Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χρήσιμος [75]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χρήσιμος


000-00-00 Serial Number=0935419619
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00598]  Καὶ οἱ τὰ πάντα εὐκόλως μεμφόμενοι, τῶν ἐπὶ τοῦτο τὴν ἀρχὴν ἀγαγόντων αὐτὸν κατηγόρουν λέγοντες, ὅτι καὶ τῶν πνευματικῶν διήμαρτεν καὶ οὐδὲ τοῖς αὑτοῦ πράγμασιν χρήσιμος ἔσται λοιπόν, πρὸ ὥρας τῶν περὶ λόγους πόνων ἀποπηδήσας, καὶ μηδὲν ἐκεῖθεν καρπώσασθαι δυνηθείς.
000-00-00 Serial Number=0762142658
Ad populum Antiochenum Ante [Go Back]  
 [02012]  [49.81] Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ
 [02032]  αἱ δὲ μητέρες ὑποδεξάμεναι τοῖς κόλποις τοῖς ἑαυτῶν κατέχουσι καὶ περισφίγγουσι, καὶ τὰ δάκρυα καταψήσασαι καταφιλοῦσι, καὶ τὴν ὀδυνωμένην αὐτῶν ἀνακτῶνται ψυχὴν, πείθουσαι δι' ὧν λέγουσιν, ὅτι χρήσιμος ὁ τῶν διδασκάλων αὐτοῖς φόβος.
 [02033]  Ἐπεὶ οὖν καὶ ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγωνίους ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων ἡμῶν μήτηρ, τοὺς κόλπους ἁπλώσασα, καὶ ὑπτίαις ὑποδεξαμένη χερσὶ, καθ' ἑκάστην παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρησίμη καὶ ἡ ἐντεῦθεν παράκλησις.
 [02760]  καὶ ἡ στερεὰ τροφὴ χρήσιμος, ἀλλ' οὐδεὶς ἡμῖν ἐν ἀρχῇ μεταδίδωσιν αὐτῆς, ἀλλ' ἐπειδὰν τὴν παιδικὴν ἐξέλθωμεν ἡλικίαν·
 [03473]  οὕτω καὶ σὺ ποίησον, ἄνθρωπε, κἂν χρήματα συλλέγῃς, εἰς ἑτέρους βαπάνησον, κἂν λόγους διδασκαλίας ἔχῃς, μὴ κατορύξῃς, ἀλλὰ πρόθες εἰς μέσον τοῖς δεομένοις, κἂν ἕτερον ἔχῃς πλεονέκτημα, γενοῦ χρήσιμος τοῖς δεομένοις τῶν σῶν ἀπολαύειν πόνων.
000-00-00 Serial Number=0513357818
Adversus Judaeos Ante [Go Back]  
 [00482]  Ἦν ποτε καιρὸς, ὅτε χρήσιμος ἦν καὶ ἀναγκαῖος ὁ νόμος·
000-00-00 Serial Number=0503059506
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01312]  πείσειν γὰρ αὐτὴν τὸν πατέρα, ὡς καὶ τὸν στρατιωτικὸν ἑλομένῳ βίον χρήσιμος αὐτῷ τῶν λόγων ἡ παίδευσις.
 [01616]  Ὁ γὰρ πρὸ ὥρας τῆς ἐν τῇ ῥίζῃ τροφῆς ἀποστερηθεὶς, οὐδὲ τοῦ καιροῦ παραγενομένου χρήσιμος ἔσται λοιπόν·
000-00-00 Serial Number=0991412938
Commentarius in Job Ante [Go Back]  
 [01389]  ὁ γὰρ ἑαυτῷ χρήσιμος γενέσθαι μὴ δυνηθεὶς πῶς ἂν ἑτέροις γένοιτο;» ἐκ τούτων διαβάλλειν ἐπιχειρεῖ τὴν δόξαν τῶν προτέρων κατορθωμάτων, ὥστε μοι δοκεῖ καὶ ἐκεῖνο εἶναι τὸ νόημα·
000-00-00 Serial Number=0591477156
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00237]  ἐὰν γὰρ μὴ ἐργάσηται γεωργὸς ἄμπελον, οὐ δύναται χρήσιμος εἶναι.
000-00-00 Serial Number=0283410966
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00222]  ὅταν χρήσιμος ἐν τοῖς σωματικοῖς γενόμενος, πάντα λυμήνῃ τὰ πνευματικά;
 [00369]  κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόρρω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γινόμενος χρήσιμος.
