Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐρημίαν [109]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐρημίαν


000-00-00 Serial Number=0524722278
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00238]  Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ' εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν·
000-00-00 Serial Number=0957735658
Ad Innocentium papam i Ante [Go Back]  
 [00059]  Καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως διέτριβε, καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ τῶν λαῶν αἱ ἐκκλησίαι ἐγίνοντο, καὶ πλείους ἢ τεσσαράκοντα ἐπίσκοποι οἱ κοινωνοῦντες ἡμῖν μετὰ τοῦ λαοῦ καὶ τοῦ κλήρου εἰκῆ καὶ μάτην ἠλαύνοντο·
000-00-00 Serial Number=0661075890
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00860]  τὴν πολλὴν ἐρημίαν ὁρῶντα, καὶ τὸν βίαιον θάνατον ἐκεῖνον, καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ, καὶ πάντας ὁμοῦ ἀνθρώπους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα γένη μιᾷ τῇ ἐλεεινοτάτῃ καταχωσθέντα ταφῇ.
 [01775]  Πόσων οὖν δαιμόνων χαλεπώτερα τὰ ἐκείνου κακά! Εἰ γὰρ καὶ μηδὲν αὐτῷ ἠνώχλει τούτων, τί οὐκ ἂν ἔπαθεν ἐννοῶν τὸν χρόνον τὸν μακρὸν, ὃν ἐπὶ τῆς κλίνης κατάκειται, τὴν δαπάνην τὴν πολλὴν καὶ εἰς ἐσχάτην αὐτὸν ἐμβαλοῦσαν πενίαν, τῶν φίλων τὴν καταφρόνησιν, τῶν θεραπευσόντων τὴν ἐρημίαν, τὸ μηδὲ εἰ στήσεταί ποτε τὰ δεινὰ ταῦτα εἰδέναι, ὅπερ ἀεὶ σὺ πενθεῖς, μᾶλλον δὲ τὸ πεπεῖσθαι ἀκριβῶς, ὅτι οὐδὲ στήσεταί ποτε, ζῶντος αὐτοῦ καὶ ἐμπνέοντος ἔτι;
000-00-00 Serial Number=0981414080
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00012]  Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας.
 [00040]  Μὴ γάρ μοι τὰς ἀκρωρείας εἴπῃς τῶν ὀρῶν, μηδὲ νάπας καὶ φάραγγας καὶ ἐρημίαν ἄβατον·
000-00-00 Serial Number=0416822851
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00588]  Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ' ὅσην ἄν τις τῶν θαυμαστῶν καὶ μεγάλων ἀνδρῶν.
000-00-00 Serial Number=0858826518
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00598]  [10.34] Καὶ εἰσπηδήσασα πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, ἀπαγγείλασα αὐτῷ τὰ γεγενημένα, οὐχ ὡς ἡ τοῦ πράγματος εἶχεν ἀλήθεια, ἀλλ' ὡς αὐτὴ τὸ δρᾶμα τῆς συκοφαντίας κατεσκεύασεν, ἔπεισεν ἅπερ ἤθελε τὸν δικαστήν, ἐρημίαν κατηγοροῦσα καὶ ὡς ἠδικημένη τὴν ἐκδικίαν ἐπεζήτει εἰς ἀπόδειξιν ὧν ἔλεγε τὰ ἱμάτια τοῦ ἀθώου νεανίσκου περιφέρουσα ταῖς ἀκαθάρτοις χερσὶν ἐκείναις.
 [00627]  Οὐ μετὰ τὸ χρισθῆναι εἰς βασιλέα καὶ λαβεῖν τοῦ δήμου τῶν Ἑβραίων τὰ σκῆπτρα τῇ τοῦ Θεοῦ ψήφῳ καὶ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον κατὰ τοῦ βαρβάρου, τὰ χαλεπώτατα πάντων ἔπαθε, πολεμούμενος, ἐπιβουλευόμενος παρὰ τοῦ Σαούλ, περὶ αὐτὸ τὸ ζῆν κινδυνεύων, εἰς πολέμους ἐπισφαλεῖς ἐκπεμπόμενος, συνεχῶς πρὸς τὴν ἐρημίαν ἐλαυνόμενος, ἀλήτης, φυγάς, ἄπολις, ἄοικος, μετανάστης γενόμενος.
000-00-00 Serial Number=0475625575
Ad illuminandos catecheses Ante [Go Back]  
 [00043]  ὅταν ἴδῃ τοὺς οἰκέτας, τὴν ἐρημίαν ἁπάσης σκοπεῖ τῆς οἰκίας·
000-00-00 Serial Number=0234298229
Ad populum Antiochenum Ante [Go Back]  
 [00697]  Καὶ μάρτυρες ὑμεῖς οἱ καταλιμπάνοντες αὐτὰς ἐρήμους, καὶ πρὸς τὴν ἐρημίαν ἀποτηδῶντες, καθάπερ παγίδας καὶ δίκτυα δεδοικότες.
 [01295]  Ὅταν οὖν ἐμβάλῃς εἰς τὴν ἀγορὰν, ἀγαπητὲ, καὶ τὴν ἐρημίαν θεασάμενος στενάξῃς, κατάφυγε πρὸς τὴν μητέρα, καὶ παραμυθήσεταί σε εὐθέως τῷ πλήθει τῶν οἰκείων τέκνων, καὶ δείξει σοι τῶν ἀδελφῶν ἀπηρτισμένον τὸν χορὸν, καὶ πᾶσαν ἀποκρούσεταί σου τὴν ἀθυμίαν.
