Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τοσαύτη [238]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τοσαύτη


000-00-00 Serial Number=0478836060
Ad Innocentium papam i Ante [Go Back]  
 [00074]  Ἵνα οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ' ἥλιον πᾶσαν, ἐπιστεῖλαι παρακλήθητε τὰ μὲν οὕτω παρανόμως γεγενημένα ἀπόντων ἡμῶν, καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτησαμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχὺν, ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει·
000-00-00 Serial Number=0905758083
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00926]  καὶ Βαβυλῶνα μὲν οὐκ εἰδέναι ἔφη, τῶν δὲ ἐκεῖ γενομένων ἀκηκοέναι, ὅτι ἑτέρα τοσαύτη πάλιν ἐκεῖθέν ἐστιν ὁδός.
 [01358]  τοσαύτη κατεσκεδάσθη τοῖς ἁπάντων ὀφθαλμοῖς ἀθυμίας ἀχλύς.
000-00-00 Serial Number=0198417306
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00414]  Εἰ δὲ παρὰ ἀνθρώποις τοσοῦτος ἔλεος καὶ τοσαύτη δόξης ὑπεροψία, ὥστε τὰς πολλάκις καταισχυνθείσας ἐπὶ τοῦ τέγους ἀπαλλάξαι τῆς δουλείας ἐκείνης καὶ ἐν τάξει ἔχειν γυναικῶν, πολλῷ μᾶλλον ἐπὶ τοῦ θεοῦ τοῦτο ἔσται, καὶ τῶν ψυχῶν τῶν ἀπὸ τῆς ἄνωθεν εὐγενείας κατὰ τὴν τοῦ διαβόλου τυραννίδα εἰς τὸ τοῦ παρόντος βίου χαμαιτυπεῖον καταπεσουσῶν.
 [00601]  τοσαύτη κατεῖχεν αὐτὸν ἀναισχυντία τὴν ἀρχήν.
000-00-00 Serial Number=0787663758
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00101]  [2.17] Εἰ δὲ ἔνθα ἡ αὐτὴ οὐσία, τοσαύτη ἡ ὑπακοή·
 [00386]  Καὶ τοσαύτη αὐτῆς ἡ χρεία, τηλικαύτη ἡ ὠφέλεια ὡς καὶ τὴν ἡμέραν πολλάκις παραπόλλυσθαι τοῖς ἐν αὐτῇ σχολάζειν ἀποστερηθεῖσιν.
000-00-00 Serial Number=0055752039
Ad populum Antiochenum Ante [Go Back]  
 [00493]  πόθεν ἡ τοσαύτη γέγονε μεταβολή;
 [00832]  Ἀλλ' ὅμως τοσαύτη ἐστὶν ἡ τῶν πόνων παραμυθία, ὡς εἰ καὶ ταῦτα ἀμφότερα προσγένοιτο, δύνασθαι τὸν οἰκέτην καθεύδειν.
 [02105]  Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφὴν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας.
 [02225]  τοσαύτη τῆς φιλοσοφίας ἡ περιουσία·
 [02594]  Τί [49.100] γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν ἔνδον πενία τοσαύτη ᾖ;
 [02916]  Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦσαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.
 [03026]  ὅταν δὲ μάχη τοσαύτη τῶν στοιχείων ἐξ ἀρχῆς ᾖ, τίς οὕτως ἀνόητος ὡς ἐννοῆσαι, ὅτι χωρὶς τοῦ συνάγοντος συνῆλθε ταῦτα αὐτόματα, καὶ συνελθόντα ἔμεινεν;
 [03772]  καὶ οὔτε ζημία χρημάτων, οὔτε ἀτιμία, οὔτε ἡ τοσαύτη πομπὴ, οὔτε ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοὺς ἕδακνε.
 [03905]  μάλιστα μὲν γὰρ οὐδὲ παῤῥησία μοι πρὸς τὸν Θεόν ἐστι τοσαύτη.
 [04247]  Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαὶ, καὶ ὀδύνη, καὶ ἀθυμία τοσαύτη, βέλτιον ἀπελθεῖν μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ κύμβαλα, καὶ γέλως, καὶ τρυφὴ, καὶ ἀδηφαγία, καὶ μέθη;
 [04602]  τοσαύτη ἡ προδοσία ἀπὸ τοῦ στεφάνου γίνεται.
 [05414]  Εἰ γὰρ ἐν τῇ Παλαιᾷ, ὅτε οὐ τὴν ἀκριβῆ φιλοσοφίαν ἀπῃτοῦντο οἱ Ἰουδαῖοι, ἀλλὰ πολλὴ συγκατάβασις ἦν, τοσαύτη ὀργὴ γέγονε δι' ὅρκον ἕνα, τοσαύτη ἅλωσις καὶ αἰχμαλωσία·
000-00-00 Serial Number=0831504285
Adversus Judaeos Ante [Go Back]  
 [00480]  Ἀλλ' ἴσως εἴποι τις ἂν, καὶ τοσαύτη τῆς περιτομῆς ἡ βλάβη, ὡς πᾶσαν ἀνόνητον ποιῆσαι τοῦ Χριστοῦ τὴν οἰκονομίαν;
 [00481]  Ναὶ, τοσαύτη τῆς περιτομῆς ἡ βλάβη, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην.
 [00608]  Ἀλλ' ὅμως ἡ τοσαύτη δύναμις καταλύεται, ὅταν πρὸς ἑαυτὴν στασιάζῃ.
 [02509]  Εἰ δὲ, ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθὸς, τοσαύτη ἡ ἀμοιβή·
000-00-00 Serial Number=0701696277
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00838]  Ὥστε εἰ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ [47.352] τρίτῳ τῆς κακίας ταύτης βαθμῷ τοσαύτη κόλασις ἕπεται, τῷ πάντας ἀναβεβηκότι τούτους, τούτῳ δὴ τῷ ὑμετέρῳ, πόσον ἔψεται πῦρ ἐννάτῳ μετ' ἐκεῖνον τυγχάνοντι;
 [00864]  τοσαύτη ἦν ἡ τοῦ Θεοῦ τότε ὀργή.
 [01543]  Νῦν γὰρ τοσαύτη τῆς κυριότητος ἡ περιουσία, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκπίπτειν τῆς δεσποτείας αὐτῶν, ἀλλὰ τότε μάλιστα τοῦ κέρδους αὐτῶν ἀπολαύειν, ὅταν ἐντεῦθεν ἀπέλθωμεν.
000-00-00 Serial Number=0686274111
Catecheses ad illuminandos Ante [Go Back]  
 [00012]  Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι τοσαύτη γίνεται ἡδονή, ἐπὶ πλήθει τοσούτῳ ἀθρόον τῶν μὲν τοῦ διαβόλου παγίδων καταγελάσαντι, εἰς δὲ τὴν τοῦ Χριστοῦ ποίμνην ἐγγραφῆναι σπουδάσαντι πόσῳ μᾶλλον χαρὰ γίνεται τοῖς ἀγγέλοις καὶ τοῖς ἀρχαγγέλοις καὶ πᾶσι ταῖς ἄνω δυνάμεσι καὶ πᾶσι τοῖς ἐπὶ τῆς γῆς.
 [00060]  γαλακτοτροφηθεῖσα καὶ θαλαμευομένη κόρη καὶ τοσαύτης παρὰ τῶν τεκόντων ἐπιμελείας καὶ ἀνατροφῆς ἀξιωθεῖσα, ἐπειδὰν εἰς ὥραν ἔλθῃ γάμου, ἀθρόον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῶν ὠδίνων ἐπιλανθάνεται τῶν μητρικῶν καὶ τῆς ἄλλης ἁπάσης θεραπείας καὶ συνηθείας καὶ τοῦ δεσμοῦ τῆς ἀγάπης καὶ πάντων ἁπαξαπλῶς καὶ πᾶσαν αὐτῆς τὴν γνώμην μεθίστησι πρὸς ἐκεῖνον ὃν οὐδέποτε ἐθεάσατο πλὴν ἐκείνης τῆς ἑσπέρας καὶ τοσαύτη λοιπὸν γίνεται τῶν πραγμάτων ἡ μεταβολὴ ὡς ἐκεῖνον αὐτῇ πάντα εἶναι καὶ νομίζειν καὶ πατέρα καὶ μητέρα καὶ νυμφίον καὶ ὅσα ἂν εἴποι τις καὶ οὐδὲ μνήμη τις γίνεται τῶν ἐν τοσούτοις ἔτεσιν ἀναθρεψαμένων, τοσαύτη δὲ αὐτῶν γίνεται ἡ συνάφεια ὡς μηδὲ δύο εἶναι λοιπὸν ἀλλὰ ἕν.
