Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐσμὲν [215]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐσμὲν


000-00-00 Serial Number=0015216887
Ad Eudoxiam i Ante [Go Back]  
 [00048]  Πρὸς μέντοι τὸ πάντες ἐσμὲν εἰς τὸ νουθετεῖν σοφοί, τοὐναντίον ἐγώ γε φαίην ἄν, ὡς οὐδείς ἐστι κυρίως σοφός, εἰ μὴ μόνος ὁ χάριν σοφίας παρὰ Θεοῦ εἰληφώς, πῶς δὲ καὶ ἁμαρτάνοντες οὐ γινώσκομεν, ἀπαραλογίστου πᾶσι τοῦ τῆς συνειδήσεως κριτηρίου τυγχάνοντος;
000-00-00 Serial Number=0852340698
Ad Innocentium papam i Ante [Go Back]  
 [00026]  [52.532] Ἀλλ' ὅμως οὐδὲν αἰδεσθεὶς, ἀλλὰ ἅπερ βεβούλευτο πληρῶσαι ἐπειγόμενος, ἡμῶν δηλωσάντων, ὅτι ἕτοιμοί ἐσμεν καὶ ἑκατὸν καὶ χιλίων ἐπισκόπων παρόντων ἀποδύσασθαι τὰ ἐγκλήματα, καὶ δεῖξαι ὄντας καθαροὺς ἑαυτοὺς, ὥσπερ οὖν καὶ ἐσμὲν, οὐκ ἠνέσχετο·
000-00-00 Serial Number=0753994167
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00232]  ∆ιὰ ταῦτα πανταχοῦ ψυχροὶ καὶ ταλαίπωροι καὶ πρὸς οὐδεμίαν τῶν γενναίων ἐσμὲν παρεσκευασμένοι πράξεων·
 [00254]  Ὅσῳ γὰρ μειζόνων ἐσμὲν ὑπεύθυνοι πλημμελημάτων, τοσούτῳ μᾶλλον ἐντραπησόμεθα.
000-00-00 Serial Number=0747459054
Ad populum Antiochenum Ante [Go Back]  
 [00289]  Καὶ πάλιν, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
 [00744]  Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν, ἀναλογισώμεθα ἡμῶν τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν.
 [02253]  Ὅτε ἔμαθες, φασὶ, τίνος ἐσμὲν δοῦλοι, ὅτε τὸν ∆εσπότην ἡμῶν ἐπέγνως, τότε ἐξερχόμεθα, κήρυκες ἐσόμενοι τοῖς παροῦσιν ἅπασι τῆς τοῦ Θεοῦ δυνάμεως.
 [03818]  ἀλλὰ πάντες ἐν ταῖς τοιαύταις ψήφοις ἐσμὲν αὐτοδίδακτοι, καὶ τὴν ἀρετὴν, κἂν μὴ μετίωμεν αὐτὴν, ἐπαινοῦμεν, ὥσπερ οὖν τὴν κακίαν, κἂν ἐργαζώμεθα, μισοῦμεν.
 [04576]  κἂν γυναῖκας ἀγώμεθα, κἂν διαθήκας ποιῶμεν, κἂν οἰκέτας ὠνεῖσθαι μέλλωμεν, κἂν οἰκίας, κἂν ἀγροὺς, κἂν ὁτιοῦν ἕτερον ποιεῖν, οὐκ οἰκείᾳ γνώμῃ ταῦτα πράττομεν, ἀλλ' ὅπως ἂν ἐκεῖνοι διατάξωσι, καὶ τὰ ἡμῶν αὐτῶν διαθέσθαι κατὰ γνώμην τὴν ἡμετέραν οὐκ ἐσμὲν κύριοι καθόλου·
 [04790]  ∆ιὰ τοῦτο μετ' ἀλλήλων ἐσμὲν, καὶ πόλεις οἰκοῦμεν, καὶ ἐν ἐκκλησίαις συναγόμεθα, ἵνα τὰ ἀλλήλων βάρη βαστάζωμεν, ἵνα τὰ ἀλλήλων ἁμαρτήματα διορθώμεθα.
000-00-00 Serial Number=0859288514
Adversus Judaeos Ante [Go Back]  
 [02377]  Καὶ αὐτὸ τοῦτο ἑρμηνεύων ὁ Παῦλος ἔλεγεν, ὅτι ∆ιὰ τῆς προσφορᾶς ταύτης ἡγιασμένοι ἐσμὲν ἐν τῷ θελήματι τοῦ Χριστοῦ.
 [02743]  εἰπὲ ὅτι Χριστιανοὶ διὰ τοῦτο καὶ καλούμεθα καὶ ἐσμὲν, ἵνα τῷ Χριστῷ πειθώμεθα, οὐχ ἵνα πρὸς τοὺς ἐχθροὺς ἐκείνους τρέχωμεν.
000-00-00 Serial Number=0684627771
Adversus catharos Ante [Go Back]  
 [00042]  Ἢ οὐκ οἶσθα τίνες ἐσμὲν, χαίροντες, λυπούμενοι, πλουτοῦντες, πενόμενοι, ὑβριζόμενοι, ἐπαινούμενοι, ἐλαυνόμενοι καὶ πολεμούμενοι, ἀδείας ἀπολαύοντες, πεινῶντες, κορεννύμενοι;
000-00-00 Serial Number=0413627088
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00131]  ἐπειδὴ δὲ ἀλλήλων ἐσμὲν μέλη, κἂν αὐτοὶ πάλιν ἀρνῶνται τὴν χάριν, οὐ χρὴ τοὺς οὕτω διακειμένους, ἑνὸς μὲν προνοεῖν μέρους, ἑτέρου δὲ περιορᾷν.
 [00765]  Νυνὶ δὲ, ὡς ἔοικεν, οὐδὲ τούτων ἐσμὲν ὑπεύθυνοι τῶν παλαισμάτων·
000-00-00 Serial Number=0549077868
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00192]  ἐπειδὴ τοῖς σώμασιν ἐσμὲν διῃρημένοι, τὰς ψυχὰς ἀλλήλαις συμπλέκομεν κατ' ἐκεῖνον τὸν καιρὸν διὰ τοῦ φιλήματος, ὥστε γενέσθαι τὸν σύλλογον ἡμῶν τοιοῦτον, οἷος ἦν ἐκεῖνος ὁ ἀποστολικός, ὅτε πάντων τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
000-00-00 Serial Number=0362879336
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00030]  Μεταβολῆς γὰρ τῶν προτέρων ἡ σωτηρία ἡ ἡμετέρα δεῖται, ἵνα ἕτεροι παρ' ὅ ἐσμεν γενώμεθα, ἵνα παυσώμεθα ὅπερ ἐσμὲν, ἐναρξώμεθα δὲ ἕτερον βίον, ὃν πρὸ τῆς παραβάσεως κρατοῦντες ἐτυγχάνομεν.
