Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τελευτῆς [127]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τελευτῆς


000-00-00 Serial Number=0393715799
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00583]  Ὅτι πολλοὶ μέχρι τελευτῆς ἐκ πρώτης ἡλικίας πολλαῖς προσεπάλαισαν συμφοραῖς.
 [00791]  Ἐπειδὴ δὲ ἔλεγες τὸ κεφάλαιον τῶν κακῶν εἶναι τὸ μηδὲ ὑπὲρ τῶν μελλόντων ἔχειν θαῤῥεῖν, μηδὲ εἰδέναι πότερον ἔσται τις λύσις ποτὲ τούτων, ἢ καὶ μέχρι [47.453] τελευτῆς βουλήσεταί σοι πυκτεύειν ὁ τὸν ἀγῶνά σοι τοῦτον θεὶς, ἀκριβὲς μὲν οὐδὲν οὐδὲ αὐτὸς ὑπὲρ τούτων ἔχω λέγειν, οὐδὲ ἀποφαίνεσθαι ὑπὲρ τῶν μελλόντων, ἐκεῖνο μέντοι οἶδα σαφῶς, καὶ αὐτὸν δέ σε οὕτω πεπεῖσθαι ἀξιῶ, ὅτι ὁπότερον ἂν γένηται τούτων, συμφερόντως ἔσται καὶ πρὸς ἡμῶν·
 [00871]  Τοσούτοις τοίνυν συνεχομένῳ κακοῖς, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ πλήθει τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, καὶ πάντοθεν αὐτῷ τῆς ἀθυμίας αἰρομένης καὶ ἀκμαζούσης σφοδρῶς, ἐπιτίθεται εὐθέως καὶ ἡ τοῦ παιδὸς ὕβρις, πρᾶγμα ἀφόρητον, καὶ πολλῆς μὲν αἰσχύνης, πολλῆς δὲ γέμον ὀδύνης.
 [01191]  Οὐ γὰρ τὴν τελευτὴν ἐπένθει μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς τελευτῆς, καὶ πολλὰ ἦν τὰ συγχέοντα αὐτοῦ τὴν ψυχήν·
 [01547]  Τοσοῦτον γὰρ ἤλγησεν ἐκείνῃ τῇ σφαγῇ, ὡς καὶ τότε καταράσασθαι τὸν Ἰωὰβ, καὶ παρ' αὐτὸν τῆς τελευτῆς τὸν καιρὸν ἐπισκῆψαι τῷ ἑαυτοῦ παιδὶ δίκην ταύτην εἰσπράξασθαι τῆς μιαιφονίας αὐτόν.
000-00-00 Serial Number=0711839080
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00096]  Ἓν δὲ μέγιστον τῶν ἐν ἀνθρώποις καλῶν καρδίας συντετριμμένης ταπείνωσις καὶ τὴν τῆς τελευτῆς ἀεὶ μελετώσης ἡμέραν, καθ' ἣν γυμνοὶ τῆς βιωτικῆς ταύτης ἐξιόντες θαλάττης τὰς τῶν πράξεων ἐκπομπευούσας τῇ κτίσει κατοψόμεθα στήλας.
 [00106]  Εἶτα τῶν τῆς τελευτῆς ἐγγισάντων λιμένων, γυμνοὺς ἡμᾶς ἐκ τοῦ γηΐνου σκάφους ὁ κυβερνήτης ἐκβάλλει, καὶ μένει πάντων ἡ πρᾶξις ἐν τῇ κρίσει πομπευομένῃ.
000-00-00 Serial Number=0065513670
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01138]  [22.10] Τί τοίνυν ἀπὸ τῆς τελευτῆς παρεβλάβη ὁ δίκαιος ἐκεῖνος;
000-00-00 Serial Number=0517856598
Ad populum Antiochenum Ante [Go Back]  
 [00636]  οὐ πρόεισι περαιτέρω, οὐδὲ συμμεθίσταται ἀποδημοῦσι τοῖς ἔχουσιν, ἀλλὰ πολλάκις αὐτοὺς καὶ πρὸ τῆς τελευτῆς ἀφίησιν·
 [00757]  ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντως, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ κινδύνων καὶ μυρίων αὐτὰ ἀποβαλεῖται κακῶν.
 [01752]  Ὥστε εἴ τις σπουδάζει διὰ παντὸς μεμνῆσθαι γεέννης, πάσης καταγελάσεται τελευτῆς·
 [01766]  καθάπερ γὰρ ἱμάτιον, τὸ σῶμα τῇ ψυχῇ περίκειται, καὶ τοῦτο πρὸς βραχὺ διὰ τῆς τελευτῆς ἀποθέμενοι λαμπρότερον ἀποληψόμεθα πάλιν.
 [01840]  Τοῦτο δ' ἔλεγεν οὐχ ἵνα ξύλον βαστάζωμεν ἐπὶ τῶν ὤμων, ἀλλ' ἵνα τὸν θάνατον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν, καθάπερ οὖν καὶ ὁ Παῦλος καθ' ἡμέραν ἀπέθνησκε, καὶ κατεγέλα τῆς τελευτῆς, καὶ τοῦ παρόντος ὑπερεώρα βίου.