 [00125]  Ἀλλὰ κἄν τε πόρνος ᾖ τις, κἄν τε μοιχός, κἄν τε μαλακός, κἄν τε ἀρσενοκοίτης, κἄν τε ἡταιρηκώς, κἄν τε ἅρπαξ, κἄν τε πλεονέκτης, κἄν τε μέθυσος, κἄν τε εἰδωλολάτρης, τοσαύτη τῆς δωρεᾶς ἡ δύναμις καὶ τοῦ δεσπότου ἡ φιλανθρωπία ὡς ἁπάντων τούτων ἀφανισμὸν ἐργάσασθαι καὶ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερον ἀποδεικνύειν τὸν γνώμην μόνον εὐγνώμονα ἐπιδειξάμενον.
 [01187]  Πόθεν γάρ, εἰπέ μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι;
000-00-00 Serial Number=0384579182
Catechesis de juramento Ante [Go Back]  
 [00117]  ὅπου γὰρ καὶ νῦν μετὰ τοσαύτην ἀπόδειξιν εἰσὶν ἄνθρω [160] ποι λέγοντες ὅτι δοκήσει ἔπαθεν, εἰ μὴ τοσαύτη γέγονε βραδυτής, τί οὐκ ἂν εἶπον ἐκεῖνοι;
000-00-00 Serial Number=0021048248
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00031]  ἀλλήλους ἐμισοῦμεν τοσαύτη τῆς κακίας ἦν ἡ ὑπερβολή, ὁ δὲ θεὸς ἡμᾶς τοὺς ἀλλήλους μισοῦντας οὐκ ἐμίσησεν, ἀλλὰ τοὺς ἐν αἰσχρότητι τοσαύτῃ, τοὺς ἐν ἀμορφίᾳ ὄντας ψυχῆς, τούτους διέσωσε.
000-00-00 Serial Number=0854988217
Commentarius in Job Ante [Go Back]  
 [01534]  ἡ τοσαύτη τῆς φύσεως καθαρότης κηλίς ἐστι πρὸς ἐκεῖνον, οὐχ ὡς τοῦ οὐρανοῦ προαίρεσιν ἔχοντος, ἀλλὰ τὴν κατὰ φύσιν καθαρότητα παραβάλλει τῇ καθαρότητι τῆς ἀρετῆς τοῦ θεοῦ.
 [02243]  τοσαύτη ὀδύνη ἐστὶν ἐν ἐμοί.
 [04072]  ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται οὐδὲ ὡς ἔτυχεν οὐδὲ εἰκῇ, ἀλλὰ πρός τινα σκοπὸν ὁ θεὸς ὁρῶν σύμμετρον οὕτως ἐποίησε καθάπερ ἀριστοτέχνης ἄριστος.
 [04143]  εἰ γὰρ ἐν ῥευστῇ φύσει καὶ ἀτάκτῳ τοσαύτη μὲν εὐταξία, τοσοῦτος δὲ ῥυθμός, ὅταν ἴδῃς καὶ ἐν οὐρανῷ τοῦτο, ἀναμνήσθητι τοῦ αἰτίου τούτων γινομένου.
 [04289]  δεικνύς, ὅτι, εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια τοῖς οὐδὲν δοκοῦσι συντελεῖν, πολλῷ μᾶλλον ἐν τούτοις.
000-00-00 Serial Number=0310626805
Contra Anomoeos Ante [Go Back]  
 [00031]  Ἐπεὶ οὖν τοσαύτη τῶν λογισμῶν ἡ ἀσθένεια, φέρε ἀπὸ τῶν Γραφῶν τῆς πρὸς τοὺς ἐναντίους ἁψώμεθα μάχης.
 [00045]  Ἐπεὶ οὖν τοσαύτη τῆς νίκης ἡ περιουσία, ἐπὶ τὰ παλαιότερα βιβλία τὸν λόγον ἀγάγωμεν, καὶ τῶν παλαιῶν αὐτῶν τὸ ἀρχαιότερον πάντων, ἐπὶ τὴν Γένεσιν λέγω, καὶ τῆς Γενέσεως αὐτῆς ἐπὶ τὴν κορυφὴν ἀναβῶμεν.
000-00-00 Serial Number=0508835554
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00274]  Καὶ τοῖς Ἰουδαίοις δὲ τοῦτο ἄνω καὶ κάτω διετέλεσεν ἐγκαλῶν ὅτι, «Τὸ ὄνομά μου βεβηλοῦται·» καὶ πάλιν, «Ὑμεῖς βεβηλοῦτε αὐτό·» καὶ «∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι·» καὶ τοσαύτη αὐτῷ τοῦ μὴ συμβαίνειν τοῦτο γέγονε πρόνοια, ὡς καὶ ἀναξίους σῶσαι πολλάκις, ἵνα μὴ τοῦτο γένηται.
 [00398]  Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ' ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως, πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν, ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρησία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων;
000-00-00 Serial Number=0906335771
Contra ludos et theatra Ante [Go Back]  
 [00070]  σὺ δὲ ἄνω καθήμενος, ὅπου τοσαύτη πρὸς ἀσχημοσύνην παράκλησις, ὁρῶν γυναῖκα πόρνην γυμνῇ τῇ κεφαλῇ μετὰ πολλῆς τῆς ἀναισχυντίας εἰσιοῦσαν, χρυσᾶ περιβεβλημένην ἱμάτια, μαλακιζομένην, θρυπτομένην, ᾄσματα ᾄδουσαν πορνικὰ, κατακεκλασμένα μέλη, αἰσχρὰ προϊεμένην ῥήματα, ἀσχημονοῦσαν τοιαῦτα, ἅπερ ὁ θεωρήσας ἂν εἰς ἔννοιαν λάβῃς, κάτω κύπτεις·
000-00-00 Serial Number=0674955726
Contra theatra Ante [Go Back]  
 [00221]  γῆς κατάσχεσις γλυκείας, χρημάτων καὶ κτημάτων περιουσία πολλὴ, αὔξησις τοῦ γένους τοσαύτη, ὡς καὶ ταῖς ἀναριθμήτοις αὐτὸ συναριθμεῖσθαι φύσεσιν, ἄμμῳ παραλίᾳ, καὶ ἄστροις οὐρανοῦ·
000-00-00 Serial Number=0673234046
De Anna i Ante [Go Back]  
 [00587]  Ἐπεὶ οὖν τοσαύτη ἡ τοῦ Πνεύματος χάρις, μὴ ἀποκάμωμεν.
000-00-00 Serial Number=0203484535
De consubstantiali Ante [Go Back]  
 [00023]  καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος.
000-00-00 Serial Number=0724976718
De decem millium talentorum debitore Ante [Go Back]  
 [00037]  Καὶ γὰρ ἔγνων, ὡς τοσαύτη τοῦ πράγματος γίνεται σπουδὴ, ὡς καὶ ἐπὶ οἰκίας καὶ ἐπὶ τραπέζης ἀνδράσι πρὸς γυναῖκας, δούλοις πρὸς ἐλευθέρους ἅμιλλαν εἶναι περὶ τῆς ἐντολῆς ταύτης, καὶ ἐμακάρισα τοὺς οὕτως ἑστιωμένους.
 [00041]  Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς μεριμνᾷν ὑπὲρ τῶν θείων νόμων, καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλήλους ἀγωνίζεσθαι καὶ φιλονεικεῖν, εὔδηλον, ὅτι δαίμων μὲν ἅπας καὶ πονηρὰ δύναμις ἀπελήλαται, Χριστὸς δὲ πάρεστι χαίρων ἐπὶ τῇ καλῇ τῶν δούλων φιλονεικίᾳ, πᾶσαν αὐτοῖς ἐπιδαψιλευόμενος εὐλογίαν.