000-00-00 Serial Number=0698513508
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00140]  [5] Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοι γε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα, ἐννόησον τὸν μεγαλοφωνότατον κήρυκα τῆς ἀληθείας Παῦλον, ὃς ἅπασαν περιελθὼν τὴν οἰκουμένην, καὶ δυνηθεὶς εἰπεῖν ἐκεῖνα τὰ πολλῆς γέμοντα φιλοσοφίας ῥήματα, ὅτι οὐκέτι αὐτὸς εἴη ζῶν, ἀλλ' ἢ ὁ Χριστὸς ἐν αὐτῷ, καὶ ὅτι ἐσταύρωται τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ, καὶ ὅτι καθ' ἡμέραν ἀποθνῄσκει μετὰ τὴν τοσαύτην τοῦ πνεύματος χάριν καὶ τὴν τοσαύτην τῶν ἄθλων ἐπίδειξιν, μετὰ τοὺς ἀφάτους κινδύνους, μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν, δεικνὺς ἡμῖν καὶ παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτὲ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν·
000-00-00 Serial Number=0047995269
Contra haereticos Ante [Go Back]  
 [00107]  Μωροὶ καὶ τυφλοὶ, οὐκ ἐσμὲν ἱκανοὶ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ.
000-00-00 Serial Number=0867897153
De Lazaro Ante [Go Back]  
 [00088]  Τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι, ἀλλὰ τοῦ συμβουλεῦσαι μόνον·
 [00643]  ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, κύριοι λοιπὸν μετανοίας οὐκ ἐσμὲν, οὐδὲ τοῦ τὰ ἡμαρτημένα ἡμῖν ἀπονίψασθαι.
 [01524]  Ναὶ, ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτε κατεδέετο ἡμῶν.
000-00-00 Serial Number=0990649998
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00083]  Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις, μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν, δι' οὗ ζῶμεν καὶ ἐσμὲν, ἀποκρουσώμεθα, τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ, ἀλλ' ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ, τουτέστι τῶν παθῶν τὴν νέκρωσιν.
000-00-00 Serial Number=0312515974
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00066]  Μακάριοι ἐσμὲν λοιπὸν καὶ ἡμεῖς, ὅτι τοὺς καρποὺς τῆς ἡμετέρας ὀσφύος θεωροῦμεν ἐκλάμποντας ἐκ τῆς ἁγίας κολυμβήθρας, ὥσπερ τινὰς ἀστέρας διαθέοντας τὸ πλήρωμα τῆς Ἐκκλησίας.
000-00-00 Serial Number=0964044511
De confessione pretiosae crucis Ante [Go Back]  
 [00054]  καὶ γὰρ στρατιῶται βασιλέως ἐσμὲν οὐρανίου, καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά.
000-00-00 Serial Number=0095579505
De cruce et latrone i Ante [Go Back]  
 [00017]  ∆ιὰ τοῦτον οὐκέτι ἐσμὲν ἐν χηρείᾳ·
000-00-00 Serial Number=0630112708
De cruce et latrone ii Ante [Go Back]  
 [00028]  διὰ τοῦτον οὐκ ἐσμὲν ἐν χηρείᾳ·
000-00-00 Serial Number=0676598549
De diabolo tentatore Ante [Go Back]  
 [00587]  οὐκ ἐσμὲν κύριοι τῆς τελευτῆς·
000-00-00 Serial Number=0274384677
De fato et providentia Ante [Go Back]  
 [00239]  Ἵν' οὖν μὴ μετὰ ταῦτα ἀνόνητα θρηνῶμεν, ὅταν τῆς μετανοίας ἡμῖν ἡ προθεσμία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκκοπῇ, ἕως ἐσμὲν κύριοι, ὅσοι μὲν ἑάλωμεν τῷ νοσήματι, μετανοήσωμεν καὶ ἀνακτησώμεθα ἑαυτούς·
 [00437]  Μέχρι πότε παιδία ἐσμὲν ταῖς φρεσί;
000-00-00 Serial Number=0206795335
De fugienda simulata specie Ante [Go Back]  
 [00085]  πάντες γὰρ ἐπηγγειλάμεθα, καὶ πάντες ἐπαγγελίας ἐσμὲν χρεῶσται.
000-00-00 Serial Number=0419756234
De jejunio sermones 1 Ante [Go Back]  
 [00084]  ὁδοιπόροι ἐσμὲν ἐν κόσμῳ·
000-00-00 Serial Number=0187794924
De mutatione nominum Ante [Go Back]  
 [01255]  Τοῦτό ἐστι ταπεινοφροσύνη, τοῦτον ζηλώσατε οἱ κατορθώματα ἔχοντες, τὸν δὲ τελώνην ὑμεῖς οἱ ἁμαρτημάτων γέμοντες, καὶ ὁμολογῶμεν ὥσπερ ἐσμὲν, καὶ τὸ στῆθος πλήττωμεν, καὶ τὴν διάνοιαν πείθωμεν μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι.
000-00-00 Serial Number=0350414693
De paenitentia [1] Ante [Go Back]  
 [00128]  σώματος γὰρ καὶ μελῶν δίκην ἀλλήλοις ἐσμὲν συνδεδεμένοι·
000-00-00 Serial Number=0399847865
De paenitentia sermo 3 Ante [Go Back]  
 [00101]  οὐκ ἐσμὲν γὰρ ἑαυτῶν κύριοι·
000-00-00 Serial Number=0827170908
De patientia sermo 1 Ante [Go Back]  
 [00216]  Ἐξέλθωμεν ἐν τῷ μνήματι, ἕως ἐσμὲν ἐν τῷ σώματι·
000-00-00 Serial Number=0255834103
De prophetiarum obscuritate Ante [Go Back]  
 [00701]  Ἀρκεῖ μόνον λογίσασθαι τίνες ἐσμὲν, καὶ πόθεν συνεστήκαμεν, καὶ πᾶσα οἰχήσεται λογισμῶν ἀπόνοια.
000-00-00 Serial Number=0525447547
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00170]  Ἐπεὶ οὖν εὐθυμίας ἐσμὲν πεπληρωμένοι, διὰ τοῦτο ψάλλομεν ἐπὶ τοῖς νεκροῖς ψαλμοὺς θαῤῥεῖν ὑπὲρ τῆς τελευτῆς παρακελευομένους.
