Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τέχνης [159]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τέχνης


000-00-00 Serial Number=0968493044
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00496]  Καὶ ἰατρῷ μὲν τοῖς φαινομένοις ἡμῖν συμφέρουσι πολλάκις ἐναντία προστάττοντι, καὶ τὸ καταψυχθὲν μέλος ὑποθεῖναι κελεύοντι κρουνῷ, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐργαζομένῳ παράδοξα οὐκ ἀντιλέξομεν, ἀλλ' ἐπειδὴ φθάσαντες ἐπείσαμεν ἑαυτοὺς ὅτι τῷ τῆς τέχνης λόγῳ τοῦτο ποιεῖ, μετὰ προθυμίας εἴξομεν, καίτοι γε διαμαρτόντι πολλάκις·
000-00-00 Serial Number=0905109882
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00188]  Εἰ γὰρ τεχνίτης ἄνθρωπος καὶ πρὸ τοῦ γενέσθαι τὰ τῆς τέχνης μαθὼν οἶδεν ὅτι καλὰ τὰ παρ' αὐτοῦ μέλλοντα γίνεσθαι, πολλῷ μᾶλλον ἡ ἄρρητος ἐκείνη σοφία βουλήματι μόνῳ τὰ πάντα παραγαγοῦσα καὶ πρὸ τῆς γεννήσεως ᾔδει ὅτι καλά.
000-00-00 Serial Number=0357893646
Ad populum Antiochenum Ante [Go Back]  
 [03273]  Τὸ γὰρ εὐτελὲς τῆς οὐσίας τοῦτο μάλιστα δείκνυσι τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον, ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις οὕτω ποικίλας καὶ παντοδαπὰς καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν.
 [03275]  Ὥστε ὅσῳπερ ἂν κατηγορῇς τοῦ τῆς οὐσίας εὐτελοῦς, τοσούτῳ μᾶλλον θαύμασον τὸ μεγαλεῖον τῆς τέχνης.
 [03276]  Ἐπεὶ καὶ ἀνδριαντοποιὸν οὐχ οὕτω θαυμάζω τὸν ἀπὸ χρυσοῦ καλὸν ἀνδριάντα ποιοῦντα, ὡς τὸν ἀπὸ πηλοῦ τοῦ διαπίπτοντος τῇ τῆς τέχνης εὐπορίᾳ δυνάμενον κάλλος ἐπιδεῖξαι πλάσεως θαυμαστὸν καὶ ἀμήχανον.
 [03277]  Ἐκεῖ μὲν γὰρ καὶ συντελεῖ τι ἡ ὕλη τῷ πλάττοντι, ἐνταῦθα δὲ, γυμνὴ τῆς τέχνης ἐστὶν ἡ ἐπίδειξις.
 [03333]  Τῶν μὲν γὰρ ἀλόγων οὐδὲ ἓν ζώων ἕτερον πρὸς τὴν ἑαυτοῦ χρείαν ὑποζεῦξαι δύναται, ὁ δὲ ἄνθρωπος πάντα ἔπεισι, καὶ διὰ τῆς ποικίλης τέχνης τῆς παρὰ τοῦ Θεοῦ δοθείσης αὐτῷ, πρὸς τὴν μάλιστα
 [03501]  ἐπεὶ εἰ μὴ φυσικὸν ἦν τὸ ἔργον, μηδὲ τῷ γένει συγκεκλήρωτο, ἔδει πάντως τινὰς ἐξ αὐτῶν ἀπείρους εἶναι τῆς τέχνης·
 [04936]  Οὗτος γὰρ ὁ ναὸς, ἐν ᾧ θυσίαι καὶ εὐχαὶ καὶ λατρεῖαι, ἔνθα τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ χερουβὶμ, καὶ ἡ διαθήκη, καὶ ἡ στάμνος ἡ χρυσῆ, τὰ μεγάλα σύμβολα τῆς τοῦ Θεοῦ προνοίας τῆς περὶ τὸ γένος ἐκεῖνο, ἔνθα χρησμοὶ ἄνωθεν συνεχεῖς ἐφέροντο, ἔνθα προφῆται ἔνθεοι ἐγένοντο, ἔνθα οὐκ ἀνθρωπίνης τέχνης, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας ἡ διατύπωσις ἔργον ἐγίνετο, ἔνθα πολλῷ πάντοθεν οἱ τοῖχοι κατελάμποντο χρυσίῳ, καὶ πρὸς πᾶσαν ὑπερβολὴν καὶ ὕλης πολυτέλεια καὶ τέχνης ἀκρίβεια συνελθοῦσαι μόνον τοιοῦτον ἐπὶ τῆς γῆς ἔδειξαν ναὸν τότε·
 [04937]  μᾶλλον δὲ οὐ τέχνης ἀκρίβεια μόνον, ἀλλὰ καὶ Θεοῦ σοφία τῆς οἰκοδομῆς συνεφήψατο ἐκείνης.
