Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐλέου [54]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐλέου


000-00-00 Serial Number=0862396717
Ad populum Antiochenum Ante [Go Back]  
 [03750]  Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα βλέπων, ὅτι γυναῖκες καὶ παρθένοι θαλαμευόμεναι νῦν κοινὸν ἐγένοντο θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλινόμεναι, τὸ ἔδαφος ἀντὶ στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύτης ἀπολαύουσαι θεραπείας θεραπαινίδων, εὐνούχων, τῆς ἄλλης ἁπάσης φαντασίας, νῦν ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις, καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ ἔρανον γενέσθαι, ἐφθεγξάμην ἐκεῖνο τὸ τοῦ Σολομῶντος, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.
000-00-00 Serial Number=0685251892
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00373]  Τότε γὰρ ὄντως ἄξιος ἐλέου καὶ δακρύων ἂν εἴη, μηδὲ συνιδεῖν τὴν εὐπραγίαν δυνάμενος τοῦ παιδὸς, ἀλλὰ τοσοῦτον ἀπέχων αὐτῆς ὡς καὶ ἐπὶ μεγίστοις θρηνεῖν τοῖς κακοῖς.
000-00-00 Serial Number=0569408536
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00226]  Οὐκ ἀπὸ ἐλέου ἀλλ' ἀπὸ ἀπανθρώπου ταῦτα γίνεται ψυχῆς καὶ ἀπηνοῦς.
 [00227]  Εἰ γὰρ ἐξ ἐλέου καὶ φιλανθρωπίας ἐγίνετο, περὶ τοὺς ἄνδρας ταῦτα ἐπιδείκνυσθαι ἐχρῆν.
000-00-00 Serial Number=0046272099
Contra theatra Ante [Go Back]  
 [00399]  Ἔκειτο τοίνυν συμπεποδισμένος ὁ Ἰσαάκ, καὶ γυμνὸν τῷ πατρὶ παρέχων τὸν λαιμὸν εἰς σφαγὴν, ἡ δὲ χεὶρ τοῦ ἱερέως ὑψηλὴ τὴν πληγὴν ἐπισπεύδουσα, καὶ παραχρῆμα φέρεται οὐρανόθεν ἐλέου φωνὴ, καθάπερ χεὶρ τὴν χεῖρα κωλύουσα, καὶ ταχυτάτῳ προστάγματι τὴν προθυμίαν τοῦ ἱερέως ἐπέχουσα.
000-00-00 Serial Number=0665180922
De Lazaro Ante [Go Back]  
 [00811]  Ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν ἄνθρωπον, φιλανθρωπίας μέμνησαι νῦν καὶ ἐλέου καὶ συγγνώμης;
000-00-00 Serial Number=0347455919
De beato Abraham Ante [Go Back]  
 [00142]  ἦλθε γὰρ ἄνωθεν φωνὴ ἐλέου καὶ φιλανθρωπίας γέμουσα, καὶ ἐπέχει τὸν πατριάρχην ὅλον ἐγκείμενον ὄντα καὶ ἕτοιμον πρὸς τὴν σφαγὴν, καί φησιν·
000-00-00 Serial Number=0621126533
De incomprehensibili dei natura Ante [Go Back]  
 [00829]  Καὶ καθάπερ οἱ ἄνθρωποι, κλάδους ἐλαιῶν ἐκκόψαντες, ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ αὐτοὺς ἐλέου καὶ φιλανθρωπίας ἀναμιμνήσκοντες, οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδων ἐλαιῶν αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν ∆εσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες ὅτι ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτὸς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν σεαυτοῦ·
000-00-00 Serial Number=0026127875
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01880]  Καὶ καθάπερ ἄνθρωποι κλάδους ἐλαιῶν ἐκκόψαντες ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ ἐλέου καὶ φιλανθρωπίας αὐτοὺς ἀναμιμνήσκοντες·
 [04025]  Εἰ γὰρ ὅτε ἐλέου χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς·
 [05921]  Ὥστε οὐκ ἀπηνείας τὸ πρᾶγμα, ἀλλ' ἐλέου μᾶλλον καὶ φιλανθρωπίας ἐστί.
