Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τυραννὶς [71]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τυραννὶς


000-00-00 Serial Number=0165801823
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00335]  Μετὰ γὰρ τὴν τοσαύτην παρακοὴν, μετὰ τοσαῦτα ἁμαρτήματα, ὅτε πᾶσαν κατέσχε τὴν οἰκουμένην ἡ τῆς ἁμαρτίας τυραννὶς, ὅτε τὴν ἐσχάτην ἔδει δοῦναι δίκην λοιπὸν, καὶ ἀπολέσθαι παντελῶς, καὶ ἀνώνυμον τὸ τῶν ἀνθρώπων γενέσθαι γένος, τότε τὴν μεγίστην περὶ ἡμᾶς εὐεργεσίαν ἐπεδείξατο, ὑπὲρ τῶν ἐχθρῶν καὶ ἀπηλλοτριωμένων καὶ μισούντων αὐτὸν καὶ ἀποστρεφομένων τὸν Μονογενῆ κατασφάξας τὸν ἑαυτοῦ, καὶ διὰ τούτου τὴν πρὸς αὐτὸν καταλλαγὴν ἐργασάμενος ἡμῖν, καὶ βασιλείαν οὐρανῶν, καὶ ζωὴν αἰώνιον, καὶ τὰ μυρία ἐπαγγειλάμενος δώσειν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
 [01023]  Εἰ γὰρ καὶ νόθος ἦν ὁ Ἰσμαὴλ καὶ ἐκ παιδίσκης, ἀλλ' ὅμως ἡ τῆς φύσεως τυραννὶς οὐδὲν ἀπὸ τῆς ἀναξίας ἥττων ἐγίνετο, οὐδὲ ἀσθενεστέραν ἐποίει τὴν τῶν πατρικῶν σπλάγχνων ἀνάγκην ἡ δυσγένεια τῆς μητρός·
 [01257]  Εἰ δὲ, ὅτε πάντων τῶν καιρῶν σφοδρότερον ἡ φλὸξ αἴρεται εἰκοστὸν γὰρ λοιπὸν ἦγεν ἔτος, καὶ ὅτε ἀνύποιστός ἐστιν ἡ τυραννὶς καὶ μηδενὸς αὐτὴν αὔξοντος, τότε ἡ ἀκόλαστος ἐπέθετο τῷ μειρακίῳ, τοσαύτην ἀπὸ τῶν αὐτῆς μαγγανευμάτων καὶ καλλωπισμάτων προσθεῖσα τῇ φλογὶ τὴν ἰσχὺν, ὅσην ἀπὸ τῆς φύσεως εἶχε·
 [01834]  Εἰ μὲν γὰρ ἐπιθυμία τις ἦν, καὶ σωμάτων ἔρως ἄτοπος, ἢ κενοδοξίας τυραννὶς, τὸ δυσκαταγώνιστον κακὸν, ἢ ἄλλο τι τῶν τοιούτων παθῶν, καλῶς ἂν ἠπόρεις ὑπὲρ τῆς ἀπαλλαγῆς·
000-00-00 Serial Number=0580029249
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00012]  Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας.
000-00-00 Serial Number=0782598436
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00432]  καὶ ταῦτα ἅπαντα ὑφίστατο διὰ σὲ καὶ τὴν κηδεμονίαν τὴν σήν, ἵνα τῆς ἁμαρτίας ἡ τυραννὶς ἀναιρεθῇ, ἵνα καθαιρεθῇ τοῦ διαβόλου ἡ ἀκρόπολις, ἵνα τμηθῇ τοῦ θανάτου τὰ νεῦρα, ἵνα ἀνοιγῶσιν ἡμῖν αἱ τοῦ οὐρανοῦ πύλαι, ἵνα ἀφανισθῇ ἡ ἀρά, ἵνα ἡ προτέρα καταδίκη λυθῇ, ἵνα μαθῇς ὑπομονήν, ἵνα παιδευθῇς καρτερίαν, ἵνα μηδέν σε τῶν τοῦ παρόντος βίου λυπῇ, μὴ θάνατος, μὴ ὕβρις, μὴ λοιδορίαι, μὴ σκώμματα, μὴ μάστιγες, μὴ ἐχθρῶν ἐπιβουλαί, μὴ ἐπήρειαι, μὴ ἔφοδοι, μὴ συκοφαντίαι, μὴ ὑπολήψεις πονηραί, μὴ ἄλλο τῶν τοιούτων μηδέν.
