Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τίκτεται [125]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τίκτεται
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0676409304
[00378]
ἐξ ὧν γὰρ ἡ ἀπορία τίκτεται λογισμῶν, ἐκ τῶν αὐτῶν καὶ ἡ τῆς ἀπορίας ἡμῖν ἔσται λύσις.
[01293]
Οὗτος γὰρ ὁ πάντων πραότατος τῶν ἐπὶ τῆς γῆς τίκτεται μὲν τῶν οἰκείων πραττόντων κακῶς, ἀλλοτριωθεὶς [47.472] δὲ τῶν τεκόντων αὐτὸν, καὶ τοὺς γεννησαμένους ἀγνοήσας πᾶσαν τὴν πρώτην ἡλικίαν ὑπὸ βαρβάρων ἀνδρῶν ἀνατρέφεται·
[01797]
Μὴ τοίνυν ὅτι ἀπὸ τοῦ σώματος τοῦτο τίκτεται λέγε μόνον, ἀλλ' εἰ μὴ παραπέμπει τὴν λύμην ἅπασαν καὶ τὴν φθορὰν τῇ ψυχῇ, τοῦτο ἐπίδειξον.
[01800]
τίκτεται μὲν ἀπὸ τοῦ σώματος, τὸν δὲ ἰὸν τῆς οἰκείας κακίας εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ἐκχεῖ.
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0187611103
[00257]
Τοιγάρτοι μυρία ἀπὸ ταύτης τῆς ἀνωφελοῦς χάριτος ἡμῖν τίκτεται τὰ κακά.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0291639984
[01834]
Καὶ καθάπερ ὁ σκώληξ ἀπὸ τοῦ ξύλου τίκτεται, καὶ κατεσθίει τὸ ξύλον, καὶ σὴς κατεσθίει τὸ ἔριον, παρ' αὐτοῦ τὴν ἀρχὴν ἔχων·
[02911]
Ἀλλ' ἐπὶ μὲν τῶν σωμάτων τῶν ἡμετέρων ταῦτα γίνεται, καὶ χολῆς αὐξανομένης τίκτεται πυρετὸς, καὶ τῷ παντὶ ζώῳ λυμαίνεται·
[03014]
οἷον τῆς χολῆς πλεοναζούσης, τίκτεται πυρετὸς, κἂν ἐπικρατήσῃ πέρα τοῦ μέτρου, ταχίστην ἐπάγει τὴν τελευτήν·
[03015]
πάλιν τοῦ ψυχροῦ πλεονάζοντος, παρέσεις καὶ τρόμοι καὶ ἀποπληξίαι καὶ μυρία ἕτερα νοσήματα τίκτεται·
[04250]
Ὅτι ἐκεῖθεν μὲν παροινία, ἐντεῦθεν δὲ σωφροσύνη τίκτεται·
[04382]
πολλάκις γοῦν ἀπὸ γέλωτος αἰσχρὰ ῥήματα τίκτεται, ἀπὸ ῥημάτων αἰσχρῶν πράξεις αἰσχρότεραι·
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr
Ante [Go Back]
000-00-00 Serial Number=0004150510
[00294]
Οὕτω καὶ γυναῖκας ἰδεῖν ἀδιάφορον εἶναι δοκεῖ πολλοῖς, ἀλλ' ἀπὸ τούτου ἐπιθυμία ἀκόλαστος τίκτεται, ἐκ τῆς ἐπιθυμίας πορνεία, ἀπὸ πορνείας πάλιν κόλασις καὶ τιμωρία.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0980327427
[00737]
αὕτη δὲ οὐδαμόθεν τίκτεται ἢ ἀπὸ τῆς τρυφῆς καὶ ἀδηφαγίας καὶ πολλῆς τῆς βλακείας.
