Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ταὐτὸν [61]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ταὐτὸν


000-00-00 Serial Number=0052829385
Adversus Judaeos Ante [Go Back]  
 [00764]  Οὐ γὰρ ταὐτὸν πάσχα καὶ τεσσαρακοστὴ, ἀλλ' ἕτερον πάσχα, καὶ ἕτερον τεσσαρακοστή.
000-00-00 Serial Number=0579896271
Commentarius in Job Ante [Go Back]  
 [00339]  ὁρᾷς, ὅτι οὐχὶ κατὰ ταὐτὸν πανταχοῦ πάρεστιν ὁ διάβολος, ἀλλὰ ἐκ περιόδου;
000-00-00 Serial Number=0612648249
De Anna i Ante [Go Back]  
 [00740]  Ὅρα μὴ ταὐτὸν ἀκούσῃς, ὅπερ καὶ Ἰουδαῖοί ποτε ἤκουσαν.
000-00-00 Serial Number=0360034406
De Maccabeis Ante [Go Back]  
 [00136]  καὶ ταὐτὸν πάσχω πρὸς τὰ κατορθώματα τῶν ἑπτὰ μαρτύρων ὁρῶν, οἷον ἂν εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ῥεούσῃ χρυσὸν ἑπτὰ στόματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν ἐξαντλῆσαι ἐπιχειροίη, μετὰ δὲ τὸν πολὺν καὶ ἄφατον πόνον τὸ πλέον ἀφεὶς ἀπέλθοι.
000-00-00 Serial Number=0518449664
De fato et providentia Ante [Go Back]  
 [00416]  Καὶ ποιεῖ ταὐτὸν, οἷον ἂν εἴ τις σῶμα νενοσηκὸς καὶ φαρμάκων δεόμενον, παρόντων ἰατρῶν καὶ τὸ φάρμακον κατασκευαζόντων, πείθοι μηδενὶ τούτων κεχρῆσθαι, μηδὲ ἀπαλλάττεσθαι τοῦ νοσήματος, ἀλλ' ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ ἐνδόντα τὰ καθ' ἑαυτὸν, τὴν ἐλεεινοτάτην ἀναμένειν ἀπώλειαν.
000-00-00 Serial Number=0028982699
De mutatione nominum Ante [Go Back]  
 [00703]  ἐπειδὴ χωρὶς προοιμίου αὐτὸ εἰσήγαγον, ταὐτὸν ποιήσας, ὥσπερ ἂν εἴ τις ἄνθρωπον πάντοθεν περιβαλὼν εἰς τὸ θέατρον εἰσαγάγοι.
 [00775]  καὶ ταὐτὸν ἐποίει, ὥσπερ ἂν εἰ λύκος ἄγριος ἐπιπηδήσας ποίμνῃ προβάτων, καὶ ἀρνίον ἁρπάσας ἐκεῖθεν, καὶ τῷ οἰκείῳ σπαράξας στόματι, [51.139] θρασύτερος ὑπὸ τῆς ἁρπαγῆς ἐγένετο.
000-00-00 Serial Number=0977547169
De paenitentia [1] Ante [Go Back]  
 [01312]  Μὴ τοίνυν διὰ μέθης ἴωμεν εἰς τὴν νηστείαν, μηδὲ ἀπὸ νηστείας εἰς μέθην καταλύσωμεν πάλιν, ἵνα μὴ ταὐτὸν γένηται, οἷον εἴ τις ἀῤῥωστοῦντι σώματι καὶ διανίστασθαι μέλλοντι λὰξ ἐμβαλὼν σφοδρότερον καταβάλοι πάλιν.
000-00-00 Serial Number=0378863037
De sacerdotio Ante [Go Back]  
 [01177]  ἄν τε τοῦτο καλῶς κατορθώσας τὸ μέρος τῆς ἀπὸ τῶν κρότων δόξης ἡττώμενος τύχῃ, εἰς ταὐτὸν πάλιν περιΐσταται τὰ τῆς ζημίας αὐτῷ τε καὶ τοῖς πολλοῖς, πρὸς χάριν τῶν ἀκουόντων μᾶλλον ἢ πρὸς ὠφέλειαν λέγειν μελετῶντι, διὰ τὴν τῶν ἐπαίνων ἐπιθυμίαν.