000-00-00 Serial Number=0818570793
Adversus Judaeos Ante [Go Back]  
 [01557]  Ἐπειδὴ γὰρ τοὺς ἀνθρώπους περιελθὼν, οὐδένα ἑώρα δυνάμενον ἵλεω ποιῆσαι τὸν Θεὸν, πρὸς τὰ οἰκοδομήματα καταφεύγει, καὶ τὴν πόλιν αὐτὴν προβάλλεται, καὶ τὴν ἐρημίαν αὐτῆς προτείνεται, καὶ ἐν τούτοις καταλύσας τὸν λόγον, ἵλεω τὸν Θεὸν ἐποίησε·
 [02776]  ἀλλ' ἑτέρους μὲν ἑώρα καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαττομένους διὰ τὸ πολλοὺς ἔχειν τοὺς θεραπεύοντας, αὑτόν τε διὰ τὴν ἐρημίαν τῶν προστησομένων ἐν διηνεκεῖ μένοντα παρέσει.
000-00-00 Serial Number=0422381520
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00508]  Μὴ τοίνυν μοι τὴν ἐρημίαν εἴπῃς, μηδὲ τὰ βασίλεια.
 [00519]  περὶ δὲ τοῦ παιδίου τοῦ σοῦ ἂν ἐλθών τις ἀπαγγείλῃ, ὅτι πλούτου καταγελάσας τοῦ πατρικοῦ, καὶ τὴν βιωτικὴν καταπατήσας φαντασίαν, καὶ τῶν κοσμικῶν ἐλπίδων ἀνώτερος γενόμενος, πρὸς τὴν ἐρημίαν μετέστη, καὶ χιτωνίσκον σαπρὸν ἐνέδυ καὶ φαῦλον, πάντες εὐθέως συνδραμοῦνται καὶ θαυμάσουσι καὶ κροτήσουσιν ὑπὲρ τῆς μεγαλοψυχίας αὐτόν.
 [00779]  ∆ιαπλαττέσθω τοίνυν καὶ ὁ πιστὸς ἡμῖν ἤδη τοιοῦτος, οἷος ὁ ἄπιστος, καὶ πάντα ἐκείνῳ προσεοικέτω, πλὴν τῆς περὶ τὸ Θεῖον δόξης, καὶ θρηνείτω ὅμοια καὶ προκυλινδείσθω τῶν ποδῶν τῶν ἁπάντων, καὶ τὴν πολιὰν προβαλλέσθω, καὶ τὸ γῆρας, καὶ τὴν ἐρημίαν, καὶ πάντα ἐκεῖνα λεγέτω, καὶ κινείτω πρὸς ὅσον βούλεται ὀργῆς τοὺς δικάζοντας·
 [01249]  Οὔπω γὰρ οὐδὲν πρὸς φιλονεικίαν φθέγγομαι, ὅτι εἴ τις ὑπὲρ τούτων παρεῖχε θαῤῥεῖν, οὐδὲ κτησαμένους τὴν δύναμιν ταύτην ἐξήγαγον ἂν, ἀλλὰ τότε μάλιστα μένειν ἐκέλευσα, καὶ [47.367] τοὺς φυγαδεύοντας αὐτοὺς οὐκ ἂν ἐπῄνεσα, ἀλλ' ὡς κοινοὺς τῆς πολιτείας ἐχθροὺς ἀπεστράφην ἂν, ὅτι τοὺς λύχνους κρύπτοντες, καὶ τοὺς φωστῆρας ἀπὸ τῆς πόλεως ἐπὶ τὴν ἐρημίαν ἄγοντες, τὰ μέγιστα τοὺς ἔνδον οἰκοῦντας ἐζημίουν ἀγαθά.
 [01388]  Εἰ γὰρ πόλιν οἰκῶν ἠδύνατο σώζεσθαι, ὡς ἔφης, πολλῷ μᾶλλον τὴν ἐρημίαν καταλαβών.
 [01611]  Μὴ τοίνυν μηδὲ ἡμεῖς πρὸ ὥρας ἀπάγωμεν τῆς κατὰ τὴν ἐρημίαν διατριβῆς τοὺς υἱοὺς, ἀλλ' ἐάσωμεν αὐτοῖς ἐμπαγῆναι τὰ μαθήματα, καὶ ῥιζωθῆναι τὰ φυτά·
 [01740]  Μάλιστα μὲν οὖν καὶ πρὸ τῶν ἡμετέρων λόγων ἡ ἀπολογία αὕτη ἀνῄρητο, τῆς τε φύσεως ἐχούσης ἀκριβὲς τὸ κριτήριον τῶν καλῶν, καὶ τῶν οὐ τοιούτων, τῆς τε φιλοσοφίας ταύτης πανταχοῦ προκειμένης, τῶν τε ἐν τῷ βίῳ κακῶν ἱκανῶν ὄντων καὶ τοὺς σφόδρα ἐρῶντας αὐτοῦ πρὸς τὴν ἐρημίαν ἐλάσαι.
000-00-00 Serial Number=0728564084
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00169]  Ἀπροστάτευτόν, φησίν, ἐστιν ἡ παρθένος, οὐκ ἄνδρα ἔχουσα, οὐ κηδεστὴν, πολλάκις δὲ οὐδὲ πατέρα, οὐκ ἀδελφὸν, καὶ δεῖται τοῦ χεῖρα ὀρέξοντος, καὶ τὴν ἐρημίαν παραμυθησομένου, καὶ πανταχοῦ προβεβλημένου καὶ καταστήσοντος αὐτὴν ἐν ἀσφαλείᾳ πολλῇ καὶ λιμένι.