 [09534]  Πάλιν ἐμάνθανον, ὅτι τὸν ἄρχοντα πλέον ἐλέου δεῖ ἔχειν·
 [09599]  Πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν·
000-00-00 Serial Number=0570584297
Epistula ad abbatem Ante [Go Back]  
 [00008]  Ἀντὶ γὰρ ἐλέου καὶ φιλαδελφίας, ἰοῦ καὶ πονηρίας ἐπεπλήρωτο ἡ καρδία αὐτῶν καὶ διὰ τοῦτο ἐξεβλήθησαν ἀπὸ τοῦ ἐπουρανίου ἐκείνου καὶ ἀρρήτου νυμφῶνος κράζουσαι·
000-00-00 Serial Number=0346333683
Expositiones in Psalmos Ante [Go Back]  
 [00164]  Ἄνω δικαιοσύνης μέμνησαι, ἐνταῦθα οἰκτιρμοῦ καὶ ἐλέου·
 [00971]  χρηστὰς ὑπέφηνεν ἐλπίδας καὶ τοῖς ἐν πονηρίᾳ ζῶσιν, εἴ γε βουληθῶσι μεταβληθῆναι, ὡς ἐλέου δυναμένοις τυχεῖν·
000-00-00 Serial Number=0729229569
In Acta apostolorum Ante [Go Back]  
 [09999]  καίτοι τὰ ἐκείνων οὐκ αἰσχύνης ἄξια, ἀλλ' ἐλέου καὶ φιλανθρωπίας καὶ συγγνώμης, καὶ πολλοῦ τοῦ θαύματος καὶ μυρίων τῶν ἐπαίνων, ὅταν καὶ τοιούτῳ προσπαλαίοντες δαίμονι, πάντα εὐχαρίστως φέρωσι·
000-00-00 Serial Number=0637609780
In Ecclesiasten Ante [Go Back]  
 [00450]  Τουτέστιν, βέλτιον ἀπολαύειν φήμης καλῆς καὶ σῴζεσθαι, ἢ ἀπὸ ἐλέου·
000-00-00 Serial Number=0178765535
In Genesim sermones Ante [Go Back]  
 [00783]  Ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἐπικάμπτει, ἀλλὰ μετὰ τοσαύτην ἀπανθρωπίαν εἰς τὸν οὐρανὸν ἐκτεῖναι τὰς χεῖρας τολμῶμεν, καὶ περὶ ἐλέου διαλεχθῆναι τῷ Θεῷ, καὶ συγγνώμην αἰτῆσαι τῶν οἰκείων ἁμαρτημάτων·
 [01365]  οὕτως ὁ μετ' ἐλέου δικάζων τοῖς τῶν πλησίον παραπτώμασιν, εἴ ποτε ὑποσκελισθείη, πολλοὺς ὄψεται τοὺς χεῖρα ὀρέγοντας.
000-00-00 Serial Number=0443909109
In Isaiam Ante [Go Back]  
 [00502]  Ἄλλως τε καὶ δεῖξαι βουλόμενος, ὅτι καὶ μετὰ τὴν μακρὰν αἰχμαλωσίαν οὐ διὰ τὸ δοῦναι δίκην ἀξίαν καὶ τὸ τὰ ἁμαρτήματα ἀποκείρασθαι, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν τὴν αὐτοῦ πρὸς τὴν οἰκείαν ἐπανάγονται καὶ ἐλέου μᾶλλόν ἐστιν ἡ σωτηρία ἢ ἀντιδόσεως καὶ ἀμοιβῆς, ἐπήγαγε·
000-00-00 Serial Number=0920145869
In Joannem Ante [Go Back]  
 [02348]  ἀλλ' ἀπὸ ἐλέου καὶ χάριτος διδομένη.