000-00-00 Serial Number=0761269212
De diabolo tentatore Ante [Go Back]  
 [00057]  Πόθεν οὖν ἡ τοσαύτη διαφωνία;
 [00980]  Ὅτι ἐκεῖνος μὲν πρὸ τῆς χάριτος καὶ πρὸ τοῦ νόμου, ὅτε οὐ πολλὴ τῆς πολιτείας ἦν ἀκρίβεια, ὅτε οὐ τοσαύτη τοῦ Πνεύματος ἡ χάρις, ὅτε δυσκαταγώνιστος ἡ ἁμαρτία, ὅτε ἡ κατάρα ἐκράτει, ὅτε ὁ θάνατος φοβερὸς ἦν·
000-00-00 Serial Number=0037584603
De incomprehensibili dei natura Ante [Go Back]  
 [00072]  τοσαύτη γὰρ τῆς μελλούσης γνώσεως πρὸς τὴν παροῦσαν ἡ ὑπεροχή.
 [01309]  Καὶ τί λέγω περὶ τῶν θείων Γραφῶν, ὅπου γε τοσαύτη τῆς ἀτοπίας ἡ περιφάνεια καὶ τῆς παρανομίας ἡ ὑπερβολὴ ὡς μηδὲ τοὺς τῆς ἀληθείας ἀποπλανηθέντας Ἕλληνας ἐπιχειρῆσαί ποτέ τι τοιοῦτον εἰπεῖν;
000-00-00 Serial Number=0490559816
De jejunio de Davide Ante [Go Back]  
 [00128]  Εἰ ἐπὶ τῶν σωματικῶν τιμωριῶν εὐταξία τοσαύτη καὶ παράκλησις, ἐπὶ τῶν πνευματικῶν οὐχὶ μᾶλλον ὑψηλοτέρα γενήσεται μεσιτεία καὶ βοηθείας χρεία;
000-00-00 Serial Number=0973370016
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00465]  Πόθεν οὖν, εἴπατέ μοι, ἡ τοσαύτη ἰσχύς;
 [00719]  καὶ τοσαύτη δὲ ἦν ἐν αὐτῷ γνῶσις, ὅση ἐν οὐδενὶ τῶν πώποτε ἀνθρώπων γεγενημένων·
000-00-00 Serial Number=0937231898
De mutatione nominum Ante [Go Back]  
 [00398]  Εἰ δὲ ἐν τοῖς βιωτικοῖς πράγμασι τοσαύτη ἡ δύναμις τῆς τῶν ὀνομάτων εὑρέσεως, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς.
000-00-00 Serial Number=0996268809
De paenitentia [1] Ante [Go Back]  
 [01253]  Πόθεν οὖν ἡ τοσαύτη πρόνοια γέγονεν, ἀγαπητοὶ, περὶ τὸν προφήτην;
 [02093]  Εἰ δ' ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις, ἔνθα ἱματίων ἀφθονία, χρημάτων χορηγία, τῶν ἄλλων ἀγαθῶν ἡ περιουσία, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ;
000-00-00 Serial Number=0404790401
De resurrectione mortuorum Ante [Go Back]  
 [00081]  Ἐπεὶ οὖν τοσαύτη ἦν ἡ δυσκολία τοῖς ἀγωνιζομένοις τότε, παραμυθούμενος αὐτῶν τὸν πόνον συνεχῶς τὸν περὶ ἀναστάσεως ἐκίνει λόγον.
000-00-00 Serial Number=0109828651
De sacerdotio Ante [Go Back]  
 [00258]  Οὔτε γὰρ ἡμῖν ἐξουσία τοσαύτη παρὰ τῶν νόμων δέδοται πρὸς τὸ κωλύειν τοὺς ἁμαρτάνοντας, οὔτε, εἰ καὶ ἔδωκαν, εἴχομεν ὅπου καὶ χρησόμεθα τῇ δυνάμει, οὐ τοὺς ἀνάγκῃ τῆς κακίας, ἀλλὰ τοὺς προαιρέσει ταύτης ἀπεχομένους στεφανοῦντος τοῦ Θεοῦ.
 [01153]  κἂν γὰρ μὴ πάντῃ γένωνται τῶν ἐναντίων, ἀλλ' ὅμως ὑπὲρ ὧν θαρρεῖν εἶχον ἀμφιβάλλειν ἀναγκάζονται, καὶ οἷς μετὰ πίστεως προσῄεσαν ἀκλινοῦς, οὐκέτι μετὰ τῆς αὐτῆς δύνανται προσέχειν στερρότητος, ἀλλὰ τοσαύτη ζάλη ταῖς ἐκείνων εἰσοικίζεται ψυχαῖς ἀπὸ τῆς ἥττης τοῦ διδασκάλου, ὡς καὶ εἰς ναυάγιον τελευτῆσαι τὸ κακόν.
 [01478]  Ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐν ᾗ ταύτην ἐνέθηκάς μοι τὴν ὑποψίαν, πολλάκις ἐκινδύνευσέ μοι παραλυθῆναι τὸ σῶμα τέλεον, τοσοῦτος μὲν φόβος, τοσαύτη δὲ ἀθυμία κατέσχε μου τὴν ψυχήν.
000-00-00 Serial Number=0140404820
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00360]  τοσαύτη ἡ πρόνοια τῶν ἁγίων ἐκείνων ἦν.
 [00373]  Ἐπεὶ οὖν τοσαύτη ἡ δύναμις αὐταῖς καὶ ἡ φιλία πρὸς τὸν Θεὸν, τῇ συνεχεῖ προσεδρίᾳ καὶ τῇ διηνεκεῖ πρὸς αὐτὰς ἀφίξει καταστήσαντες ἑαυτοὺς οἰκείους αὐτῶν, ἐπισπασώμεθα δι' αὐτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν·
000-00-00 Serial Number=0799103558
De virginitate Ante [Go Back]  
 [01026]  Τοσαύτη γάρ ἐστιν ἡ σύγχυσις, τοσαύτη τῶν φροντίδων ἡ τυραννίς, τοσοῦτος ὁ τῶν περιστάσεων ὄχλος ὡς καὶ ἄκοντα πολλάκις ἀναγκάζεσθαι τὸν γεγαμηκότα ἁμαρτάνειν καὶ πλημμελεῖν.
 [01330]  Οὔτε γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς τοσαύτη παρ' αὐταῖς τῆς ἐπιθυμίας ἡ τυραννὶς καὶ τῶν τοῦ πράγματος κακῶν τὸ πλέον αὐταὶ καρποῦνται μέρος, ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξε.
 [01498]  Κοσμιότης δὲ αὐτῇ τοσαύτη περίκειται ὡς καὶ τοὺς ἀκολάστους αἰσχύνεσθαι καὶ ἐρυθριᾶν καὶ τῆς οἰκείας ἐνδιδόναι μανίας ὅταν πρὸς αὐτὴν ἴδωσιν ἀκριβῶς.
000-00-00 Serial Number=0009225607
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01003]  Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς μεριμνᾷν ὑπὲρ τῶν θείων νόμων, καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλήλους ἀγωνίζεσθαι καὶ φιλονεικεῖν, εὔδηλον ὅτι δαιμόνων μὲν ἅπασα πονηρὰ δύναμις ἀπελήλαται, ὁ Χριστὸς δὲ πάρεστιν ἐπὶ τῇ καλῇ τῶν δούλων φιλονεικίᾳ.
 [01290]  Εἰ γὰρ ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθὸς, τοσαύτη ἡ ἀμοιβή·
 [02166]  πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις;
 [03099]  ἀλλὰ τοσαύτη ἦν τῶν παλαιῶν γυναικῶν ἡ ἀνδρεία, ὡς καὶ ἐπὶ τὰς καμήλους αὐτὰς ἐπιβαίνειν, καὶ οὕτως ὁδοιπορεῖν.
 [04785]  Οὐκ ᾔδειν, φησὶν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις.
 [05011]  Εἰ γὰρ ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις·
 [05542]  Πόθεν οὖν ἡ τοσαύτη γέγονε πρόνοια;
 [06103]  Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τοσαύτη;
 [07384]  Οὐκ ᾔδειν, φησὶν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις.
 [09704]  εἰ ἔνθα συγκεχώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας·
000-00-00 Serial Number=0507704675
Epistulae Ante [Go Back]  
 [00635]  Ὅτε ἡ τοσαύτη καὶ τηλικαύτη πόλις ἑορτὴν ἄγει λαμπρὰν τοῦτο γὰρ τὴν ἀρχὴν καλῶ τὴν σὴν, τότε ἡμᾶς ἐν πλείονι κατέστησας κατηφείᾳ, μακρὰν οὕτω σιγήσας σιγήν;
 [01086]  Ὅτι δὲ καὶ καρπὸν δώσει τὸν προσήκοντα ὁ πόνος οὗτος καὶ ἡ τοσαύτη ἀγρυπνία, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν.