 [00505]  [10.9] καὶ μετὰ τούτου καὶ ἡ τῆς φύσεως τυραννὶς θορυβοῦσα, ταράττουσα, οὐκ ἐπειδὴ πατὴρ ἦν μόνον, ἀλλ' ἐπειδὴ καὶ φιλόστοργος καὶ πατὴρ τοιούτου παιδός, γνησίου, μονογενοῦς, καλοῦ μὲν ἰδεῖν, καλοῦ δὲ νοῆσαι.
000-00-00 Serial Number=0776636481
Ad populum Antiochenum Ante [Go Back]  
 [03745]  ἐκείνους μὲν γὰρ οἱ δήμιοι, ταύτας δὲ ἐβασάνιζεν ἡ τῆς φύσεως τυραννὶς καὶ ἡ τῶν σπλάγχνων συμπάθεια·
 [04141]  Εἰ γὰρ ἐθέλησεν ὁ βασιλεὺς ἀντιτεῖναι καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἂν ἀντέστη, καὶ τυραννὶς ἂν ἐγένετο χαλεπωτάτη·
 [04848]  μεγάλη γὰρ ἡ τῆς φύσεως τυραννὶς, καὶ ἄμαχος ἡ τῶν ὠδίνων ἀνάγκη·
000-00-00 Serial Number=0176785529
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00040]  Τούτων ὁ τῶν χρημάτων ἔρως, ἡ περὶ τὴν φιλαργυρίαν μανία, τὸ νόσημα ἀνίατον, ἡ κάμινος ἡ μηδέποτε σβεννυμένη, ἡ τυραννὶς ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένη.
000-00-00 Serial Number=0267048836
De Chananaea Ante [Go Back]  
 [00349]  Ἐπειδὴ ἡ γυνὴ Χαναναία ἦν, καὶ τῶν ὁρίων ἐκείνων, ἔνθα καὶ λύσσαι, καὶ μανία, καὶ ἀσέβεια, ἔνθα διαβόλου τυραννὶς, καὶ δαιμόνων βακχεῖαι, καὶ φύσις πατουμένη, καὶ εἰς ἀλόγων ἀλογίας κατηνέχθησαν, εἰς δαιμόνων μανίας, ἐπέταττε δὲ καὶ ὁ νόμος,
000-00-00 Serial Number=0811627567
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00600]  καὶ οὐδὲ κίνδυνος ἐπεῖχεν αὐτῆς τὴν φορὰν καὶ τὴν ῥύμην τὴν ἀκάθεκτον, οὐ συνηθείας τυραννὶς παλαιοτάτης, οὐ πατρίων ἐθῶν καὶ νόμων ἰσχύς, οὐ τὸ τῆς διδασκαλίας τῶν νόμων δυσπαράδεκτον, οὐκ ἄλλο τῶν εἰρημένων οὐδέν.
000-00-00 Serial Number=0669285417
De paenitentia [1] Ante [Go Back]  
 [00014]  ἡ δὲ τῆς ἀγάπης τῆς ὑμετέρας τυραννὶς ἀφύπνιζε τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμούς·
000-00-00 Serial Number=0809629738
De terrae motu Ante [Go Back]  
 [00015]  νύκτες ὑμῖν ἄϋπνοι, καὶ τοῦ ὕπνου ἡ τυραννὶς καταλέλυται·
000-00-00 Serial Number=0686143160
De virginitate Ante [Go Back]  
 [01330]  Οὔτε γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς τοσαύτη παρ' αὐταῖς τῆς ἐπιθυμίας ἡ τυραννὶς καὶ τῶν τοῦ πράγματος κακῶν τὸ πλέον αὐταὶ καρποῦνται μέρος, ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξε.