000-00-00 Serial Number=0987298131
De sanctis martyribus [2] Ante [Go Back]  
 [00069]  Ἀλλὰ γὰρ μὴ ἁπλῶς ἀκούωμεν τὰ λεγόμενα, ἀκούοντες, ὅτι ἄνθρακες ὑπέκειντο καταξανθεῖσι τοῖς σώμασιν, ἀλλ' ἐννοήσωμεν τίνες ἐσμὲν πυρετοῦ κατασκήψαντος·
000-00-00 Serial Number=0977173626
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00101]  Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον, αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0318765402
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00225]  Ὅταν μὲν οὖν ἐκεῖνος διὰ τὸν τοῦ Θεοῦ πόθον καὶ εἰς γέενναν καταδέχεται ἐμπεσεῖν, καὶ βασιλείας ἐκπεσεῖν, εἴ γε ἀμφότερα ταῦτα προύκειτο, ἡμεῖς δὲ μηδὲ τοῦ παρόντος καταφρονῶμεν βίου, ἆρα ἄξιοι τῶν γοῦν ὑποδημάτων ἐσμὲν λοιπὸν τῶν ἐκείνου, τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς μεγαλονοίας;
 [01361]  Καὶ γὰρ τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι οἱ διδάσκοντες, ἀλλὰ τοῦ μὴ συμβουλεῦσαι μόνον·
 [01518]  Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις, καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν·
 [01616]  Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν, ἀναλογισώμεθα τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν.
 [01720]  Εἰ γὰρ, ὅταν ἁμαρτωλοὶ ὦμεν, ἂν νομίσωμεν, τοῦτο εἶναι ὅπερ ἐσμὲν, δίκαιοι γινόμεθα, [63.621] ὡσπεροῦν καὶ ὁ τελώνης·
 [03857]  ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς ὁ κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι·
 [05329]  πρὸς δὲ τοὺς ἐν ὄρεσι μόνον καθημένους ἐσμὲν σπουδαῖοι.
 [05876]  Τί δὲ καὶ ζῶμεν καὶ ἀναπνέομεν καὶ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν ἐκείνης;
 [05967]  πάντες γὰρ ἐσμὲν ἐν ἐπιτιμίοις.
 [06100]  ὅταν δὲ τοὐναντίον ᾖ, καὶ ἄφατον μὲν ἐκείνου τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν ἄξιοι κολάσεως οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταφρονοῦντες αὐτοῦ τῆς ἀγάπης, τοῦ μηδὲν ἡμῶν προτιμῶντος;
 [07727]  Εἰ τοίνυν ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς τὰ ἐκείνου ἡμῶν;
 [08691]  Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσει ὁμιλῆσαν, δι' οὗ ἐσμὲν καὶ ζῶμεν, δι' οὗ πύλαι θανάτου κατεκλάσθησαν, καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν, τοῦτο μετὰ τοσαύτης ὕβρεως ληψόμεθα;
 [08966]  σώματος γὰρ καὶ μελῶν δίκην ἀλλήλοις ἐσμὲν συνδεδεμένοι·
 [09376]  Καὶ γὰρ στρατιῶται βασιλέως ἐσμὲν οὐρανίου καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά.
 [09818]  ἡμεῖς δὲ, ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ·
 [09912]  Ταῦτα εἶπον, οὐχὶ κατακρῖναι βουλόμενος ὑμᾶς, ἀλλὰ δεῖξαι πόσων ἐσμὲν ὀφειλέται τῷ Θεῷ.
 [09919]  Εἰ τοίνυν τοσούτων ἐσμὲν ὑπεύθυνοι, ὀφείλομεν μετὰ πάσης προθυμίας ἀφιέναι τοῖς ἀδικοῦσιν ἡμᾶς καὶ πλεονεκτοῦσι, καὶ μὴ μνησικακεῖν.
 [09999]  Ὅτι, εἰ καὶ πάντων ἁμαρτημάτων ἐσμὲν ὑπεύθυνοι, δυνάμεθα καὶ δι' ἐξαγορεύσεως σωθῆναι·
 [09999]  Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ·
 [09999]  ἡμεῖς Θεοῦ πρέσβεις ἐσμὲν πρὸς ἀνθρώπους.
000-00-00 Serial Number=0047835290
Epistula ad monachos Ante [Go Back]  
 [00119]  Ἔσω τοίνυν ἔχομεν ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν καὶ τότε ἀληθῶς λέγομεν ὅτι ἔνδον ἐσμὲν ἄνθρωποι, τὸ δὲ ἔξω οὔ.
000-00-00 Serial Number=0536589980
Epistulae Ante [Go Back]  
 [02483]  Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι καὶ γὰρ τῆς ὁδοῦ πολὺ τὸ μέσον, καὶ οὐδὲ κύριοι κινεῖσθαι, ὅπουπερ ἂν ἐθέλωμεν, ἐσμὲν, καὶ τῶν Ἰσαυρικῶν ἐφόδων καθ' ἑκάστην ἡμέραν ὁ φόβος ἀκμάζει, παρακαλῶ σου τὴν εὐγένειαν, ὅπερ μέγιστον ἡμῖν εἰς παραμυθίαν ἐστὶ καὶ τῆς ἐρημίας τῆς ἐνταῦθα, καὶ τῆς ταλαιπωρίας, καὶ τῆς ἄλλης πάσης θλίψεως, τὸ συνεχῶς γράμματα δέχεσθαι, εὐαγγελιζόμενα τὴν ὑγείαν τὴν σὴν, καὶ τοῦ οἴκου σου παντὸς, τοῦτο χαρίζεσθαι ἡμῖν συνεχέστερον κατὰ τὸ ἐγχωροῦν.
 [03387]  καὶ ἡμεῖς δὲ ὅπουπερ ἂν ὦμεν, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον, περιφέροντες ὑμᾶς ἄπιμεν, ἐγκολάψαντες ὑμᾶς τῇ διανοίᾳ, καὶ τῷ συνειδότι ἐναποθέμενοι, καὶ οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν περιστάσεων ὄχλος ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἐμμέλειαν τὴν ὑμετέραν πεποίηκεν, ἀλλ' ὡς χθὲς καὶ πρώην ὑμῖν συγγενόμενοι, μᾶλλον δὲ ὡς ἀεὶ μεθ' ὑμῶν ὄντες, ὥσπερ οὖν καὶ ἐσμὲν, οὕτως ὑμᾶς ὁρῶμεν, καὶ φανταζόμεθα τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς.
000-00-00 Serial Number=0229932845
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00053]  Καὶ γὰρ ἐν ὑγιείᾳ ἐσμὲν καὶ εὐθυμίᾳ καὶ πολλῆς ἀπολαύομεν τῆς ἀνέσεως, μέχρι τῆς σήμερον ἡμέρας.
 [00687]  καὶ ἐν ἀσφαλείᾳ ἐσμὲν πολλῷ μᾶλλον ἐνταῦθα ὄντες ἢ ὅτε ἐν Καισαρείᾳ ἦμεν.