000-00-00 Serial Number=0668730140
Contra theatra Ante [Go Back]  
 [00051]  Ἑκατέροις γὰρ ὁ περὶ τούτων χρήσιμος ὁ λόγος·
000-00-00 Serial Number=0316910803
De Anna i Ante [Go Back]  
 [00567]  καὶ ὅτι χρήσιμος ἡ περὶ τὸν τόκον βραδύτης, καὶ ὅτι ἐπικίνδυνον καὶ σφαλερὸν τὸ τῶν παίδων ἀμελεῖν.
000-00-00 Serial Number=0397454262
De Davide et Saule Ante [Go Back]  
 [00554]  ἑκατέροις γὰρ ὁ περὶ τούτων χρήσιμος λόγος·
000-00-00 Serial Number=0768067539
De Lazaro Ante [Go Back]  
 [01902]  μᾶλλον δὲ, ἑκατέρῳ χρήσιμος ὁ λόγος, τῷ μὲν νοσοῦντι, ἵνα ὑγιάνῃ, τῷ δὲ ὑγιαίνοντι, ἵνα μὴ νοσήσῃ.
 [02039]  ἑκατέροις γὰρ χρήσιμος ἡ διδασκαλία.
 [02216]  χρήσιμος γὰρ ὁ περὶ τούτων λόγος, φοβῶν μὲν, καθαίρων δὲ, ὀδυνῶν μὲν, διορθούμενος δέ.
000-00-00 Serial Number=0756996751
De consubstantiali Ante [Go Back]  
 [00192]  χρήσιμος γὰρ αὐτῶν ἡμῖν ἡ μνήμη τὴν εὐχὴν ἐξετάζουσιν ἔσται.
000-00-00 Serial Number=0675401986
De diabolo tentatore Ante [Go Back]  
 [00534]  ἐπεὶ ὁ διάβολος, εἰ βούλει μαθεῖν, καὶ χρήσιμος ἡμῖν ἐστιν, ἐὰν εἰς δέον αὐτῷ χρώμεθα, καὶ τὰ μεγάλα ἡμᾶς ὠφελεῖ, καὶ κερδαίνομεν οὐ τὰ τυχόντα Καὶ τοῦτο [49.262] ἐδείξαμεν πολλοστὸν καὶ ἀπὸ τοῦ Ἰώβ·
000-00-00 Serial Number=0702107668
De libello repudii Ante [Go Back]  
 [00159]  Καὶ ταῖς ἐχούσαις ἄνδρας, καὶ ταῖς οὐκ ἐχούσαις, καὶ ταῖς χηρευούσαις, καὶ ταῖς δεύτερον εἰσαγούσαις νυμφίον, καὶ πάσαις ἁπλῶς ὁ λόγος οὗτος χρήσιμος.
 [00166]  Ὁρᾷς πῶς ἅπασιν ὁ λόγος χρήσιμος, τῇ τε ἐκείνων ἀσθενείᾳ συγκαταβαίνων, καὶ ταύτας οὐκ ἀποστερῶν τῶν οἰκείων ἐπαίνων;
000-00-00 Serial Number=0963726461
De sacerdotio Ante [Go Back]  
 [01423]  Νῦν μὲν γὰρ εἰ μὲν δυνηθείην καὶ ἑτέροις γενέσθαι χρήσιμος, βουλοίμην ἂν καὶ αὐτὸς καὶ πολλῆς μοι τοῦτο ἔργον εὐχῆς·
 [01425]  Εἶτα τοῦτο οἴει μέγα, φησίν, εἶναι, ὁ Βασίλειος, ὅλως δὲ καὶ σωθήσεσθαι νομίζεις, ἑτέρῳ μηδενὶ γενόμενος χρήσιμος;
000-00-00 Serial Number=0091162562
De sancta pentecoste Ante [Go Back]  
 [00334]  φοβερὸς ὁ λόγος, ἀλλὰ καὶ χρήσιμος καὶ λυσιτελής·
000-00-00 Serial Number=0159476817
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01021]  κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάζεται δουλοπρεπείας, πόῤῥω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας, καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γενόμενος χρήσιμος.