 [01518]  Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννὶς ὡς καὶ τὴν θείαν γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν καὶ λιμὸν καὶ λοιμὸν καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν.
000-00-00 Serial Number=0851463735
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06906]  Εἰ γὰρ ἠθέλησεν ὁ βασιλεὺς ἀντιστῆναι καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἀντέστη, καὶ τυραννὶς ἂν ἐγένετο χαλεπωτάτη·
 [08586]  Καὶ γὰρ τὰ ἀρχαῖα ἐκεῖνα καὶ ἀκίνητα ἐλύθη κακὰ, καὶ ἡ κατὰ τοῦ κοινοῦ γένους ἀπόφασις ἀνῄρητο, καὶ τῆς ἁμαρτίας τὰ νεῦρα ἐκκέκοπτο, καὶ διαβόλου τυραννὶς κατελύετο, καὶ ὁ πᾶσιν ἄβατος παράδεισος, ἀνδροφόνῳ καὶ λῃστῇ πρῶτον ἠνοίγετο, καὶ οὐρανοῦ ἁψῖδες ἀνεπετάννυντο, καὶ ἀγγέλοις ἄνθρωποι ἀνεμίγνυντο, καὶ πρὸς τὸν βασιλικὸν θρόνον ἡ φύσις ἡ ἡμετέρα ἀνήγετο, καὶ τοῦ ᾅδου τὸ δεσμωτήριον ἄχρηστον ἦν, καὶ ὁ θάνατος ὄνομα λοιπὸν ἔμενεν ὂν, πράγματος ἀπεστερημένον, καὶ μαρτύρων χοροὶ, καὶ γυναῖκες κατακλῶσαι τοῦ ᾅδου τὰ κέντρα.
000-00-00 Serial Number=0908419490
Epistula ad Cyriacum Ante [Go Back]  
 [00482]  Εἶδες ἔρωτα πόσον ἐσκότισεν ἀθυμίας τυραννὶς καὶ πῶς αἰχμαλώτους εἰργάσατο καὶ αὐτῆς εἶναι πεποίηκεν;
 [00545]  ∆ηλῶν δὲ καὶ αὐτὸς οὗτος ὁ μακάριος Ἰὼβ ὅσον χαλεπώτερον τυραννὶς ἀθυμίας θανάτου, ἀνάπαυσιν αὐτὸν καλεῖ·
000-00-00 Serial Number=0266299784
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00823]  Εἶδες ἔρωτα πῶς ἐπεσκότησεν ἀθυμίας τυραννὶς καὶ πῶς αἰχμαλώτους εἰργάσατο καὶ αὐτῆς εἶναι πεποίηκεν;
 [00891]  ∆ηλῶν δὲ καὶ αὐτὸς οὗτος ὁ μακάριος Ἰὼβ ὅσον χαλεπώτερον τυραννὶς ἀθυμίας θανάτου ἀνάπαυσιν αὐτὸν ἐκάλει·
000-00-00 Serial Number=0043916225
Expositiones in Psalmos Ante [Go Back]  
 [01614]  Οὐ γὰρ ἡ τῆς φύσεως τυραννὶς, ἀλλ' ἡ τῆς γνώμης ἡμερότης τοιοῦτον αὐτὸν ἐποίει εἶναι μᾶλλον, καὶ τῷ στρατοπέδῳ τὸ πλέον ἐλογίζετο, ἢ τῷ τυράννῳ·
000-00-00 Serial Number=0844794929
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00103]  καὶ οὐδὲν ἴσχυε τότε τῆς φύσεως ἡ τυραννὶς, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, καὶ παῖδες κατεφρονοῦντο, καὶ ἀδελφοὶ καὶ συγγενεῖς ἐν τάξει πολεμίων ἦσαν, καὶ μετὰ τῶν διδασκάλων οἱ μαθηταὶ τὰ ἀνήκεστα ἔπασχον.