000-00-00 Serial Number=0371387601
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00067]  Καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἰ κύματός τινος ἐμβολὴν πρὸς αὐτῷ τῷ στόματι τοῦ λιμένος ὁλκὰς μυριοφόρος καὶ μαργαριτῶν γέμουσα πολυτίμων, μέλλοντος αὐτὴν καταβαπτίζειν καὶ ποιεῖν ὑποβρύχιον, διαφυγοῦσα, ὑπ' αὐτῆς τῆς ῥύμης τῶν ὑδάτων συνωθισθεῖσα πρὸς τὸν λιμένα μετὰ πλείονος παραπεμφθείη τοῦ τάχους.
000-00-00 Serial Number=0991897404
De virginitate Ante [Go Back]  
 [00692]  Συναγαγὼν τοίνυν εἰς ταὐτὸν τοὺς γεγαμηκότας καὶ ταύτῃ χαρισάμενος, ἄκουσον πῶς αὐτοῖς ὀνειδίζει πάλιν·
 [00997]  Πῶς οὐδὲν πλέον ἑαυτῷ δίδωσι τῶν λοιπῶν ἀλλὰ καὶ τοῦτο ὃ κοινὸν αὐτῷ καὶ τοῖς μαθηταῖς ἦν, τὸ τῆς πίστεως οὐκ αὐτοῦ φησιν εἶναι ἀλλὰ τοῦ ἐλέους καὶ τῆς χάριτος τοῦ Θεοῦ, ταὐτὸν ἐμφαίνων διὰ τῶν ῥημάτων τούτων, οἱόνως ἔλεγε·
 [01029]  Καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ δύο κατὰ ταὐτὸν ὁμοῦ γυναῖκας ἔχειν ὁ νόμος ἐπέτρεπε, καὶ πολλὴ καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ συγκατάβασις ἦν.
000-00-00 Serial Number=0773617506
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05717]  Οὐ γάρ ἐστι ταὐτὸν ἁμαρτάνειν ἁπλῶς, καὶ ἕτερον ἁμαρτόντα καὶ κολάσαντα, τοῖς αὐτοῖς περιπεσεῖν πάλιν.
 [06217]  οὕτως ᾠκονόμησε κατὰ ταὐτὸν ἅπαντας εἶναι, καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς ἀναμεμῖχθαι, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐκκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δείκνυται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, εἰ βούλονται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας.
 [06824]  Ὢ τῆς ὕβρεως! ὢ τῆς παρανομίας! ταὐτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον λαβὼν κελεύει σφαγέα γενέσθαι.
000-00-00 Serial Number=0186208665
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00370]  Τὰ δὲ κατορθώματα τὰ ἐντεῦθεν τεχθέντα εἴ τις βούλοιτο ἐπιέναι, ταὐτὸν ποιήσει οἷον εἴ τις καὶ τὰ κύματα τῆς θαλάσσης ἀριθμεῖν ἐπιχειροίη.
000-00-00 Serial Number=0612680793
Expositiones in Psalmos Ante [Go Back]  
 [02389]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐξὸν ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων καὶ συλλαβεῖν καὶ τεκεῖν, μὴ βούλεσθαι, ἀλλὰ τὰς τῶν πονηρῶν συνουσίας διώκειν, ταὐτὸν ποιοῦντας, ὥσπερ ἂν γυναῖκα, ἔχουσαν ἐξουσίαν βασιλεῖ συναφθῆναι, μὴ ἀνέχεσθαι, ἀλλ' ἀντ' ἐκείνου λῃστὴν καὶ τοιχωρύχον αἱρεῖσθαι λαβεῖν σύνοικον;
 [02708]  Καὶ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις δοῦλον ἀγνώμονα πολλάκις μαστιχθέντα καὶ μὴ διορθωθέντα ἀποδύσας τῶν ἱματίων, γυμνὸν, ἔρημον, ἀλήτην ἀφῇ πλανᾶσθαι, προσαιτοῦντα καὶ ἐλαυνόμενον πανταχοῦ.
 [04471]  Καὶ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις δοῦλον ἀγνώμονα πολλάκις μαστιχθέντα καὶ μὴ διορθωθέντα ἀποδύσας τῶν ἱματίων, γυμνὸν, ἔρημον, ἀλήτην ἀφῇ πλανᾶσθαι, προσαιτοῦντα καὶ ἐλαυνόμενον πανταχοῦ.