000-00-00 Serial Number=0108583450
Expositiones in Psalmos Ante [Go Back]  
 [01085]  Κἂν τοῦτο ᾖ, πάντων ἐσμὲν ὑψηλότεροι, κἂν ἐν πενίᾳ, κἂν ἐν νόσῳ, κἂν ἐν τοῖς ἐσχάτοις ὦμεν κακοῖς.
 [01275]  Καὶ ἡμεῖς τοίνυν ὅταν ἁμαρτάνωμεν, σκοπῶμεν εἰ ἄξιοι ἐλέους ἐσμὲν, εἰ ἐποιήσαμέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν, εἰ βελτίους ἐγενόμεθα, εἰ ἀπέστημεν.
 [01781]  τούτου γὰρ οὐκ ἐσμὲν κύριοι·
 [02165]  Καὶ γὰρ ἐν ἐκείνοις μὲν ἐγρηγορότες ἐσμὲν, ἐν τούτοις δὲ ἀναπεπτωκότες.
 [06903]  Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ.
 [06916]  Καὶ οὐδὲ εἰς ἓν ἔθνος, ἀλλὰ πανταχοῦ, φησὶ, καὶ πρὸς ἓν μόνον ἐσμὲν ἕτοιμοι, τὸ πάσχειν κακῶς, ἀμύνεσθαι δὲ ἢ ἀνταίρειν χεῖρας οὐδὲ ἰσχύομεν.
 [06976]  Εἰ γὰρ τὰ μέγιστα πεπόνθαμεν, φησὶ, καὶ ἔγγονοι τῶν τὰ μεγάλα εὐηργετημένων ἐσμὲν, καὶ ἐν ταῖς συμφοραῖς οὐκ ἐξεκλίναμεν, πολλῆς σωτηρίας ἡμῖν ἔσται ἐλπίς.
000-00-00 Serial Number=0284094036
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04563]  Καὶ γὰρ ἡμεῖς μεγάλων ἐσμὲν ὑπεύθυνοι κακῶν.
000-00-00 Serial Number=0260675073
Fragmenta in Job Ante [Go Back]  
 [00253]  κἂν τοῦτο ᾖ, πάντων ἐσμὲν ὑψηλότεροι, κἂν ἐν πενίᾳ, καὶ ἐν νόσῳ, κἂν ἐν τοῖς αἰσθητοῖς ὦμεν [64.528] κακοῖς.
 [01796]  Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοιγε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα·
000-00-00 Serial Number=0009093583
Fragmenta in Proverbia Ante [Go Back]  
 [00963]  οὐ τὸ τυχὸν γὰρ κτῆμα τὰ παιδία, ὧν καὶ τῆς σωτηρίας ἐσμὲν ὑπεύθυνοι·
000-00-00 Serial Number=0166853189
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00231]  Κτίσμα ἐσμὲν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν ἁμαρτίαν γεγόναμεν τοῦ διαβόλου·
000-00-00 Serial Number=0172028959
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00263]  ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἐσμὲν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχοντες ἀρχομένοις, οὔτε νομοθέται νομοθετουμένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγὰς ἐπάγομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν ὅπως καὶ τὸν οἰκέτην ἀπαλλάξωμεν κακίας καὶ τὸν υἱὸν [63.510] πονηρίας.
000-00-00 Serial Number=0658637881
In Acta apostolorum Ante [Go Back]  
 [02672]  Περικαθάρματα τοῦ κόσμου ἐσμὲν, κατὰ τὸν μακάριον Παῦλον.
 [03816]  Καὶ γὰρ καὶ νῦν ἐν πολέμῳ ἐσμὲν, ἵνα καὶ τοὺς ἀδελφοὺς ἐπιγινώσκωμεν τοὺς οἰκείους.
 [04116]  Οὕτω δὴ καὶ σὺ, ὅταν τι συμβῇ, εἰπὲ, ναὶ, ἐν ἁμαρτίᾳ ἐσμὲν, ὅτι οὐκ ἠκούσαμεν τοῦ Χριστοῦ, ὅτι ὠμόσαμεν·
 [05824]  ἀλλ' ἔνθα μὲν πραότητα ἐπιδείκνυσθαι χρὴ, πάντων θηρίων ἐσμὲν ἀγριώτεροι·
 [09625]  Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν πολλοῖς ὄντες κακοῖς, οὐδ' ὅτι ἐσμὲν ἐν κακοῖς ἴσμεν.
 [09999]  Οὐκοῦν καὶ ἡμεῖς πειθώμεθα τοῖς τοῦ Θεοῦ νόμοις, καὶ πάντα πράττωμεν κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ κατὰ τὴν αὐτοῦ βούλησιν πολιτευσώμεθα, ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, ἵνα μετὰ ἀρετῆς τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν διανύσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνησώμεθα, καὶ σὺν τοῖς εὐαρεστήσασιν αὐτῷ τιμῆς ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος, τῆς μιᾶς καὶ ἀληθοῦς θεότητος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Πάντες ἐσμὲν ἐνθάδε.
 [09999]  νῦν δὲ, ὅτε καθαροὶ τοῦ πάθους ἐσμὲν, ἴδωμεν, ἵνα μὴ τότε συναρπασθῶμεν.
 [09999]  Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασι·
 [09999]  Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὅμοιοι ἐκείνοις τὸ κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός.
 [09999]  Ἀλλ' οὐκ ἐπὶ ξένης ἐσμὲν ἡμεῖς;
 [09999]  Οὕτω πάντων ἐσμὲν ἀτιμότεροι.
 [09999]  εὐθέως γοῦν τὸν θάνατον αἰτοῦμεν, καὶ οὐκ ἐσμὲν φιλοσώματοι·
 [09999]  Ἐπειδὴ θηριώδεις ἐσμὲν, καὶ οὐκ ἂν ἄλλως ἀνασχοίμεθα τὸν ἐχθρὸν φιλῆσαι, εἰ μή τινα προσδοκῶμεν τιμωρίαν, καθάπερ τινὶ θηρίῳ δίδωσι ταύτην τὴν μᾶζαν·
000-00-00 Serial Number=0879902422
In Eutropium Ante [Go Back]  
 [00092]  Ἐκείνου οἰκέται ἐσμὲν τοῦ σταυρουμένου καὶ λέγοντος·
000-00-00 Serial Number=0610334873
In Genesim sermones Ante [Go Back]  
 [00176]  Ὁρᾷς ὅτι τότε μᾶλλον κύριοι τῶν κτημάτων ἐσμὲν, ὅταν τοῖς πένησιν αὐτὰ παρακαταθώμεθα.