000-00-00 Serial Number=0978474736
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00034]  Ἀλλ' ὁ τῶν μαρτύρων πόθος καὶ ἡ τυραννὶς καὶ ἡ τῆς ἀγάπης φλὸξ ἅπαντα ταῦτα τὰ προσωπεῖα ῥῖψαι ἀνέπεισε, καὶ γυμνῇ τῇ προθυμίᾳ τὸν ζῆλον ἐπιδείξασθαι τὸν περὶ τοὺς ἁγίους μάρτυρας.
000-00-00 Serial Number=0155987561
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00047]  ∆ιά τοι τοῦτο οὐδὲ ἁπλῶς ἐν ἀλλοτρίῳ σώματι, ἀλλ' ἐν τῷ τοῦ παιδὸς αὐτὸν εἶδεν, ἔνθα μετὰ τῆς τοῦ πράγματος φύσεως ἡ τυραννὶς χαλεπωτέραν ἐποίει τὴν ὀδύνην, καὶ μετὰ τῆς φύσεως ἡ ἀρετὴ τοῦ παιδὸς, καὶ μετὰ τῆς ἀρετῆς τὸ τῆς ἡλικίας ἄνθος·
000-00-00 Serial Number=0325292349
In Acta apostolorum Ante [Go Back]  
 [03571]  Οὐκοῦν ἐπεὶ τοσαύτη τῆς συνηθείας ἡ τυραννὶς, εἰς ἑτέραν αὐτὴν μετάγαγε συνήθειαν.
 [06069]  ∆ιὰ τί πάλιν ἀπίασιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν, ἔνθα ἡ ἀρχὴ τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες;
 [09999]  Οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν, οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν, οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' αὐτὰ δὴ ταῦτα πολλῷ μᾶλλον ἦν τὰ διεγείροντα αὐτοὺς, καὶ ἡδονῆς πληροῦντα πολλῆς.
000-00-00 Serial Number=0399348199
In Isaiam Ante [Go Back]  
 [00904]  Τῆς γὰρ παραδόξου γενομένης νίκης καὶ τῶν λαμπρῶν καὶ θαυμαστῶν τροπαίων ἐκείνων, καὶ δαίμονες ἠλέγχθησαν καὶ εἴδωλα ἠτιμώθη καὶ ψευδοπροφῆται ἐπεστομίσθησαν καὶ τῶν βαρβάρων ἡ τυραννὶς κατελύθη, καὶ πᾶν τῷ Θεῷ στόμα ἐναντιούμενον ἐνεφράγη.
 [01113]  οὐχ ὅταν βάρβαροι λαβόντες δούλους ἀπαγάγωσιν, ἀλλ' ὅταν ἡ τῆς ἁμαρτίας τυραννὶς αἰχμαλώτους ἔχῃ.
 [01787]  ∆ιπλοῦς ὁ κρημνός, τυραννὶς μέθης καὶ δυναστείας ὑπερβολή.
 [02449]  Καὶ γὰρ τὰ ἀρχαῖα ἐκεῖνα καὶ ἀκίνητα ἐλύθη κακὰ καὶ ἡ κατὰ τοῦ κοινοῦ γένους ἀπόφασις ἀνῃρεῖτο καὶ τῆς ἁμαρτίας τὰ νεῦρα ἐκέκοπτο καὶ διαβόλου τυραννὶς κατελύετο καὶ ὁ πᾶσιν ἄβατος παράδεισος ἀνδρο φόνῳ καὶ λῃστῇ πρῶτον ἠνοίγετο καὶ οὐρανῶν ἁψῖδες ἀνεπετάννυντο καὶ ἀγγέλοις ἄνθρωποι συνανεμίγνυντο καὶ πρὸς τὸν βασιλικὸν θρόνον ἡ φύσις ἡ ἡμετέρα ἀνήγετο καὶ τοῦ ᾅδου τὸ δεσμωτήριον ἄχρηστον ἦν καὶ ὁ θάνατος ὄνομα λοιπὸν ἔμενεν ὄν, πράγματος ἀπεστερημένον·
000-00-00 Serial Number=0368770003
In Joannem Ante [Go Back]  
 [00072]  Μηδεμία τοίνυν ἐνοχλείτω χρημάτων ἐπιθυμία, μηδὲ δόξης ἔρως, μὴ θυμοῦ τυραννὶς, μὴ τῶν ἄλλων παθῶν ὁ λοιπὸς ὄχλος.