 [02138]  Καὶ ὅτι οὐ ψευδὴς ὁ λόγος ὁ ἡμέτερος, ἀνάβηθι πρὸς τὰς κορυφὰς τῶν ὀρέων, καὶ κατάμαθε τοὺς ἐκεῖ μοναχοὺς, τοὺς ἐν σάκκῳ, τοὺς ἐν δεσμοῖς, τοὺς ἐν νηστείαις, τοὺς ἐν σκότῳ κατακεκλεισμένους, καὶ ὄψει πάντας αὐτοὺς τῆς τελευτῆς ἐπιθυμοῦντας, καὶ ἀνάπαυσιν τὸ πρᾶγμα καλοῦντας.
 [02141]  οὕτω καὶ ὁ ἐν σκληρῷ καὶ τραχυτάτῳ βίῳ ζῶν μετ' ἀρετῆς, ἐπιθυμεῖ τῆς τελευτῆς, ἵνα καὶ τῶν πόνων ἀπαλλαγῇ τῶν παρόντων, καὶ ὑπὲρ τῶν ἀποκειμένων ἔχῃ στεφάνων θαῤῥεῖν πρὸς τὸν εὔδιον καταπλεύσας λιμένα, καὶ ἐκεῖ μεταστὰς, ἔνθα λοιπὸν οὐκ ἔστιν ὑποπτεῦσαι ναυάγιον.
 [02373]  Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως κατ [49.92] ετόλμησαν τῆς τελευτῆς, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, ἢ ποίαν συγγνώμην, τοσαύτης ἀπολαύσαντες τῆς χάριτος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες ἐκείνοις μέτρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον;
000-00-00 Serial Number=0308227718
Ad viduam juniorem Ante [Go Back]  
 [00137]  Αὗται δὲ τούτων ἁπάντων ἐστέρηνται ἐκπέμψασαι μὲν εἰς πόλεμον ἅπασαι τοὺς αὐτῶν, ὡς πάλιν αὐτοὺς ἀποληψόμεναι, ἀντὶ δὲ ἐκείνων τὴν πικρὰν τῆς τελευτῆς αὐτῶν ἀγγελίαν δεξάμεναι.
 [00138]  Οὐδὲ γὰρ τὰ σώματά τις αὐτῶν κομίζων ἐπανῆλθεν αὐταῖς, ἀλλὰ ῥήματα μόνον τὸν τρόπον διηγούμενος τῆς τελευτῆς.
000-00-00 Serial Number=0432414651
Adversus Judaeos Ante [Go Back]  
 [01173]  Καὶ καθάπερ ἰατρὸς, πυρέττοντα ὁρῶν ἄνθρωπον, δυσάρεστόν τινα καὶ ἀκαρτέρητον, ἐπιθυμοῦντα ψυχροποσίας, καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, βρόχον ἀνάψειν, ἢ κατὰ κρημνῶν ἑαυτὸν ἀφήσειν, τὸ μεῖζον βουλόμενος κωλῦσαι κακὸν, τὸ ἔλαττον δίδωσι, βουλόμενος βιαίου τελευτῆς αὐτὸν ἀπαγαγεῖν·
000-00-00 Serial Number=0761452973
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00049]  εἰ δὲ καὶ ἀθρόον, ἀλλ' οὐ τοιούτῳ τρόπῳ τελευτῆς·
 [00050]  εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας·
000-00-00 Serial Number=0107040644
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01514]  καὶ δέον ἑαυτοὺς ἐπὶ τοῖς προτέροις ταλανίζειν, οἱ δὲ καὶ ἑτέρους ἐμβάλλουσι, καὶ ταῦτα ἐγγὺς ἑστῶτες λοιπὸν τῆς τελευτῆς, καὶ τοῦ δικαστηρίου, καὶ τῶν εὐθυνῶν ἐκείνων, ποία αὐτοῖς ἀπολογία λελείψεται, ποία συγγνώμη, ποῖος ἔλεος;
000-00-00 Serial Number=0759669721
Catecheses ad illuminandos Ante [Go Back]  
 [00904]  Τίς αὐτοῖς συγγνώμης μεταδώσει, ὅταν μὴ μόνον αὐτοὶ πολλὴν ἐκ τῆς τοσαύτης ῥᾳθυμίας τὴν βλάβην δέχωνται ἀλλὰ καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γίνωνται, καὶ μήτε ὁ γέρων εἰς ἔννοιαν λαμβάνῃ τῆς ἡλικίας τὸν χρόνον, τῆς τελευτῆς τὴν ἔξοδον, τοῦ φορτίου τῶν ἤδη ἡμαρτημένων τὸ μέγεθος, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὔξῃ τὰ πλημμελήματα καὶ τοῖς νέοις τὴν ἡλικίαν.
000-00-00 Serial Number=0671106219
Commentarius in Job Ante [Go Back]  
 [00572]  οὐχὶ τὰ παιδία πενθεῖ οὐδὲ τὴν ἀπώλειαν τῶν θρεμμάτων, ἀλλὰ τὸν τρόπον τῆς τελευτῆς.