000-00-00 Serial Number=0894672155
De Anna i Ante [Go Back]  
 [01218]  ὁ δὲ πλούσιος, ὅσῳ τὴν οὐσίαν αὐξομένην ὁρᾷ, τοσούτῳ δάκνεται μᾶλλον ὑπὸ τῆς ἀπαιδίας, οὐδεμιᾶς ἡδονῆς αἰσθανόμενος διὰ τὴν ἐρημίαν τοῦ κληρονόμου.
000-00-00 Serial Number=0829880655
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00261]  Καὶ γὰρ οἱ τὰ σώματα ἀρρωστοῦντες ἕως μὲν ἂν προσίωνται τοὺς θεραπεύοντας πολλὴν τὴν ἐλπίδα τῆς ὑγιείας ἔχουσιν, ἐπειδὰν δὲ εἰς φρενῖτιν ἐκπεσόντες λακτίζωσι καὶ δάκνωσι τοὺς βουλομένους ἀπαλλάξαι τῆς ἀρρωστίας αὐτοὺς τότε νοσοῦσιν ἀνίατα οὐ διὰ τὴν τῆς νόσου φύσιν ἀλλὰ διὰ τὴν ἐρημίαν τῶν ἀπαλλάξαι δυναμένων τῆς μανίας αὐτούς, εἰς ἣν καὶ οὗτος ἑαυτὸν κατέστησε.
000-00-00 Serial Number=0661157012
De Christi precibus Ante [Go Back]  
 [00088]  ∆ιά τοι τοῦτο οὐχὶ διδάσκει αὐτοὺς εὐχὴν μόνον τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ αὐτὸς διατελεῖ τοῦτο ποιῶν, καὶ εὔχεται διανυκτερεύων ἐν ταῖς ἐρημίαις, ἡμᾶς παιδεύων καὶ νουθετῶν, ἐπειδὰν μέλλωμεν ὁμιλεῖν τῷ Θεῷ, φεύγειν θορύβους καὶ τὰς ἐν μέσῳ ταραχὰς, καὶ πρὸς ἐρημίαν ἀναχωρεῖν, οὐχὶ τόπων μόνον, ἀλλὰ καὶ καιρῶν.
000-00-00 Serial Number=0444122374
De Davide et Saule Ante [Go Back]  
 [00140]  Ὃ καὶ ὁ μακάριος οὗτος ἐποίησε, πενίαν ἀντὶ πλούτου, ἐρημίαν ἀντὶ πατρίδος, πόνους καὶ κινδύνους ἀντὶ τρυφῆς καὶ ἀδείας, φυγὴν διηνεκῆ ἀντὶ τῆς οἴκοι μονῆς ἑλόμενος, ἵνα ἐκεῖνον ἀπαλλάξῃ τῆς πρὸς ἑαυτὸν ἀπεχθείας καὶ ἔχθρας.
000-00-00 Serial Number=0702342987
De Lazaro Ante [Go Back]  
 [00512]  Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμενε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν·
000-00-00 Serial Number=0793831050
De mutatione nominum Ante [Go Back]  
 [00023]  Καὶ ὅτι οὐ διὰ τὴν ἐρημίαν τῶν παρόντων, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκροωμένων τοῦτο εἶπεν, εἰπὼν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐπήγαγε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος.
000-00-00 Serial Number=0858417153
De paenitentia [1] Ante [Go Back]  
 [00976]  ∆ιὸ καὶ ὁ Χριστὸς μέλλων αὐτοὺς ἀφανίζειν καὶ ἐρημίαν ἐπάγειν αὐτοῖς ἀδιόρθωτον, οὕτως ἔλεγε·
000-00-00 Serial Number=0835007966
De precatione [1] Ante [Go Back]  
 [00124]  ἀλλ' ὥσπερ ἀτείχιστος πόλις ῥᾳδίως ἂν ὑπὸ τοῖς πολεμίοις γένοιτο, κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν·
000-00-00 Serial Number=0831688166
De sacerdotio Ante [Go Back]  
 [00096]  Ἀλλ' ὅμως, ὅπερ ἔφην, οὐδὲν τούτων ἐγκαλῶ νῦν, οὐδὲ ὀνειδίζω τὴν ἐρημίαν εἰς ἣν κατέστησας ἡμᾶς, τὰς συνόδους διακόψας ἐκείνας ἐξ ὧν καὶ ἡδονὴν καὶ ὠφέλειαν οὐ τὴν τυχοῦσαν ἐκαρπωσάμεθα πολλάκις.
 [01289]  Ὁ δὲ τὴν ἐρημίαν στέργων πάντων μὲν ἔχει τὴν ἀτέλειαν·
000-00-00 Serial Number=0749789655
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00109]  ἐκεῖνος γὰρ ὁ τὸν οὐρανὸν κλείσας, καὶ πάλιν ἀνοίξας, ὁ τὸ πῦρ ἄνωθεν κατενεγκὼν, ὁ τὴν θαυμαστὴν θυσίαν προσενεγκὼν, ὁ ζηλώσας ὑπὲρ τοῦ Θεοῦ, ἐκεῖνος ὁ ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὸν ἐπιδειξάμενος βίον, ὁ τῆς μηλωτῆς πλέον ἔχων οὐδὲν, ὁ [50.633] πάντων ἀνωτέρω γενόμενος τῶν ἀνθρωπίνων, οὕτω τὸν θάνατον τρέμει καὶ δέδοικεν, ὡς μετὰ πάντα ἐκεῖνα, μετὰ τὸν οὐρανὸν καὶ τὴν θυσίαν, μετὰ τὴν μηλωτὴν καὶ τὴν ἐρημίαν, καὶ τὴν φιλοσοφίαν, καὶ τὴν παῤῥησίαν τὴν τοσαύτην γύναιον εὐτελὲς φοβηθῆναι, καὶ διὰ τοῦτο φυγεῖν.