 [00345]  Εἰ δὲ ἔνθα φυσικὴ τυραννὶς καὶ δύναμις, καὶ συγγενῆ τὰ φιλούμενα, τοῦτο συμβαίνει·
 [01454]  ∆εινὸν γὰρ, ὄντως δεινὸν τῆς κενοδοξίας ἡ τυραννὶς, καὶ σοφῶν ὀφθαλμοὺς ἐκτυφλοῦν ἱκανὸν, ὅταν μὴ νήφωσιν.
000-00-00 Serial Number=0073236525
In Psalmum 050 Ante [Go Back]  
 [00154]  Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθίνια τῆς κλήσεως ἡ τυραννὶς τῆς ἁμαρτίας.
000-00-00 Serial Number=0559141159
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00153]  Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθί νια τῆς κλήσεως, ἡ τυραννὶς τῆς ἁμαρτίας.
000-00-00 Serial Number=0991014659
In Romanum martyrem Ante [Go Back]  
 [00010]  Πολλὴ γάρ τις τῷ κόσμῳ [50.613] τῆς ἀσεβείας τότε τυραννὶς ἐνωρχεῖτο, καὶ θάλασσαν ἐκ βυθῶν ἐμιμεῖτο σειομένην ὁ βίος, καὶ τοῦ πελάγους εἰς τὴν γῆν αἱ τρικυμίαι μετέστησαν, καὶ σφοδρὸν τὸ τῆς εὐσεβείας σκάφος δυσσεβείας περιήντλει κλυ δώνιον, ἐν ᾧ πολλοὶ μὲν νεκροὶ πανταχοῦ κυβερνῆται, ναυτῶν δὲ οὐκ ὀλίγος ἀριθμὸς ὑποβρύχιος·
000-00-00 Serial Number=0964131951
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02491]  Μεγάλη γὰρ, μεγάλη τῆς συνηθείας ἡ τυραννὶς, καὶ τοσαύτη, ὡς εἰς φύσεως ἀνάγκην καθίστασθαι.
 [03292]  Εἰ γὰρ πάντες ἀπέθανον, καὶ πάντες ἀνέστησαν, καὶ ἀπέθανον μὲν οὕτως ὡς τῆς ἁμαρτίας ἡ τυραννὶς κατεδίκαζεν, ἀνέστησαν δὲ διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου·
000-00-00 Serial Number=0426066697
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00823]  Ὃν γὰρ ἡ τυραννὶς οὐ κατέσχε τοῦ θανάτου, πῶς ἧλοι σταυροῦ κατασχεῖν ἠδύναντο;
 [03416]  Καὶ ἀνθρώπου μὲν ὁρῶντος, οὐκ ἄν τις ἕλοιτο πορνεύειν, ἀλλὰ κἂν μυριάκις φλέγηται τῷ κακῷ, νικᾶται τοῦ πάθους ἡ τυραννὶς ὑπὸ τῆς τῶν ἀνθρώπων αἰδοῦς·
 [06564]  Ἦ γὰρ οὐ ταῦτα βοᾷ καθ' ἑκάστην ἡμέραν ἡ ἀπάνθρωπος καὶ ὠμὴ τυραννὶς, ἡ φιλαργυρία τοῖς αὑτῆς αἰχμαλώτοις;
 [07069]  Εἰ γὰρ καὶ δυσένδοτος ἡ ἐπιθυμία καὶ ἡ τῆς γαστρὸς τυραννὶς, ἀλλ' ὅμως αὐτὴν χαλινῶ, καὶ οὐκ ἐνδίδωμι ἐμαυτὸν τῷ πάθει, ἀλλὰ πάντα ὑπομένω πόνον, ὥστε μὴ παρασυρῆναι.