 [01593]  Ὅτε ἡ τοσαύτη καὶ τηλικαύτη πόλις ἑορτὴν ἄγει λαμπρὰν τοῦτο γὰρ τὴν ἀρχὴν καλῶ τὴν σὴν, τότε ἡμᾶς ἐν πλείονι κατέστησας κατηφείᾳ, μακρὰν οὕτω σιγήσας σιγήν;
 [02044]  Ὅτι δὲ καὶ καρπὸν δώσει τὸν προσήκοντα ὁ πόνος οὗτος καὶ ἡ τοσαύτη ἀγρυπνία, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν.
 [02734]  Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν παρ' ὑμῶν γεγενημένα, ἡ ἀγρυπνία, καὶ ἡ σπουδὴ, καὶ ἡ τοσαύτη φροντὶς, πολλὴν ἡμῖν παρασχεῖν τὴν παράκλησιν·
 [03581]  τοσαύτη ἡμᾶς περιστοιχίζεται ἀγαθῶν εὐφροσύνη, καὶ πλοῦτος ἡμᾶς περιῤῥεῖ πνευματικὸς, καὶ τὸν Θεὸν διὰ ταῦτα διηνεκῶς δοξάζοντες οὐ παυόμεθα.
000-00-00 Serial Number=0563231826
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00344]  Εἰ δὲ ὑπὲρ ἐλεημοσύνης μόνον τοσαῦται αἱ ἀντιδόσεις, τοσοῦτοι οἱ στέφανοι, τοσαύτη ἡ λαμπρότης, τοσαύτη ἡ περιφάνεια καὶ ἡ δόξα, εἰ καὶ τὰ ἄλλα τῆς ἀρετῆς ἐπέλθοιμί σοι μέρη, ποίαν ἂν σχοίης συγγνώμην, ὀφείλουσα ἐντεῦθεν ἤδη ἑορτὴν ἄγειν καὶ σκιρτᾶν καὶ χορεύειν καὶ στεφανοῦσθαι, ἐπειδὴ δὲ ὁ δεῖνα ἐμάνη καὶ ὁ δεῖνα κατὰ κρημνῶν ἦλθε, κατακόπτουσα ἑαυτὴν καὶ εὔκολον κατὰ τῆς ἁγίας σου ψυχῆς τῷ διαβόλῳ ποιοῦσα τὴν ἔφοδον ὃν μέχρι σήμερον καταξαίνουσα οὐκ ἐπαύσω;
 [00573]  Ὅπου δὲ σύνεσις τοσαύτη καὶ εὐλαβείας πλοῦτος καὶ φιλοσοφίας ὕψος καὶ ψυχὴ τῶν βιωτικῶν τὴν φαντασίαν καταπατήσασα, πλείων ἡ εὐκολία τῆς θεραπείας.
 [00676]  Εἰ δέ ἐστιν ἀπὸ τῶν προοιμίων στοχάζεσθαι, ἐμοὶ ὁ νῦν ἀὴρ ἀνατολικὸς εἶναι δοκεῖ καὶ οὐδὲν ἔλαττον Ἀντιοχείας, τοσοῦτον τὸ θάλπος, τοσαύτη ἡ εὐκρασία τοῦ ἀέρος.
 [01145]  τοσαύτη τῶν πονηρῶν ἡ ἀθλιότης καὶ ζώντων.
000-00-00 Serial Number=0931257308
Expositiones in Psalmos Ante [Go Back]  
 [01235]  Ὑπὲρ παντὸς γοῦν τοῦ λαοῦ τοσαύτη προσεφέρετο θυσία ἁμαρτόντος, ὅση ὑπὲρ τοῦ ἱερέως μόνου·
 [03166]  Εἰ δὲ ἐρήμων καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία·
 [04185]  Τοσοῦτόν ἐστι τὸ ἀδικούμενον φέρειν γενναίως, τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τοῦ Θεοῦ ἡ πρόνοια, ἀντὶ μεγίστης συνηγορίας ἡ συμφορὰ καὶ τῷ πάσχειν κακῶς γινομένη.
 [04929]  Εἰ δὲ ἐρήμων καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία·
 [05948]  Τοσοῦτόν ἐστι τὸ ἀδικούμενον φέρειν γενναίως, τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τοῦ Θεοῦ ἡ πρόνοια, ἀντὶ μεγίστης συνηγορίας ἡ συμφορὰ καὶ τῷ πάσχειν κακῶς γινομένη.
 [06669]  Εἰ γὰρ ἔνθα σάλπιγγες ἤχουν, τοσαύτη ἦν εὐταξία, ἔνθα αὐτὸς ὁ Θεὸς φθέγγεται, τίνος τεύξονται συγγνώμης οἱ διὰ τῶν οἰκείων θορύβων τῆς ἐκείνων ἀκοῆς τὴν ἀκρίβειαν ἐκκρούοντες;
 [06770]  ἀλλ' ὅμως τοσαύτη γέγονεν ἡ μεταβολὴ, ὡς τοὺς μὲν προῤῥίζους ἀνασπασθῆναι, τοὺς δὲ γενέσθαι πολίτας καὶ οἰκήτορας.
 [06814]  Πόθεν οὖν ἡ τοσαύτη μεταβολή;
 [07301]  Ὅση γοῦν ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἡ συμφωνία, τοσαύτη τοῦ Πνεύματος πρὸς τὸν Πατέρα ἡ συγγένεια.
 [07341]  τοσαύτη ἦν αὐτοῦ ἡ χάρις.
000-00-00 Serial Number=0660860062
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00442]  τοσαύτη ἡ κακία, ὡς μὴ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ἀναίσθητα ἐκπλῆξαι, πάντα ὑπερβαίνει λόγον, πᾶσαν διανοίας δύναμιν τὸ ἁμάρτημα.
 [01359]  καὶ μὴν τοσαύτη ἦν ἡ φορὰ, ὡς καὶ μοιχᾶσθαι αὐτοὺς, καὶ ἐν οἴκοις πορνῶν καταλύειν.
 [02885]  Ὅρα τίνας οὐκ ἂν ἐποίησε βελτίους ἡ τοσαύτη ἀπειλή.
000-00-00 Serial Number=0658514202
Fragmenta in Job Ante [Go Back]  
 [01669]  πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ;
 [01963]  ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς;» [64.648] Ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν·
 [02041]  δεικνὺς ὅτι εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια, πολλῷ μᾶλλον ἐν τούτοις.
000-00-00 Serial Number=0043664575
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00085]  καὶ ὑπὲρ προσκεκρουκότων δεῖται, τοσαύτη αὐτῆς ἡ ἰσχὺς, καὶ ὑπὲρ ἡμαρτηκότων·
000-00-00 Serial Number=0941375077
Homilia de capto Eutropio Ante [Go Back]  
 [00191]  οὐ γὰρ τοῦ πένητος τοσαύτη ζημία, ὅση τοῦ πλουσίου.
000-00-00 Serial Number=0526258707
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00042]  τοσαύτη καὶ τῆς τέφρας τῶν ἁγίων ἡ δύναμις, οὐκ ἔνδον ἐγκαθημένη μόνον ἐν τοῖς λειψάνοις, ἀλλὰ καὶ περαιτέρω προϊοῦσα καὶ τὰς ἀκαθάρτους ἀπελαύνουσα δυνάμεις, καὶ τοὺς μετὰ πίστεως προσιόντας μετὰ πολλῆς ἁγιάζουσα τῆς περιουσίας.
000-00-00 Serial Number=0625062406
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00011]  Εἰ δὲ ἐνταῦθα τοσαύτη τῶν μαρτύρων ἡ δύναμις, ἐννόησον ἐν οὐρανοῖς ἡλίκη·
000-00-00 Serial Number=0705787539
In Acta apostolorum Ante [Go Back]  
 [01522]  οὐ γὰρ φρενὸς βαθείας δεῖ, ἵνα μάθωμεν, τί βούλεται ἡ τοσαύτη ἀσέβεια καὶ σύγχυσις.
 [02372]  νῦν δὲ πόθεν ἡ τοσαύτη πονηρία·
 [03571]  Οὐκοῦν ἐπεὶ τοσαύτη τῆς συνηθείας ἡ τυραννὶς, εἰς ἑτέραν αὐτὴν μετάγαγε συνήθειαν.
