Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χαμαὶ [95]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χαμαὶ


000-00-00 Serial Number=0916930437
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00011]  Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρὸς αὐτὴν μὲν ἥκειν τὴν κορυφὴν, οἴεσθαι δὲ ἔτι μετὰ τῶν χαμαὶ ἐρχομένων εἶναι, καὶ τὴν ἐπτερωμένην ψυχὴν λιθίνην καλεῖν, καὶ συνεχῶς τῆς δεξιᾶς ἁπτόμενον τῆς ἐμῆς, καὶ φιλοῦντα καὶ δακρύοντα λέγειν, σύντριψόν μου τὴν καρδίαν τὴν πεπωρωμένην, πόσης μὲν εὐλαβείας, πόσης δὲ πυρώσεως ἄν τις θείη εἶναι τεκμήρια;
000-00-00 Serial Number=0079023778
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00513]  [10.11] Καὶ ὁμῶς οὐδὲ οὕτως ἐσκανδαλίζετο, οὐδὲ ἐθορυβεῖτο ὁ δίκαιος ἐκεῖνος, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν τινα τῶν ἀνοήτων παθεῖν καὶ χαμαὶ συρομένων.
000-00-00 Serial Number=0465973735
Ad populum Antiochenum Ante [Go Back]  
 [03739]  καὶ οὔτε θεραπαινὶς αὐταῖς παρῆν, οὔτε γείτων, οὔτε φίλη, οὐκ ἄλλη τις τῶν ἐπιτηδείων, ἀλλὰ μόναι μετὰ εὐτελῶν ἱματίων ἐν μέσῳ τοσούτων ἀπειλημμέναι στρατιωτῶν, χαμαὶ συρόμεναι περὶ τὰς θύρας αὐτὰς, τῶν ἔνδον δικαζομένων ἐλεεινότερα ἔπασχον, τῆς τῶν δημίων ἀκούουσαι φωνῆς, τοῦ κτύπου τῶν μαστίγων, τοῦ θρήνου τῶν μαστιζομένων, τῆς φοβερᾶς τῶν δικαζόντων ἀπειλῆς, καὶ καθ' ἕκαστον τῶν παιομένων χαλεπωτέρας ἐκείνων ὑπέμενον ὀδύνας αὗται.
 [05520]  Φίλῳ μὲν γὰρ διαλεγόμενος μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς, Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι, ῥᾳθυμεῖς πολλάκις, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλαχοῦ τῆς ἀγορᾶς καὶ τῆς οἰκίας πλανᾶσθαί σου τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος εἰκῆ καὶ μάτην·
000-00-00 Serial Number=0872933924
Adversus Judaeos Ante [Go Back]  
 [01592]  Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος, καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον, καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμους, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη.
 [02177]  καὶ ἡ κιβωτὸς ληφθεῖσα αἰχμάλωτος, ἐν ἀλλοτρίᾳ γῇ τὴν ἰσχὺν τὴν οἰκείαν ἐπεδείκνυτο, δὶς τὸ εἴδωλον χαμαὶ ῥίψασα, καὶ διακλασθῆναι παρασκευάσασα.
000-00-00 Serial Number=0386123180
Adversus catharos Ante [Go Back]  
 [00014]  Ἐπειδὴ γὰρ ἐξ ἑκατέρου μέρους τὰ στρατόπεδα παρετάττετο, καὶ νέφη βελῶν ἠφίετο, καὶ τροπὴ τῶν οἰκείων ἐγίνετο, τῶν ἐναντίων ἐπικειμένων σφοδρῶς, ἀποπηδήσας τοῦ ἵππου, καὶ τὴν ἀσπίδα χαμαὶ θεὶς, καὶ γόνατα κλίνας, ἐκ τῶν οὐρανῶν τὴν συμμαχίαν ἐκάλει, καὶ τὸν τόπον τῆς παρατάξεως τόπον ἐκκλησίας ἐποίει, οὐ τόξοις καὶ βέλεσιν, οὐδὲ δόρασι πολεμῶν, ἀλλὰ δάκρυσι καὶ εὐχαῖς·
000-00-00 Serial Number=0331845939
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00003]  Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβαροί τινες καὶ ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδεσθέντες, ᾧ τὸν νεὼν ἤγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφορὰν, ἀφ' ἧς ὀψέ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι' ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς·
 [00344]  ἔστω δὲ καὶ ἀνυπόδετος, καὶ χαμαὶ καθευδέτω, γενέσθω δὲ καὶ λεπτὸς καὶ ὠχρὸς ὁ καλὸς νεανίας οὗτος, ὁ ἐν τοσαύτῃ τρυφῇ καὶ τιμῇ διατελῶν, καὶ τοιαύτας ἔχων ἐλπίδας, καὶ τῶν οἰκετῶν τῶν ἑαυτοῦ εὐτελεστέραν περικείσθω στολήν·
000-00-00 Serial Number=0976306081
Catecheses ad illuminandos Ante [Go Back]  
 [00685]  [4.27] Καὶ ἵνα μάθῃς ὅτι καινὰ καὶ παράδοξα τὰ δεδωρημένα ἡμῖν, οἱ πρὸ τούτου τοῦ πηλοῦ ἀτιμότεροι καὶ χαμαὶ ὡς εἰπεῖν συρόμενοι ἀθρόον χρυσοῦ φαιδρότεροι γεγόναμεν καὶ ἀντὶ τῆς γῆς τὸν οὐρανὸν ἠλλαξάμεθα.