 [07072]  Καὶ γὰρ δρόμος ἐστὶ καὶ παγκράτιον καὶ φύσεως τυραννὶς, κατεξανισταμένη συνεχῶς καὶ ἐλευθεριάζειν βουλομένη·
 [07360]  Ταῦτα δὲ οὐχ ὁ πένης μόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ νοσήματι πείσεται, καὶ τοσούτῳ μᾶλλον τοῦ πένητος, ὅσῳ καὶ σφοδροτέρα ἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ μέθη.
 [09999]  Τοσαύτη αὐτῆς ἡ τυραννὶς, ὡς καὶ ἐν τοῖς ἐναντίοις κρατεῖν.
000-00-00 Serial Number=0333902597
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02923]  Τοσαύτη γὰρ τῆς τρυφῆς ἡ τυραννὶς, ὅτι ἃ μηδὲ εἰπεῖν ἀνεχόμεθα, ταῦτα ποιεῖ αὐτὰς ὑπομένειν.
 [04240]  Μείζων ἡ τυραννὶς τῶν παθῶν, ὅταν μηδὲ ὁ στέφανος αὐτὸν ἰσχύῃ ταύτης ἐξελέσθαι τῆς ὑποταγῆς.
000-00-00 Serial Number=0416974485
In epistulam ad Colossenses Ante [Go Back]  
 [01347]  καὶ τοσαύτη ἡ τυραννὶς τοῦ θυμοῦ, ὥστε πολλάκις προσπταίσαντα καὶ διαναστάντα, ἢ γόνυ τύπτειν ἀγανακτοῦντα, ἢ τὸ ὑποπόδιον ἀναστρέφειν, καὶ οὕτως ἀναπαύειν αὐτῶν τὴν ὀδύνην καὶ τὴν ὀργὴν σβεννύναι.
 [02791]  Ὁρᾷς πῶς ἐκεῖνον λιμοῦ τυραννὶς ἔπεισε καταφρονῆσαι τῶν παίδων·
 [03066]  ∆ιὰ τοῦ ὀνόματος τούτου ἡ οἰκουμένη ἐπεστράφη, ἡ τυραννὶς ἐλύθη, ὁ διάβολος ἐπατήθη, οἱ οὐρανοὶ ἀνεῴγησαν.
000-00-00 Serial Number=0685520053
In epistulam ad Ephesios Ante [Go Back]  
 [02301]  μᾶλλον οὐχ ὁ Χριστὸς, ἀλλ' ἡ μανία καὶ ἡ τυραννὶς τοῦ πατρὸς τοῦ Ἡρώδου.
 [02922]  Ἀλλ' ὢ τῶν πικρῶν δακρύων! πάντα γὰρ ταῦτα κατέφλεξε τῆς κενοδοξίας ἡ τυραννὶς, ἡ παμφάγος αὕτη φλὸξ, καὶ οὐδεὶς ἀνωτέρω τοῦ πράγματος γέγονεν·
000-00-00 Serial Number=0514099658
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05208]  Θανάτου γὰρ τυραννὶς καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν·
 [05609]  πολλὴ ἡ νόσος αὕτη παρὰ τοῖς πλείοσι τῶν ἀνθρώπων, καὶ τοσαύτη τῶν χρημάτων ἡ τυραννὶς, ὡς μηδὲ μέχρι ῥημάτων αὐτῆς τὴν παραίτησιν φέρειν, ἀλλὰ καὶ οἰωνίζεσθαι ταύτην.
000-00-00 Serial Number=0563211918
In epistulam ad Philippenses Ante [Go Back]  
 [01932]  Χαλεπὴ γὰρ τῆς φιλαργυρίας ἡ τυραννὶς, δεινὴ ψυχὴν ἐκστῆσαι.
000-00-00 Serial Number=0498821914
In epistulam ad Romanos Ante [Go Back]  
 [01557]  ἡ δὲ τῆς φιλοχρηματίας τυραννὶς, φησὶ, καὶ τοῦτον ὑμᾶς ἔπεισε καταπατῆσαι τὸν νόμον.