[00992]
Μάνθανε καὶ πόθεν αὕτη τίκτεται διὰ τῶν ἐπαγομένων·
De consubstantiali
Ante [Go Back]
000-00-00 Serial Number=0148171186
[00273]
Ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος τὸ εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0043016374
[00887]
Ἑκατέρωθεν οὖν, ἀγαπητὲ, κάρπωσαι μέγιστον κέρδος, καὶ φύγε τὸν τοῦ Ἀδὰμ ζῆλον, εἰδὼς ὅσα ἀπὸ τῆς ῥᾳθυμίας τίκτεται κακά·
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0100851417
[00386]
Ὅρα πόσα ἀπὸ τούτου τίκτεται καλά·
[00388]
ὅρα γὰρ πόσα ἀπὸ τούτου τίκτεται.
De nativitate Joannis Baptistae [1]
Ante [Go Back]
000-00-00 Serial Number=0887734473
[00056]
Ἀμέλει τὸ βρέφος τίκτεται καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανίσταται.
[00077]
οὔπω γεννᾶται τὸ βρέφος καὶ ἐν τῇ κοιλίᾳ αὐτῆς τῷ σκιρτήματι φθέγγεται, οὔπω βοᾶν συγχωρεῖται καὶ δι' ἔργων ἀκούεται, οὔπω μανθάνει τὸν βίον καὶ τὸν θεὸν προκηρύττει, οὔπω γινώσκει τὴν κτίσιν καὶ τὸν δημιουργὸν προμηνύει, οὔπω βλέπει τὸ φῶς καὶ γνωρίζει τὸν ἥλιον, οὔπω τίκτεται καὶ προτρέχειν ἐπείγεται.
De sanctis martyribus [1]
Ante [Go Back]
000-00-00 Serial Number=0083420753
[00077]
σοὶ δὲ μέγιστον ὄφελος ἐκ τῆς ὑποθέσεως τίκτεται.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0514855564
[00108]
Ἡ γὰρ βλασφημία καὶ τὰ φαῦλα ῥήματα τίκτεται μὲν ἔνδον, οὐ μένει δὲ ἔνδον ἐν τῇ ψυχῇ, ἀλλὰ μιαίνει μὲν γλῶτταν διὰ στόματος προφερόμενα, μιαίνει δὲ τὴν δεχομένην ἀκοήν, καὶ καθάπερ δηλητήρια φάρμακα εἰς αὐτὴν ἐμπίπτοντα τὴν ψυχὴν παντὸς σητὸς χαλεπώτερον διατρώγει τὴν ῥίζαν καὶ μετ' ἐκείνης καὶ τὸ λοιπὸν ἅπαν ἀπόλλυσι σῶμα.
[01694]
ἡ δὲ τῆς τρυφῆς καὶ τῆς θεραπείας τῆς περιττῆς καὶ τῆς φροντίδος τῆς ἀνονήτου οὐκ ἀπὸ τῆς φύσεως ὁρμᾶται ἀλλ' ἀπὸ τῆς ῥαθυμίας καὶ τῆς πολλῆς ὕβρεως τίκτεται.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0102570176
[04069]
ἀπὸ ταύτης γὰρ χαρὰ τίκτεται.
[04135]
Εἶτα οὐκ ἐννοεῖς τὸ τούτων εὐμάραντον, καὶ ὅσον ἐντεῦθεν τίκτεται τὸ κακόν;
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0880869210
[03892]
Πολλὰ ἐντεῦθεν τοῖς μὴ προσέχουσι τίκτεται κακά·
[05655]
Πολλὰ ἐντεῦθεν τοῖς μὴ προσέχουσι τίκτεται κακά·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0359143496
[05044]
ταῦτα γὰρ ἀπὸ ὀργῆς τίκτεται τὰ πάθη, ἀμβλυωπία, παραπληξία, καὶ μυρία ἕτερα.
[05280]
Τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων ἔσεσθαι οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου, ἀλλ' ἐν αὐτῷ μέσῳ τῷ θυμῷ τίκτεται.