000-00-00 Serial Number=0208558917
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00095]  Καίτοι γε εἰ βδελυττόμενος αὐτὸν, ἀλλὰ μὴ φοβούμενος ταῦτα ἔπραττεν, ἐχρῆν κελεῦσαι συντριβῆναι τὴν λάρνακα, καταποντισθῆναι, εἰς ἐρημίαν ἀπαχθῆναι, ἑτέρῳ τινὶ ἀπωλείας ἀφανισθῆναι τρόπῳ.
 [00109]  ∆ιὰ τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρημίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν.
000-00-00 Serial Number=0380529940
De siccitate Ante [Go Back]  
 [00004]  Ἀλλ' ἐκεῖνος μιᾶς πόλεως τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν ὠδύρετο·
000-00-00 Serial Number=0657280445
De virginitate Ante [Go Back]  
 [00668]  Ἂν δὲ ἐν μέσῳ τῷ πελάγει τὸ σκάφος ἀπολάβωσι, τὴν ἐρημίαν τῶν βοηθησόντων τῆς τόλμης ἐφόδιον ἔχοντες, πάντα κινοῦσι καὶ στρέφουσι καὶ οὐ πρότερον ἀφίστανται ἕως ἂν ἢ καταδύσωσι τοὺς ἐμπλέοντας ἢ τοῦτο πάθωσιν αὐτοί.
 [01792]  εἰ γὰρ γυναῖκα εἶχον καὶ παῖδας, οὐκ ἂν εὐκόλως τὴν ἐρημίαν ᾤκησαν, οὐκ οἰκίας κατεφρόνησαν, οὐκ ἂν τῆς ἄλλης τοῦ βίου κατασκευῆς.
 [01794]  Οὐ τοίχων ἐδέοντο, οὐκ ὀροφῆς, οὐ κλίνης, οὐ τραπέζης, οὐκ ἄλλου τῶν τοιούτων τινός, ἀλλ' ἀντὶ μὲν στέγης εἶχον τὸν οὐρανόν, ἀντὶ δὲ κλίνης τὴν γῆν, ἀντὶ δὲ τραπέζης τὴν ἐρημίαν.
000-00-00 Serial Number=0136538208
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02818]  Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ καὶ πολλῷ πλείους ἄθλους ἀρετῆς ὑπέμεινε, τὴν πενίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὴν ἀῤῥωστίαν, τὸ μὴ μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἀλλὰ διὰ παντὸς τοῦ βίου, καὶ ἑαυτὸν ἐν τούτοις, καὶ τὸν πλούσιον ἐν τοῖς ἐναντίοις ὁρᾷν·
 [04218]  οὐ σκοπῶ αὐτοῦ τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς διανοίας αὐτοῦ·
 [06952]  Τί τοίνυν γένοιτ' ἂν ἴσον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς, ὅτι πενίαν ἀντὶ πλούτου, καὶ ἐρημίαν ἀντὶ πατρίδος, καὶ πόνους καὶ κινδύνους ἀντὶ [63.779] τρυφῆς καὶ ἀδείας εἵλετο, ἵνα τὸν ἐχθρὸν ἀπαλλάξῃ τῆς πρὸς αὐτὸν ἀπεχθείας;
000-00-00 Serial Number=0707737088
Epistula ad Antiochum Ante [Go Back]  
 [00009]  Οἶδα γάρ, οἶδα σαφῶς, τὴν ἐρημίαν ἐννομωτέραν εἶναι τῆς πόλεως καὶ τὰ θηρία τοῦ ἀγροῦ τῶν φίλων ἡμερώτερα.
000-00-00 Serial Number=0154723942
Epistula ad Cyriacum Ante [Go Back]  
 [00463]  Καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας καὶ τοσαῦτα θαύματα ἐργασάμενος, ῥημάτων φόβον οὐκ ἤνεγκεν, ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία, ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον, δι' ὃν τοσαῦτα παρεκινδύνευσε, καταλιπεῖν ἀθρόον καὶ τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.
 [00555]  Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσών τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν ἐπειδὴ ὅλως ἔπαθε καὶ ἐκαρτέρησε καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων, τὴν ἀπὸ τῶν ἑλκῶν ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων καί τοι γε αὐτοῦ κατόρθωμα οὐδὲν ἔχων εἰπεῖν οὐχ ὅτι πένητας ἠλέησεν, οὐχ ὅτι ἀδικουμένοις παρέστη, οὐχ ὅτι ἀγαθόν τι εἰργάσατο, ἀλλὰ τὴν ἐν τῷ πυλῶνι τοῦ πλουσίου κατάκλισιν καὶ τὴν ἀρρωστίαν καὶ τῶν κυνῶν τὰς γλώττας καὶ τὴν τοῦ πλουσίου κατ' αὐτοῦ γενομένην ὑπεροψίαν.
000-00-00 Serial Number=0769512892
Epistulae Ante [Go Back]  
 [00384]  Εἰ γὰρ μάθοιμεν ὅτι ἀποδεδήμηκας ἐκεῖσε μετὰ τῆς γνώμης ἐκείνης, πάντα ποιῆσαι καὶ παθεῖν ὑπὲρ σωτηρίας τῶν αὐτόθι ψυχῶν παρεσκευασμένος, οὐδὲ ἐρημίαν ἡγησόμεθα οἰκεῖν ἀπὸ τῆς τοσαύτης ἡδονῆς.