000-00-00 Serial Number=0785540402
Commentarius in Job Ante [Go Back]  
 [00589]  [1,20b] καὶ ἐκείρατο, φησίν, τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ [20c] καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ κυρίῳ καὶ εἶπεν·
 [00593]  καὶ πεσὼν χαμαὶ προσεκύνησε καὶ εἶπεν·
000-00-00 Serial Number=0567493200
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00180]  ∆ιὰ τοῦτο λαιμάργων καὶ παρασίτων καὶ κολάκων καὶ γυναικοδούλων πανταχοῦ δόξαν λαμβάνομεν, ὅτι χαμαὶ τὴν εὐγένειαν ἅπασαν ῥίψαντες τὴν ἄνωθεν δοθεῖσαν ἡμῖν, ἀντικαταλλαττόμεθα τὴν ἀπὸ τῆς γῆς δουλοπρέπειάν τε καὶ εὐτέλειαν.
 [00242]  Αὗται αἱ δεόμεναι προστασίας, αὗται αἱ ἔρημοι, αὗται αἱ χαμαὶ κείμεναι·
000-00-00 Serial Number=0280167520
De Anna i Ante [Go Back]  
 [00051]  ὅτε καὶ περὶ σπερμάτων, καὶ περὶ βοτανῶν, καὶ περὶ ἀνθέων, καὶ περὶ φυτῶν ἐγκάρπων τε καὶ ἀκάρπων, καὶ περὶ ἀλόγων, ἡμέρων τε καὶ ἀγρίων, ἐνύδρων τε καὶ χερσαίων, καὶ ἀμφιβίων, περὶ τῶν τὸν ἀέρα τεμνόντων, περὶ τῶν χαμαὶ συρομένων, καὶ περὶ αὐτῶν τῶν τοῦ παντὸς στοιχείων πολλὰ διελέχθην, καὶ καθ' ἕκαστον ἐπεβοῶμεν κοινῇ πάντες, ἀτονούσης ἡμῖν πρὸς τὸν ἄπειρον πλοῦτον τῆς διανοίας, καὶ τὸ πᾶν καταλαβεῖν μὴ δυναμένης·
000-00-00 Serial Number=0904046416
De Joseph et de castitate Ante [Go Back]  
 [00108]  Ταῦτα εἰρηκὼς ὁ Ἰωσὴφ, καὶ ἰδὼν αὐτὴν ἔτι ἀναιδῶς κατέχουσαν αὐτοῦ τῶν ἱματίων, καὶ καιομένην πλεῖον πρὸς τὸν οἶστρον οἱ γὰρ ἔρωτες τότε πλεῖον πρὸς τὸ ποθούμενον ἐξάπτονται, ὅταν αὐτοῦ ἐφικέσθαι μὴ δυνηθῶσιν, ὥσπερ γενναῖος ἀθλητὴς, ἀποδυσάμενος τὰ ἱμάτια, καὶ ὅλην αὐτὴν σὺν τοῖς ἱματίοις εἰς τὸ χαμαὶ κενώσας, γυμνὸς τοῦ μύσους ἐκ τοῦ σκάμματος ἐξήλα [56.590] το, τῆς σωφροσύνης τὴν νίκην βαστάζων.
000-00-00 Serial Number=0934204161
De baptismo Christi Ante [Go Back]  
 [00227]  ἡμεῖς δὲ κατὰ τοὺς ὄφεις χαμαὶ συρόμεθα, καὶ γῆν ἐσθίομεν.
000-00-00 Serial Number=0575847626
De confessione pretiosae crucis Ante [Go Back]  
 [00040]  ∆ιὰ τοῦτο πάντα ἔῤῥιπται χαμαὶ καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν.