[09999]
πόθεν τίκτεται;
[09999]
τραῦμα ἡμῖν τίκτεται ἀπὸ τῶν ῥημάτων;
[09999]
Πόθεν οὖν τίκτεται τὰ κακά;
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0172306478
[00661]
Πόθεν οὖν τίκτεται τοῦτο τὸ πάθος, οὕτως ἄλογον ὂν, καὶ ἡδονὴν οὐκ ἔχον, φησί;
[04837]
καὶ ἔτι πρὸς τούτοις ἵνα μάθῃς, ὅτι οὔτε αὐτῷ τις ἀπὸ τοῦ πράγματος γίνεται βλάβη, καὶ πολλοῖς ἐντεῦθεν τίκτεται σωτηρία.
[05326]
Καθάπερ γὰρ ὁ σκώληξ τὰ ξύλα ἀφ' ὧν τίκτεται διατρώγει, καὶ ὁ ἰὸς τὸν σίδηρον ὅθεν πρόεισι δαπανᾷ, καὶ οἱ σῆτες τὰ ἔρια·
[05355]
Καθάπερ γὰρ ὁ σκώληξ τὰ ξύλα ἀφ' ὧν τίκτεται διατρώγει, καὶ ὁ ἰὸς τὸν σίδηρον ὅθεν πρόεισι δαπανᾷ, καὶ οἱ σῆτες τὰ ἔρια·
In Psalmum 118
Ante [Go Back]
000-00-00 Serial Number=0926360011
[01185]
Ἡ γὰρ πάντοτε γινο μένη τῶν τοῦ Θεοῦ δικαιωμάτων μελέτη τὴν βοήθειαν ἡμῖν τὴν αὐτοῦ ἐπισπᾶται, καὶ ἐξ αὐτῆς τίκτεται ἡ σωτηρία.
In dictum Pauli Nolo vos ignorare
Ante [Go Back]
000-00-00 Serial Number=0271071970
[00281]
Οὗτος γὰρ ἰατρείας τρόπος, τὸ λέγειν ἐξ ὧν τίκτεται τὰ νοσήματα, καὶ φάρμακα ἐπιτιθέναι τοῖς τραύμασι.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0853818417
[02389]
Οὐ γὰρ κρυμὸς τίκτεται ἐντεῦθεν, οὐδὲ ὑετὸς, οὐδὲ πηλὸν ποιεῖ καὶ τέλμα βαθὺ, ἀλλὰ τὰ πάντων χαλεπώτερα τούτων, γέενναν συνίστησι, καὶ τὰ τῆς γεέννης κακά.
[02444]
Πόθεν οὖν τίκτεται οὗτος ὁ ἔρως;
[02489]
Οὐδαμόθεν γὰρ ἑτέρωθεν οὕτω τίκτεται τὸ πονηρὸν τοῦτο νόσημα, ὡς ἀπὸ συνηθείας, καὶ κολακείας ῥημάτων, καὶ σχολῆς καὶ ἀργίας καὶ τοῦ μηδὲν ἔχειν ποιεῖν.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0942432106
[00725]
ἀπὸ γὰρ τῆς αὐτῆς διανοίας ἀμφότερα τίκτεται, καὶ ὁ τὸ μικρὸν ὑφελόμενος οὐ παραιτήσεται καὶ μέγα ὑφελέσθαι·
[01166]
ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται.
[01629]
Καὶ εὐθέως τὸ πάντων αἴτιον τίθησι τῶν κακῶν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, καὶ ὅθεν τὰ ἄλλα πάντα τίκτεται, τὴν ὑπεροψίαν.
[01649]
Ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ἡ ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια.
[01651]
Οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται·
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0103531957
[03279]
Οὕτω καὶ ἀλαζονεία τίκτεται, ἀλλοτρίων ἡμῖν ἐπεισερχομένων λογισμῶν.
[03589]
Ἀπὸ γὰρ τούτων πάντα τίκτεται τὰ κακὰ, ὅτι τῆς οἰκετίας οὐδένα ποιούμεθα λόγον·
[05539]
Ὅτι μεγάλα ἐκ τῆς ἐγκρατείας ταύτης τίκτεται κακά·
[09596]
οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ' ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμῶντος τὸ πλημμέλημα.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0526909649
[02030]
τὴν χλόην τὴν ἄκαρπον, ἥνπερ ἅπαντες ἴσμεν, εἰπὲ πῶς τίκτεται;
[02579]
Ἀπὸ τούτων τῶν λογισμῶν ἡ ἐλπὶς τίκτεται.