 [02349]  Ὅτι γὰρ χάριτος ἦν καὶ ἐλέου, ἄκουσον τί φησιν ὁ ∆αυΐδ·
000-00-00 Serial Number=0863933146
In Psalmos 101-107 Ante [Go Back]  
 [00308]  Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀδικίας διαβόλου, τοῦ ἐχθροῦ τῆς ἀληθείας, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ' ἐκείνου δὲ τὴν δικαίαν ἐξενή νοχε ψῆφον.
 [01180]  Ἕτοιμος γὰρ, φησὶ, διὰ χρηστό τητα τοῖς μετανοοῦσιν εἰς ἔλεον, εἰδὼς ἐλέου δεῖσθαι τὰ τοῦ παρόντος αἰῶνος, οἷα δὴ θνητὰ καὶ ἐπίκηρα.
000-00-00 Serial Number=0352578640
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00073]  Καὶ γὰρ ὁ Ἀπόστολος ἐξ ἐλέου ἐγένετο τοιοῦτος·
000-00-00 Serial Number=0614120185
In Psalmum 118 Ante [Go Back]  
 [00911]  Οὐ γὰρ τῆς δικαιοσύνης ἀντί δοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λαβεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύ ρια.
000-00-00 Serial Number=0584561467
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00457]  καὶ τῇ Χαναναίᾳ δὲ μετὰ τὴν πολλὴν προσεδρίαν ἐκείνην καὶ καρτερίαν τότε ἐχαρίσατο τῆς θυγατρὸς τὴν σωτηρίαν, καίτοι γε ἀπὸ ἐλέου αὐτὴν ἔσωσεν.
 [00458]  Ἀπὸ τούτου τοίνυν μανθάνομεν, ὅτι κἂν ἐλεεῖσθαι μέλλωμεν, ἀξίους τοῦ ἐλέου πρότερον παρέχειν ἡμᾶς ἑαυτοὺς χρή.
 [00547]  πόθεν ἔχω πεῖσαι μεταδοῦναι ἐλέου καὶ συγγνώμης αὐτοῖς;
 [01771]  Καὶ ποίας τεύξῃ συγγνώμης, καὶ κακηγορῶν, καὶ ἐν καιρῷ τοιούτῳ, ὅτε ἐλέου σοι δεῖ πολλοῦ;
 [01839]  Ὥσπερ οὖν οἱ λακτίζοντες ἥλους, καὶ μέγα φρονοῦντες, ἐλέου ἄξιοι καὶ θρήνου τῆς μανίας ἕνεκα ταύτης εἰσίν·
 [02552]  Καὶ γὰρ τοῦτο αὐτὸ, φησὶ, τὸ διακονήσασθαι τούτοις, ἀπὸ ἐλέου καὶ φιλανθρωπίας.
 [02559]  Τὸν γὰρ τοιούτων ἀξιωθέντα, φησὶ, καὶ τηλικούτων, καὶ ταῦτα ἀπὸ ἐλέου μόνον καὶ φιλανθρωπίας, οὐδὲν μέγα τοιούτους ἐπιδείκνυσθαι πόνους, καὶ κινδυνεύειν καὶ πειρασμοὺς ὑπομένειν.
 [05168]  Καὶ γὰρ ὑπὲρ τῶν ἐνεργουμένων, ὑπὲρ τῶν ἐν μετανοίᾳ, κοιναὶ καὶ παρὰ τοῦ ἱερέως, καὶ παρ' αὐτῶν γίνονται αἱ εὐχαὶ, καὶ πάντες μίαν λέγουσιν εὐχὴν, εὐχὴν τὴν ἐλέου γέμουσαν.
000-00-00 Serial Number=0595539868
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00255]  ∆έον γὰρ σιγᾷν, καὶ μηδὲ ἀνανεύειν εἰς τὸν οὐρανὸν τὸν ἐλέου δεόμενον, ὁ παῤῥησίαν ἔχων καὶ πολλὰ φθέγγεται.