 [00962]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [01033]  ∆ιὸ δὴ καὶ ἡμεῖς, καὶ ἐν πολλαῖς περιστάσεσι γενόμενοι, καὶ νῦν εἰς τὴν ἐσχάτην τῆς οἰκουμένης ἐρημίαν ἀπενεχθέντες, καὶ φόβῳ συζῶντες διηνεκεῖ τῷ τῶν λῃστῶν, καὶ πολιορκίᾳ καινῇ καθ' ἑκάστην γὰρ ἡμέραν ἡ Κουκουσὸς πολιορκεῖται, τὰς ὁδοὺς τῶν λῃστῶν ἀποτειχισάντων, οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι περὶ τὴν σὴν εὐλάβειαν, ἀλλὰ καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν.
 [01240]  Εἰ δὲ ἡμεῖς ἐν τοσαύτῃ θλίψει ὄντες, καὶ περιστάσει, καὶ ἐρημίαν οἰκοῦντες τὴν Κουκουσὸν, τοσαύτην ποιούμεθα φροντίδα τῶν κατορθωμάτων τῶν ὑμετέρων, πολλῷ μᾶλλον καὶ ὑμᾶς δεῖ πολλῆς εὐπορίας ἀπολαύοντας, κατὰ τὴν χρείαν λέγω τῶν ἀναγκαίων, τὰ παρ' ἑαυτῶν συνεισφέρειν.
 [01342]  Εἰ γὰρ μάθοιμεν ὅτι ἀποδεδήμηκας ἐκεῖσε μετὰ τῆς γνώμης ἐκείνης, πάντα ποιῆσαι καὶ παθεῖν ὑπὲρ σωτηρίας τῶν αὐτόθι ψυχῶν παρεσκευασμένος, οὐδὲ ἐρημίαν ἡγησόμεθα οἰκεῖν ἀπὸ τῆς τοσαύτης ἡδονῆς.
 [01920]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [01991]  ∆ιὸ δὴ καὶ ἡμεῖς, καὶ ἐν πολλαῖς περιστάσεσι γενόμενοι, καὶ νῦν εἰς τὴν ἐσχάτην τῆς οἰκουμένης ἐρημίαν ἀπενεχθέντες, καὶ φόβῳ συζῶντες διηνεκεῖ τῷ τῶν λῃστῶν, καὶ πολιορκίᾳ καινῇ καθ' ἑκάστην γὰρ ἡμέραν ἡ Κουκουσὸς πολιορκεῖται, τὰς ὁδοὺς τῶν λῃστῶν ἀποτειχισάντων, οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι περὶ τὴν σὴν εὐλάβειαν, ἀλλὰ καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν.
 [02198]  Εἰ δὲ ἡμεῖς ἐν τοσαύτῃ θλίψει ὄντες, καὶ περιστάσει, καὶ ἐρημίαν οἰκοῦντες τὴν Κουκουσὸν, τοσαύτην ποιούμεθα φροντίδα τῶν κατορθωμάτων τῶν ὑμετέρων, πολλῷ μᾶλλον καὶ ὑμᾶς δεῖ πολλῆς εὐπορίας ἀπολαύοντας, κατὰ τὴν χρείαν λέγω τῶν ἀναγκαίων, τὰ παρ' ἑαυτῶν συνεισφέρειν.
 [02370]  Ἄλλος μὲν ἄν τις τὸν ἀφόρητον κρυμὸν τὸν ἐνταῦθα, τὴν πολλὴν ἐρημίαν τοῦ χωρίου, τὴν χαλεπωτάτην ἀῤῥωστίαν καὶ γὰρ καὶ ἀῤῥωστίᾳ ἐντεῦθεν περιπεπτώκαμεν ἀπωδύρατο ἂν, καὶ ἐθρήνησεν·
 [02374]  Καὶ νῦν δὲ οὐκ ἔλαττον τῶν Ἰσαύρων ὁ φόβος, ἀλλὰ καὶ πολλῷ πλέον τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, τὴν ἐρημίαν ἐπιτείνων, πάντας ἐλαύνων, φυγαδεύων, μετανάστας ποιῶν.
 [02589]  Τοῦτο ἡμᾶς οὔτε τὴν ἐρημίαν τοῦ χωρίου τούτου καὶ γὰρ πάσης τῆς οἰκουμένης ἐστὶν ἐρημότατον, οὔτε τὴν πολιορκίαν τῶν λῃστῶν καὶ γὰρ καθ' ἑκάστην πολιορκεῖται τὴν ἡμέραν, οὐ τὸν ἐντεῦθεν τικτόμενον λιμὸν ἀφίησιν ὁρᾷν·
 [02705]  Καὶ παρακαλοῦμεν ἡνίκα ἂν ἐπανίῃ, καὶ τούτου χωρὶς, διὰ τῶν ἐμπιπτόντων γραμματηφόρων, εἴ γέ τινες εὑρεθεῖεν οἱ πρὸς τὴν ἐρημίαν ταύτην ἀφικνούμενοι, τὰ περὶ τῆς ὑγείας ἡμῖν ἐπιστέλλειν τῆς ὑμετέρας.