[02854]
ἀπὸ τούτων γὰρ χαρὰ τίκτεται.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0974244833
[00322]
ἀπὸ δὲ πίστεως εἰλικρινοῦς ἡ ἀγάπη τίκτεται·
[00465]
Ἐκεῖνος ὁ χρυσὸς οὐκ ἀπὸ μετάλλων ἐστὶν, ἃ καταδίκων χεῖρες ὤρυξαν, ἀλλ' ἀπὸ ἀρετῆς τίκτεται.
[01070]
Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον·
[01415]
Καὶ τὸ κέρδος δεικνὺς ὅσον ἐκ τούτου τίκτεται, Ἵνα ἤρεμον, φησὶ, καὶ ἡσύχιον βίον διάγωμεν·
[01834]
Ὅρα πόσα κατὰ ταυτὸν ζητήματα τίκτεται.
[02698]
Ἔνθα δὲ τοῦτο οὐκ ἔστιν, οὐδὲ μάχη οὐδὲ φιλονεικία τίκτεται·
[02913]
οὕτω καὶ ἡ ψυχὴ, ὅταν ὑπέραντλος γένηται τῇ πολλῇ τρυφῇ, θορυβοῦνται μὲν ἔνδον οἱ λογισμοὶ, τὸ δὲ ἤδη συναχθὲν οὐκέτι κενῶσαι ἰσχύοντες, τῷ πάλιν ἕτερον ἐπεισελθεῖν πολὺς ὁ χειμὼν τίκτεται.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0167334497
[01716]
Εἰ γὰρ κυριώτερον ἄνθρωπος, καὶ χωρὶς τούτου τίκτεται, πολλῷ μᾶλλον ἐκ τοῦ κυριωτέρου γεννᾶται.
[01981]
Ἅμα γὰρ τίκτεται, καὶ οὐ καθάπερ ἐκεῖνος ὁ πρῶτος κατὰ μικρὸν, ἀλλ' εὐθέως·
[03441]
νῦν δὲ καὶ ἕτερα πολλὰ τίκτεται ἐκ τοῦ καλλωπισμοῦ, ὑποψίαι φανεραὶ, δαπάναι ἄκαιροι, βλασφημίαι, πλεονεξιῶν ὑποθέσεις.
[04157]
ὥστε καὶ νῦν ἐξ ἑνὸς τίκτεται ἄνθρωπος.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0920279860
[01593]
Μυρία ἐντεῦθεν τίκτεται κακὰ, καὶ οὐδεὶς ὁ διορθούμενος, οὐδεὶς ὁ ἐπιτιμῶν·
[02651]
καὶ ἐκεῖνος ἀπὸ τούτου τίκτεται.
[02675]
Ἀπὸ τούτου γοῦν καὶ ἡ θερμότης τῆς ἀγάπης τίκτεται·
[03642]
Καθάπερ γὰρ τὸ ἔριον, ἀφ' ὧν τίκτεται, ὑπὸ τούτων καὶ ἀπόλλυται·
[03933]
Τὰ μυρία ἐντεῦθεν κακὰ τίκτεται.
[03997]
Ἐντεῦθεν ὕβρεις, λοιδορίαι, βλασφημίαι, ἐκκαύματα τῶν ἡδονῶν, φόνοι, μοιχεῖαι, κλοπαὶ, πάντα ἀπὸ τούτου τίκτεται.
[04204]
ἀπὸ δὴ τούτου ἀεὶ θυμὸς καὶ ὀργὴ τίκτεται.