 [01071]  πόσῳ αὕτη τῆς τῶν παίδων τελευτῆς ἡ συμφορὰ χαλεπωτέρα·
 [01084]  ποία δέ σοι παραμυθία ἀπὸ τῆς ἐμῆς τελευτῆς;
 [02831]  μὴ γὰρ δὴ τοῦτο ἔλεγεν, ὅτι ἀοίκητος ἔσται ἡ ὑπ' οὐρανόν, ἢ ὡς μέγα τι τῷ κοινῷ τούτῳ βίῳ συντελῶν οὕτως ἐμνημόνευσε τῆς τελευτῆς;
000-00-00 Serial Number=0516325533
Contra Anomoeos Ante [Go Back]  
 [00145]  Ἐκεῖνα μὲν γὰρ κἂν πολλὰ ᾖ, κἂν πάντοθεν ἐπιῤῥέῃ, ἀλλ' οὐ συναποδημεῖ πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲ συμμεθίσταται ἡμῖν πρὸς τὸν οὐρανὸν, οὐδὲ ἐπὶ τοῦ βήματος παρίσταται τοῦ φοβεροῦ, ἀλλὰ πολλάκις καὶ πρὸ τῆς τελευτῆς ἡμᾶς καταλιπόντα οἴχεται·
 [00146]  εἰ δὲ καὶ παραμείνειεν μέχρι τέλους, ἀλλ' ὑπὸ τῆς τελευτῆς διακόπτεται πάντως.
000-00-00 Serial Number=0679581165
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00666]  Καὶ γὰρ ἀφόρητον ἦν αὐτῷ καὶ πάσης συμφορᾶς χεῖρον τὸ παραχθέντα τινὰ εἰς μέσον μέχρι τελευτῆς ἐγκαρτερῆσαι ταῖς ὑπὲρ τῆς ἀληθείας βασάνοις.
000-00-00 Serial Number=0780573547
De Lazaro Ante [Go Back]  
 [01458]  διηνεκῆ μὲν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἐμπίπτωμεν, ἀλλ' ἀεὶ καὶ μέχρι τελευτῆς ὑπομιμνησκόμενοι νήφωμεν·
 [01581]  ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει.
 [01662]  Γενοῦ σωφρονέστερος καὶ δέξαι φόβον ἀπὸ τῆς ἑτέρου τελευτῆς, καὶ ῥᾳθυμίαν περίκοψον ἅπασαν, ἀναλόγισαι τὰ πεπραγμένα, διόρθωσον τὰ ἡμαρτημένα, ἀρίστην ποίησον μεταβολήν.
 [01791]  Ἀλλ' εἶδε στελέχη τῇ τοῦ πονηροῦ πνεύματος προσβολῇ ἀνασπασθέντα, καὶ ἐπὶ γῆς ἐκταθέντα, καὶ τὸν ἐλεεινὸν τῆς τελευτῆς ὑπομείναντα τρόπον, καὶ οὐδὲν βλάσφημον ἐφθέγξατο, ἀλλὰ καὶ εὐχαρίστησε, καιρίαν δοὺς τῷ διαβόλῳ τὴν πληγήν.
000-00-00 Serial Number=0642818570
De diabolo tentatore Ante [Go Back]  
 [00587]  οὐκ ἐσμὲν κύριοι τῆς τελευτῆς·
000-00-00 Serial Number=0747916996
De fato et providentia Ante [Go Back]  
 [00583]  Ἐκεῖνοι μὲν γὰρ ἢ συκοφαντίαις, ἢ ζημίαις χρημάτων, ἢ προσδοκώμενον κίνδυνον, ἢ πληγὰς ἐλπίσαντες, ἢ ἕτερόν τινα καραδοκήσαντες φόβον, καὶ μειζόνων, ἑαυτοὺς κακῶν ἐξαρπάζοντες, ἐπὶ τὴν τῆς τελευτῆς παραμυθίαν καταφεύγουσιν, ὥσπερ εἰς ἄσυλόν τι χωρίον τὸν θάνατον κατατρέχοντες, ἢ ὥσπερ εἰς λιμένα τινὰ εὔδιον ἀπὸ τῶν προσδοκωμένων χειμώνων σπεύδοντες καὶ ἐπειγόμενοι·
000-00-00 Serial Number=0794621229
De futurae vitae deliciis Ante [Go Back]  
 [00039]  Καὶ γὰρ ἵνα τοῦτον τὸν ἔρωτα ὁ Θεὸς ἐπιτείνῃ, καὶ πρὸ τῆς τελευτῆς τοῦ κεκτημένου ταῦτα ἀνθρώπου θάνατον αὐτοῖς συνεκλήρωσεν.
000-00-00 Serial Number=0256009996
De libello repudii Ante [Go Back]  
 [00140]  Ποίαν γὰρ ἔχοιεν συγγνώμην οἱ, τοῦ Παύλου καὶ δεύτερον ἐπιτρέποντος γάμον μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος, καὶ τοσαύτην παρέχοντος ἄδειαν, πρὸ τῆς τελευτῆς τολμῶντες τοῦτο ποιεῖν;
000-00-00 Serial Number=0004839301
De mutatione nominum Ante [Go Back]  
 [01101]  Ἄνθρωποι μὲν γὰρ εἴς τε τιμὴν τῶν ἀπελθόντων, εἴς τε ἑαυτῶν παραμυθίαν πολλάκις τοῖς τῶν τετελευτηκότων ὀνόμασι τοὺς ἑαυτῶν υἱοὺς καλοῦσι, παραμυθίαν τινὰ τῆς τῶν κατοιχομένων τελευτῆς διὰ τῆς τῶν παίδων προσηγορίας ἐπινοοῦντες·
000-00-00 Serial Number=0546864569
De paenitentia sermo 1 Ante [Go Back]  
 [00056]  Πᾶσα γὰρ ἀστοχία ἢ ναυάγιον πρὸ τελευτῆς ἔχει διόρθωσιν καὶ παραμυθίαν.
