἰς ταύτην ἐλθὼν τὴν ἡλικίαν, οὐ δύναται τεῖναι τόξον, οὐ βέλος ἀφεῖναι, οὔτε δόρυ σεῖσαι, οὔτε ἵππον ἀναβῆναι, [63.517] οὔτε τείχεσι προσβαλεῖν, οὔτε ἄλλο τοιοῦτον οὐδὲν ἐργά σασθαι δύναται·
 [00015]  Ἐπεὶ καὶ ὁ μακάριος Ἀβραὰμ τὸ μέγιστον ἆθλον τότε ἤρατο, ὅτε ταύτην ἦγε τὴν ἡλικίαν·
000-00-00 Serial Number=0309841216
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00059]  πᾶσαν ἡλικίαν ἐναγκαλίζομαι.
 [00137]  τῷ ἐχθρῷ τὴν ἰσχὺν ἐχαρίσασθε, ἐμοὶ κἂν τὴν ἄχρηστον ἡλικίαν ἐπί δοτε·
000-00-00 Serial Number=0288780212
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00081]  ἑκατέραν φύσιν, πᾶσαν ἡλικίαν κατώρθωσεν ὁ σμίλην ἔχων, ὁ δέρματα ῥάπτων·
000-00-00 Serial Number=0483738124
In ramos palmarum [1] Ante [Go Back]  
 [00022]  Πᾶσαν ἡλικίαν καὶ ἀξίαν ἐπὶ τὸ αὐτὸ συνεκάλεσεν ὁ λόγος πρὸς τὴν τοῦ Κυρίου αἴνεσιν, Βασι λεῖς τῆς γῆς καὶ πάντας τοὺς λαοὺς, ἄρχοντας καὶ πάντας κριτὰς γῆς, νεανίσκους καὶ παρθένους.
000-00-00 Serial Number=0441039681
In ramos palmarum [3] Ante [Go Back]  
 [00066]  οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν.
000-00-00 Serial Number=0130109131
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00146]  πάντα ἀθρόως ξηραινό μενα, πᾶσαν ἔμψυχον ἡλικίαν ἀφανιζομένην, ὀδυρμὸν παιδίων καὶ κλαυθμὸν μητέρων, καὶ ἀπογνωσίαν πολ λήν.
000-00-00 Serial Number=0817478418
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00141]  ἦλθον διὰ πάσης ἡλικίας, ἵνα πᾶσαν ἡλικίαν τειχίσω τῇ κατὰ μικρὸν προκοπῇ.
000-00-00 Serial Number=0179137647
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00146]  τὴν κοινὴν πᾶσαν ἡλικίαν ἀπέστειλέ σοι πρεσβείαν.
000-00-00 Serial Number=0760358691
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00215]  ∆ιὰ τοῦτο καὶ τὴν ἡλικίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως·
000-00-00 Serial Number=0205599368
Post reditum a priore exsilio Ante [Go Back]  
 [00111]  Γυναῖκες, ἄνδρες, παιδία ἄωρα τὴν ἡλικίαν, γυναῖκες βαστάζουσαι παιδία, κατετόλμων πελάγους, κατεφρόνησαν κυμάτων.
000-00-00 Serial Number=0740665913
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00115]  Καὶ οὐχὶ νέος μὲν ὢν τοιοῦτος ἦν, ἐπειδὴ δὲ παρῆλθε τὴν ἡλικίαν ἐκείνην καὶ τὴν πρόνοιαν ταύτην ἔλυσεν, ἀλλὰ καὶ νῦν, ὅτε ὡς ἐν εὐδίῳ λιμένι τῷ γήρᾳ κάθηται, τῆς αὐτῆς ἔχεται ἐπιμελείας πάλιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»