 [09999]  Πρὸς ἅπαντας οὖν ὁ λόγος ἡμῖν ἐστι χρήσιμος, καὶ πρὸς αὐτοὺς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους·
000-00-00 Serial Number=0040166378
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00329]  ἐκεῖνος δὲ καὶ ἀναγκαῖος ὁ φόβος καὶ χρήσιμος καὶ ἐπωφελὴς καὶ πολὺ τὸ κέρδος ἔχων.
000-00-00 Serial Number=0828700721
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01604]  πῶς χρήσιμος ἡ περιτομή;
000-00-00 Serial Number=0108788610
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00048]  οὔτε γὰρ ὁ δεδοικὼς ἄμετρα χρήσιμος ἂν γένοιτο πολέμῳ, εὐχείρωτος τῷ πάθει γινόμενος, οὔτε ὁ καθόλου πάλιν ἀπηλλαγμένος τοῦ δέους δύναιτ' ἂν περιγενέσθαι τῶν πολεμίων, τῷ σφόδρα θαῤῥεῖν ἐκ [63.495] τῆς ἀδείας τῆς ψυχῆς ἐκλύων τὴν παρασκευήν·
000-00-00 Serial Number=0518952191
In Acta apostolorum Ante [Go Back]  
 [00771]  εἰ μέλλοι καὶ τὰ ἄλλα πεπηρῶσθαι, ποῦ χρήσιμος ἔσται;
 [05814]  Ἔστιν ὅτε χρήσιμος ὁ θυμὸς, ἀλλ' ὅταν ὑλακτῇ κατὰ τῶν ἀλλοτρίων.
 [06945]  ἀλλ' ὅτι ἑτέρῳ μὴ γέγονε χρήσιμος.
 [06946]  Τοιοῦτος ἦν ὁ τὸ τάλαντον κατορύξας, ἄληπτον παρεχόμενος μὲν βίον, ἑτέρῳ δὲ οὐκ ὢν χρήσιμος.
 [07615]  Καὶ γὰρ πρὸς ποτὸν, πρὸς ἀρδείαν, πρὸς οἰκοδομὴν, πρὸς πάντα ἡμῖν χρήσιμος αὕτη ἡ πηγή.
 [09999]  Εἰ μὲν γὰρ μετὰ τοὺς κρότους ἀπῄειμεν ἔχοντες ἅπερ ἠκούσαμεν, μάλιστα μὲν οὐδὲ οὕτω χρήσιμος ὁ ἔπαινος (ἀλλ' οὐκ ἂν ἠκριβολογησάμην·
 [09999]  Ποῖος ἵππος χρήσιμος, ὁ τρυφῶν ἢ ὁ γυμναζόμενος;
000-00-00 Serial Number=0974679708
In Genesim sermones Ante [Go Back]  
 [00818]  Πῶς γὰρ οὐκ ἄτοπον, αἶγας μὲν καὶ πρόβατα εἰδέναι ποία μὲν αὐτοῖς βοτάνη χρήσιμος, ποία δὲ ὀλεθρία, καὶ μὴ πᾶσιν αὐτὰ ἐπιέναι τοῖς φαινομένοις, ἀλλ' ἔχειν τὴν διάγνωσιν, καὶ εἰδέναι σαφῶς, τί μὲν αὐτοῖς ἐπιβλαβὲς, τί δὲ ὠφέλιμον·
 [01173]  Οὐκ ἐγένετο χρήσιμος ὁ πλασθεὶς, ἀλλὰ διεστράφη.
000-00-00 Serial Number=0236342371
In Joannem Ante [Go Back]  
 [01563]  ὁ δὲ ἅπερ ἂν λάβῃ φυλάττων, καὶ οὕτω τὰ λοιπὰ προσλαμβάνων, ταχέως ἀντὶ μαθητοῦ διδάσκαλος ἔσται, καὶ οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι χρήσιμος.
000-00-00 Serial Number=0502318740
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00060]  Ἑκατέρῳ γὰρ τῷ μέρει χρήσιμος ὁ ψαλμός·
000-00-00 Serial Number=0738996565
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05049]  Καὶ τίνος ἕνεκεν οὐ τίθησιν αὐτῶν τὰ ὀνόματα, ἀλλὰ τὸν μὲν Τίτον καὶ ὀνομαστὶ γνωρίζει, καὶ ἀπὸ τῆς εἰς τὸ Εὐαγγέλιον συνεργίας καλεῖ (εἴ γε τοσοῦτον ἦν χρήσιμος, ὡς διὰ τὴν ἀπουσίαν αὐτοῦ μηδὲ δυνηθῆναι μέγα τι καὶ γενναῖον ποιῆσαι τὸν Παῦλον·
 [07322]  ποῦ δὲ χρήσιμος ἔση λοιπόν;
000-00-00 Serial Number=0362642288
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00575]  Τοιοῦτον καὶ ὁ πλοῦτος, πρὸς οὐδὲν χρήσιμος, ἀλλ' ἢ πρὸς τὸ καῦσαι κάμινον, πρὸς τὸ τὴν ἡμέραν ἀνάψαι ἐκείνην τὴν ὡς κλίβανον καιομένην, πρὸς τὸ θρέψαι τὰ ἄλογα πάθη, μνησικακίαν καὶ ὀργήν.