 [04341]  Ὅταν γὰρ τοσαύτη περιουσία χαρᾶς ᾖ, ὡς ἐν δεσμοῖς ἥδεσθαι, ἐννόησον ὅσον ἐστὶ τὸ μέγεθος τῆς χαρᾶς.
 [05457]  Εἰ δὲ ἐν τῷ στόματι τοσαύτη ἀσχημοσύνη, ἐννόησον ἐν τῇ ψυχῇ.
 [06536]  Πιστεύσατε, εἰ τὰ στόματα ἡμῖν ἐνεφράξατε, τὰς χεῖρας ἐπιθέντες, οὐκ ἦν τοσαύτη ἡ ὕβρις ὅση νῦν.
 [09999]  Εὔπορος ἦν αὐτὸς, καὶ αὐτῷ μὲν οὐ τοσαύτη ἔμελλε βλάβη γενέσθαι ἐκ τούτου·
 [09999]  Ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἶναί τι ἀνθρώπινον τὸ γεγονός.
 [09999]  Οὔτε σιτίων ἡδονὴ τοσαύτη, οὔτε ἀνέσεως, ἀλλὰ πάντα ἐξίτηλα γίνεται καὶ διαῤῥεῖ.
 [09999]  καὶ τοσαύτη ἡ περιουσία τῆς ἐλευθερίας, ὅτι οὐδὲ ἐκεῖνοι ἴσχυσαν κατακρῖναι, ἀλλὰ δέσμιον παρέδωκαν.
 [09999]  τοσαύτη ἦν ἡ προθυμία τῶν ἀδελφῶν, ὅτι οὐκ ἐθορύβησεν αὐτοὺς τὸ ἐν δεσμοῖς εἶναι τὸν Παῦλον, ἀλλ' ἐξῆλθον εἰς ἀπάντησιν.
 [09999]  Τί γὰρ ἔβλαψε τὸν Ἰὼβ ἡ τοσαύτη αὐτοῦ μηχανή;
000-00-00 Serial Number=0519703448
In Christi natalem Ante [Go Back]  
 [00055]  πόθεν, φησίν, τοσαύτη δέδοται παρρησία;
000-00-00 Serial Number=0347181797
In Eliam prophetam Ante [Go Back]  
 [00037]  Μὴ τοσαύτη παρὰ σοὶ κατὰ Ἰουδαίων μισοτεκνία, ὅση τοῖς κόραξι κατὰ τῶν νεοσσῶν τῶν οἰκείων;
000-00-00 Serial Number=0744568527
In Genesim sermones Ante [Go Back]  
 [00111]  πῶς ὑμὴν, καὶ λίπος, καὶ σάρκες, καὶ δέρμα, καὶ ὄνυχες, καὶ τρίχες, καὶ τοσαύτη ποικιλία διαφόρων οὐσιῶν ἐκ μιᾶς τῆς ὑποκειμένης γῆς;
 [00756]  Νηστείας καιρὸς, παραίνεσις τοσαύτη καὶ διδασκαλία σωτηρίων διδαγμάτων, εὐχαὶ συνεχεῖς, σύλλογοι καθημερινοὶ, καὶ τί μετὰ τὴν τοσαύτην ἐπιμέλειαν ὄφελος;
 [01056]  οὐχ ὅση ἡ ζημία, τοσαύτη καὶ ἡ πραγματεία·
 [01057]  οὐχ ὅσον τὸ ναυάγιον, τοσαύτη καὶ ἡ ἐμπορία·
 [01358]  καὶ τοῖς ἀπολειφθεῖσιν οὐ τοσαύτη ἔσται βλάβη, τοῦ λόγου γνωριμωτέραν αὐτοῖς ἄνωθεν ποιοῦντος τὴν διδασκαλίαν.
000-00-00 Serial Number=0850443006
In Heliam et viduam Ante [Go Back]  
 [00015]  Ἐπεὶ οὖν τοσαύτη τοῦ πράγματος ἡ δύναμις, μετὰ πάσης σπουδῆς καὶ τοὺς περὶ αὐτῆς δεχώμεθα λόγους.
 [00167]  ὅταν δὲ θλῖψις τοσαύτη παρῇ, καὶ αὐτὸ τὸ φῶς ἐνοχλεῖν ἡμῖν δοκεῖ·
 [00221]  Ὅταν οὖν μήτε πενίας, μήτε παιδοτροφίας ἐπιμέλεια κωλύσῃ, μήτε λιμὸς χαλεπὸς, μήτε πτωχεία τοσαύτη, μήτε θάνατος προσδοκώμενος, ποίαν ἕξομεν ἀπολογίαν οἱ εὔποροι;
000-00-00 Serial Number=0826215565
In Herodem et infantes Ante [Go Back]  
 [00103]  Τίς ἡ τοσαύτη τοῦ βασιλέως ὠμότης, ∆έσποτα;
000-00-00 Serial Number=0456209898
In Isaiam Ante [Go Back]  
 [00742]  Ὅταν γὰρ ταῦτα γένηται, φησί, τοσαύτη λήψεται εὐνομία τὴν οἰκουμένην, ὡς καὶ αὐτὰ τὰ ὅπλα τὰ πολεμικὰ εἰς γεωργικὰ χαλκεύεσθαι ὄργανα·
 [01083]  τοσαύτη σπάνις ἔσται τῶν ἀναγκαίων.
 [01834]  Καὶ ἐντεῦθεν ἐπὶ θάλατταν ἐξάγει τὸν λόγον, λέγων ὅτι τοσοῦτος ἔσται ὁ θόρυβος, τοσαύτη ἡ ταραχή, ὅση ἂν γένοιτο μαινομένης θαλάσσης καὶ κύματα διεγειρούσης·
000-00-00 Serial Number=0581790864
In Joannem Ante [Go Back]  
 [00428]  Οὔτε γὰρ ἡ ἐν ἡμῖν ἀγριότης τοσαύτη, ὅση ἡ ἐν ἐκείνοις·
 [00639]  Εἰ γὰρ ἐθελήσεις ἐρωτῆσαί τινα τῶν πολιτευομένων καὶ τὰ πολυτελῆ δαπανώντων δαπανήματα, τίνος ἕνεκεν τοσοῦτον κενοῦσι χρυσίον, καὶ τί βούλεται αὐτοῖς ἡ τοσαύτη δαπάνη, οὐδὲν ἕτερον ἀκούσῃ παρ' αὐτῶν, ἀλλ' ἢ τοῦ δήμου τὴν ἀρέσκειαν.
 [01600]  καὶ πόθεν ἡ τοσαύτη πώρωσις αὐτοῖς;
 [01750]  τοσαύτη τῆς χάριτος ἡ ὑπερβολή.
 [05065]  Εἰ γὰρ βασιλείας ἐπαγγελία, καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη διδασκαλία τοσαύτη, μόλις κατέχουσι τοὺς ἀνθρώπους ἐν ἀρετῇ·
 [05983]  τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή.
000-00-00 Serial Number=0095856071
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00122]  Λέγουσι τοίνυν οἱ τότε παραγενόμενοι καὶ ταῦτα τὰ σώματα νεοσφαγῆ καταξιωθέντες ἰδεῖν, ὅτι κειμένων αὐτῶν παρ' ἀλλήλων πρὸ τῆς ταφῆς, τοσαύτη τις ἐπήνθησεν αὐτῶν ταῖς ὄψεσι χάρις, οἵαν ἐπὶ Στεφάνου φησὶν ὁ Λουκᾶς γεγενῆσθαι μέλλοντος ἀπολογεῖσθαι τοῖς Ἰουδαίοις, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς χωρὶς φρίκης παρέστη τότε αὐτοῖς.
000-00-00 Serial Number=0068736136
In Psalmum 145 Ante [Go Back]  
 [00162]  δεσμῶν δὲ τῶν διὰ Χριστὸν τοσαύτη ἡ δύναμις, ὥστε τοὺς λελυμένους τοῖς δεδεμένοις ὑποχειρίους ποιεῖν.
000-00-00 Serial Number=0042368889
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01169]  τοσαύτη τοῦ παιδὸς ἡ σύνεσις ἦν.
 [02491]  Μεγάλη γὰρ, μεγάλη τῆς συνηθείας ἡ τυραννὶς, καὶ τοσαύτη, ὡς εἰς φύσεως ἀνάγκην καθίστασθαι.