[04621]
Πρῶτον μὲν οὖν εἰ καὶ ἀδιάφορον ἦν, οὐδὲ οὕτως ἐχρῆν αὐτοῦ καταφρονεῖν, εἰδότα ὅτι τὰ μεγάλα ἀπὸ τούτου τίκτεται κακὰ καὶ αὔξεται, καὶ εἰς πορνείαν τελευτᾷ πολλάκις·
[04623]
Ἴδωμεν οὖν πόθεν τίκτεται·
[05389]
Μεγάλα γὰρ ἀπὸ τούτου κακὰ τίκτεται καὶ μεγάλα [62.136] καλὰ καὶ οἰκίαις καὶ πόλεσιν.
[05563]
Ὢ τῆς ἀνοίας τῶν αἱρετικῶν! τὸ ἤδη τεχθὲν ἐξ ὕδατος, ὅτι τίκτεται, γέννημα ἀληθινὸν ὁμολογοῦσιν·
[05578]
καὶ γὰρ μιγέντων τῶν σπερμάτων, τίκτεται ὁ παῖς·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0852300704
[01154]
Ἐπειδὴ γὰρ διὰ τῆς αἰσθήσεως ταύτης εἰς τὴν ψυχὴν ἡμῶν εἰσρεῖ τῶν ὁρωμένων ἡ θεωρία, καὶ ὡς ἐπὶ πολὺ ἐν πλούτῳ μάλιστα ὁ φθόνος τίκτεται, ὁ δὲ πλοῦτος ἀπὸ ὀφθαλμῶν ὁρᾶται, καὶ αἱ δυναστεῖαι καὶ αἱ δορυφορίαι·
[01657]
Ἐπὶ δὲ τοῦ δούλου οὐχ οὕτως, ἀλλ' ἐκεῖνος τοῖς τῆς φύσεως δεσμοῖς, καὶ τῇ τοῦ γάμου συνηθείᾳ τίκτεται.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0921167374
[00691]
Καὶ παρίημι ὅσα μὲν ἁμαρτήματα ἀπὸ τοῦ πλούτου τίκτεται, ὅσα δὲ ἀγαθὰ ἀπὸ τῆς πενίας·
[03915]
ἐκεῖνος δὲ ἔνδοθεν τίκτεται·
[05789]
αὕτη γὰρ αὐτὴν θερμοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται τὰ ἀγαθά·
[08256]
Καὶ παρίημι λέγειν ὅσος ὁ φθόνος ἐντεῦθεν τίκτεται.
[09042]
Ὁρᾷς ὅσα ἀπὸ τῆς μνήμης τῶν ἁμαρτημάτων τίκτεται καλά;
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0807279766
[00106]
Ὅρα γὰρ ἐντεῦθεν πόσα τίκτεται ἀγαθά·
[02383]
Ἀπὸ ἀνοίας τοῦτο τὸ πάθος τίκτεται.
[04342]
ἀλλὰ γὰρ ἀπ' ἐκείνου τοῦ πένθους καὶ αὕτη τίκτεται·
[04741]
Ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται;
[04851]
Μὴ γὰρ εἰς τὸ διάδημα ἴδῃς, ἀλλ' εἰς τὸ κλυδώνιον φροντίδων, δι' οὗ αὐτῷ ὁ θόρυβος τίκτεται·
[04924]
θλιβῶμεν θλῖψιν, ἀφ' ἧς ἄνεσις βλαστάνει, καὶ μὴ ζητῶμεν τρυφὴν, ἀφ' ἧς πολλὴ θλῖψις καὶ ὀδύνη τίκτεται·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0808305383
[04349]
τὰ γὰρ μεγάλα ἀπὸ τούτων τίκτεται.
[04801]
Ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς τὰ λεγόμενα ἐκδεξώμεθα;
[05185]
Οὐ γὰρ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον, φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ' ἧς ἡ φωνὴ τίκτεται·
[09999]
καὶ γὰρ ἀπὸ τῆς φιληδονίας τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται·
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0014640152
[00778]
ἀπὸ γὰρ ἀπληστίας καὶ τοῦ ἀκορέστου τὸ πρᾶγμα τίκτεται.