000-00-00 Serial Number=0528027594
Fragmenta in Proverbia Ante [Go Back]  
 [00433]  ταὐτὸν δὲ ἄνθρωπος, καὶ υἱοὶ ἀνθρώπων·
000-00-00 Serial Number=0635197639
In Acta apostolorum Ante [Go Back]  
 [00365]  Σὺ δὲ ταὐτὸν ποιεῖς, οἷον ἂν εἴ τις ἀπογράφεσθαι βούλοιτο στρατιώτης, τοῦ πολέμου λύεσθαι μέλλοντος·
 [01057]  Εἰ δὲ αὐτὸς μὲν ἐξελέξατο, σὺ δὲ τολμᾷς τούτῳ ἀγανακτεῖν, ταὐτὸν ποιεῖς οἷον ὁ Κάϊν.
 [02036]  Νῦν δὲ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἰ βασιλεὺς μὲν κληρονόμους αὐτοῦ καὶ συγκληρονόμους τῷ υἱῷ βουλόμενος ποιῆσαι μετὰ μυρίας καὶ ἑτέρας εὐεργεσίας, καταφρονοῖτο·
 [03498]  καὶ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἴ τις τὸν ὀφείλοντα φιλοσοφεῖν, ἀφελκύσας τῶν διδασκάλων ἐκείνων, συλλαβὰς ἔτι καὶ τὸ κατὰ στοιχεῖον ἀναγινώσκειν ποιοῖ.
 [09680]  ἢ τάχα γίνεται μὲν, ἐγὼ δὲ ὑπὸ ἀπληστίας καὶ πολλῆς ἐπιθυμίας ταὐτὸν πάσχω τοῖς περὶ τὰ χρήματα μαινομένοις.
 [09999]  Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις πατὴρ πέρα τοῦ δέοντος μαλθακοῦ παιδίου, καίτοι ἀῤῥωστοῦντος, πλακοῦντα ἐπιδῷ καὶ ψυχρὸν καὶ ὅσα τέρπει μόνον, τῶν δὲ χρησίμων μηδεμίαν ἐπιμέλειαν ποιοῖτο·
000-00-00 Serial Number=0441556156
In Joannem Ante [Go Back]  
 [01451]  Οὐδὲ γὰρ ἀγνοῶν, ἀλλὰ καὶ σφόδρα εἰδὼς ἡμάρτανε, ταὐτὸν παθὼν τοῖς Ἰουδαίοις.
 [01875]  Τὸ δὲ σκηνοῦν, οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ, ἀλλ' ἕτερον.
 [02844]  ὁ ἐν τοῖς μηδὲν οὖσιν ἐπαιρόμενος, καὶ διὰ τὴν σκιὰν καὶ τὸ ἄνθος τοῦ χόρτου (τοῦτο γάρ ἐστιν ἡ παροῦσα δόξα) φυσῶν ἑαυτὸν, πῶς οὐκ ἂν εἴη πάντων καταγελαστότερος, ταὐτὸν ποιῶν, ὅπερ ἄν τις ποιήσειε πτωχὸς καὶ πένης, πάντα μὲν τὸν χρόνον λιμῷ τηκόμενος, εἰ δὲ συμβαίη ποτὲ μίαν νύκτα χρηστὸν ὄναρ ἰδεῖν, διὰ τοῦτο γαυρούμενος;
000-00-00 Serial Number=0576374650
In Psalmos 101-107 Ante [Go Back]  
 [00006]  προαγορεύει δὲ κατὰ ταὐτὸν καὶ τῶν ἐθνῶν τὴν κλῆσιν καὶ σωτηρίαν·
 [00209]  Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ, καὶ τὸ ταὐτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται.
 [00508]  ∆ιδάσκει δὲ κατὰ ταὐτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι καὶ τοῖς πᾶσιν ἐφίσταται.
 [00837]  διδάσκει δὲ κατὰ ταὐτὸν καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν.
 [01006]  Ἀμφότερα κατὰ ταὐτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὐτοῦ σοφίαν.
 [01340]  Ἠβουλήθη γὰρ ὁ Θεὸς τῇ ἀπι στίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταὐτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον.
000-00-00 Serial Number=0697737038
In Psalmum 118 Ante [Go Back]  
 [00016]  Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε τῷ ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε, καὶ δι δάσκει δι' ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι τὴν πρα κτικὴν ἀρετήν.