000-00-00 Serial Number=0149139524
Adversus Judaeos Ante [Go Back]  
 [00386]  Καὶ γὰρ ἐκεῖνοι πολλὰ πολλάκις διὰ τῆς αὐτῶν τέχνης νοσήματα ἀπήλασαν, καὶ πρὸς ὑγίειαν τοὺς κάμνοντας ἐπανήγαγον.
000-00-00 Serial Number=0514110386
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01190]  Ἀλλ' ὅμως οὕτως ὑπερέσχεν ἡ νόσος, ὡς καὶ αὐτῆς τῆς τῶν ἰατρῶν κρατῆσαι τέχνης, καὶ αὐτοὺς ἐπελθεῖν τοὺς δικάζοντας·
000-00-00 Serial Number=0640572309
Catecheses ad illuminandos Ante [Go Back]  
 [01029]  [7.6] Καίτοι ἐπὶ μὲν τῶν σωματικῶν παθῶν πολλάκις καὶ ἀποδημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα καταβαλεῖν καὶ πολλὰ ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα πεῖσαι ἐκεῖνον τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστήμην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι.
000-00-00 Serial Number=0284563005
Commentarius in Job Ante [Go Back]  
 [01353]  οὐ γὰρ δὴ τῶν ἰατρῶν τῶν τεμνόντων τὰ τραύματα ἐλάττονος δεῖται τέχνης ὁ τὸν παρακλητικὸν ἀναδεδεγμένος λόγον.
 [03343]  οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον.
 [04066]  καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν μεγάλης τέχνης ἦν οὐκ ἔχουσαν θεμέλιον οὐδὲ κρηπῖδα οὐδὲ ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι καὶ πῆξαι βεβαίως οὕτως ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι.
 [04224]  ἦ γὰρ ἂν περιττὰ τὰ ἔργα τῆς τέχνης μὴ δοθείσης.
000-00-00 Serial Number=0219961524
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00426]  Καὶ ἐξῆν ἀσαφείᾳ κρύψαι τὸν λόγον καὶ γὰρ τοῦτο τῆς τέχνης ἀεὶ τῆς σῆς ἀλλ' ἐπέκειντο πάντες πάλιν ἀγνοοῦντες καὶ λύσιν ἐπιζητοῦντες.
 [00574]  Καίτοι γε καὶ μαντικὸν αὐτὸν εἶναί φατε καὶ ἄλλοις ἄλλας διανέμοντες τέχνας καθάπερ ἀνθρώποις τοῖς ὑμετέροις θεοῖς τούτῳ τὴν μαντικὴν ἀνεθήκατε καὶ οὐδὲ μεταδοῦναι αὐτόν σοι τῆς τέχνης ἀξιοῖς.