000-00-00 Serial Number=0142067134
De consubstantiali Ante [Go Back]  
 [00117]  Ὅτι γὰρ ὅλως οὐκ εἶπέ τι μέγα καὶ ὑψηλὸν περὶ ἑαυτοῦ, οὐ θαυμαστὸν ἀνθρώποις χαμαὶ συρομένοις, καὶ οὕτως ἀσθενῶς ἔχουσιν.
000-00-00 Serial Number=0907458901
De fato et providentia Ante [Go Back]  
 [00148]  ὁ μὲν ἀγγέλοις σε ἴσον ποιῆσαι ἐσπούδασεν, ὁ δὲ τῶν χαμαὶ βαδιζόντων ἀτιμότερόν σε κατέστησεν, αὐτούς τε σὲ προσκυνεῖν ἀντέπεισεν·
000-00-00 Serial Number=0406632721
De incomprehensibili dei natura Ante [Go Back]  
 [00638]  Ἀλαζονεία γὰρ οὐ τὸ λέγειν ὅτι τῆς τῶν γεννητῶν ἁπάντων καταλήψεως ἀνώτερός ἐστιν ὁ δημιουργός, ἀλλὰ τὸ λέγειν ὅτι τὸν ταῖς ἄνω δυνάμεσιν ἀκατάληπτον δυνατὸν αὐτοῖς τοῖς χαμαὶ ἑρπομένοις καὶ τοσοῦτον ἐκείνων ἀφεστηκόσι, τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ περιγράψαι καὶ περιλαβεῖν.
 [00986]  Εἰ δὲ οὐκ ἀρκεῖ σοι οὐδὲ ταῦτα, φησί, λέγω καὶ ἕτερον τρίτον, παχὺ μὲν καὶ ἀνθρώπινον, ἱκανὸν δὲ καὶ τοὺς χαμαὶ ἕρποντας εἰς τὴν ἔννοιαν τῆς τοῦ μονογενοῦς δόξης ἀναγαγεῖν.
 [01040]  «Ὀρθοὶ στῶμεν καλῶς», οὐχ ἁπλῶς οὐδὲ εἰκῇ νενομοθέτηται, ἀλλ' ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν ἡμῖν γινομένην πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν.
000-00-00 Serial Number=0960563898
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00327]  Καὶ γὰρ ὥσπερ τὴν οἰκουμένην ἅπασαν γεννήσας αὐτός, οὕτως ἐθορυβεῖτο, οὕτως ἔτρεχεν, οὕτω πάντας ἐσπούδαζεν εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, θεραπεύων, παρακαλῶν, ὑπισχνούμενος, εὐχόμενος, ἱκετεύων, τοὺς δαίμονας φοβῶν, τοὺς διαφθείροντας ἐλαύνων, διὰ παρουσίας, διὰ γραμμάτων, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ μαθητῶν, δι' ἑαυτοῦ, τοὺς πίπτοντας ἀνορθῶν, τοὺς ἑστῶτας στηρίζων, διεγείρων τοὺς χαμαὶ κειμένους, θεραπεύων τοὺς συντετριμμένους, ἀλείφων τοὺς ῥᾳθυμοῦντας, φοβερὸν ἐμβοῶν ἐπὶ τοῖς ἐχθροῖς, δριμὺ βλέπων ἐπὶ τοῖς πολεμίοις·
000-00-00 Serial Number=0831912458
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00043]  σὺ δὲ ὁ χαμαὶ συρόμενος ἔτι, καὶ πρὸς λογισμῶν ἐπτοημένος ἐξέτασιν ἀνθρωπίνων, δέχου τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν·
000-00-00 Serial Number=0555940509
De studio praesentium Ante [Go Back]  
 [00094]  Τί δὲ, ὅταν ἴδῃς ἑτέραν ἐκ πρώτης ἡλικίας ἐν ἁπαλῷ σώματι νύκτας ἀΰπνους διάγουσαν, ἡμέρας ἀσίτους, γαστρὸς ἐπιθυμίαν [63.489] ἄγχουσαν, χρημάτων ἔρωτα χαμαὶ ῥίπτουσαν, νεκροῦσαν τὸ σῶμα, σταυροῦσαν τὴν σάρκα, οὐδὲν τὰ παρόντα ἡγουμένην, χαμαὶ βαδίζουσαν καὶ αὐτῶν ἁπτομένην τῶν ἁψίδων, καταπατοῦσαν δυναστείαν, καταγελῶσαν δόξης, διαπτύουσαν περιφάνειαν, ἀντὶ λεπτῆς ὀθόνης σάκκον περιβεβλημένην, κλοιὰ περικειμένην, σποδὸν ὑποστρωσαμένην, εὐνῇ τῷ ἐδάφει χρωμένην, καὶ μηδὲν πλέον αἰτουμένην, ἐν δωματίῳ κατακεκλεισμένην στενῷ, προφήταις ὁμιλοῦσαν, βίον θανάτου μελέτην ἔχοντα μεταχειριζομένην, πρὸ τῆς τελευτῆς νενεκρωμένην, λιμῷ καὶ ἀγρυπνίᾳ καὶ αὐχμῷ κατατηκομένην, καὶ τοῦ παρόντος βίου τὰς φαντασίας φύλλων σηπομένων μᾶλλον ἀτιμάζουσαν·
000-00-00 Serial Number=0557135165
De virginitate Ante [Go Back]  
 [01740]  Ὅτι, φησί, τῶν σφόδρα ἀσθενῶν καὶ χαμαὶ συρομένων ἦσαν αἱ τοιαῦται ψυχαί·
 [01804]  Τοὺς αἵματι καὶ σαρκὶ συμπεπλεγμένους, τοὺς χαμαὶ ἐρχομένους, τοὺς ἀνάγκῃ φύσεως ὑποκειμένους θνητῆς ὡς ἀσωμάτους, ὡς τὸν οὐρανὸν ἤδη λαχόντας, ὡς ἀθανασίαν μετειληφότας, οὕτως ἅπαντα ποιεῖν παρεσκεύαζεν.