 [01015]  Οὔτε γὰρ κατὰ ταὐτὸν δυ νατὸν δύο ὁδεύειν ὁδοὺς, ἀκολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας, ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι·
000-00-00 Serial Number=0193696260
In catenas sancti Petri Ante [Go Back]  
 [00302]  [53] Οὗτος καὶ εἷς ἐστιν καὶ πολλοῖς ἐπιμεριζόμενος οὐκ ἠλάττωται, ἀλλὰ καὶ καθ' ἑαυτὸν ὢν, τῆς ὁλότητος τὸ ταὐτὸν ἐπιδείκνυται.
000-00-00 Serial Number=0813179433
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02426]  ἀλλὰ ταὐτὸν πάσχεις, οἷον ἂν εἴ τις πυρέττων, καὶ ψυχρῶν ἐμφορούμενος ναμάτων, λέγοι·
 [04569]  Σὺ μὲν γὰρ ταὐτὸν ποιεῖς, ὥσπερ ἂν, περὶ τὴν κεφαλὴν νοσήματος γενομένου, μὴ τὸ νόσημα παύσῃς, ἀλλὰ τὴν κεφαλὴν ἀποτέμοις·
000-00-00 Serial Number=0570147395
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01411]  Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις γεωργίας ἄπειρος τὴν ἄμπελον·
000-00-00 Serial Number=0640491068
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07842]  καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἴ τις προΐσταιτο υἱοῦ φαύλου μὲν καὶ παρανόμου, υἱοῦ δὲ ὅμως·
 [09208]  καὶ ταὐτὸν ποιοῦμεν, ὥσπερ ἂν εἴ τις σωμάτων οὐκ εἰδὼς διακρίνειν κάλλος, ἀλλὰ τὸ πᾶν τοῖς ἱματίοις τιθέμενος καὶ τῷ
000-00-00 Serial Number=0843217373
In epistulam ad Colossenses Ante [Go Back]  
 [00630]  Νῦν δὲ ταὐτὸν πάσχομεν, οἷον οἱ νεοττοὶ μαλακισθέντες, διαπαντὸς ἐπὶ τῆς καλιᾶς μένειν ἐθέλοντες.
 [00783]  καὶ ταὐτὸν γίνεται, οἷον ὁ ἀνδροφόνος πρότερον ὑποθεὶς ἑαυτῷ ὅτι οὐχ ἁλώσεται, οὕτω φονεύει·
000-00-00 Serial Number=0681266487
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00683]  Ὅτι πρῶτον μὲν οὐκ ἔστι ταὐτὸν, κελεύειν γίνεσθαι, καὶ γινόμενον συγχωρεῖν.
000-00-00 Serial Number=0765935063
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00814]  εἰ γὰρ τὸ κτίσμα καὶ γέννημα ταὐτὸν, ἐκεῖνοι δὲ ἐποιήθησαν, τί τὸ διαφορώτερον;
 [02583]  Ἆρ' οὖν ἀπεσιώπησεν, ἢ πάλιν αὐτὸν ἀνέλαβεν ἐν τοῖς ἐφεξῆς, καὶ ταὐτὸν ἐποίησεν, οἷον ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ;
 [05578]  καὶ ταὐτὸν γίνεται, οἷον ἄν τις τὸν πολλὰ σχοινία ἐπισυρόμενον καὶ μακρὰ, ῥᾳδίως ἕλοι, τὸν μέντοι γυμνὸν οὐκ εὐκόλως κατασχεῖν δυνήσεται.