 [02723]  Πότε γὰρ παρ [61.459] θενία τοσαύτη πανταχοῦ τῆς γῆς ἐφυτεύθη;
 [03557]  Ὁ γὰρ ἐν τοιούτῳ καιρῷ ἀγωνιζόμενος, ἐν ᾧ τοσαύτη κέχυται δωρεὰ, ἐν ᾧ τοσαύτη χάρις, εὐκόλως ἐπιτεύξεται τῶν βραβείων.
 [04385]  καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ καὶ ἡ ταχίστη διόρθωσις.
 [04435]  Εἰ δὲ ἔνθα φύσις, τοσαύτη χρεία ἀγάπης, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις.
 [04679]  ∆ιὸ καὶ πολὺ τὸ παράδοξον ἦν, ὅτι τοσαύτη ἡδονῆς περιουσία ἀπὸ θλίψεως αὐτοῖς ἐβλάστησεν.
 [07353]  Καὶ τοσαύτη τοῦ νοσήματος ἡ ὑπερβολὴ, ὅτι κἂν οἴκοι τις αὐτὸν κατακλείσῃ, τοῖς παλαιοῖς ἀνδράσι φθονεῖ τοῖς τετελευτηκόσι.
000-00-00 Serial Number=0132151783
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01219]  καὶ τοσαύτη τῆς ἀρετῆς ἡ ὑπερβολὴ, ὥστε καὶ δοῦλος πολλάκις ὁλόκληρον ὠφέλησεν οἰκίαν μετὰ τοῦ δεσπότου.
000-00-00 Serial Number=0768259645
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00697]  Εἶτα παρὰ ἀνθρώποις μὲν τοσαύτη τοῦ δικαίου ἐπιμέλεια, παρὰ δὲ Θεῷ τῷ καὶ ταῦτα νομοθετήσαντι οὐδεὶς τούτων λόγος;
 [02194]  Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ' οὐ τοσαύτη ἡ ἀπόνοια·
 [02276]  Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ' οὐ τοσαύτη ἡ ἀπόνοια·
000-00-00 Serial Number=0331066430
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01560]  Οὐκ ἂν δὲ, εἰ μὴ Πνεύματος χάρις ἦν, τοσαύτη γέγονε συμφωνία ἀπὸ περάτων εἰς πέρατα τῆς γῆς, ἀλλ' ἑάλωσαν ἂν ταχέως οἱ πλάττοντες, καὶ οὐκ ἂν τοσαῦτα κατορθώματα ἀπὸ πλασμάτων καὶ ψεύδους συνέστη·
 [01981]  Ὥστε εἰ καὶ μὴ δώδεκα ἦσαν μόνον, μηδὲ οὕτως εὐτελεῖς καὶ τοιοῦτοι, ἀλλ' ἑτέρα οἰκουμένη τοσαύτη, καὶ πλῆθος ἀντίῤῥοπον εἶχον μεθ' ἑαυτῶν τεταγμένον, ἢ καὶ πολλῷ πλείους, καὶ οὕτω δύσκολον ἦν τὸ γινόμενον.
 [02207]  ὅταν μηδὲ χάρις [61.70] τοσαύτη παρῇ, ποῦ θήσομεν τὰ ἡμέτερα, ὅταν μὴ ἐπὶ τούτῳ μόνῳ, ἀλλὰ καὶ ἐφ' ἑτέροις μείζοσιν ὦμεν ἁλισκόμενοι;
 [04406]  Οὐ γὰρ δήπου ἐπὶ μὲν τῆς σκιᾶς τοσαύτη ἡ κόλασις, ἐπὶ δὲ ἡμῶν οὐ πολλῷ μείζων.
 [04723]  τοσαύτη σπάνις ἀνδρῶν συνετῶν παρ' ὑμῖν·
 [05102]  πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις;
 [07184]  ἢ ἐπειδὴ πληγὴ τοσαύτη οὐ γέγονε τότε, ὅση ἐπὶ τοῦ Βαλαὰμ, ἡνίκα ἐτελέσθησαν τῷ Βεελφεγὼρ, τῶν Μαδιανιτίδων γυναικῶν ἐπὶ τῆς παρατάξεως φανεισῶν καὶ ἐφελκυσαμένων αὐτοὺς εἰς ἀσέλγειαν κατὰ τὴν συμβουλὴν Βαλαάμ.
 [07672]  Ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας.
 [07724]  ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι μοι τὴν ψυχὴν ἀμόλυντον καὶ ἀνωτέραν πάσης κηλῖδος.
 [08228]  τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις.
 [09999]  τοσοῦτος ὁ γέλως, τοσαύτη ἡ ταραχὴ, καθάπερ ἐν βαλανείοις, καθάπερ ἐν ἀγοραῖς κραζόντων, θορυ-βούντων ἁπάντων.
 [09999]  Εἰ τοίνυν τοσαύτη ἡ ἰσχὺς τῆς ἀγάπης, εἰκότως ἐπάγει λέγων, ∆ιώκετε τὴν ἀγάπην.
 [09999]  καὶ τοσαύτη τῆς χρείας ἐστὶν ἡ ἀνάγκη, ὅτι κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω [61.292] ταύτης ἀπήλλακται τῆς συναφείας, καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου.
000-00-00 Serial Number=0666754961
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00264]  Καὶ πῶς ἂν εὐταξία τοσαύτη αὐτομάτη γένοιτο ἄν;
 [01649]  Πῶς γὰρ οὐ σκηνὴ, ὅταν ἀπ' αὐτῆς τῆς διανοίας, ἀφ' ἧς ἡ τοσαύτη πολυτέλεια καὶ φιλοτιμία ἐτέχθη, ἀπὸ τῆς αὐτῆς καὶ δάκρυα προχέηται;
 [01765]  νυνὶ δὲ παρ' αὐταῖς πολὺς ὁ θόρυβος, πολλὴ ἡ κραυγὴ, πολλὴ ἡ διάλεξις, οὐδαμοῦ ἀλλαχοῦ τοσαύτη, ὅση ἐνταῦθα·
000-00-00 Serial Number=0274862707
In epistulam ad Colossenses Ante [Go Back]  
 [00272]  Ἀλλ' ἡ μὲν εὐτέλεια τοσαύτη·
 [00757]  Καὶ τοσαύτη ἐστὶ τοῦ πράγματος ἡ περιφάνεια, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητὰς, καὶ πάντας συμφωνῆσαι ἑαυτοῖς καὶ περὶ δικαστηρίου καὶ περὶ κρίσεως.
 [00767]  Καὶ πῶς ἂν ἀπὸ ταὐτομάτου τοσαύτη σοφία γέγονεν, ὥστε αὐτὸν τὸν ἁμαρτάνοντα καταγινώσκειν ἑαυτοῦ;
 [01347]  καὶ τοσαύτη ἡ τυραννὶς τοῦ θυμοῦ, ὥστε πολλάκις προσπταίσαντα καὶ διαναστάντα, ἢ γόνυ τύπτειν ἀγανακτοῦντα, ἢ τὸ ὑποπόδιον ἀναστρέφειν, καὶ οὕτως ἀναπαύειν αὐτῶν τὴν ὀδύνην καὶ τὴν ὀργὴν σβεννύναι.
 [02306]  Εἰ τοσαύτη ἦν ἡ περιουσία, ἐβουλήθησαν ἂν καὶ τὴν γῆν εἶναι χρυσῆν, καὶ τοίχους χρυσοῦς, τάχα καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα ἀπὸ χρυσοῦ.
 [02376]  τίς ἡ θηριωδία ἡ τοσαύτη;
 [02382]  τίς ἡ θηριωδία ἡ τοσαύτη;
 [04168]  καὶ τοσαύτη δαπάνη γίνεται καὶ χρημάτων ἐλάττωσις, καὶ ὅμως οὐκ ἀνέχεται ἄγαμον περιορᾷν.
000-00-00 Serial Number=0542519450
In epistulam ad Ephesios Ante [Go Back]  
 [01110]  εἰ ἔνθα συγκεχώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας, πόσῳ μᾶλλον, ἔνθα κελευόμεθα πάντα ῥῖψαι! Τί γὰρ οὐκ ἐποίουν ἐκεῖνοι;
 [02064]  οὐκ ᾔδειν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις.