 [00188]  ἀλλ' οὐκ ἐσμὲν τῆς χήρας ἐκείνης πενέστεροι, ἣ δύο λεπτὰ ἔχουσα μόνα, καὶ ταῦτα κατεβάλετο.
 [00823]  Τοῦτο γάρ ἐστιν, ᾧ τῶν ἀλόγων διαφέρομεν, καὶ ᾧ τῶν θηρίων ἀμείνους ἐσμὲν, τῷ κακίαν καὶ ἀρετὴν εἰδέναι, καὶ τῷ ἐπιγινώσκειν τὸ πονηρὸν, καὶ τὸ καλὸν μὴ ἀγνοεῖν.
000-00-00 Serial Number=0923859298
In Joannem Ante [Go Back]  
 [01244]  Ἡμεῖς δὲ οὕτως ἐσμὲν ἐλεεινοὶ καὶ ταλαίπωροι, ὡς ἱμάτιον μὲν μὴ ἂν ὑπομεῖναι ἁπλῶς περιβαλέσθαι καὶ διεστραμμένως, ἀλλὰ κἂν ἕτερον ἴδωμεν τοῦτο πάσχοντα, διορθούμεθα·
 [01537]  Ἀνανήψατε τοίνυν ποτὲ καὶ διεγέρθητε, καὶ ἐννοήσαντες τίνος ἐσμὲν οἰκέται, τὴν τούτου βασιλείαν ἀγαπήσωμεν μόνην·
 [02022]  τί δὲ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν ἐκείνης;
 [02423]  Οὐδὲ γὰρ αὐτοὶ τῶν ἁμαρτημάτων ἐσμὲν καθαροί.
 [04917]  ἀλλ' οὕτως ἐσμὲν ἀγνώμονες, ὡς οἰκέταις μὲν καὶ ἡμιόνοις καὶ ἵπποις περιδέραια χρυσᾶ περιτιθέναι, τὸν δὲ ∆εσπότην γυμνὸν περιϊόντα, καὶ θύρας ἐκ θυρῶν ἀμείβοντα, καὶ ἀεὶ πρὸς ταῖς ἐξόδοις ἱστάμενον καὶ χεῖρας ἐκτείνοντα περιορᾷν, πολλάκις δὲ καὶ ἀπηνεῖ βλέπειν αὐτὸν ὀφθαλμῷ·
 [05495]  ἐν δὲ τοῖς ἀναγκαίοις καὶ πνευματικοῖς, πάντων ἐσμὲν ῥᾳθυμότεροι, τοῖς μὲν παρέργοις ὡς ἔργοις κεχρημένοι, ἃ δὲ πάντων ἔργων ἀναγκαιότερα τίθεσθαι ἐχρῆν, ταῦτα οὐδὲ πάρεργα εἶναι νομίζοντες.
000-00-00 Serial Number=0406320691
In Psalmum 094 Ante [Go Back]  
 [00104]  Ἡμεῖς, φησὶν, πολλαῖς περιεπάρημεν ἁμαρτίαις, καὶ οὐκ ἐσμὲν ἄξιοι παρακαλέσαι Θεόν.
 [00110]  Ἀναπολόγητα ἡμάρτομεν, οὐκ ἐσμὲν ἄξιοι τοῦ παρακαλέσαι περὶ ἑαυτῶν καὶ δυσωπῆσαι Θεόν·
000-00-00 Serial Number=0877332509
In Psalmum 118 Ante [Go Back]  
 [00162]  Ταῦτα δὲ εἰ καὶ παρ' αὐτῷ εἴρηται, ἀλλ' οὖν ἡμεῖς οἱ ψάλλον τες ὀφειλέται ἐσμὲν συντηρεῖν τῆς ὑμνῳδίας ἡμῶν τὴν ὁμολογίαν.
000-00-00 Serial Number=0146609068
In Psalmum 145 Ante [Go Back]  
 [00211]  Πάντες ἐσμὲν ἐνθάδε.
000-00-00 Serial Number=0979343355
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01652]  Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις.
 [01674]  Εἶτα, ἐπειδὴ εἶπεν, Εὐωδία ἐσμὲν, καὶ ἐν τοῖς ἀπολλυμένοις, ἵνα μὴ νομίσῃς, ὅτι κἀκεῖνοι εὐπρόσδεκτοί εἰσιν, ἐπήγαγε·
 [01685]  Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, ὅτι Θυσία ἐσμὲν τοῦ Χριστοῦ καὶ εὐωδία, καὶ θριαμβευόμεθα πανταχοῦ, πάλιν μετριάζει, τῷ Θεῷ πάντα ἀνατιθείς·
 [02432]  Εἰ γὰρ καὶ μὴ πάντες ὑπεύθυνοι τοῖς ἐγκλήμασι τούτοις ἐσμὲν (πλείους γὰρ ἂν εὕροιμεν τῷ τῶν χρημάτων, ἢ τῷ τῶν σωμάτων ἁλισκομένους ἔρωτι), ἀλλὰ κοινὸν πᾶσι προκείσεται τὸ φάρμακον, καὶ τούτοις κἀκείνοις.
 [02576]  Οὐ γὰρ πιστοῖς μόνον, ἀλλὰ καὶ ἀπίστοις ἐσμὲν κατάδηλοι, προκείμενοι πᾶσιν εἰς τὸ βασανίσαι τὰ ἡμέτερα, ὡς ἂν ἐθέλοιεν·
 [03321]  Ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν αὐτῷ ζῇν, οὐχ ὅτι οὐκ ἐσμὲν ἑαυτῶν μόνον, οὐδ' ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ' ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον, ἀλλ' ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν.
 [04804]  ἀλλ' ἐπειδὴ τῇ φύσει ἐσμὲν πάροικοι, γενώμεθα καὶ προαιρέσει, ἵνα μὴ ἐκεῖ γενώμεθα πάροικοι καὶ ἄτιμοι καὶ ἀπεῤῥιμμένοι.
 [05102]  Ἵνα γὰρ μὴ ἀλγήσωσι, μηδὲ εἴπωσιν, Ἡμᾶς οὖν ὑφορᾶσθαι ἔχεις, καὶ οὕτως ἐσμὲν ἄθλιοι, ὡς ὑποπτεῦσθαί ποτε ἐπὶ τούτοις;
 [05190]  οὕτω σφόδρα ἀπ' ἀλλήλων ἐσμὲν ἀπεῤῥηγμένοι, δέον ἑνὸς σώματος μιμεῖσθαι συνάφειαν.
 [05583]  διὰ τί τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι;
 [06216]  Ἰδιῶται, φησὶν, ἐσμὲν, καὶ οὐκ ἀποκρυπτόμεθα·
 [07696]  εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν, ὃ μὴ γένοιτο.