000-00-00 Serial Number=0992749214
De patientia sermo 1 Ante [Go Back]  
 [00367]  καὶ γὰρ τῆς ἑαυτῶν τελευτῆς τὴν ἀπολογίαν σκοπεῖτε·
000-00-00 Serial Number=0126713932
De prophetiarum obscuritate Ante [Go Back]  
 [00685]  Μὴ ἀναμείνῃς τὴν ἡμέραν τῆς τελευτῆς, ἵνα μάθῃς σου τὴν ἀσθένειαν·
000-00-00 Serial Number=0247463822
De resurrectione mortuorum Ante [Go Back]  
 [00216]  ἀλλὰ τὰ μὲν τῇ τελευτῇ καταλύεται, τὰ δὲ καὶ πρὸ τῆς τελευτῆς χειμάῤῥου παντὸς ὀξυῤῥεπέστερον παραῤῥεῖ.
000-00-00 Serial Number=0504782021
De sancta Droside martyre Ante [Go Back]  
 [00019]  Ἡ γὰρ τῶν τάφων ὄψις ἕκαστον τῶν ὁρώντων τὰ περὶ τῆς τελευτῆς τῆς ἑαυτοῦ καὶ ἄκοντα φιλοσοφεῖν ἀναγκάζει, καὶ πείθει μηδὲν τῶν παρόντων νομίζειν εἶναι βέβαιον, μὴ λυπηρὸν, μὴ χρηστόν·
 [00026]  Ἂν γὰρ διηνεκῶς καὶ καθ' ἑκάστην ἡμέραν τὸ τῆς τελευτῆς προβλέπωμεν ἄδηλον, οὐ ταχέως ἁμαρτησόμεθα·
000-00-00 Serial Number=0311623812
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00004]  καὶ γυναῖκες θανάτου λοιπὸν καταπαίζουσι, καὶ κόραι καταγελῶσι τελευτῆς, καὶ παρθένοι κομιδῇ νέαι καὶ ἀπειρόγαμοι εἰς αὐτὰ σκιρτῶσι τοῦ ᾅδου τὰ κέντρα, καὶ οὐδὲν πάσχουσι δεινόν, Ταῦτα δὴ πάντα διὰ τὸν ἐκ παρθένου Χριστὸν γέγονεν ἡμῖν τὰ ἀγαθά·
 [00013]  γυναῖκες δὲ διὰ τὸ τῆς φύσεως εὐεπηρέαστον, τοῦτον ἐπενόησαν ἑαυταῖς τὸν τρόπον τῆς τελευτῆς.
 [00023]  ὅταν ἐκπλαγῇς ἐκείνους ὑπὲρ τῆς ὑπομονῆς ἐκπλάγηθι καὶ ταύτην ὑπὲρ τοῦ γενναίου φρονήματος ὅτι κατετόλμησε τελευτῆς τοιαύτης.
 [00075]  οὐκ ἔλαττον δὲ τῶν εἰρημένων, καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς τοῦτο ἔστι συνιδεῖν.
000-00-00 Serial Number=0842209280
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00058]  ἀλλ' ὅμως τοῦτο τὸ ἀφόρητον πάθος, τοῦτο τὸ τυραννικὸν καὶ ἀπαραίτητον ὑπέμεινεν ὁ δίκαιος μετὰ πλείονος ὑπερβολῆς, καὶ περιορᾷ τὴν γυναῖκα ὑβριζομένην διὰ τὸν φόβον τοῦ θανάτου καὶ τῆς τελευτῆς.
 [00170]  Ἐπεὶ οὖν εὐθυμίας ἐσμὲν πεπληρωμένοι, διὰ τοῦτο ψάλλομεν ἐπὶ τοῖς νεκροῖς ψαλμοὺς θαῤῥεῖν ὑπὲρ τῆς τελευτῆς παρακελευομένους.