000-00-00 Serial Number=0471214771
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00601]  Κἂν γὰρ ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάζῃ.
 [00657]  ῥᾳθυμεῖς, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλάκις περὶ τὴν ἀγορὰν καὶ τὴν οἰκίαν πλανᾶσθαι τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος εἰκῆ καὶ μάτην;
 [01874]  ∆ιὰ γὰρ τοῦτο ἑστάναι καλῶς κατὰ τὸν τῆς θείας μυσταγωγίας καιρὸν κελευόμεθα, ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν γινομένην ἡμῖν πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν.
 [03437]  ὄψει γὰρ μετ' οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γενόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων καθιστάμενον, καὶ οὐδὲν ὅλως μεθ' ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα (οὐδὲ γὰρ συναποδημοῦσι τοῖς ἐντεῦθεν μεθισταμένοις), ἀλλ' ἐνταῦθα ἅπαντα καταλιπόντα, καὶ μόνην τὴν κακίαν περιβεβλημένον, καὶ τὰ ἐκ ταύτης αὐτῷ τῶν ἁμαρτημάτων συλλεγέντα φορτία.
 [04302]  Καὶ ἔπεσον χαμαὶ οἱ μαθηταί.
 [07291]  Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντείων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα, τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη.
 [07792]  ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων αὐτῆς, καὶ αὐτὸς εἱστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν·
 [08103]  Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη.
 [09361]  διὰ τοῦτον πάντα ἔῤῥιπται χαμαὶ, καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν.
 [09999]  ἡμεῖς δὲ κατὰ τοὺς ὄφεις χαμαὶ συρόμεθα, καὶ γῆν ἐσθίομεν.
000-00-00 Serial Number=0663485229
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00353]  πολλῇ γὰρ τῇ ῥύμῃ παρὰ τὴν ἀρχὴν πνεύσασα κατὰ τῆς σαρκὸς ἔσβεσας αὐτῆς τὰς ἐπιθυμίας ταύτας, οὐ χαλινώσασα τὸν ἵππον, ἀλλὰ συμποδίσασα καὶ χαμαὶ ῥίψασα καὶ ποιήσασα μένειν ἀκίνητον.
 [00454]  Εἰ γὰρ μὴ μεθ' ὑπερβολῆς τοὺς γεώδεις τῆς βιωτικῆς φαντασίας λογισμοὺς χαμαὶ ἔρριψας καὶ κατεπάτησας, οὐκ ἂν εἰς τοσοῦτον ἐξεπήδησας ὑπεροψίας αὐτῶν, οὐκ ἂν οὕτω κατὰ κράτος τὴν χαλεπωτάτην ἁμαρτίαν ταύτην ἐνίκησάς τε καὶ ἀπήλασας.
000-00-00 Serial Number=0220646024
Expositiones in Psalmos Ante [Go Back]  
 [00063]  τῶν γονάτων χαμαὶ κειμένων, ἐπὶ τῆς ἀγορᾶς πλανώμεθα.
000-00-00 Serial Number=0334747136
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02430]  πόσῳ μᾶλλον, καὶ κρεῖττον, οὐρανὸν χαμαὶ ἐῤῥιμμένον ἀναστῆσαι, καὶ περιθεῖναι στέγην τῇ γῇ.