 [07819]  Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
 [07836]  Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
 [07838]  ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πλήξῃ, ἀμυδρῶς δὲ αὐτὸ αἰνίττεται, οὔτε ἀποφαινόμενος καὶ λέγων, ὅτι ἀδόκιμοί ἐστε, οὔτε κατ' ἐρώτησιν προάγων καὶ λέγων, εἰ δὲ ὑμεῖς ἀδόκιμοι, ἀλλὰ τοῦτο παραλιπὼν, αἰνιγματωδῶς αὐτὸ ἐνδείκνυται, ἐπάγων, Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
 [07842]  Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
 [07844]  ἐπειδὴ δὲ καὶ διὰ τῶν ἔργων βούλεσθε λαβεῖν τὴν πεῖραν, εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἀδόκιμοι.
 [07889]  οὐχ ὅτε ἐσμὲν ἀσθενεῖς, ἀλλ' ὅτε νομιζόμεθα ἀσθενεῖς·
000-00-00 Serial Number=0496948600
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00617]  Ἡμεῖς ὑπηρέται ἐσμὲν, ἀγαπητοί·
 [00943]  τὸ βάπτισμα τὸ αὐτὸ ἔχομεν ἑκάτεροι, πνεύματος ἠξιώθημεν ἑνὸς, ἐπὶ τὴν αὐτὴν βασιλείαν σπεύδομεν ἑκάτεροι, ἀδελφοὶ ὁμοίως ἐσμὲν τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0084208548
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01448]  οὕτω καὶ ἡμεῖς, κἂν μὴ ἐξ ὅλου κατεχώμεθα, καὶ ἐκ πίστεως καὶ ἐκ βίου, ἀλλ' ἐκ τοῦ βίου μόνον, ὑπὸ τὴν ἐξουσίαν ἐσμὲν τοῦ διαβόλου.
 [01634]  Εἰ γὰρ μέλη ἀλλήλων ἐσμὲν, ἡ τοῦ πλησίον σωτηρία οὐκ ἐκείνου μόνον ἐστὶν, ἀλλὰ καὶ τοῦ λοιποῦ σώματος·
 [01746]  Ὅταν γὰρ φιλώμεθα διὰ τὸν Θεὸν, ἡμεῖς ὀφειλέται ἐσμὲν τῆς τιμῆς·
000-00-00 Serial Number=0339701653
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02871]  Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς ἐκεῖνοι ἡμῶν;
 [03660]  τὸν γὰρ ἀπόστολον καὶ διάκονον τοῦ Χριστοῦ, μωρὸν εἶναι δοκεῖν χρὴ, καὶ ἐν θλίψει καὶ ἐν ἀδοξίᾳ διάγειν, ὅπερ ἐσμὲν ἡμεῖς·
 [07374]  οὐκ ἐσμὲν τούτων ἀμελέτητοι τῶν κακῶν·
 [07562]  Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσει ὁμιλῆσαν, δι' ὃ ἐσμὲν καὶ ζῶμεν, δι' ὃ πύλαι θανάτου κατεκλάσθησαν καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν, τοῦτο μετὰ τοσαύτης ὕβρεως ληψόμεθα;
000-00-00 Serial Number=0208903491
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00186]  ἀλλ' ἀεὶ ἐν χρείᾳ ἐσμὲν, ἐὰν εὖ φρονῶμεν.
 [00864]  Ἄλλοι ἐσμὲν χαίροντες, ἄλλοι ἀλγοῦντες·
 [01140]  Οὐχ ὅτε παρῆμεν, οὐδ' ὅτε ἐθαυματουργοῦμεν, ἀλλὰ καὶ νῦν, ὅτε πόῤῥω ἐσμὲν, καὶ μαστιζόμεθα, καὶ μυρία πάσχομεν δεινὰ, μνείαν ἡμῶν ἀγαθὴν ἔχετε.
 [02523]  Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
 [03077]  ἡμεῖς δὲ ἀήθεις ἐσμὲν ἐκείνου τοῦ φωτός.
000-00-00 Serial Number=0631754518
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01067]  Εἰ γὰρ Τιμόθεος, οὗ πάντες οὐκ ἐσμὲν ἀντάξιοι, δέχεται παραγγελίας καὶ διδάσκεται, καὶ ταῦτα ἐν τάξει διδασκάλου ὢν, πολλῷ μᾶλλον ἡμεῖς.
 [01278]  Εἰ δὲ ὁ ἀδίκως παθὼν οὐκ ἐτόλμησε μὴ ὑπερεύξασθαι, οἱ δίκαια πάσχοντες, καὶ μὴ μόνον οὐχ ὑπερευχόμενοι, ἀλλὰ καὶ κατευχόμενοι, τίνος οὐκ ἐσμὲν ἄξιοι τιμωρίας;
 [01522]  Ἀλλ', ὢ τῆς τῶν χρημάτων τυραννίδος! μᾶλλον δὲ, ὢ τῆς τῶν ἑκοντὶ δεδουλωμένων αὐτοῖς μοχθηρίας! Οὐκ ἐκεῖνα ἔχει μεγάλην τὴν ἰσχὺν, ἀλλ' ἡμεῖς σφόδρα ἐσμὲν ἔκλυτοι καὶ δεδουλωμένοι, ἡμεῖς ταπεινοὶ καὶ γεώδεις, ἡμεῖς σαρκικοὶ, ἡμεῖς ἀνόητοι·
 [02380]  τῷ δὲ ἔργῳ πάντες τῶν ἀλλοτρίων ἐσμὲν κύριοι.
 [02538]  Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς.
 [02716]  Εἰ τοίνυν καὶ ἔχοντες τοῦτον, ἂν τοῖς ἄλλοις μεταδοίημεν, ἢ διδόμενον οὐ λαμβάνοντες, τότε ἐσμὲν ἀγαθοὶ, ἂν δὲ λάβωμεν ἢ κτησώμεθα, οὐκ ἀγαθοὶ, πῶς ἀγαθὸν ἂν γένηται ὁ πλοῦτος;
 [04096]  οὕτω πανταχοῦ τῆς πλεονεξίας ἐσμὲν καὶ τῆς ὑπονοίας.
000-00-00 Serial Number=0459331810
In epistulam ad Colossenses Ante [Go Back]  
 [00545]  οἷον ἐν τῷ κλήρῳ πάντες ἐσμὲν, ἀλλ' οὐ τὴν αὐτὴν ἔχομεν πάντες μερίδα.
 [01107]  Ἡμεῖς Θεοῦ πρέσβεις ἐσμὲν πρὸς ἀνθρώπους.
 [02642]  Ἀλλαχοῦ δὲ ἐντρεπτικῶς, ὅτι Ἀλλήλων ἐσμὲν μέλη.