 [02766]  ἀλλ' οὐχ ἑκουσίως ἡμῶν ἡ μακρὰ αὕτη σιγὴ γέγονεν, ἀλλὰ διὰ τὴν τοῦ χωρίου ἐρημίαν, ἐν ᾧ καθείργμεθα, οὐ διὰ τὴν ῥᾳθυμίαν τὴν περὶ τὴν ὑμετέραν ἀγάπην.
 [02924]  ἐπειδὴ δὲ τοῦτο οὐκ εὔκολον, διά τε τὴν τοῦ χειμῶνος ὥραν καὶ [52.714] τὸν τῶν λῃστῶν φόβον, καὶ τὴν τοῦ χωρίου ἐρημίαν ἐν ᾧ καθήμεθα, ἡνίκα ἂν ἐξῇ, καὶ προσαγορεύομέν σου τὴν εὐλάβειαν, καὶ αἰτοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι·
 [02996]  ∆ιὸ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπῳκισθέντες τὰ τέρματα, καὶ πρὸς αὐτὴν τὴν ἐσχάτην ἐρημίαν ἀπενεχθέντες, διὰ τὸ πανταχοῦ σε περιφέρειν, ὅπουπερ ἂν ἀπίωμεν, καὶ ἔχειν ἐγκεκολαμμένον τῷ συνειδότι, καὶ γράφομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν·
 [03014]  ∆ιὸ καὶ πρὸς αὐτὴν τὴν ἐρημίαν τῆς καθ' ἡμᾶς οἰκουμένης ἀπῳκισμένοι, τὴν Κουκουσὸν λέγω, καὶ οὐ ῥᾳδίως ἐπιτυχεῖν τῶν τὰ γράμματα διακομιζόντων δυνάμενοι, πολλὴν ἐποιησάμεθα σπουδὴν ἐπιζητῆσαί τε καὶ εὑρεῖν τὸν ταύτην ἡμῶν τὴν ἐπιστολὴν διακομίζοντα, ὥστε σου προσειπεῖν τὴν θαυμασιότητα, καὶ τὴν ὀφειλομένην πρόσρησιν ἀποδοῦναι τῇ μεγαλοπρεπείᾳ τῇ σῇ.
 [03033]  Ἐὰν γὰρ θαῤῥῶμεν περὶ τῶν ἀγαπώντων ἡμᾶς, ὅτι ἐν ἐπιθυμίᾳ καὶ ἐν ὑγείᾳ καὶ ἐν ἀσφαλείᾳ καθεστήκατε, οὐ μικρὰν δεξόμεθα τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς παράκλησιν, ἀλλὰ καὶ μεγίστην καρπωσόμεθα παραμυθίαν, καίτοι γε ἐσχάτην ἐρημίαν οἰκοῦντες.
 [03303]  Κἂν γὰρ εἰς χαλεπωτέραν ταύτης ἐρημίαν ἀπενεχθῶμεν, δεχόμενοι τοιαῦτα παρ' ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς γράμματα, πολλῆς ἀπολαυσόμεθα τῆς εὐφροσύνης.
 [03381]  Τοῦτο τὴν ἐρημίαν, ἐν ᾗ διατρίβομεν, οὐκ ἀφίησιν ἐρημίαν φαίνεσθαι·
 [03527]  Οἶδα γὰρ, οἶδα σαφῶς τὴν ἐρημίαν εὐτονωτέραν εἶναι τῆς πόλεως, καὶ τὰ θηρία τοῦ ἀγροῦ τῶν φίλων ἡμερώτερα.
 [03548]  ∆ιὸ καθάπερ εἰς λιμένα τινὰ τὴν ἐρημίαν ταύτην ἀπηντηκότες, οὕτω καθήμεθα ἀπὸ τῶν κατὰ τὴν ὁδὸν κακῶν ἀναπνέοντες, καὶ τῇ ἡσυχίᾳ ταύτῃ τῆς ἀῤῥωστίας καὶ τῶν ἄλλων κακῶν, ὧν ὑπεμείναμεν, τὰ λείψανα διορθοῦντες.
 [03592]  ὁ δὲ Λάζαρος διὰ τοῦτο ἐστεφανοῦτο, ὅτι μετὰ πολλῆς τῆς καρτερίας τὸν χαλεπὸν τῶν ἑλκῶν ἤνεγκε πόλεμον, τὴν πενίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἀπεῤῥῖφθαι, τὸ καταφρονεῖσθαι, τὸ προκεῖσθαι τράπεζα ταῖς τῶν κυνῶν γλώσσαις.
 [03619]  Μικρᾶς οἴεσθε παρακλήσεως ἡμᾶς δεῖσθαι, μητρὸς καὶ ἀδελφῆς κεχωρισμένους, πατρίδος ἐκπεπτωκότας, χορὸν τοσούτων γνησίων οὐ δυναμένους βλέπειν, ἐρημίαν οἰκοῦντας πάσης ἐρημίας χαλεπωτέραν, Ἰσαύρων φόβῳ πολιορκουμένους;
000-00-00 Serial Number=0745397508
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00364]  Εἰ δέ τις καὶ τὸν καιρὸν ἐξετάσειεν ὅτι ἐν ἀώρῳ ἡλικίᾳ ταῦτα κατωρθοῦτο καὶ τὴν ἐρημίαν τῶν διδαξόντων καὶ τὸ πλῆθος τῶν σκανδαλιζόντων καὶ ὅτι ἐν ψυχῇ ἐξ ἀσεβοῦς οἴκου νῦν αὐτομολησάσῃ πρὸς τὴν ἀλήθειαν καὶ ὅτι ἐν σώματι γυναικείῳ τε καὶ ἄλλως ἁπαλῷ διὰ τὴν τῶν προγόνων περιφάνειαν καὶ τρυφήν, πόσα πελάγη θαυμάτων εὑρήσει καθ' ἕκαστον τούτων ἀνοιγόμενα;
 [00802]  ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον δι' ὃν τοσαῦτα παρεκινδύνευσε καταλιπεῖν ἀθρόον καὶ μόνον τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι, μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.