000-00-00 Serial Number=0073193312
Fragmenta in Job Ante [Go Back]  
 [00387]  «Καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ, καὶ εἶπεν, Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.».
 [00428]  Καὶ πρὸ τῶν [64.541] ῥημάτων, πεσὼν χαμαὶ προσκυνεῖ·
000-00-00 Serial Number=0303106248
Homilia de capto Eutropio Ante [Go Back]  
 [00524]  Καὶ ἔπεσον χαμαὶ οἱ μαθηταί.
 [00535]  Ἔπεσον χαμαὶ, καὶ ἐκαρώθησαν καὶ κατεχώννυντο.
000-00-00 Serial Number=0215113044
In Acta apostolorum Ante [Go Back]  
 [00052]  ∆ιά τοι τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς προσβιβάζουσι, καὶ πολλῇ μὲν κέχρηνται τῇ τῆς συγκαταβάσεως οἰκονομίᾳ, δαψιλεστέρας δὲ ἀπολαύουσι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μείζονα ὧν αὐτὸς πεποίηκεν ἐργάζονται τῷ αὐτοῦ ὀνόματι, ἵνα ἑκατέρωθεν αὐτοὺς χαμαὶ κειμένους ἀναστήσωσι, καὶ τὸν περὶ τῆς ἀναστάσεως πιστώσωνται λόγον.
 [01484]  ἀλλ' ὕστερον, ὅτε ἐπεπόνθεσαν τὰ πικρὰ ἐκεῖνα, καὶ πάντων χαλεπώτερα, ὅτε τὴν πόλιν κατερειπομένην εἶδον, καὶ τὸ πῦρ ἀναπτόμενον, καὶ τὰ τείχη ῥιπτούμενα χαμαὶ, καὶ τὰς ποικίλας βακχείας ἐκείνας, ἃς οὐδεὶς παραστῆσαι [60.48] δύναται λόγῳ, οὐκ ἔτι ἐγέλων Οὕτω καὶ ὑμεῖς τότε οὐ γελάσεσθε, ὅταν ὁ τῆς κρίσεως ἐπιστῇ καιρὸς, ὅταν τὸ τῆς γεέννης ἀναφθῇ πῦρ.
 [02448]  σφόδρα ψυχῆς τοῦτο νωθείας πεπληρωμένης, μυιῶν καὶ κωνώπων οὐδὲν διαφερούσης, χαμαὶ συρομένης, ἰλυσπωμένης ἐν τῷ βορβόρῳ, οὐδὲν μέγα φανταζομένης Τί λέγεις;
 [02536]  καὶ δέον αἰτῆσαι ὑγείαν, οἱ δὲ μᾶλλον χρήματα αἰτοῦσι χαμαὶ κείμενοι·
 [05158]  Τί τὸν διδάσκαλον ἀπὸ τοῦ θρόνου καταστρέψας, οὕτω διαλέγῃ τῷ χαμαὶ κειμένῳ;
 [05451]  Ἀνδρὶ λίαν ἰσχυρῷ καὶ μεγάλῳ φορτίον ἐπίθες τὸ τὴν ἰσχὺν ὑπερβαῖνον, καὶ ὄψει μετὰ τοῦ φορτίου χαμαὶ κείμενον καὶ ἐῤῥιμμένον.
 [09999]  Ἀλλὰ ἡ ψυχὴ αὐτῶν χαμαὶ κεῖται καὶ πίπτει σπαίρουσα·
 [09999]  τῆς δὲ ψυχῆς ἄτακτα βαδιζούσης οὐδεὶς ἐπιμελεῖται, ἀλλὰ καὶ πηδᾷ καὶ λακτίζει καὶ σύρεται χαμαὶ καθάπερ παιδίον, καὶ ἀσχημονεῖ μυρία, καὶ οὐδεὶς αὐτῇ ψαλίδας περιτίθησιν οὐδὲ ποδόστροφα οὐδὲ χαλινοὺς, οὐδ' ἐπικαθίζει τὸν ἔμπειρον ἐπιβάτην, τὸν Χριστὸν λέγω.
000-00-00 Serial Number=0861355841
In Isaiam Ante [Go Back]  
 [02347]  Καὶ γὰρ ὁ Θεός, φιλάνθρωπος ὤν, οὐδὲ τοῦτο παρῃτήσατο παρασχεῖν πολλάκις τοῖς παχυτέροις καὶ χαμαὶ συρομένοις καὶ τῇ γῇ προσηλωμένοις, οἷον ἐποίησεν ἐπὶ τοῦ Γεδεών.