000-00-00 Serial Number=0125708818
In epistulam ad Ephesios Ante [Go Back]  
 [00708]  Αἰδεσθῶμεν ἡμῶν τὴν κεφαλὴν, ἐννοήσωμεν τίνος ἐσμὲν σῶμα κεφαλῆς, ᾗ πάντα ὑποτέτακται.
 [03854]  ∆ιὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
 [03871]  Εἶτα καὶ τὸ ἐντρεπτικώτερον, Ὅτι ἐσμὲν ἀλλήλων μέλη, μηδεὶς ἀπατάτω τὸν πλησίον·
 [03953]  Ἂν τὰ ἑαυτῶν ἁμαρτήματα ἐννοήσωμεν, καὶ ὅσον ἐσμὲν ὑπεύθυνοι τῷ Θεῷ·
 [04969]  ∆ιὰ τοῦτο φίλοι ἐσμὲν, ἵνα ἀλλήλους ὠφελῶμεν.
 [05539]  Ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ.
 [06078]  Μέχρι τίνος ἐσμὲν σάρκες;
000-00-00 Serial Number=0366751134
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01720]  Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροί ἐσμεν.
 [01752]  Ἄρα, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
 [02250]  Ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι, οὕτως οὐδὲ τοῦ ἐλεεῖν.
000-00-00 Serial Number=0860604167
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00356]  ἐργασώμεθα ἐλεημοσύνην, ἕως ἐσμὲν κύριοι·
 [01527]  οὐχ οὕτως ἐσμὲν ἄθλιοι καὶ ταλαίπωροι, εἰ καὶ σφόδρα οὐδαμινοί τινές ἐσμεν.
 [02303]  Εἰ ἡμεῖς ὑπὸ ἁμαρτίαν ἐσμὲν, φησὶν, αὐτὸς [63.64] δὲ ἀναμάρτητος.
 [03107]  Εἰ δὲ καὶ ἡ χαρὰ ἡμῶν, καὶ ἡ ἀγαλλίασις μετὰ τρόμου ὀφείλει γίνεσθαι, ὅταν καὶ φοβερὰ ᾖ τὰ λεγόμενα, οἷα τὰ νῦν, τίνος οὐκ ἐσμὲν ἄξιοι τιμωρίας, μὴ μετὰ φρίκης ἐπακούοντες τῶν λεγομένων;
 [05416]  Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώ ματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
 [05474]  Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, φησί.
 [06220]  Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
 [06313]  Πρὸς κατηγορίας ἐσμὲν ἕτοιμοι, πρὸς κατακρίσεις παρεσκευασμένοι.
 [06862]  Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ·
 [06994]  Ἐπειδὴ γὰρ οὐχ ὡς ξένοι διάγομεν ἐνταῦθα, οὐδὲ ὡς ἐπὶ πατρίδα σπεύδομεν, ἀλλ' ὡς ἐπὶ κόλασιν ἀπιόντες ἐσμὲν, διὰ τοῦτο ἀλγοῦμεν, ὅτι τοῖς πράγμασιν οὐκ ἐχρησάμεθα εἰς [63.169] δέον, ἀλλὰ τὴν τάξιν ἀντεστρέψαμεν·
 [08003]  Εἰ γὰρ σῶμα ἓν οἱ πάντες ἐσμὲν, μείζων γίνεται τῷ σώματι τούτῳ ἡ ἡδονὴ, ὅταν κοινῇ στεφανῶται, καὶ μὴ κατὰ μέρος.
 [08760]  μεταξὺ λύκων ἐσμὲν, καὶ ὡς πρόβατα κελεύεις εἶναι καὶ ὡς περιστεράς;
 [08854]  ἀλλ' εἰ φίλοι ἐσμὲν, εἰ ὄντως ἀλλήλων κηδόμεθα, εἰς ταῦτα ἀλλήλοις συμβαλλώμεθα·
 [09208]  κάτω εἱστήκει ὁ λαὸς τότε, ἡμεῖς δὲ οὐκ ἐσμὲν κάτω, ἀλλὰ τοῦ οὐρανοῦ ἀνώτεροι, ἐγγὺς τοῦ Θεοῦ ὡς υἱοὶ, ἀλλ' οὐχ ὡς Μωϋσῆς.
000-00-00 Serial Number=0915605128
In epistulam ad Philemonem Ante [Go Back]  
 [00169]  Ταῦτα εἶπον, οὐχὶ κατακρῖναι βουλόμενος ὑμᾶς, ἀλλὰ δεῖξαι, πόσων ἐσμὲν ὀφειλέται τῷ Θεῷ.
 [00175]  Εἰ τοίνυν τοσούτων ἐσμὲν ὑπεύθυνοι, ὀφείλομεν μετὰ πάσης προθυμίας ἀφιέναι τοῖς ἀδικοῦσιν ἡμᾶς καὶ πλεονεκτοῦσι, καὶ μὴ μνησικακεῖν.
 [00590]  ἁμαρτησόμεθα ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον;
000-00-00 Serial Number=0578422070
In epistulam ad Philippenses Ante [Go Back]  
 [00099]  ἕως ἐσμὲν παῖδες, μὴ ἀποστερήσωμεν ἑαυτοὺς τοῦ κόσμου τούτου.
 [01067]  ἂν δὲ τοῦτο μὴ ἔχωμεν, καὶ τὴν βασιλείαν αὐτὴν ἐὰν ἔχωμεν, πάντων ἐσμὲν πενέστεροι.
 [02485]  Ἀγγέλων ἐσμὲν ἴσοι κατὰ τοῦτο·
 [02501]  Εἰδότες οὖν, ὅτι καὶ τῶν ἀλόγων χείρους ἐσμὲν τῆς ἀρετῆς χωρὶς, ταύτην ἀσκῶμεν, ἵνα ἄνθρωποι γενώμεθα, μᾶλλον δὲ ἄγγελοι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03055]  Ὅτι περὶ μὲν τὰ τῶν ἄλλων κάρφη οὕτως ἐσμὲν ἀκριβεῖς ἐξετασταὶ, τὰς δὲ δοκοὺς ἔχοντες αὐτοὶ ἐν τοῖς ὀφθαλμοῖς οὐδὲ αἰσθανόμεθα.
000-00-00 Serial Number=0794011772
In epistulam ad Romanos Ante [Go Back]  
 [01482]  Ὅταν δὲ τοὐναντίον τι ᾖ, καὶ ἄφατον μὲν ἐκεῖνο τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν κολάσεως ἄξιοι οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταστρηνιῶντες αὐτοῦ τῆς ἀγάπης;
 [03722]  ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν;
 [04237]  εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι.
 [05046]  Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν.
 [05053]  Ὀφειλέται ἐσμὲν τῷ Πνεύματι·
 [05054]  τὸ γὰρ εἰπεῖν, ὅτι Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, τοῦτο ἐδήλωσε.