 [00900]  Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσών τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν , ἐπειδὴ ὅλως ἔπαθε καὶ ἐκαρτέρησε καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων, τὴν ἀπὸ τῶν ἑλκῶν ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων.
 [01469]  καὶ τοῦ κοινὴν τὴν οἰκίαν τοῖς παριοῦσι κεκτημένου καὶ μετανάστου συνεχῶς γινομένου διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα καὶ τὸν υἱὸν κατασφάξαντος τὸν γνήσιον, τὸν μονογενῆ, τὸν ἐν ἐσχάτῳ γήρᾳ δοθέντα, ὁ μηδὲν τούτων πεποιηκὼς εἰς τοὺς κόλπους ἀπῄει, ἐπειδὴ ἤνεγκεν εὐκόλως πενίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν προστησομένων ἐρημίαν.
000-00-00 Serial Number=0294489264
Expositiones in Psalmos Ante [Go Back]  
 [01544]  Ἐπεὶ καὶ ὁ Χουσὶ τότε ἐκεῖνος οὐ τὸ στρατόπεδον εἶδεν, οὐ τοῦ τυράννου τὸν φόβον, οὐ τῶν ἵππων τὸ πλῆθος, οὐ τὰς φάλαγγας τῶν ὁπλιτῶν, οὐ τὸ προκατειλῆφθαι τὰς πόλεις, οὐ τὴν ἐρημίαν τοῦ ∆αυῒδ, οὐ τὴν μόνωσιν καὶ τὴν ἀσθένειαν·
000-00-00 Serial Number=0404477179
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01244]  [64.808] Ὡς ἐν σκότῳ γέγονα ὑπὸ τοῦ φόβου διὰ τὴν τῆς πόλεως ἐρημίαν.
 [04555]  Χαλεπώτερον ἐκεῖνος εἶπεν, οὐχ ἁπλῶς ἐρημίαν, ἀλλὰ καὶ χαλεπὴν, μὴ ἀνῃρέθη;
 [05956]  Κατὰ μὲν τὸν Ἑλληνικὸν μηνύει ὅτι εἰς ἐρημίαν ἔσται ἀκανθώδη·
000-00-00 Serial Number=0240223885
In Acta apostolorum Ante [Go Back]  
 [00412]  ἀθυμίας πεπληρωμένος πολλῆς, διὰ τὴν ὀρφανίαν τῶν τέκνων, διὰ τὴν χηρείαν τῆς γυναικὸς, διὰ τὴν ἐρημίαν τῆς οἰκίας.
 [09999]  οὐχὶ ἐν ὄψεσι βλέπων ἐρημίαν τοσαύτην κακὸς ἦν;
000-00-00 Serial Number=0923352420
In Ecclesiasten Ante [Go Back]  
 [00713]  τὴν ἐρημίαν λέγει.
 [00715]  Ἢ ἐρημίαν φησίν, ἤ, ὥσπερ ὁ καρπὸς οὗτος ἀνθήσας πάλιν μαραίνεται, οὕτω καὶ ὁ ἄνθρωπος.
000-00-00 Serial Number=0240360856
In Isaiam Ante [Go Back]  
 [01571]  Ἢ τὴν ἐρημίαν τῆς πόλεώς φησιν, ἢ τὴν ἐρημίαν τὴν αὐτῶν καὶ τῆς ἑκάστου ψυχῆς·
 [01627]  Ἀπὸ τῆς πόλεως ἐπὶ τὴν τῆς χώρας ἐρημίαν ἐξάγει τὸν λόγον, ὥστε πάντοθεν καταπλῆξαι τὸν ἀκροατήν.
 [01718]  Τὴν ὀλιγότητα ἐνταῦθα αἰνίττεται τῶν ὑπολειφθέντων καὶ τὴν ἐπιτεταμένην ἐρημίαν τῆς χώρας.
 [02135]  Ἐπειδὴ γοῦν τἀναντία ὧν προσεδόκησεν ἤκουσεν ἐρημίαν, πανωλεθρίαν, ἀξιοῖ τὸ γοῦν μέτρον μαθεῖν τῆς τιμωρίας·
 [02563]  Εἶτα τὴν ἐρημίαν ταύτην δι' ἑτέρας εἰκόνος ἐνδείκνυται.
 [02570]  Ταῦτα πολλήν, ὡς ἔφθην εἰπών, ἐρημίαν ἐνδείκνυται.
 [02575]  Καὶ ἵνα μάθῃς ὅτι τὴν ἐπιτεταμένην ἐρημίαν αἰνίττεται, τὰ ἑξῆς δηλοῖ.
 [02581]  Ἀλλ' ὅμως ἐκεῖνα τὰ οὕτως εὐθηνούμενα, φησί, καὶ γεωργικῶν ἀπολαύοντα χειρῶν, εἰς τοσαύτην καταστρέψει τὴν ἐρημίαν, ὡς ἀκάνθας μὲν ἀντὶ ἀμπέλων φέρειν, τοσοῦτον δὲ παρέχειν τοῖς εἰσιοῦσι τὸν φόβον, ὡς μηδένα τολμᾷν γυμνὸν καὶ ἄοπλον εἰσιέναι.