000-00-00 Serial Number=0178167522
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01465]  Ποῦ γὰρ ἔσται χρήσιμος, εἰπέ μοι, ὁ ἐλεημοσύνην μὴ ποιῶν;
000-00-00 Serial Number=0609704614
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01649]  Ποῦ γὰρ χρήσιμος ἡ ἔξωθεν σοφία, ἐνταῦθα καταστρέφουσα καὶ περαιτέρω μὴ προϊοῦσα, καὶ οὐδὲ ἐνταῦθα δυναμένη τι τοὺς ἔχοντας ὠφελεῖν;
 [09999]  Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ ἔστι χρήσιμος ἡ προφητεία τοῖς ἀπίστοις, ἀλλ', Οὐκ ἔστιν εἰς σημεῖον, ὡς ἡ γλῶττα, ἀνωφελὲς δηλονότι.
 [09999]  Ἐπεὶ καὶ ὁ δάκτυλος ἀναγκαῖον, ἀλλ' ὅταν αὐτὸν ἀποστήσῃς τῶν λοιπῶν, οὐχ ὁμοίως ἔσται χρή-σιμος·
 [09999]  τούτῳ δὲ αὐτὸς, ὁ προφητεύων λέγω, πλεονεκτεῖ, τῷ καὶ χρήσιμος εἶναι τοῖς ἀκούουσι.
 [09999]  Καὶ εἰ μὴ χρήσιμος ὁ πλοῦτος, φησὶ, τίνος [61.293] ἕνεκεν δέδοται παρὰ τοῦ Θεοῦ;
 [09999]  Ἡ δὲ προφητεία οὐκ εἰς σημεῖον ἁπλῶς, ἀλλὰ καὶ εἰς πίστιν καὶ εἰς ὠφέλειαν ἀμφοτέροις ἐπιτη-δεία καὶ χρήσιμος.
 [09999]  Ἄν τε ὠνήσασθαί τι καὶ πρίασθαι δέῃ, μᾶλλον τῆς ἀγορᾶς χρήσιμος ἡ ἐκκλησία φαίνεται.
000-00-00 Serial Number=0868254960
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00032]  Εἰ γὰρ καὶ κοσμικὸς εἴη, καὶ μηδὲ ἐν τούτοις χρήσιμος γεγονὼς, πῶς ἂν ἐπιστεύθη φροντίδα Ἐκκλησίας;
 [00391]  τῷ δὲ στεφάνων ἄξια ποιήσαντι ποῦ χρήσιμος ὁ νόμος;
000-00-00 Serial Number=0870619059
In epistulam ad Philemonem Ante [Go Back]  
 [00090]  εἰ γὰρ τῷ Εὐαγγελίῳ ἐστὶ χρήσιμος, σὺ δὲ εἰς τὸ Εὐαγγέλιον σπουδάζεις, ἄρα οὐκ ἀξιωθῆναι, ἀλλ' ἀξιῶσαι ὀφείλεις.
 [00295]  Νῦν δὲ σοὶ καὶ ἐμοὶ χρήσιμος ἔσται.
 [00296]  Οὐκ εἶπε, Νῦν δέ σοι χρήσιμος ἔσται, ἵνα μὴ ἐκεῖνος ἀντείπῃ, ἀλλὰ καὶ τὸ αὑτοῦ πρόσωπον εἰσήγαγεν, ἵνα ἀξιόπιστοι ὦσιν αἱ ἐλπίδες.
 [00298]  Εἰ γὰρ Παύλῳ χρήσιμος τῷ τοσαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ μᾶλλον τῷ δεσπότῃ.