 [00583]  Εἰ δὲ τῶν πρωτείων ἐκείνῳ παραχωρεῖς ἄν τε τοξεύειν ἄν τε μαντεύεσθαι δέῃ, πῶς ἐν τῷ μέρει τῆς τέχνης ταῦτα προσεδόκησας δράσειν ἅπερ ὁ τὴν ὅλην ἔχων οὐκ ἴσχυσε;
000-00-00 Serial Number=0999154150
De Christi precibus Ante [Go Back]  
 [00187]  τὸ μέρος, ἵνα περὶ τῆς τοῦ παντὸς τέχνης ἀπόδειξιν ἐν τῷ λείποντι δῷ·
000-00-00 Serial Number=0342911720
De Davide et Saule Ante [Go Back]  
 [00033]  Πολέμου γάρ ποτε τοὺς Ἰουδαίους καταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ' ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, καὶ τῶν ἐπὶ τὸ βάραθρον ἀγομένων ἀθλιώτερον ζώντων τὸν βίον, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, καὶ τῆς ἡλικίας καὶ τῆς τέχνης ἀτέλειαν παρεχούσης αὐτῷ τῶν πολεμικῶν πόνων, τὸν ἁπάντων αὐτὸς ἀνεδέξατο πόλεμον, καὶ κατώρθωσεν ἐλπίδος ἁπάσης κρείττονα κατορθώματα.
000-00-00 Serial Number=0955132663
De Lazaro Ante [Go Back]  
 [00870]  Οὐχ ὁρᾷς τοὺς χαλκοτύπους, τοὺς χρυσοχόους, τοὺς ἀργυροκόπους, τοὺς ἡντιναοῦν μετιόντας τέχνην, ἅπαντα τὰ τῆς τέχνης ἔχοντας ἀπηρτισμένα τὰ ἐργαλεῖα, κἂν λιμὸς ἀναγκάζῃ, κἂν πενία θλίβῃ, πάντα αἱρουμένους ὑπομεῖναι μᾶλλον, ἢ τῶν τῆς τέχνης ὀργάνων ἀποδόσθαι τι, καὶ διατραφῆναι;
 [00871]  Πολλοὶ γοῦν πολλάκις δανείσασθαι μᾶλλον εἵλοντο, καὶ διαθρέψαι καὶ τὴν οἰκίαν καὶ τὰ παιδία, ἢ τῶν τῆς τέχνης ἐργαλείων κἂν τὸ μικρότατον ἀποδόσθαι·
 [00872]  καὶ μάλα γε εἰκότως, Ἴσασι γὰρ ὅτι, πραθέντων ἐκείνων, ἄχρηστα τὰ τῆς τέχνης αὐτοῖς ἅπαντα, καὶ ἡ τῆς εὐπορίας ὑπόθεσις ἀνῄρηται πᾶσα.
 [00876]  Καθάπερ γὰρ ἐκείνοις ἐργαλεῖα τῆς τέχνης ἐστὶ σφῦρα καὶ ἄκμων καὶ πυράγρα·
 [00877]  οὕτω δὴ καὶ ἡμῖν ἐργαλεῖα τῆς τέχνης ἐστὶν ἀποστολικὰ καὶ προφητικὰ βιβλία, καὶ πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος.
 [01679]  Καὶ καθάπερ ἐπὶ τῶν γραμμάτων τοῖς μὲν αὐτοῖς ὁρῶμεν αὐτὰ ὀφθαλμοῖς οἵ τε εἰδότες, οἵ τε ἀγνοοῦντες τὰ γράμματα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ, ἀλλ' οἱ μὲν οὐκ εἰδότες γράμματα, ἁπλῶς εἶναι νομίζουσι τὰ βλεπόμενα, οἱ δὲ ἐπιστάμενοι μετὰ πολλῆς τέχνης τὸν ἐναποκείμενον [48.1021] νοῦν ἀναλέγονται·
000-00-00 Serial Number=0125488877
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00062]  Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται, καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν·
 [00091]  Ἐκεῖνα μὲν γὰρ, καίτοι κατὰ φύσιν ἄγρια ὄντα, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται·
000-00-00 Serial Number=0780863106
De consubstantiali Ante [Go Back]  
 [00016]  ἐπὶ μὲν γὰρ τῶν πλεόντων κἂν ἅπαντες καθεύδωσιν, ὁ δὲ κυβερνήτης ἐγρηγορὼς ᾖ μόνος, οὐδείς ἐστι κίνδυνος, τῆς νήψεως τῆς ἐκείνου καὶ τῆς τέχνης ἀντὶ πάντων ἀρκούσης τῷ πλοίῳ·