000-00-00 Serial Number=0902981579
In epistulam ad Romanos Ante [Go Back]  
 [03755]  Καὶ γὰρ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις παῖδα ὀρφανὸν λαβὼν ὑπὸ βαρβάρων εἰς τὴν αὐτῶν ἀπενεχθέντα γῆν, μὴ μόνον τῆς αἰχμαλωσίας ἀπαλλάξειεν, ἀλλὰ καὶ πατέρα ἑαυτὸν αὐτῷ κηδεμονικὸν ἐπιστήσειε, καὶ εἰς μεγίστην ἀξίαν ἀγάγοι·
000-00-00 Serial Number=0756185293
In illud Domine non est in homine Ante [Go Back]  
 [00097]  Οὐκ ἔστιν οὖν ταὐτὸν, φησὶ, τὸ, εἰ πυροῦσαι, γάμησον;
 [00098]  Μάλιστα μὲν, εἰ καὶ ταὐτὸν ἦν τὸ, εἰ πυροῦσαι, γάμησον, οὐκ ἐχρῆν ἀφέντας αὐτοὺς τὴν ὑγιῆ τῆς Γραφῆς ἀπαγγελίαν, διαστρέφειν, καὶ οἰκείοις ῥήμασι προφέρειν τὰ τῆς Γραφῆς νοήματα·
000-00-00 Serial Number=0091044366
In illud Ne timueritis Ante [Go Back]  
 [00700]  ποίας δὲ ἀπολογίας τεύξῃ, ἢ τίνος συγγνώμης, τὸ μὲν ἄλογον καὶ οὐδὲ τῆς φιλοτιμίας αἰσθανόμενον ὑπὲρ τὴν χρείαν καλλωπίζων (ταὐτὸν γὰρ ἐκείνῳ καὶ χρυσὸς, καὶ μόλυβδος), τὸν δὲ Χριστὸν λιμῷ τηκόμενον ὁρῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ποιῶν ἀπολαύειν τροφῆς;
000-00-00 Serial Number=0340556502
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00024]  ταὐτὸν ποιοῦντες, οἷον ἂν εἰ παιδίον τυπτόμενον, ἐπιτιμώμενον, μηδὲ οὕτως ἀποσταίη τῆς μητρὸς, ἀλλὰ κλαυθμυριζόμενον ἕποιτο, τῶν ἱματίων τῆς μητρὸς ἐκ πλαγίων ἐχόμενον, καὶ ἐπισυρόμενον αὐτῇ μετὰ τῶν ὀδυρμῶν.
000-00-00 Serial Number=0017252028
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00272]  Οὐκ ἔστι δὲ ταὐτὸν συμβουλεύειν καὶ νομοθετεῖν.
000-00-00 Serial Number=0148969650
In illud Vidi dominum Ante [Go Back]  
 [00070]  Καὶ γὰρ οὐδὲ δυνατὸν κατὰ ταὐτὸν τὰ δύο συμβαίνειν, πολλῆς οὔσης τῆς μεταξὺ αὐτῶν διαφορᾶς.
000-00-00 Serial Number=0955904186
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00019]  Καὶ ταὐτὸν πάσχομεν, οἷον ἂν εἴ τις εἰς λειμῶνα εἰσελθὼν, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν ἰδὼν, πολὺ δὲ τὸ ἴον, καὶ τὸ κρίνον τοσοῦτον, καὶ ἕτερα δὲ ἠρινὰ ἄνθη ποικίλα τε καὶ διάφορα, ἀπορήσειε, τί πρῶτον ἴδῃ, τί δεύτερον, ἑκάστου τῶν ὁρωμένων πρὸς ἑαυτὸ καλοῦντος τὰς ὄψεις.
000-00-00 Serial Number=0866338372
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00263]  Οὐ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων παρακαλοῦσι τὸν Θεὸν, οὐδὲ συγγνώμην αἰτοῦσι τῶν πλημμεληθέντων αὐτοῖς, ἀλλὰ τὴν σπουδὴν ταύτην κατὰ τῶν ἐχθρῶν κινοῦσιν ἅπασαν, ταὐτὸν ποιοῦντες, ὥσπερ ἂν εἴ τις τὸ ξίφος ἀκονήσας, μὴ κατὰ τῶν πολεμίων χρῷτο τῷ ὅπλῳ, ἀλλὰ διὰ τῆς οἰκείας αὐτὸ δέρης ὠθοῖ.
000-00-00 Serial Number=0328822434
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00415]  Συμβαίνει γὰρ κατὰ ταὐτὸν ἀναστάντας, οὐ παννυχίδων ἕνεκεν (οὐδὲν γὰρ ἀπὸ τῶν τοιούτων ψυχῶν εὐλαβὲς ἄν ποτε γένοιτο), καὶ διοδεύειν ἀλλήλους κειμένους, καὶ προσφθέγγεσθαι νύκτωρ·
000-00-00 Serial Number=0797510386
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00014]  ὅταν δὲ μὴ ποταμῶν, μηδὲ πηγῶν μόνον, ἀλλὰ ψεκάδος εὐτελοῦς διασώζωμεν μέτρον, πῶς οὐ δέος μὴ καὶ αὐτὸ τὸ μικρὸν τῆς ἐπιρροῆς ἐπιλείπῃ τῷ φόβῳ ξηρανθὲν καὶ γένηται ταὐτὸν ὃ καὶ ἐπὶ τῶν σωμάτων συμβαίνειν εἴωθε;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»