 [00345]  Οὐδὲ γὰρ ἴσον εἰς ὀδύνης λόγον ὑφ' ἑτέρων κακῶς πασχούσας ὁρᾷν, καὶ αὐτὴν διακονεῖσθαι τῷ θανάτῳ, αὐτὴν ὑπουργὸν γενέσθαι τῆς τελευτῆς, αὐτὴν ἀντὶ δημίου καταστῆναι ταῖς θυγατράσιν·
000-00-00 Serial Number=0334620357
De studio praesentium Ante [Go Back]  
 [00094]  Τί δὲ, ὅταν ἴδῃς ἑτέραν ἐκ πρώτης ἡλικίας ἐν ἁπαλῷ σώματι νύκτας ἀΰπνους διάγουσαν, ἡμέρας ἀσίτους, γαστρὸς ἐπιθυμίαν [63.489] ἄγχουσαν, χρημάτων ἔρωτα χαμαὶ ῥίπτουσαν, νεκροῦσαν τὸ σῶμα, σταυροῦσαν τὴν σάρκα, οὐδὲν τὰ παρόντα ἡγουμένην, χαμαὶ βαδίζουσαν καὶ αὐτῶν ἁπτομένην τῶν ἁψίδων, καταπατοῦσαν δυναστείαν, καταγελῶσαν δόξης, διαπτύουσαν περιφάνειαν, ἀντὶ λεπτῆς ὀθόνης σάκκον περιβεβλημένην, κλοιὰ περικειμένην, σποδὸν ὑποστρωσαμένην, εὐνῇ τῷ ἐδάφει χρωμένην, καὶ μηδὲν πλέον αἰτουμένην, ἐν δωματίῳ κατακεκλεισμένην στενῷ, προφήταις ὁμιλοῦσαν, βίον θανάτου μελέτην ἔχοντα μεταχειριζομένην, πρὸ τῆς τελευτῆς νενεκρωμένην, λιμῷ καὶ ἀγρυπνίᾳ καὶ αὐχμῷ κατατηκομένην, καὶ τοῦ παρόντος βίου τὰς φαντασίας φύλλων σηπομένων μᾶλλον ἀτιμάζουσαν·
000-00-00 Serial Number=0792384684
De virginitate Ante [Go Back]  
 [01575]  Οἷς δὲ μέχρι τέλους παρέμεινεν, ἐν τῷ καιρῷ τῆς τελευτῆς καὶ ἑκόντες καὶ ἄκοντες αὐτοῦ τῆς ἐξουσίας ἐξέπεσον.
000-00-00 Serial Number=0051599026
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02347]  ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντων, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ μυρίων αὐτὰ δεινῶν ἀποβαλεῖται καὶ κινδύνων.
 [03365]  Μὴ ἀναμείνῃς σου τὴν ἡμέραν τῆς τελευτῆς, ἵνα μάθῃς σου τὴν ἀσθένειαν·
 [04346]  καὶ τῆς τῶν προτέρων τελευτῆς τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου προσγένηται μετὰ χρόνον, τούτῳ αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος.
 [04349]  Οὗτος δὲ ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ, καὶ τρόπῳ πικροτάτῳ τελευτῆς, καὶ ἐν ὥρᾳ συμποσίου, καὶ ἐν οἰκίᾳ τῇ τοῖς ξένοις ἀνεῳγμένῃ, καὶ τάφος αὐτοῖς ὁ οἶκος ἐγένετο.
 [04403]  Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς ἦγεν, ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν;
 [04466]  καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ θάτερον ὑπερέβαλλε θατέρου τῶν λυπηρῶν.
 [05183]  πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύτην ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην καὶ τὴν ζωὴν αὐτὴν πολλάκις·
000-00-00 Serial Number=0063934028
Epistula ad Cyriacum Ante [Go Back]  
 [00535]  Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παιδίων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν;
000-00-00 Serial Number=0594494939
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00411]  ὁ παῖδας ἀποβαλὼν πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους ἔχει τῶν ἀπελθόντων παραμυθίαν καὶ τῆς ἐπὶ προτέρων τελευτῆς τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου προσγένηται μετὰ χρόνον, τοῦτο αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος·
 [00413]  Οὗτος δὲ ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ καὶ τρόπῳ πικροτάτῳ τελευτῆς.
 [00881]  Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν;
 [01458]  [17.3] Ἀλλὰ μὴ νόμιζέ σοι τοῦτο ἀπολογίαν εἶναι εἰς τὸ καὶ αὐτῆς ἐπιθυμεῖν τελευτῆς, εἰ ἐκεῖνος ἐπεθύμει θανάτου τὰς ὀδύνας οὐ φέρων.
 [01493]  Μὴ τοίνυν μήτε τελευτῆς ἐπιθύμει νῦν, μήτε ἀμέλει θεραπείας·
000-00-00 Serial Number=0487614453
Expositiones in Psalmos Ante [Go Back]  
 [06454]  Χρήματα μὲν ὁ φιλῶν, ἢ τελευτῆς ἐπελθούσης, ἢ καὶ πρὸ τῆς τελευτῆς γυμνοῦται τῶν ποθουμένων·
 [07077]  μᾶλλον δὲ καὶ πρὸ τῆς τελευτῆς.
000-00-00 Serial Number=0791349173
Fragmenta in Job Ante [Go Back]  
 [00399]  καὶ τῆς ἐπὶ τῷ προτέρῳ τελευτῆς, τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου γένηται μετὰ χρόνον, τοῦτο αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος·
 [00401]  Οὗτος δὲ, ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ, καὶ τρόπῳ πικροτάτῳ τελευτῆς·
 [00415]  καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων, ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς.
 [00659]  ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων, καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν, ἢ ὅτε καταχωσθέντων αὐτῶν, καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν;
 [00862]  εἰ καὶ ἀθρόον, ἀλλ' οὐ τοιούτῳ τρόπῳ τελευτῆς·
 [00863]  εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας·
000-00-00 Serial Number=0618365228
Homilia de capto Eutropio Ante [Go Back]  
 [00720]  Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλ' ἀνάστασιν, ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν τοῦ Υἱοῦ ἀπάντησιν ἐν νεφέλαις, καὶ τὸ, Οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὴν ἀπαλλαγὴν τοῦ θανάτου, τὴν ἐλευθερίαν τῆς ἁμαρτίας, τὸν καταποντισμὸν τῆς τελευτῆς.