[00832]
ἀπὸ ταύτης γὰρ καὶ τὰ λοιπὰ τίκτεται ἀγαθά.
[00837]
Πάντα ἀπ' ἐκείνης τίκτεται·
[00841]
Ἀπὸ δὲ τοῦ φιλεῖν καὶ σωφροσύνη πολλὴ τίκτεται, ἀπὸ τοῦ φιλεῖν πᾶσα ἀναιρεῖται φιλονεικία·
In illud Exiit edictum
Ante [Go Back]
000-00-00 Serial Number=0204900980
[00197]
τελέσαντος δὲ αὐτοῦ τεσσαράκοντα δύο ἔτη, ὁ Χριστὸς τίκτεται·
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0893823087
[00038]
ἔλαβες ἀρχὴν, ἐξ ἧς ἐπιβουλὴ τίκτεται.
[00765]
Ἐκ τούτων τίκτεται φθόνος καὶ βασκανία, καὶ τὰ μυρία δεινά·
In illud Propter fornicationes autem unusquisque suam uxore
Ante [Go Back]
000-00-00 Serial Number=0985442996
[00011]
Ἐξ ἐκεί νου μὲν γὰρ καὶ νόσος οὐκ οὖσα τίκτεται πολλάκις, ἀπὸ δὲ τούτων καὶ τὴν οὖσαν ἀῤῥωστίαν ἀποθέσθαι δυνάμεθα·
[00215]
Ἀπὸ γὰρ σωφροσύνης ἀγάπη τίκτεται, ἀπὸ δὲ ἀγάπης τὰ μυρία ἀγαθά.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0422924578
[00124]
∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἐν φάτνῃ τίκτεται, καὶ ἐν οἰκίᾳ τικτόμενος τρέφεται, καὶ αὐξηθεὶς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλίνῃ, ἵνα σε παιδεύσῃ διὰ πάντων μὴ πρὸς τὰ λαμπρὰ τοῦ βίου τούτου κεχηνέναι πράγματα, ἀλλ' εὐτελείας εἶναι ἐραστὴν πανταχοῦ, καὶ πτωχείαν διώκειν, καὶ περιουσίαν φεύγειν, καὶ ἔσωθεν καλλωπίζεσθαι.
In illud Vidi dominum
Ante [Go Back]
000-00-00 Serial Number=0410955906
[00605]
Οὐκ ἤνεγκε τῆς δυναστείας τὸ μέγεθος, ἀλλ' ὥσπερ ἐξ ἀδηφαγίας μὲν γίνεται φλεγμονή, ἐκ φλεγμονῆς δὲ τίκτεται πυρετός, εἶτα ἐκεῖθεν θάνατος πολλάκις, οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς πολλῆς τῶν πραγμάτων περιβολῆς ἀπόνοια γέγονεν.
In laudem conceptionis sancti Joannis Baptistae
Ante [Go Back]
000-00-00 Serial Number=0232933700
[00155]
Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται·
In natale sancti Joannis prophetae
Ante [Go Back]
000-00-00 Serial Number=0346284986
[00191]
στρατοπεδάρχης γὰρ τοῦ ἐπουρα [61.760] νίου βασιλέως τίκτεται, καὶ τῆς κοσμικῆς τῶν ἁμαρτημάτων λυτρώσεως προκαθαρτής·
[00235]
οὔπω τίκτεται, καὶ προτρέχειν ἐπείγεται.
[00281]
Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τῷ πατρὶ ἀποδίδοται.
In natalem Christi diem
Ante [Go Back]
000-00-00 Serial Number=0455877125
[00013]
Σήμερον ὁ ὢν [56.386] τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν·
[00041]
Σήμερον ὁ γεννηθεὶς ἀῤῥήτως ἐκ Πατρὸς, ἐκ παρθένου τίκτεται, ἀφράστως δι' ἐμέ.