 [02582]  Τοῦτο δὲ λέγει, τὴν ἐρημίαν ἐμφαίνων τοῦ τόπου καὶ τὴν πολλὴν αὐτόθι τῶν θηρίων διατριβήν.
 [02595]  Ὥσπερ γάρ, ὅταν ἐρημίαν παραστῆσαι βούληται, Σειρῆνας καὶ Ὀνοκενταύρους εἰς μέσον ἄγει τῷ λόγῳ·
000-00-00 Serial Number=0377653420
In Psalmos 101-107 Ante [Go Back]  
 [00046]  δι' ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν.
 [00116]  Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας, ἀσθένειαν ὑπελάμβανον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν, εἰκότως ἐκάλεσε δόξαν τοῦ Θεοῦ τὴν τῆς πόλεως νεουρ γίαν·
000-00-00 Serial Number=0138322115
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00188]  οὐ σκοπῶ ἐκείνου τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς δια νοίας·
000-00-00 Serial Number=0026176870
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01738]  Τί γὰρ, ὦ δειλὲ καὶ ταλαίπωρε, χωρίζεις αὐτὸν τοῦ γεγεννηκότος καὶ εἰς ἐρημίαν ἐξάγεις;
 [04585]  τίς τοὺς ἐν μέσῳ [61.511] θορύβους φυγὼν, ὄρη καὶ ἐρημίαν, τὴν μητέρα τῆς φιλοσοφίας, ἠσπάσατο;
 [05597]  Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τότε μὲν ἀμφίθυρα καὶ παραπετάσματα τὴν ἐρημίαν ἐποίει·
000-00-00 Serial Number=0790530086
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02151]  Εἰπέ μοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρημίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ;
 [02233]  Εἰπέ μοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρημίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ;
000-00-00 Serial Number=0401217997
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05805]  κἂν διαπτύσῃ, πάλιν ἐπίμεινον, κἂν πολλάκις εἴπῃς καὶ μὴ ἀνάσχηται, ἐπιτήρησον ἐρημίαν, καὶ βίασαι καὶ γενοῦ καταγέλαστος.
 [05839]  κἂν διαπτύσῃ, πάλιν ἐπίμεινον, κἂν πολλάκις εἴπῃς καὶ μὴ ἀνάσχηται, ἐπιτήρησον ἐρημίαν, καὶ βίασαι καὶ γενοῦ καταγέλαστος.
000-00-00 Serial Number=0295411587
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00690]  Εἰ γάρ τις τὸν πόθον ἐξετάσειε, καθάπερ παιδία μικρὰ ἀπροστάτευτα, ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων εἰσὶν, οὐ διὰ τὴν φύσιν μόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρημίαν·
000-00-00 Serial Number=0121558845
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03179]  ὁρᾷς ἐρημίαν;
000-00-00 Serial Number=0054432988
In illud Ne timueritis Ante [Go Back]  
 [00701]  Τί δὲ οὐκ ἀνέχῃ, ἄνθρωπος ὢν, ἀνθρώποις ἀναμίγνυσθαι, ἀλλ' ἐρημίαν ἐπιζητεῖς ἐν μέσαις ταῖς πόλεσι, καὶ οὐκ ἐννοεῖς ὅτι καὶ ὁ ∆εσπότης σου μετὰ τελωνῶν ἤσθιε, [55.515] καὶ μετὰ πόρνης διελέγετο, καὶ μετὰ λῃστῶν ἐσταυροῦτο, καὶ τοῖς ἀνθρώποις συνανεμίγνυτο·
000-00-00 Serial Number=0209362805
In illud Vidi dominum Ante [Go Back]  
 [01238]  Νόμος ἦν παλαιὸς τὸν λεπρὸν τῆς πόλεως ἐξελαύνεσθαι, ὥστε καὶ τοὺς τῇ πόλει βελτίους γίνεσθαι καὶ αὐτὸν μὴ προκεῖσθαι τοῖς βουλομένοις ὑβρίζειν σκωμμάτων καὶ χλευασίας ἀφορμήν, ἀλλ' ἔξω τῆς πόλεως μένοντα παραπέτασμα τῆς συμφορᾶς ἔχειν τὴν ἐρημίαν.
000-00-00 Serial Number=0321416616
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00271]  οὕτω τοῦτον, ἐπειδὴ πολλοὺς εἶχε τοὺς προσήκοντας, ἀνέμεινεν ἐλθεῖν πρὸς αὐτὸν, ἵνα καὶ τούτου τὴν πίστιν ποιήσῃ δήλην διὰ τοῦ προσενεχθῆναι, κἀκείνου τὴν ἐρημίαν ἡμᾶς διδάξῃ διὰ τοῦ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ τούτου τὴν σπουδὴν κἀκείνου τὴν ὑπομονὴν ἐκκαλύψῃ πᾶσι, καὶ μάλιστα τοῖς τότε παροῦσιν.
 [00278]  ∆ιὰ τοῦτο κἀκείνου τὴν ἐρημίαν, καὶ τούτου τὴν ζέουσαν πίστιν καὶ προθυμίαν ἔδειξε·
000-00-00 Serial Number=0942225397
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02404]  Περὶ τῆς Ἐκκλησίας ἱστορία, ὡς μὲν κατὰ τὴν πρόχειρον εἰς τὴν Ἰδουμαίαν καὶ τὴν Ἱερουσαλὴμ, κατ' ἀναγωγὴν δὲ εἰς τὴν ἐρημίαν τῶν Ἰουδαίων, καὶ εἰς τὴν εὐπραγίαν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»