 [00685]  Πολλοῦ γὰρ ἡμῖν ἐλέου χρεία·
000-00-00 Serial Number=0233197927
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02685]  Οὐχ ὁρᾷς ὅτι ἀνθρώπι [61.81] νον πρᾶγμα καλοῦμεν, τὸ ἐλέου γέμον καὶ φιλανθρωπίας;
 [03881]  Οὗτοι μὲν γὰρ τὸν Θεὸν ἀνυμνοῦσι, καὶ ἐλέου φθέγγονται ῥήματα καὶ φιλοσοφίας πολλῆς·
 [07279]  οὓς ἔμοιγε θαυμάζειν ἔπεισιν, ὅταν ἴδω τῷ μὲν Θεῷ περὶ ἐλέου συνεχῶς ἐντυγχάνοντας, αὐτοὺς δὲ τὰ ἀνήκεστα ἑαυτοὺς διατιθέντας, καὶ ὥσπερ πολεμίας, οὕτω τῆς ἑαυτῶν ἀφειδοῦντας ψυχῆς.
 [07280]  Μὴ δὴ παίζωμεν, ἀγαπητοὶ, μὴ παίζωμεν, μηδὲ παραλογιζώμεθα ἑαυτοὺς, τὸν μὲν Θεὸν ἀξιοῦντες ἡμᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήματα καὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες.
 [07281]  Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν τοῦ δεῖνος ἔλεγεν, ὅτι μυρίους μέλλων ὑπομένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψήφους χρήμασιν ὀλίγοις, εἵλετο μᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώμης ἔφης αὐτὸν ἄξιον εἶναι.
000-00-00 Serial Number=0995943964
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02729]  Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέου ποιῶν;
000-00-00 Serial Number=0618045211
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00119]  Πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου.
 [03545]  Μὴ οὖν ἀπηνείας μηδὲ ὠμότητος εἶναι τὸ πρᾶγμα νομίσωμεν, ἀλλὰ ἐλέου καὶ φιλανθρωπίας πολλῆς καὶ κηδεμονίας καὶ φίλτρου τοῦ περὶ ἡμᾶς.
000-00-00 Serial Number=0208223403
In epistulam ad Ephesios Ante [Go Back]  
 [04050]  Ἀπὸφιλανθρωπίας μόνης, ἀπὸ εὐσπλαγχνίας, ἀπὸ ἐλέου πολλοῦ.
000-00-00 Serial Number=0505743027
In epistulam ad Philemonem Ante [Go Back]  
 [00570]  ποίει τὰ ἐλέου ἄξια.
000-00-00 Serial Number=0096521556
In epistulam ad Philippenses Ante [Go Back]  
 [01312]  Πάλιν ἐμάνθανον, ὅτι τὸν ἄρχοντα πλέον ἐλέου δεῖ ἔχειν·
 [01377]  Καὶ πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν.
000-00-00 Serial Number=0811673760
In epistulam ad Romanos Ante [Go Back]  
 [09927]  Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων καθήψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν αὐτῶν τὴν ἀπόνοιαν, ἐκείνοις μὲν ἐξ ἐπαγγελίας πατέρων δεικνὺς διδόμενα τὰ ἀγαθὰ, τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέου καὶ φιλανθρωπίας μόνης·
 [09928]  διὸ καὶ ἔλεγε, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θεόν.
000-00-00 Serial Number=0391253769
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00456]  ὁ δὲ ἁμαρτάνων, ἐλέου καὶ συγγνώμης.
000-00-00 Serial Number=0914903879
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00180]  οἱ μὲν γὰρ παρὰ τῆς ἀσθενείας ἔχουσι συγγνώμην, καὶ τύχοιεν ἂν ἐλέου·
000-00-00 Serial Number=0244283140
In principium jejuniorum Ante [Go Back]  
 [00070]  ∆υσωπήσω, ἱκετεύσω πάλιν τὸν ἕλκοντα θάνατον, εἰ καὶ γνώμην ἐλέου οὐκ ἔχει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»