 [02233]  Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ ἐν οὐρανοῖς, εἰ ὅπου δύο εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομα αὐτοῦ, ἐκεῖ ἐν μέσῳ αὐτῶν ἐστιν ὁ Χριστὸς, ὅπου Σίλας καὶ Παῦλος καὶ ὁ δεσμοφύλαξ καὶ ἡ οἰκία αὐτοῦ ὅλη καὶ πίστις τοσαύτη, πόσῳ μᾶλλον;
 [02582]  Εἰ δὲ Ἑλισσαίῳ ὑπὲρ τούτου μόνου τοσαύτη παρείπετο τάξις ἀγγέλων, τί Παύλῳ;
 [03420]  Ὢ τοῦ γέλωτος! τοσαύτη ἡ ὕβρις, καὶ οὐκ αἰσχύνῃ;
 [04483]  Εἰ δὲ ἔνθα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ πηροῦν ἐξῆν, τοσαύτη κεῖται τιμωρία τοῖς μνησικάκοις, πόσῳ μᾶλλον τοῖς καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ παθεῖν κακῶς κελευσθεῖσι;
 [05200]  καὶ τοσαύτη γῆ ἐπὶ ὕδατος ἑστῶσα, ἄνευ τινὸς συγκρατούσης δυνάμεως ἠδύνατο, εἰπέ μοι, οὕτω παγίως ἐπὶ χρόνον στῆναι τοσοῦτον;
 [05369]  Οὐ γάρ ἐστιν ἀνδρὸς πρὸς ἄνδρα τοσαύτη οἰκειότης, ὅση γυναικὸς πρὸς ἄνδρα, ἂν ᾖ τις, ὡς χρὴ, συνεζευγμένος.
 [05547]  Ὥσπερ ἐκεῖ τοσαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα.
 [06154]  εἰ ἔνθα θλῖψιν ἐπηγγείλατο, τοσαύτη θεραπεία, ἔνθα ὄντως τιμὰς ἐπαγγέλλεται, πόση ἔσται ἡ ἄνεσις;
 [06469]  ἐπεὶ τοσαύτη ἡ δύναμις τοῦ ἐνοικοῦντος ἐν ἡμῖν, ὡς λέγειν·
000-00-00 Serial Number=0651109278
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02120]  ἐπεὶ οὖν τοσαύτη τοῦ πνεύματος ἡ ἰσχὺς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρκώμεθα·
000-00-00 Serial Number=0028159618
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02573]  Μέλλων καθιέναι τὸν λόγον εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοῖς ἐπιτιμᾷ, δεικνὺς, ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους εἶναι, πλέον ἐνδιέτριβε τῷ ταπεινῷ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς περί τινος δικαίου διαλέγεται.
 [04682]  οὐ γὰρ τοσαύτη ἦν ἡ πραγματεία.
 [05609]  πολλὴ ἡ νόσος αὕτη παρὰ τοῖς πλείοσι τῶν ἀνθρώπων, καὶ τοσαύτη τῶν χρημάτων ἡ τυραννὶς, ὡς μηδὲ μέχρι ῥημάτων αὐτῆς τὴν παραίτησιν φέρειν, ἀλλὰ καὶ οἰωνίζεσθαι ταύτην.
 [05917]  Εἰ τοίνυν ἐπὶ τῆς Παλαιᾶς, ἔνθα ὁ Μωϋσέως ἀθετεῖται νόμος, τοσαύτη τιμωρία·
 [06948]  τοσαύτη τοῦ καλοῦ καὶ πρέποντος ἔνεστιν ἡμῖν ἡ μαρτυρία·
000-00-00 Serial Number=0476049125
In epistulam ad Philippenses Ante [Go Back]  
 [03111]  καίτοι οὐ τοσαύτη χρεία τούτων τῶν ὑποδημάτων ἦν·
000-00-00 Serial Number=0332759023
In epistulam ad Romanos Ante [Go Back]  
 [00391]  τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις ἦν, ὡς πανταχοῦ περιάγειν τὸν λόγον.
 [01200]  Ἀλλ' ἐπειδὴ τοσαύτη ἦν ἡ περιουσία τοῦ δικαστηρίου, καὶ οὐδὲ σαυτοῦ φείσασθαι ἠδυνήθης, πῶς ὁ Θεὸς, ὁ ἀναμάρτητος, ὁ μεθ' ὑπερβολῆς δίκαιος, οὐ πολλῷ μᾶλλον τοῦτο ποιήσει;
 [01277]  Εἰ γὰρ ἐν τοῖς ἀνωτέρω χρόνοις, ὅτε οὔπω ἡ χάρις ἦν ἐκλάμψασα ἡ τοσαύτη, ὅτε τὰ τῶν Ἰουδαίων σεμνὰ καὶ περιβόητα καὶ λαμπρὰ παρὰ πᾶσιν ἦν, οὐδὲν ἦν τὸ μέσον, τίνα ἂν ἔχοιεν λοιπὸν εἰπεῖν λόγον μετὰ τὴν τοσαύτην τῆς χάριτος ἐπίδειξιν;
 [01487]  Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τοσαύτη;
 [02177]  τοσαύτη ἡ τῆς βασκανίας τυραννίς.
 [02817]  Οὕτω καὶ ὁ Παῦλος ἐγένετο μέγας, καίτοι τῆς αὐτῆς φύσεως ἡμῖν κἀκεῖνος ἦν, ἀλλ' ἡ πίστις αὐτὸν ἄλλον ἀντ' ἄλλου πεποίηκε, καὶ τοσαύτη ἦν ἡ περιουσία, ὡς καὶ τὰ ἱμάτια αὐτοῦ πολλὴν ἔχειν ἰσχύν.
 [04542]  τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς, νικῶσα καὶ περιγινομένη.
 [04593]  Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν, ἐκολάσθησαν οἱ ἁμαρτάνοντες;
 [04596]  καὶ τοσαύτη ἦν ἡ συγκατάβασις, ὡς καὶ ἐλάττονα ὧν ὁ φυσικὸς διηγόρευσε νόμος, τὸν γραπτὸν ἀπαιτεῖν.
 [05338]  Εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὡς δι' αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ, τοὺς δὲ τότε καὶ δαίμονας ἐλαύνειν καὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱματίων·
 [05848]  Εἰ καὶ ἄλλη τοσαύτη κτίσις ἦν, ὅση ἡ ὁρωμένη, ὅση ἡ νοητὴ, οὐδὲν ἄν με τῆς ἀγάπης ἐκείνης ἀπέστησε.
 [06427]  Εἰ γὰρ ἐπὶ τῶν ἀγνωμονησάντων μετὰ πολλὰς εὐεργεσίας, καὶ ἀλλοτριωθέντων, καὶ τὸ λαὸς εἶναι ἀπολωλεκότων τοσαύτη γέγονεν ἡ μεταβολὴ, τί ἐκώλυσε καὶ τοὺς οὐ μετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ' ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας τῶν αὐτῶν ἀξιωθῆναι;
 [07511]  κἀκείνῳ δὲ οὐ τοσαύτη ἀπὸ τῆς εὐτελείας ἡ αἰσχύνη, ὅση ἀπὸ τῆς μεταβολῆς ἡ τιμή.
 [09999]  Καὶ γὰρ οὐ μικρὰ ἦν ἡ δόξα Παύλου τότε, ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν προστασίαν τοὺς τῶν ἐπιστολῶν ἀπολαύοντας·
 [09999]  Εἰ δὲ περὶ ἄλογα τοσαύτη σπουδὴ, τίνα ἂν ἔχοιμεν ἀπολογίαν οἱ ψυχὰς λογικὰς ἐμπιστευθέντες, καὶ τὸν βαθὺν τοῦτον καθεύδοντες ὕπνον;
000-00-00 Serial Number=0348994076
In illud Exiit qui seminat Ante [Go Back]  
 [00062]  Ἆρα τοσαύτη ἀφορία γεωργῶν γέγονε πώποτε, ὥστε σπαρῆναι ἀρτάβας ἓξ, ποιῆσαι μόνον μέτρα τρία;
000-00-00 Serial Number=0978694677
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00041]  Ἐπεὶ οὖν τοσαύτη μὲν αὐτῷ τῶν μικρῶν καὶ ἐλαχίστων ἡ πρόνοια, τοσαύτη δὲ τῶν πολλῶν, τὸ πᾶν ἐπὶ τὴν ἐκεῖθεν ῥοπὴν ῥίψαντες, ἐπὶ τὴν Παύλου ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν τὸν λόγον ἀγάγωμεν.