000-00-00 Serial Number=0213337898
In Joannem Ante [Go Back]  
 [04449]  Ἀπάγων αὐτὸν τῆς ἐννοίας ταύτης τῆς χαμαὶ συρομένης, καὶ δεικνὺς ὅτι οὐ περὶ ταύτης διαλέγεται τῆς γεννήσεως, λέγει τὸ, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
 [05379]  Οὐδὲν [59.172] ἄλλο ἐντεῦθεν αἰνίττεται, ἢ ὅτι Μικρὸς ἐγὼ καὶ οὐδενὸς ἄξιος λόγου, ἅτε χαμαὶ ἐρχόμενος καὶ ἐν τῇ γῇ τεχθείς·
000-00-00 Serial Number=0972760379
In Lazarum i Ante [Go Back]  
 [00145]  οὔπω ὀστᾶ ξηρὰ, οὔπω σαρκῶν καὶ νεύρων ἔρημα, ὥς ποτε ἐπὶ τοῦ Ἰεζεκιὴλ τῶν νεκρῶν τὸ στρατόπεδον χαμαὶ κείμενον, καὶ ἔρη [62.775] μον πάντων, ψυχῆς, αἰσθήσεως, ἀντιλήψεως, ζωτικοῦ πνεύματος, ἔστη παρὰ τὸν τάφον ἤδη τῆς μελλούσης ἀναστάσεως ἀπόδειξιν ἐναργῆ παρέχον.
000-00-00 Serial Number=0185886979
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00163]  ἡ δὲ ἄμπελος χαμαὶ κειμένη ὥριμον ἔχει καρπὸν βοτρύων.
000-00-00 Serial Number=0259825051
In Samaritanam Ante [Go Back]  
 [00251]  ∆ιὰ τοῦτο οὖν ἀμφότερα χαμαὶ καταλιπὼν ἐπὶ τὴν πνευματικωτέραν προσκύνη σιν χειραγωγεῖ τὸ γύναιον, καί φησι·
000-00-00 Serial Number=0335557222
In centurionem Ante [Go Back]  
 [00073]  ἀλλὰ προσπεσούσης νόσου, τῆς παιδίσκης χαμαὶ ἐῤῥιμμένης, οὐ προσέχει ὁ δεσπότης, οὐκ ἐπισκέπτεται δέσποινα·
000-00-00 Serial Number=0903221548
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00715]  Πρότερον γὰρ αὐτοὺς χαμαὶ ῥίψας, ὅτε ᾔτησαν ἅπερ ᾔτησαν καὶ παῤῥησίας ἐνεπλήσθησαν, ἀνίστησιν αὐτοὺς ὁ λόγος, καὶ κελεύει λοιπὸν καὶ αὐτοὺς ἔχεσθαι τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας.
 [01048]  Ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων τῶν αὐτῆς, μετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς εἰστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν.
 [01207]  βασιλεὺς μὲν, πάσας χαμαὶ ῥίψας τὰς πονηρὰς πράξεις, καὶ τὰ ἁμαρτήματα κατασφάξας·
 [01735]  μέχρι πότε, τοῦ Θεοῦ πρὸς τὸν οὐρανὸν ἡμᾶς αἴροντος, αὐτοὶ χαμαὶ σύρεσθαι ἐσπουδάκαμεν;
 [02022]  ὅταν τὸ χρυσίον μὴ βλέπῃ ὡς χρυσίον, ἀλλ' ὡς μέγα τι καὶ τίμιον, ὅταν τὰ μέλλοντα μὴ ἐννοῇ, ἀλλὰ χαμαὶ σύρηται, ὅταν ἀνθ' ἑτέρων ἕτερα πράττῃ.
 [06844]  Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς τῶν Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ τούτου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ καὶ ῥίπτει χαμαὶ, καὶ τοὺς ἐναντίους πρὸς αὐτὸν μεθίστησι.
 [07901]  Οὐ γὰρ ἔστι μὴ καθαρεύοντα δόξης κενῆς, ὑψηλὸν γενέσθαι καὶ μέγαν καὶ γενναῖον, ἀλλὰ ἀνάγκη χαμαὶ σύρεσθαι, καὶ πολλὰ διαφθείρειν, δουλεύοντα μιαρᾷ δεσποίνῃ καὶ βαρβάρου παντὸς ἀπηνεστέρα.
000-00-00 Serial Number=0753146052
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00068]  Ὅρα πῶς εὐθέως ἐκ προοιμίων τὸν τῦφον κατέβαλε, καὶ χαμαὶ ἔῤῥιψε πᾶσαν αὐτῶν τὴν οἴησιν, [61.12] κλητὸν ἑαυτὸν εἰπών.