 [05064]  Εἶτα, ἐπειδὴ εἶπεν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἵνα μὴ τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβοις φύσιν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγε·
 [05066]  Ἵν' οὖν μὴ νομίσῃς, ὅτι ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἑρμηνεύει αὐτὸ λέγων·
 [05076]  Τοῦτο τοίνυν διορισάμενος, καὶ κατασκευάσας, ὅτι ὀφειλέται ἐσμὲν τῷ Πνεύματι, εἶτα δεικνὺς τίνων ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα λέγει, ἐφ' ᾧ μάλιστα αὐτὸν ἔστιν ἐκπλαγῆναι τῆς συνέσεως, ἀλλὰ τὰ μέλλοντα.
 [05184]  Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, φησὶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ.
 [05618]  ∆ιὰ τοῦτο ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, καὶ τῶν σφόδρα πενήτων πτωχότεροι, ὅτι ταύτας καλλωπίζομεν τὰς οἰκίας, ἃς οὐ δυνάμεθα λαβόντες ἐντεῦθεν ἀπελθεῖν, ἀφέντες ἐκείνας, ἃς μεθ' ἡμῶν αὐτῶν συμμεταθεῖναι ἔνι.
 [05855]  Ἆρα ἄξιοι τῶν γοῦν ὑποδημάτων ἐσμὲν λοιπὸν τῶν ἐκείνου, τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς μεγαλονοίας;
 [06006]  Ἀλλ' ἐπειδὴ πόῤῥω τῆς ἀγάπης ἐσμὲν ταύτης, οὐδὲ νοῆσαι τὰ λεγόμενα δυνάμεθα.
 [07715]  Ἐκείνη μὲν γὰρ ἡ συγγένεια φύσεώς ἐστι καὶ ἀνάγκης, καθ' ἣν πάντες ἐσμὲν συγγενεῖς·
 [08020]  καὶ ὅτι ἀλλήλων ἐσμὲν μέλη, οὐχ ὁ μικρὸς τοῦ μεγάλου μόνον, ἀλλὰ καὶ ὁ μέγας τοῦ ἐλάττονος, καὶ ὅτι ἕν ἐσμεν ἅπαντες σῶμα·
 [08313]  Ἵν' οὖν μὴ τοσαῦτα ἐξάψωμεν καθ' ἑαυτῶν κακὰ, ἕως ἐσμὲν κύριοι, καὶ τὸ πονηρὸν τοῦτο νόσημα διορθώσωμεν, καὶ τῇ γλώττῃ χαλινὸν ἐπιθῶμεν·
 [08688]  οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων·
 [09175]  Οὐκ ἐσμὲν ἐλεύθεροι, ∆εσπότην ἔχομεν τὸν καὶ ζῇν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐ θέλοντα, καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν διαφέρει.
000-00-00 Serial Number=0472621083
In epistulam ad Titum Ante [Go Back]  
 [00523]  καὶ πάλιν, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν.
 [00557]  Τὸ δὲ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, περὶ τοῦ ∆ιὸς εἴρηται τῷ Ἀράτῳ·
 [00558]  ὃς ἐπεὶ ἀρχόμενος εἶπε, Μεσταὶ δὲ ∆ιὸς μὲν ἀγυιαὶ, μεστὴ δὲ θάλασσα, τότε ἐπήγαγε τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, δεικνὺς οἶμαι κἀκεῖνος ὅτι γεγόναμεν ἐκ Θεοῦ.
000-00-00 Serial Number=0648157895
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00275]  ἢ τῆς τὴν γνῶσιν ἐμποιούσης ἡμῖν, καθ' ἣν πάντες ἐσμὲν πιστοί·
000-00-00 Serial Number=0924953222
In illud Vidi dominum Ante [Go Back]  
 [01401]  Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν·
000-00-00 Serial Number=0371849954
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00015]  Ἐπεὶ οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ πάντες οἱ παρόντες ἐσμὲν ἐν Χριστῷ συμμαθηταί·
000-00-00 Serial Number=0136811614
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00035]  ἀπηρνήσαντο αὐτὸν ἐπὶ τοῦ τυφλοῦ εἰπόντες, Ἡμεῖς τοῦ Μωϋσέως ἐσμὲν μαθηταί·
000-00-00 Serial Number=0712471068
In parabolam de filio prodigo Ante [Go Back]  
 [00272]  ∆έσποτα, Κύριε φιλάνθρωπε, μονογενὲς Υἱὲ τοῦ Θεοῦ, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἐσμὲν ἄξιοι κληθῆναι υἱοί σου·
000-00-00 Serial Number=0811359406
In sanctum Romanum Ante [Go Back]  
 [00015]  Πόδες ἐσμὲν ἡμεῖς, οἱ μάρτυρες κεφαλή·
000-00-00 Serial Number=0724594295
In secundum domini adventum Ante [Go Back]  
 [00021]  Εἰ γὰρ ἔνθα παράνομον ἦν τὸ γινόμενον, διὰ τὸ ἀκαίρως ἐπιτιμᾷν, ἐκώλυσε τοῦτο γίνεσθαι, ὥστε μὴ σκανδαλισθῆναι καὶ προσκόψαι τὸν ἀδελφὸν, ὅταν μηδὲ διορθοῦντες σκανδαλίζωμέν τινα, τίνος ἐσμὲν ἄξιοι;
000-00-00 Serial Number=0292689919
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00991]  ἡμεῖς δὲ οὕτω μυρία ἁμαρτήματα συλλέ γοντες, πόσῳ χείρους ἐσμὲν ἤδη, καθὰ λέλεκται.
000-00-00 Serial Number=0852502167
Non esse desperandum Ante [Go Back]  
 [00233]  ἵνα μάθῃς, ὅτι ὧν οὐκ ἐσμὲν ἄξιοι, γινόμεθα ἄξιοι, διὰ τῆς προσεδρείας.
000-00-00 Serial Number=0818268061
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00115]  ∆ιὰ τοῦτο οὐδὲ συγγνώμης ἐσμὲν ἄξιοι, ἑκόντες ἑαυτοὺς ἀποστεροῦντες τῶν ἀγαθῶν.
000-00-00 Serial Number=0672862470
Prooemia in Psalmos Ante [Go Back]  
 [00103]  Ἐμνήσθη ὅτι χοῦς [55.536] ἐσμὲν, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ.
000-00-00 Serial Number=0790902972
Quales ducendae sint uxores Ante [Go Back]  
 [00106]  ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.
 [00131]  ὅτι μέλη ἐσμὲν ἐκ τοῦ σώματος αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ·
000-00-00 Serial Number=0578810275
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00008]  Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μαθημάτων·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»