000-00-00 Serial Number=0860156417
In Isaiam Ante [Go Back]  
 [01805]  Οὐ γὰρ εἶπεν ὅτι οὐκ ἐτάφησαν, ἀλλ' ὅτι κόπρου πάσης ἀτιμότερον ἐρριμμένοι ἦσαν οἱ τετελευτηκότες, ὃ τοῖς ζῶσι φρικωδέστερον ἁπάντων εἶναι δοκεῖ καὶ τῆς τελευτῆς αὐτῆς χαλεπώτερον.
 [01845]  Τί δήποτε τοὺς μὲν ἄλλους χρόνους ἀπὸ τῆς ζωῆς τῶν βασιλέων, τοῦτον δὲ ἀπὸ τῆς τελευτῆς χαρακτηρίζει νῦν ὁ προφήτης;
 [01862]  Τοῦτο γοῦν αἰνιττόμενος ὁ προφήτης ἀνέμνησεν ἡμᾶς τοῦ καιροῦ τῆς τελευτῆς τοῦ βασιλέως·
000-00-00 Serial Number=0153764784
In Joannem Ante [Go Back]  
 [04579]  Ἀλλ' εἰ γένοιτο, ὃ μὴ γένοιτο, ἀπροσδοκήτου τῆς τελευτῆς ἐπελθούσης, ἀμυήτους ἐντεῦθεν ἀπελθεῖν, κἂν μυρία ἔχωμεν ἀγαθὰ, οὐδὲν ἡμᾶς ἕτερον διαδέξεται, ἢ γέεννα καὶ σκώληξ ἰοβόλος, καὶ πῦρ ἄσβεστον, καὶ δεσμὰ ἄλυτα.
000-00-00 Serial Number=0653493881
In Psalmum 145 Ante [Go Back]  
 [00207]  Καὶ γὰρ εἵλετο δεδέσθαι ὁ Παῦλος, καὶ μὴ φυγεῖν, ὥστε ἐκεῖνον ἀπαλλάξαι τῆς τελευτῆς.
000-00-00 Serial Number=0700143993
In catechumenos Ante [Go Back]  
 [00062]  πόσοι τῶν ἀνθρώπων ἐπιτερπόμενοι ταῖς τοῦ βίου ἡδοναῖς, καὶ ἐπὶ τῆς σαρκὸς γενναιότητι, ὡς ἀμεταβλήτῳ δυναστείᾳ, καυχώμενοι, καθάπερ χοῦς ὑπὸ λαίλαπος, ἀθρόον ἐπὶ τὴν ταφὴν ἀνηρπάσθησαν! Οὐκοῦν ἐπειδὴ τὸν χρόνον ἑαυτοῖς ὁρίσαι τῆς ζωῆς οὐκ ἰσχύομεν, τὸν φόβον τῆς τελευτῆς μὴ ἑλκύσωμεν.
000-00-00 Serial Number=0860181451
In catenas sancti Petri Ante [Go Back]  
 [00166]  Ἀλλ' ὢ τῆς μετὰ τὴν ἀνάστασιν τριττῆς ἐρωτήσεως, δι' ἧς οὐ μόνον τὸν ἐκείνου πρὸς αὐτὸν ἐγκάρδιον διετράνωσεν ἔρωτα, ἀλλὰ καὶ τὰ τῆς τελευτῆς προηνίξατο διὰ τῆς νεότητος καὶ τοῦ γήρως καὶ τοῦ ἀλλοτρίου περιζώματος, τὸ τῆς ἀντιστρόφου σταυρώσεως ὑποσημηνάμενος σχῆμα.
000-00-00 Serial Number=0667605698
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03104]  Εἶδες πῶς τὰ λυπηρὰ ἀποκρυψάμενος, τὰ ὀνόματα τοῦ θανάτου καὶ τῆς τελευτῆς, τὰ σφόδρα ποθεινὰ ἀντ' αὐτῶν τέθεικεν, ἐνδημίαν αὐτὰ καλῶν πρὸς τὸν Θεόν·
 [03113]  εἰς ἐπιθυμίαν ἄκραν τελευτῆς, τὸ φορτικὸν ἡδὺ δείξας, καὶ τὸ ἡδὺ φορτικόν·
 [04367]  τί δὲ ἀλγεινότερον τῆς τοιαύτης τελευτῆς;
 [05439]  Ἐκείνῃ γὰρ οὐκέτι περὶ πενίας, ἀλλὰ καὶ περὶ θανάτου καὶ τελευτῆς ὁ κίνδυνος ἦν, οὐ τῆς οἰκείας μόνον, ἀλλὰ καὶ τῆς τῶν παίδων.
 [05460]  Τί γὰρ αὐτῆς ἀνδρειότερον γένοιτ' ἂν τῆς γυναικὸς, ἣ καὶ πρὸς φύσεως τυραννίδα, καὶ πρὸς λιμοῦ βίαν, καὶ πρὸς τελευτῆς ἀπειλὴν ἔστη γενναίως, καὶ πάντων γέγονεν ἰσχυροτέρα;
 [05989]  Ἐκείνων μὲν γὰρ οὐχ ἡμεῖς κύριοι, οὔτε τῆς τελευτῆς ἡμῶν, οὔτε τῆς ἀναστάσεως, οὔτε τῆς κρίσεως, ἀλλ' ὁ ∆εσπότης ὁ ἡμέτερος·
 [06000]  Ὁ νέος πάλιν καὶ αὐτὸς τὸ ἄδηλον λογιζέσθω τῆς τελευτῆς, καὶ ὅτι πολλῶν πολλάκις πρεσβυτέρων μενόντων ἐνταῦθα, οἱ νέοι πρὸ αὐτῶν ἀπηνέχθησαν.