 [01051]  οὕτω καὶ οἱ Ἕλληνες παίζειν ἀεὶ βούλονται καὶ χαμαὶ κεῖνται, χαμαιπετεῖς ὄντες καὶ χαμαίζηλοι.
 [02432]  Ποίας οὖν σὺ τεύξῃ συγγνώμης, χαμαὶ συρόμενος, καὶ μὴ καταφρονῶν τῶν μικρῶν καὶ παρερχομένων ὑπὲρ τῶν μεγάλων καὶ διαιωνιζόντων, ὁ καὶ αὐτοῦ τοῦ Θεοῦ ἀκούων, ταῦτά σοι δεικνύντος καὶ ἐκκαλύπτοντος, καὶ ἐπαγγελίας τοιαύτας παρ' αὐτοῦ ἔχων;
 [07224]  ἡμεῖς δὲ οὐδὲ τοῦτο δυνάμεθα εἰπεῖν, πάντων, ὡς εἰπεῖν, πεπτωκότων καὶ κατεστρωμένων καὶ χαμαὶ κειμένων.
 [07794]  Καὶ σὺ τοίνυν, ἀδελφὲ, κἂν ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάσῃ.
 [08085]  Ὥστε ὁ παραβαίνων, πάντα συγχεῖ, καὶ τὰ τοῦ Θεοῦ προδίδωσι δῶρα, καὶ τὴν ἄνωθεν αὐτῷ δοθεῖσαν τιμὴν χαμαὶ ῥίπτει, οὐχ ὁ ἀνὴρ δὲ μόνον, ἀλλὰ καὶ ἡ γυνή.
000-00-00 Serial Number=0732120097
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02408]  Ἂν γὰρ θέλῃς σὺ ὁ χαμαὶ ἐρχόμενος, ὑψηλότερος ἔσῃ τοῦ καθημένου τὸ ὄχημα.
000-00-00 Serial Number=0646455288
In epistulam ad Ephesios Ante [Go Back]  
 [02930]  ὅταν δὲ τοὺς στύλους κατενέγκῃ καὶ ῥίψῃ χαμαὶ, οὐδὲν δεῖται λοιπὸν πρὸς τὸ τὰ λοιπὰ τῇ φλογὶ κατεργάσασθαι.
 [06623]  ∆ιαῤῥέοντα καὶ διακεχυμένον ταῖς ἐπιθυμίαις, καὶ χαμαὶ τοὺς λογισμοὺς ἔχοντα συρομένους ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων συμπλεκομένων ταῖς κνημῖσιν, ἀλλ' εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν.
 [06662]  Οὐαλεντῖνος πάλιν χαμαὶ συρομένους ἔχων τοὺς λογισμοὺς, ἀπὸ τῆς γῆς φθέγγεται·
 [06668]  Ὁρᾷς πάντων χαμαὶ συρομένους τοὺς λογισμοὺς, πάντων κεχαλασμένους, τῆς γῆς πνέοντας;
 [06670]  βίου δὲ πάλιν, οἱ πόρνοι, οἱ χρημάτων ἐρῶντες, οἱ δόξης, οἱ τῶν ἄλλων ἁπάντων, χαμαὶ σύρονται·
000-00-00 Serial Number=0037177742
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01494]  Ὃ δὲ λέγει, [61.658] τοιοῦτόν ἐστιν, ὅτι Τότε μὲν ἐσκοτισμένοι καὶ ἐν τῇ πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε·
 [02083]  Ὁρᾷς ὅτι οὔ φησι τὴν σάρκα ἐνταῦθα, ἀλλὰ τὸν γεώδη λογισμὸν καὶ χαμαὶ συρόμενον;
000-00-00 Serial Number=0401326299
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01598]  εἶδε γὰρ χαμαὶ ἐῤῥιμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους, καὶ ἠλέησεν.
000-00-00 Serial Number=0887432873
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00087]  Καὶ γὰρ δεινὸν ἀπὸ ὕψους πεσεῖν, καὶ μαρτυρεῖ τὰ πράγματα, ἢ ἀπὸ τοῦ χαμαὶ πεσεῖν.