 [03822]  Ἡ γὰρ τῶν χρημάτων τυραννὶς οὐ κατὰ τῶν ζώντων μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀποθανόντων τὰς τοιαύτας ὥπλισε δεξιάς·
 [04542]  τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς, νικῶσα καὶ περιγινομένη.
 [04568]  Εἶδες πόση τῆς κακίας ἡ τυραννὶς, ὅτι καὶ συνηδόμενον τῷ νόμῳ τὸν νοῦν νικᾷ;
 [04593]  Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν, ἐκολάσθησαν οἱ ἁμαρτάνοντες;
000-00-00 Serial Number=0380651593
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00085]  Οὐ γὰρ εἰκῆ καὶ τὸν καιρὸν ἡμῖν ἐπεσημήνατο, εἰπὼν, Κατὰ δὲ τὸ μεσονύκτιον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι, ὅτε τοῖς ἄλλοις ἅπασιν ἡδὺς ὁ ὕπνος ἐφίσταται καὶ κοιμίζει τὰ βλέφαρα, μάλιστα δὲ τοὺς ἐν ὀδύναις πολλαῖς καθεστῶτας εἰκὸς κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦ ὕπνου καθέλκεσθαι, τότε τοίνυν, φησὶν, ὅτε πάντοθεν περιεγένετο ἡ τοῦ ὕπνου τυραννὶς, τότε ἐκεῖνοι Προσευχόμενοι ὕμνουν τὸν Θεὸν, τῆς περὶ αὐτὸν ἀγάπης μέγιστον δεῖγμα τοῦτο ποιούμενοι.
000-00-00 Serial Number=0856683552
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00062]  τότε ὁ θάνατος ἐτήκετο, καὶ ἡ τυραννὶς αὐτοῦ κατελύετο·
000-00-00 Serial Number=0501524687
In illud Vidua eligatur Ante [Go Back]  
 [00312]  ἀλλ' οὔτε ἡ σπάνις τῶν ὄντων, οὔτε ἡ τοῦ λιμοῦ τυραννὶς, οὔτε ὁ προσδοκώμενος θάνατος, οὐχ ἡ τῶν παιδίων φροντὶς, [51.332] οὐχ ἡ χηρεία, οὐκ ἄλλο οὐδὲν ἐγένετο κώλυμα τῇ φιλοξένῳ γυναικί.
000-00-00 Serial Number=0035690248
In meretricem et in pharisaeum Ante [Go Back]  
 [00009]  Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ὁ λοιμὸς τῶν οἰκητόρων, ἡ τυραννὶς τῶν γάμων, ἡ ἀνατροπὴ τῆς σεμνότητος, ἡ τῶν ἀνδρογύνων μάχη, ἡ κακοδάπανος τράπεζα, ἡ τῶν βαλαντίων κένωσις, ἡ τῶν χρημάτων ἐκροὴ, ἡ τῶν καμάτων ἀπώλεια, ἡ τῶν κληρονόμων ληνὸς, ἣν ληνοβάται πατοῦντες τὴν ἑαυτῶν γύμνωσιν ὠρχήσαντο.
000-00-00 Serial Number=0964626670
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00158]  Ὢ τυραννὶς τοῦ θανάτου·
 [00159]  ὢ τυραννὶς τῆς δυνάμεως ἐκείνης τῆς κατεχούσης τὴν ψυχήν·
000-00-00 Serial Number=0771018088
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00244]  μᾶλλον δὲ οὔτε ὑμῖν, οὔτε ἡμῖν ἐγκαλέσει τις, κἂν σφόδρα ἀναίσχυντος ᾖ, ἀλλ' ἀποδέξονται πάντες, καὶ θαυμά-σονται τῆς κηδεμονίας ἡμᾶς, οὐχὶ οἱ ἐν τῇ πατρίδι τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ οἱ τὰς γείτονας πόλεις οἰκοῦντες, ὅτι τοσαύτη παρ' ἡμῖν ἀγάπης τυραννὶς, τοσοῦτος φιλοστοργίας ζῆλος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»