000-00-00 Serial Number=0820223093
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00466]  Ἐπεὶ τοίνυν πολλοὶ τὴν πίστιν ὑποκρίνονται, μὴ μακάριζε μηδένα πρὸ τελευτῆς·
000-00-00 Serial Number=0325200498
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02307]  Εἰ γὰρ ὁ Ἑλισσαῖος μέχρις ἐσχάτης ἀναπνοῆς συνὼν τῷ διδασκάλῳ, καὶ ἐν τρόπῳ τελευτῆς ὁρῶν αὐτὸν τελευτῶντα, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, τί οἴει τοῦτον παθεῖν τὸν οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα ὅτι μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τὸν χρόνον τὸν ἐγγὺς τοῦ θανάτου, ὃ μάλιστα πάντων εἴωθε λυπεῖν;
 [02309]  ∆ιὰ τοῦτο, ὅτε πολλὴν ἐποιήσατο τὴν παράκλησιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται·
 [02402]  Τὴν ἀθυμίαν τοῦ μαθητοῦ παραμυθήσασθαι βούλεται, θαῤῥεῖν κελεύων ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, ὡς καλῆς ἐπιτυχόντος τελευτῆς.
 [02549]  Ἵνα οὖν μὴ τοῦτο γένηται πρὸ τοῦ τὸν μαθητὴν ἰδεῖν, διὰ τοῦτο αὐτὸν καλεῖ, θεάσασθαι ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι·
000-00-00 Serial Number=0859279513
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08781]  καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς.
 [09999]  Ὥστε πε-ριττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡμέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον ἔχοντες.
 [09999]  Ὥστε πε-ριττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡμέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον ἔχοντες.
000-00-00 Serial Number=0297508776
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00440]  κἂν παραμείνῃ δὲ, ἕως τελευτῆς παραμένει, καὶ λοιπὸν παντελῶς σβέννυται·
 [04132]  τουτέστι, μέχρι τῆς σῆς τελευτῆς, μέχρι τῆς ἐξόδου.
000-00-00 Serial Number=0298922062
In epistulam ad Colossenses Ante [Go Back]  
 [00669]  οὐ γὰρ κατακλυσμὸς ἔσται λοιπὸν, οὐδὲ μέχρι τελευτῆς ἡ κόλασις, ἀλλ' ἀρχὴ τιμωριῶν ὁ θάνατος ἀπιστούντων ὅτι ἐστὶ κρίσις.
 [00752]  πρὶν δὲ τὴν ἀρχὴν θέσθαι, μάταιον περὶ τῆς τελευτῆς διαλέγεσθαι·
000-00-00 Serial Number=0033878982
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00642]  Οἱ γὰρ βουλόμενοι αὐτοῖς χρῆσθαι εἰς οἰκείαν μόνην ἀπόλαυσιν, ἀφαιροῦνται αὐτὰ καὶ ἄκοντες, καὶ πρὸ μὲν τῆς τελευτῆς πολλάκις, ἐν δὲ τῇ τελευτῇ πάντως.
 [01196]  Οὕτω καὶ ὁ Θεὸς τὴν ἡμέραν ἡμῶν τῆς τελευτῆς ἄδηλον ἐποίησε·
 [04234]  πολλοὺς οἶδα τοῦτο παθόντας ἐγὼ, οἳ προσδοκίᾳ μὲν τοῦ φωτίσματος πολλὰ ἡμάρτανον, πρὸς δὲ τῇ ἡμέρᾳ τῆς τελευτῆς ἀπῆλθον κενοί.
 [04921]  Ἡ διαθήκη πρὸς τῇ ἐσχάτῃ ἡμέρᾳ γίνεται τῆς τελευτῆς.
 [04968]  Ὅθεν, τουτέστι διὰ τοῦτο, φησὶν, ἔδει τῆς διαθήκης τὸ σύμβολον εἶναι καὶ τῆς τελευτῆς.
000-00-00 Serial Number=0548917890
In epistulam ad Philemonem Ante [Go Back]  
 [00454]  Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, κἂν μὴ δι' αὐτὸν αὐτὰ δῶμεν, διὰ τὴν τῆς τελευτῆς ἀνάγκην ἀποδωσόμεθα.
000-00-00 Serial Number=0031572163
In epistulam ad Philippenses Ante [Go Back]  
 [00982]  Ταῦτα προπαρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς, ἵνα φέρωσιν αὐτὴν γενναίως·
 [02920]  Ἵνα μὴ λύπην, φησὶν, ἐπὶ λύπῃ σχῶ, τὴν ἀπὸ τῆς τελευτῆς ἐπὶ τῇ διὰ τὴν ἀῤῥωστίαν γενομένῃ αὐτῷ.