[00072]
Καὶ τίκτεται ἐκ παρθένου ἀγνοούσης τὸ πρᾶγμα·
[00121]
Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπετρέπετο, ἀλλ' ὡς ∆εσπότης τῆς φύσεως ξένον τῆς γεννήσεως εἰσήγαγε τρόπον, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γενόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ' ὡς Θεὸς γεννᾶται.
[00135]
Ὅμως καὶ ἄνθρωπος γινόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ' ὡς Θεὸς γεννᾶται.
[00137]
νῦν δὲ διὰ τοῦτο ἐκ παρθένου τίκτεται, τικτόμενος δὲ καὶ τὴν μήτραν ἀναλλοίωτον τηρεῖ, καὶ τὴν παρθενίαν ἀζήμιον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται.
[00224]
∆ιὰ τί δὲ ἐκ παρθένου τίκτεται, καὶ τὴν παρθενίαν ἀζήμιον τηρεῖ;
In nativitatem Joannis Baptistae
Ante [Go Back]
000-00-00 Serial Number=0215662718
[00117]
τὸ βρέφος τίκτεται καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται·
In parabolam de ficu
Ante [Go Back]
000-00-00 Serial Number=0358119905
[00127]
Σπεύσας κατάβηθι.] Χαριέντως δὲ ὁ εὐαγγε [59.589] λιστὴς εἶπε συκομορέαν ἐπὶ τοῦ Ζακχαίου, ἵνα σημάνῃ ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς συμπέπλεκται τῇ μωρίᾳ, ὅθεν τίκτεται ὁ κάκιστος μόρος.
In secundum domini adventum
Ante [Go Back]
000-00-00 Serial Number=0602806449
[00217]
Ἀλλ' ὢ τῆς ἀνοίας! ὢ τῆς ἀλόγου καὶ ἀναιδοῦς γνώμης! ὢ φιλαμαρτήμονος καὶ φιληδόνου, καὶ πρὸς κακίαν ῥεπούσης ψυχῆς! Καὶ γὰρ ἀπὸ πολλῆς φιληδονίας τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται·
In synaxim incorporalium
Ante [Go Back]
000-00-00 Serial Number=0040072501
[00162]
τίκτεται βασιλεὺς ἀδιάδοχος·
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
000-00-00 Serial Number=0651797295
[00353]
Καὶ γὰρ οὐδὲ μικρά τις ἀπὸ τῆς ὑποψίας ταύτης ἀηδία τίκτεται τούτοις, καὶ ἐνοχλεῖ τῷ συνειδότι διηνεκῶς ἐγκαθημένη, καὶ σκώληκος παντὸς μονιμώτερον διατιτρώσκουσα αὐτῶν τὴν διάνοιαν.
Synopsis scripturae sacrae
Ante [Go Back]
000-00-00 Serial Number=0733554065
[00363]
Τότε τίκτεται Μωϋσῆς ἐκ τῆς φυλῆς Λευῒ, καὶ ἐξέθηκαν αὐτὸν οἱ γονεῖς ἐν θήβῃ.
[00878]
Τότε τίκτεται ὁ Σαμψὼν, καὶ ἰδὼν γυναῖκα ἐν Θαμναθᾶ, ἠράσθη αὐτῆς, καὶ λαβεῖν ἠθέλησε νόμῳ γάμου.
[01128]
Μεθ' ὃ τίκτεται Σολομών.
Visio Danielis
Ante [Go Back]
[00005]
Φίλιππος μὲν ὁ τοῦ Ἀλεξάνδρου πατήρ, αὐτὸς ἔγημε τοῦ Χουσὴθ θυγατέρα βασιλέως Αἰθιωπίας, ἐξ ἧς Ἀλέξανδρος τίκτεται Μακεδών.
[00021]
Καὶ ἔλαβεν Βύζας ὁ βασιλεὺς τὴν Χουσὴθ θυγατέραν βασιλέως Αἰθιωπίας ἐξ ἦς τίκτεται αὐτῷ θυγάτηρ ἣν καὶ ἐκάλεσεν ἐπὶ τὸ ὄνομα τῆς πόλεως αὐτοῦ Βυζαντίαν.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»