000-00-00 Serial Number=0752911806
De cruce et latrone ii Ante [Go Back]  
 [00165]  εἶδες πῶς οὐδὲ ἐν σταυρῷ τῆς οἰκείας τέχνης ἐπιλανθάνεται, ἀλλὰ διὰ τῆς ὁμολογίας αὐτῆς λῃστεύει τὴν βασιλείαν;
000-00-00 Serial Number=0709751546
De decem millium talentorum debitore Ante [Go Back]  
 [00030]  τὸ δὲ αἴτιον, ἐπειδὴ μήτε τοῖς εἰρημένοις ἐμβαθύνουσι, μήτε μετὰ τέχνης τῆς κιθάρας ἅπτονται·
 [00107]  ὁ Πέτρος, καίτοι πάντων ἑαυτὸν γυμνώσας, καὶ οὐδὲ τὸ ἄγκιστρον κατέχων λοιπὸν, ἀλλὰ καὶ τῆς τέχνης καὶ τοῦ ἀκατίου καταφρονήσας, προσελθὼν ἔλεγε τῷ Χριστῷ·
000-00-00 Serial Number=0157774806
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00298]  μηδὲ γὰρ πᾶσιν ἐξέστω τοῖς οἰκέταις ἀναμίγνυσθαι, ἀλλ' ἔστωσαν φανεροί, ὥσπερ ἀγάλματι προσιόντες φανεροί, οἱ συναντιλαμβανόμενοι τῆς τέχνης ἡμῖν.
000-00-00 Serial Number=0045577586
De mutatione nominum Ante [Go Back]  
 [00332]  οἱ δὲ τοῖς ὀφθαλμοῖς τῆς τέχνης καταμανθάνοντες ἴσασι τῆς γῆς ταύτης τὴν εὐγένειαν, καὶ τῷ πυρὶ παραδόντες αὐτῆς τὴν βάσανον, ἅπασαν αὐτῆς ἐκκαλύπτουσι τὴν ὑπεροχήν.
 [00334]  οἱ δὲ τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ καταμανθάνοντες, καθάπερ ἐκεῖνοι τοῖς τῆς τέχνης ὀργάνοις, πυρὶ τοῦ Πνεύματος παραδιδόντες αὐτῶν τὴν ἐξέτασιν, ἅπαντα τὸν χρυσὸν αὐτῶν ὄψονται ῥᾳδίως.
000-00-00 Serial Number=0124051571
De paenitentia [1] Ante [Go Back]  
 [01237]  Ἔγνω λοιπὸν ἀπὸ τῆς πείρας, ὅτι οὐκ ἦν συνήθης ὁ χειμὼν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ, καὶ μεῖζον τῆς ἀνθρωπίνης τέχνης τὸ κλυδώνιον, καὶ ὅτι τῶν τοῦ κυβερνήτου χειρῶν ὄφελος οὐδέν·
 [02430]  ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ [49.340] τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων.
 [02586]  πάντα ἐποίησα τὰ τῆς τέχνης, ὁ δὲ νοσερὸς μένει νεκρός.
000-00-00 Serial Number=0350482643
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00134]  ἐνίκησεν ἡ κακία τοῦ νοσήματος τὴν θεραπείαν τῆς τέχνης.
000-00-00 Serial Number=0223130345
De prophetiarum obscuritate Ante [Go Back]  
 [00720]  Εὐτελεῖς γὰρ πολλαχοῦ παραγαγὼν τὰς οὐσίας, καὶ τῆς οἰκείας τέχνης δεῖγμα σαφὲς ἐγκατέθηκε, καὶ τῆς τῶν οὐσιῶν ἀσθενείας ἔλεγχόν τινα ἐγκατέμιξεν·
 [00732]  Εἶδες καὶ τῆς τέχνης τὴν ἐπίδειξιν, καὶ τῆς ἀσθενείας τὸν ἔλεγχον;
000-00-00 Serial Number=0136864483
De sacerdotio Ante [Go Back]  
 [00162]  Ἐνταῦθα τῆς τέχνης ἀπορουμένης καὶ οὐδεμίαν ἐχούσης μηχανήν, ἀλλὰ παντελῶς ἐκβεβλημένης, εἰσελθοῦσα τοσαύτην ἐπεδείξατο τὴν αὑτῆς δύναμιν ἡ ἀπάτη ὅσην αὐτίκα παρ' ἡμῶν ἀκούσῃ.