000-00-00 Serial Number=0937796354
In epistulam ad Romanos Ante [Go Back]  
 [04305]  καίτοι γε ἐν καπηλείοις ὁρῶντες μεθύοντας, τρυφῶντας, γαστριζομένους, καὶ πάντων ἀθλιωτέρους εἶναί φαμεν, ὅτι πολλῷ μείζων τῆς ἡδονῆς ἐκείνης ἡ τῆς προσδοκωμένης τελευτῆς συμφορά.
000-00-00 Serial Number=0844062746
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00214]  Εἰ γὰρ καὶ μηδέν σε ἕτερον κινεῖ καὶ διανίστησι πρὸς συμπάθειαν καὶ πρὸς ἐλεημοσύνην, τῆς τελευτῆς τὴν ἀδηλίαν ἀναλόγισαι·
000-00-00 Serial Number=0187946677
In illud Ne timueritis Ante [Go Back]  
 [00126]  Καὶ ἴστε ὑμεῖς μυρία ἐπὶ τῇ πόλει ταύτῃ ὑποδείγματα τῆς τελευτῆς τοῦ ἀώρου πλούτου, καὶ μεμαθήκατε, ὅτι ὁ μὲν κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο·
 [00604]  Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, εἰ ἐνταῦθά σε ἀπατᾷ, ἐν καιρῷ τῆς τελευτῆς αὐτοῦ βλέπε αὐτόν.
000-00-00 Serial Number=0155745566
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00037]  Εἶτα καὶ τῆς ἀοιδίμου αὐτοῦ τελευτῆς μεμνημένος ἔλεγε·
000-00-00 Serial Number=0691496849
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00141]  ἑαυτοὺς πρὸ τῆς τελευτῆς ἐνταφιάσατε τοῖς ἀφθάρτοις ἐνταφίοις τῆς χάριτος·
000-00-00 Serial Number=0454299152
In illud Vidi dominum Ante [Go Back]  
 [01093]  σήμερον δὲ ἀναγκαῖον εἰπεῖν πῶς εἰσῆλθεν εἰς τὸ ἱερόν, πῶς ἐπεχείρησεν θυμιᾶσαι, πῶς ἐκώλυσεν ὁ ἱερεύς, πῶς οὐκ εἶξεν ἐκεῖνος, πῶς ἐπεσπάσατο τοῦ Θεοῦ τὴν ὀργήν, πῶς ἐν τῇ λέπρᾳ τὸν βίον κατέλυσεν καὶ τίνος ἕνεκεν ὁ προφήτης τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ παρεὶς τῆς τελευτῆς ἐμνημόνευσεν, οὑτωσὶ λέγων·
 [01233]  τίνος ἕνεκεν ἐν τοῖς ἔξω πράγμασι καὶ ἐν ταῖς προφητείαις, ἁπάντων εἰωθόντων τῆς ζωῆς τῶν βασιλέων τοὺς χρόνους ἐπισημαίνεσθαι, οὗτος τοῦτο ἀφείς, τοῦ χρόνου τῆς τελευτῆς μέμνηται τοῦ Ὀζίου, οὑτωσὶ λέγων·
000-00-00 Serial Number=0993223786
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00022]  καὶ τρεῖς μὲν ἡμέρας ὑπερτίθε ται, πρὸς ἔλεγχον τῆς ἀκριβοῦς τελευτῆς.
000-00-00 Serial Number=0081955254
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00003]  Σοφός τις ἀνὴρ καὶ φιλοσοφεῖν εἰδὼς, τῶν ἀνθρω πίνων πραγμάτων τὴν φύσιν μετὰ ἀκριβείας κατα μαθὼν, καὶ ἐπιγνοὺς αὐτῶν τὴν σαθρότητα, καὶ ὡς οὐδὲν ἔχει πιστὸν, οὐδὲ βέβαιον, παραινεῖ κοινῇ πᾶσιν ἀνθρώποις πρὸ τελευτῆς μὴ μακαρίζειν μη δένα.
 [00005]  εἰ γὰρ πρὸ τελευτῆς οὐ δεῖ μακαρίζειν οὐδένα, μετὰ τὴν τελευτὴν ἀνεύθυνος ἐπὶ τῶν ἀξίων ὁ μακαρισμὸς γένοιτ' ἄν.
 [00019]  ∆ιὰ τοῦτό φησι, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα.
 [00025]  διὰ ταῦτα, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, φησίν.
000-00-00 Serial Number=0136744738
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00157]  Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς τοῦτο πιστώσομαι.
000-00-00 Serial Number=0696924627
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00117]  Σὺ δέ μοι σκόπει πῶς αὐτοῦ τῆς τελευτῆς τὸν τρόπον χαλεπόν τινα καὶ πικρὸν ἐπενόησεν, ἱκανὸν ἐνδείξασθαι ὄντα κἀ κείνου τὴν ὠμότητα, καὶ τοῦ μάρτυρος τὴν ἀνδρείαν.
000-00-00 Serial Number=0780239940
In sanctum Romanum Ante [Go Back]  
 [00089]  καὶ γὰρ παρῄνεσεν, ὅτι μαρτύρων θάνατος οὐκ ἔστι θάνατος, ἀλλὰ ζωὴ πέρας οὐκ ἔχουσα, καὶ μάλιστά γε ὑπὲρ ταύτης πάντα ὑπομένειν χρὴ, καὶ ὅτι δεῖ καταφρονεῖν τελευτῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»