000-00-00 Serial Number=0130956411
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00754]  Τοῖς μὲν γὰρ πολλοῖς καὶ χαμαὶ ἑρπομένοις καὶ οὐδὲν μέγα δυναμένοις ἰδεῖν, οὐδὲ ἐκτεῖναι τὴν τῆς ψυχῆς ἐλπίδα πρὸς τὴν τῶν μελλόντων ἀπόλαυσιν ἀγαθῶν, ταῦτα τὰ παρόντα παρεῖχεν ἀγαθὰ, τὴν ἀσθένειαν τῆς ψυχῆς αὐτῶν παραμυθούμενος, καὶ διὰ τούτων αὐτοὺς ὁδηγῶν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ εἰς τὴν τῶν καλῶν ἐπιθυμίαν ἐμβάλλων·
000-00-00 Serial Number=0982356012
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00253]  Οὐκ ἂν ὁ πάντων ἀνθρώπων πενέστερος τοσαύτης ἀπέλαυσε παῤῥησίας, ὡς χαμαὶ βαδίζων, ἑνὶ μόνῳ λόγῳ τοσαύτην ἰσχὺν ἐπιδείξασθαι.
000-00-00 Serial Number=0619746566
In illud Ne timueritis Ante [Go Back]  
 [00666]  ∆ιά τοι τοῦτο ὁ προφήτης φιλοσοφῶν, τοὺς μικροψύχους, καὶ ταλαιπώρους, καὶ χαμαὶ συρομένους, καὶ κεχηνότας πρὸς τὴν τοῦ πλούτου φαντασίαν, καὶ δεδοικότας, καὶ τρέμοντας τοὺς ἐν τούτοις κομῶντας διορθούμενος, καὶ τῆς τοιαύτης ἀπάγων ἀγωνίας ἡμᾶς, καὶ πείθων ὡς οὐδὲν ὄντων καταφρονεῖν, ἔλεγε·
000-00-00 Serial Number=0320306838
In illud Vidi dominum Ante [Go Back]  
 [00972]  Ὅρα παρρησίαν, φρόνημα ἀδούλωτον, γλῶσσαν οὐρανοῦ ἁπτομένην, ἐλευθερίαν ἀχείρωτον, ἀνθρώπου τὸ σῶμα καὶ ἀγγέλου τὸ φρόνημα, χαμαὶ βαδίζοντα καὶ ἐν οὐρανῷ πολιτευόμενον.
000-00-00 Serial Number=0817930222
In illud Vidua eligatur Ante [Go Back]  
 [00316]  ὁ μικρολόγος καὶ πτωχὸς τὴν διάνοιαν, καὶ χαμαὶ ἕρπων, κἂν ἁπάντων εὐπορώτερος ᾖ, πάντων ἐστὶ πτωχότερος καὶ ἀπορώτερος·
000-00-00 Serial Number=0214647472
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00097]  λέγω δὴ Ἠλίαν, τὸν προφήτην ἐκεῖνον, τὸν ἐπίγειον ἄγγε λον καὶ ἐπουράνιον ἄνθρωπον, τὸν χαμαὶ βαδίζοντα καὶ τὰ οὐράνια ἡνιοχοῦντα, τὸν τρίπηχυν ἄνθρωπον καὶ ὑψηλοβατοῦντα, καὶ εἰς αὐτὰς ἀναπετασθέντα τοῦ οὐρανοῦ τὰς ἁψῖδας, τὸν τῶν ὑδάτων ταμίαν, οὗ ἡ γλῶττα θησαυρὸς ἐγένετο τῶν ὑδάτων καὶ κλεῖς τῶν οὐρανῶν·
000-00-00 Serial Number=0293233514
In sanctum pascha [1] Ante [Go Back]  
 [00205]  Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις τοῖς ἀσθενοῦσι, τοῖς χαμαὶ συρομένοις·
000-00-00 Serial Number=0438762009
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01685]  καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρ τία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη.
000-00-00 Serial Number=0295816660
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00084]  Ἐπεὶ οὖν πολλὰ τῶν ἐπιόντων δεινῶν οὐχ ὁρῶμεν ἡμεῖς οἱ χαμαὶ βαδίζοντες, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις, ὥσπερ ἐφ' ὑψηλοῦ χωρίου τῆς προφητείας τοὺς ἁγίους προφήτας ἑστῶτας, μέλλουσαν τοῦ Θεοῦ τὴν ὀργὴν ἡμῖν ἐπιέναι πόῤῥωθεν προμηνύειν, ἵνα διὰ τῆς μετανοίας ἑαυτοὺς ἀνακτησάμενοι, καὶ πεπτωκυῖαν ἡμῶν τὴν ψυχὴν ἀνορθώσαντες, τὴν θεήλατον πόῤῥωθεν ἀποκρουσώμεθα πληγήν.
000-00-00 Serial Number=0531232297
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00173]  ἀλλὰ πάντα χαμαὶ ἔρριπται καὶ καταπεπάτηται, τῆς ὠμῆς ταύτης καὶ ἀπανθρώπου δεσποίνης τῶν ἁλόντων τὰς ἁπάντων καταλαβούσης ψυχάς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»