 [00181]  Καὶ γὰρ ἀπατεὼν ἐκεῖνος ἂν εἴη καλεῖσθαι δίκαιος ὁ τῷ πράγματι κεχρημένος ἀδίκως, καὶ πολλάκις ἀπατῆσαι δέον καὶ τὰ μέγιστα διὰ ταύτης ὠφελῆσαι τῆς τέχνης·
 [00994]  ἐνταῦθα δὲ τοῦτο οὐκ ἔστιν, ἀλλὰ ἂν μὴ πάσας ἐπιστάμενος ᾖ τῆς τέχνης τὰς ἰδέας ὁ μέλλων νικᾶν, οἶδεν ὁ διάβολος καὶ δι' ἑνὸς μέρους, ὅταν ἠμελημένον τύχῃ, τοὺς πειρατὰς εἰσαγαγὼν τοὺς αὑτοῦ, διαρπάσαι τὰ πρόβατα·
 [01226]  Οὐδὲ γάρ, εἰ ζωγράφος ὢν ἄριστος καὶ πάντων κατὰ τὴν τέχνην κρατῶν, τὴν μετὰ πολλῆς τῆς ἀκριβείας ἀναγεγραμμένην εἰκόνα ὑπὸ τῶν τῆς τέχνης ἀπείρων σκωπτομένην ἑώρα, ἔδει καταπεσεῖν καὶ τῇ κρίσει τῶν οὐκ εἰδότων φαύλην ἡγεῖσθαι τὴν γραφήν, ὥσπερ οὐδὲ τὴν ὄντως φαύλην θαυμαστήν τινα καὶ ἐπέραστον ἀπὸ τῆς τῶν ἀτέχνων ἐκπλήξεως.
 [01342]  Ὁ μὲν γὰρ εἴσω λιμένων ἐπὶ τῶν οἰάκων καθήμενος οὔπω τῆς τέχνης ἀκριβῆ δίδωσι βάσανον, τὸν δὲ ἐν μέσῳ τῷ πελάγει καὶ τῷ χειμῶνι δυνηθέντα διασῶσαι τὸ σκάφος, οὐδεὶς ὅστις οὐκ ἂν φαίη κυβερνήτην ἄριστον εἶναι.
000-00-00 Serial Number=0238130331
De sanctis martyribus [2] Ante [Go Back]  
 [00142]  οὐ δεῖται γὰρ χρημάτων, οὐδὲ δαπάνης, οὐδὲ τέχνης τινὸς αὕτη ἡ γραφὴ, ἀλλ' ἀντὶ πάντων ἀρκεῖ προθυμίᾳ χρήσασθαι καὶ λογισμῷ γενναίῳ καὶ νήφοντι, καὶ διὰ τούτου καθάπερ διά τινος χειρὸς ἀρίστης ὑπογράψαι τὰς τιμωρίας αὐτῶν.
000-00-00 Serial Number=0094428003
De siccitate Ante [Go Back]  
 [00062]  Ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ δύνασθαι θεραπεύειν τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς ὕδασι καὶ δριμέσι φαρμάκοις ἀποκαθαίρουσι, καὶ τῆς ἐνούσης αὐτῆς ἀκαθαρσίας τὸ πάθος ἀπολεπτύνουσι τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασιν·
000-00-00 Serial Number=0982749343
De studio praesentium Ante [Go Back]  
 [00048]  Εἰ γὰρ κιθαρῳδὸς τὰς διαφόρους νευρὰς τῇ τῆς τέχνης ἀκριβείᾳ κεράσας, τὰς πολλὰς μίαν ἐργάζεται μενούσας πολλάς·
000-00-00 Serial Number=0133642256
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00739]  ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων.
 [01439]  τὸ δὲ αἴτιον, ἐπειδὴ οὔτε τοῖς εἰρημένοις ἐμβαθύνουσιν, οὔτε μετὰ τέχνης τῆς κιθάρας ἅπτονται.