 [00212]  Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, εἰ γὰρ μὴ ἀμοιβὴ τοσαύτη ὥριστο, αὐτὴ τοῦ πράγματος ἡ φύσις οὐχ ἱκανὴ καὶ τοὺς σφόδρα ἀνημέρους πεῖσαι, τοῖς περιττεύουσιν εἰς παραμυθίαν τῶν δεομένων ἀποχρήσασθαι;
 [00213]  Ὅταν δὲ καὶ τοσοῦτοι στέφανοι, καὶ τοσαῦται ἀμοιβαὶ, καὶ τοσαύτη ἁμαρτημάτων ἀμνηστία διὰ τῆς ἐλεημοσύνης γίνηται, ποίαν ἕξουσιν ἀπολογίαν, εἰπέ μοι, οἱ χρημάτων φειδόμενοι καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν καταποντίζοντες τοῖς ἁμαρτήμασιν;
 [00362]  Πλὴν ἀλλὰ καὶ αὐτὴ τῶν ἐν τῇ αὐτῇ κειμένων ἡ δύναμις τοσαύτη, ὡς καὶ ἀπ' αὐτῶν τῶν λειψάνων εὐφώρατον αὐτῶν γενέσθαι ποιεῖ τὴν κακουργίαν·
000-00-00 Serial Number=0741875589
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00251]  τοσαύτη παῤῥησία αὐτῷ πρὸς τὸν Θεόν.
000-00-00 Serial Number=0432984710
In illud Messis quidem multa Ante [Go Back]  
 [00039]  ἀλλ' ἐννόησον ὅτι ἀδελφὸς, τὸ περισπούδαστον τῷ Θεῷ ζῶον, ὑπὲρ οὗ τοσαῦτα ἐγένετο, ὑπὲρ οὗ τὸ τί μιον αἷμα ἐχύθη καὶ τιμὴ κατεβλήθη τοσαύτη, δι' ὃν οὐ ρανὸς ἐτάθη, καὶ ἥλιος ἀνήφθη, καὶ σελήνη τρέχει, καὶ ποικίλος ἀστέρων καταλάμπει χορὸς, καὶ ἀὴρ ἡπλώθη, καὶ θάλασσα ἐξεχύθη, καὶ γῆ ἐθεμελιώθη, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ ὄρη πέπηγε·
000-00-00 Serial Number=0605201781
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00451]  Ἔτι οὖν ζητήσομεν πόθεν ῥᾳθυμία τοσαύτη καὶ εὐλαβείας ὑπεροψία γέγονεν, ὅταν οὕτως ὦμεν ἀπεχθῶς πρὸς τοὺς πατέρας διακείμενοι τοὺς ἡμετέρους;
000-00-00 Serial Number=0789417267
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00575]  Καὶ τοσαύτη ἡ ἰσχὺς τοῦ λουτροῦ;
000-00-00 Serial Number=0821670711
In illud Vidi dominum Ante [Go Back]  
 [00362]  Εἰ οὖν ἐπὶ τῶν βιωτικῶν τοσαύτη τοῦ πράγματος ἡ ἰσχύς, ἐπὶ τῶν πνευματικῶν πολλῷ μείζων καὶ χρησιμωτέρα.
 [00902]  ὁ τελώνης ῥήματα εἶπε ταπεινοφροσύνης, καὶ λόγοι ἔργων περιεγένοντο καὶ ὁ τοσοῦτος θησαυρὸς ἐξεφυσήθη καὶ ἡ τοσαύτη πενία εἰς πλοῦτον μετεβλήθη.
000-00-00 Serial Number=0907710671
In principium indictionis [1] Ante [Go Back]  
 [00112]  Εἰ οὖν τοσαύτη παρὰ τοῖς προφήταις ἡ χάρις, πόση ἔσται τοῦ παρ' αὐτῶν προφητευομένου ἡ δύναμις;
000-00-00 Serial Number=0288689911
In saltationem Herodiadis Ante [Go Back]  
 [00117]  Οὐκ ἤρκεσεν ἐκείνων ἡ τοσαύτη ὠμότης.
000-00-00 Serial Number=0665954828
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00005]  [50.666] τῆς ἀναστάσεως τοσαύτη ἡ δόξα, πόση μετὰ τὴν ἀνάστασιν ἡ λαμπρότης;
 [00244]  μᾶλλον δὲ οὔτε ὑμῖν, οὔτε ἡμῖν ἐγκαλέσει τις, κἂν σφόδρα ἀναίσχυντος ᾖ, ἀλλ' ἀποδέξονται πάντες, καὶ θαυμά-σονται τῆς κηδεμονίας ἡμᾶς, οὐχὶ οἱ ἐν τῇ πατρίδι τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ οἱ τὰς γείτονας πόλεις οἰκοῦντες, ὅτι τοσαύτη παρ' ἡμῖν ἀγάπης τυραννὶς, τοσοῦτος φιλοστοργίας ζῆλος.
000-00-00 Serial Number=0661052167
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00164]  Καὶ τοσαύτη ἦν ἡ ἀνάγκη τῆς ἀντεισαγωγῆς, ὥστε ἑορτῆς οὔσης τοῦ πάσχα οὐκ ἠδυνήθησαν Ἰουδαῖοι εἰς τιμὴν τῆς ἑορτῆς μεταθεῖναι τὸ ἄγος, ὃ δὴ καὶ ἄλλοι ἂν ἐποίησαν, ἀλλ' ἅπαξ πρὸς τὸν φόνον ἑκουσίως ὁρμήσαντες ἔσχον τὴν δίκην συγχρωμένην τῇ ὁρμῇ, ὡς οὐκ ᾔδεσαν, πρὸς τὴν τῆς ἀντεισαγωγῆς φανοτάτην ἐκκάλυψιν.
000-00-00 Serial Number=0232583880
Oratio secunda Ante [Go Back]  
 [00086]  ὅτι τοσαύτη σου τῆς ἐλεημοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἀπὸ τοῦ εἶναι υἱὸν γεέννης, υἱὸν βασιλείας ἀποτελεῖν.
000-00-00 Serial Number=0035017550
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00150]  Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης καὶ τῆς δύο μόνον ἐχούσης ὀβολούς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα ἐθαυμάσθη, καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ' οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας.
000-00-00 Serial Number=0514130116
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00212]  Ἔδει μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἄνδρα μόνον αἱ πολλαὶ τῶν χρειῶν ἐπεζήτουν, τοσαύτη δὲ ἀπὸ τοῦ πράγματος ἐτίκτετο ὕβρις, ἑλέσθαι μᾶλλον ἀποθανεῖν, ἢ τοῦτο γινόμενον περιιδεῖν·
 [00354]  [9] Εἰ δὲ ἔνθα παρὰ ἀνθρώπων ἕπεται αἰσχύνη, φανερῶς μὲν οὐδὲν λεγόντων, οἴκοι δὲ καὶ καθ' ἑαυτοὺς ἐγκαλούντων, τοσαύτη γίνεται ὀδύνη, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν τὸν ὑβρισμένον νυμφίον, ὅταν καὶ τὰ ἄδηλα εἰς μέσον ἄγηται, ὅταν καὶ καρδίαι ἀναπτύσσωνται καὶ ῥῆμα καὶ σχῆμα καὶ βλέμμα καὶ ἔννοια (τὰ γὰρ τούτων αἰσχρότερα παρίημι)·
 [00358]  εἰ δὲ ὁ τυχὼν μῶμος ἐκβάλλει, ὅταν πολὺς ὁ ῥύπος ᾖ, καὶ τοσαύτη ἡ δυσωδία, καὶ μυρία πάντοθεν τὰ ἕλκη, τίς αὐτὴν ἐξαιρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας ἐκείνης;
 [00361]  Εἰ δὲ ἄλογον ζῷον, καὶ ταῦτα ἐν βορβόρῳ τρεφόμενον, οὐχ ὑπομένουσιν ἅνθρωποι παραδέξασθαι οἴκοι μετὰ κηλῖδος, πῶς εἰς τὰς οὐρανίους σκηνὰς, ἔνθα τοσαύτη λαμπρότης, ἔνθα πάντα φαιδρὰ, ἔνθα φῶς ἀπρόσιτον, ἔνθα ἀστραπῆς πάσης λαμπρότερον ἀπαντῶσι στίλβουσαι αἱ παρθένοι, πῶς δυνήσεταί τις οὕτω ῥυπῶν εἰσελθεῖν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»