000-00-00 Serial Number=0216981351
In epistulam ad Romanos Ante [Go Back]  
 [01057]  ἐκεῖνο μὲν γὰρ εἰς χρῆσιν ἐπιτήδειον, ὁ δὲ ἡταιρηκὼς οὐδαμοῦ χρήσιμος.
 [02683]  Καὶ εἰς τὸ προκείμενον δὲ αὐτῷ χρήσιμος ἦν.
 [04969]  Εἰς οὐδὲν γὰρ αὐτῷ χρήσιμος ἡ νῆψις αὕτη, ἀλλ' ἢ εἰς τὸ τοὺς κατηγόρους ἰδεῖν.
 [08843]  καὶ γὰρ πρὸς ἀμφότερα χρήσιμος ἡμῖν οὗτος ὁ λόγος.
000-00-00 Serial Number=0055030704
In epistulam ad Titum Ante [Go Back]  
 [00269]  ἂν δὲ θεραπεύῃ τὸ σῶμα ἵνα σοὶ διακονῇ, ἂν ἐπιμελῆται ἵνα σοὶ χρήσιμος ᾖ, ὑπὲρ τούτων αὐτὸν ἐγκαλεῖσθαι δεῖ;
000-00-00 Serial Number=0096973956
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00165]  ὁ μὲν γὰρ παρθενεύων καὶ νηστεύων, ἑαυτῷ χρήσιμος·
000-00-00 Serial Number=0740370274
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00229]  Οὐδὲ γὰρ εἰς τοῦτο χρήσιμος ἡμῖν οὗτος ἔσται μόνον ὁ λόγος, εἰς τὴν ὑπὲρ τῶν ἁγίων ἐκείνων ζήτησιν, ἀλλὰ καὶ εἰς τὸ τὰ τῶν Ἑλλήνων ἐμφράξαι στόματα.
000-00-00 Serial Number=0190003097
In illud Vidua eligatur Ante [Go Back]  
 [00117]  Καὶ γὰρ καὶ ἀνδράσιν ἐστὶ χρήσιμος, ἵνα καὶ αὐτοὶ στέργωσι τὰς ἑαυτῶν καὶ ἀπελθούσας, καὶ μὴ λεαίνας συγκατοικίζωσι τοῖς παιδίοις, μητρυιὰς ἐπεισάγοντες, καὶ τὴν ἀσφάλειαν τὴν ἑαυτῶν ἅπασαν ἀνατρέποντες.
000-00-00 Serial Number=0639139295
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00126]  Οὐ γὰρ ὑπὲρ τῶν τυχόντων ἡ ζήτησίς ἐστιν, ἀλλὰ καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους, καὶ πρὸς πολλοὺς τῶν αἱρετικῶν χρήσιμος ὁ λόγος οὗτος ἔσται, τὴν προσήκουσαν λύσιν λαβών.
000-00-00 Serial Number=0085126698
In principium Actorum Ante [Go Back]  
 [00736]  Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ ἀπόστολοι καὶ ἐξουσίαν·
000-00-00 Serial Number=0804476500
In principium indictionis [1] Ante [Go Back]  
 [00020]  χρήσιμος ὁμοίως καὶ τῆς φιλοπτωχίας ἡ ἐπιμέλεια·
000-00-00 Serial Number=0161991060
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00202]  Ὥστε ἅπασι χρήσιμος ὁ θησαυρὸς, ἐπιτήδειον τὸ καταγώγιον, τοῖς μὲν ἐπταικόσιν, ἵνα ἀπαλλαγῶσι τῶν πειρασμῶν, τοῖς δὲ εὐημεροῦσιν, ἵνα βέβαια αὐτοῖς μείνῃ τὰ καλά·
000-00-00 Serial Number=0480255485
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00076]  ἡ δὲ ἄγνοια ἀμφοτέροις χρήσιμος αὕτη.
000-00-00 Serial Number=0540537894
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00176]  Ποῦ γὰρ, εἰπέ μοι, χρήσιμος καὶ ἀναγκαία γένοιτ' ἂν ἡ τοῦ ἀνδρὸς κοινωνία;
 [00183]  Ποῦ οὖν σοι χρήσιμος ὁ ἀνὴρ, εἰπέ μοι;
 [00198]  Ἔδει μὲν οὖν, εἰ καὶ μυριάκις χρήσιμος ἦν ἡ διακονία τἀνδρὸς, μηδὲ οὕτως αὐτὴν μετὰ τοσαύτης προσίεσθαι λοιδορίας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»