 [02388]  Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, ἄν τε σίδηρον χαλκεύειν, ἄν τε ἱμάτιον ὑφαίνειν, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν.
 [02574]  Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας, ὅταν ὦσι φθόγγοι ἀπαλοὶ καὶ μαλθακοὶ καὶ μὴ διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ κακίᾳ τῶν νευρῶν·
 [02781]  Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται·
 [04018]  Τὰ μὲν γὰρ θηρία καίτοι κατὰ φύσιν ὄντα ἄγρια, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται·
 [07741]  Καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τὴν ἀπὸ τῆς τέχνης ὠφέλειαν, οὐχὶ τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπόλλυσι.
 [08902]  ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων.
000-00-00 Serial Number=0670892715
Epistula ad Cyriacum Ante [Go Back]  
 [00659]  Καὶ καθάπερ τις θηρευτὴς δεινός, δυσάλωτον μέλλων χειροῦσθαι ζῷον, ἅπαντα κινεῖ τῆς τέχνης τὰ ὄργανα, οὕτω δὴ καὶ αὕτη τὴν σωφροσύνην εἰδυῖα τοῦ νεανίσκου οὐδὲ γὰρ ἔμελλεν ἐν τοσούτῳ χρόνῳ λανθάνειν πολλῆς ἐνόμισεν αὐτῇ δεῖν παρασκευῆς ἐπὶ τὴν αἰχμαλωσίαν τοῦ νεανίσκου καὶ διὰ τοῦτο πάντα ἐκίνει τῆς ἀκολασίας τὰ μηχανήματα καὶ οὐδὲ τούτοις ἠρκεῖτο μόνοις, ἀλλὰ καὶ καιρὸν καὶ τόπον ἐπετήρει πρὸς τὴν θήραν ἐπιτήδειον.
000-00-00 Serial Number=0776853740
Epistulae Ante [Go Back]  
 [00992]  Ἐκείνην τε γὰρ τὴν ὕλην λαμπροτέραν πολλῷ καὶ καθαρωτέραν ἡ τῆς φλογὸς ἀποφαίνει φύσις, ὁμιλοῦσα αὐτῇ χρόνον τοσοῦτον, ὅσον ἂν ὁ τῆς τέχνης ἐπιτρέπει νόμος·
 [01950]  Ἐκείνην τε γὰρ τὴν ὕλην λαμπροτέραν πολλῷ καὶ καθαρωτέραν ἡ τῆς φλογὸς ἀποφαίνει φύσις, ὁμιλοῦσα αὐτῇ χρόνον τοσοῦτον, ὅσον ἂν ὁ τῆς τέχνης ἐπιτρέπει νόμος·
000-00-00 Serial Number=0243333459
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00032]  δύνασαι γάρ, καὶ οὐ μεῖζόν σου τῆς τέχνης τὸ κλυδώνιον·
 [01017]  Καὶ καθάπερ τις θηρευτὴς δεινὸς δυσάλωτον μέλλων χειροῦσθαι ζῶον ἅπαντα κινεῖ τῆς τέχνης τὰ ὄργανα, οὕτω δὴ καὶ αὕτη τὴν σωφροσύνην εἰδυῖα τοῦ νέου οὐδὲ γὰρ ἔμελλεν ἐν τοσούτῳ χρόνῳ λανθάνειν πολλῆς ἐνόμισεν αὐτῇ δεῖν παρασκευῆς ἐπὶ τὴν αἰχμαλωσίαν τοῦ νεανίσκου καὶ διὰ τοῦτο πάντα ἐκίνει τῆς ἀκολασίας τὰ μηχανήματα.
 [01194]  Τοιαύτη σου τῆς τέχνης ἡ σοφία·
000-00-00 Serial Number=0678305924
Expositiones in Psalmos Ante [Go Back]  
 [00104]  ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὰ τῆς τέχνης ἀπήρτισται.
 [01301]  ἂν μὲν γὰρ μετὰ τοῦ ἰατροῦ, καὶ τῆς τέχνης, καὶ τῶν φαρμάκων, καὶ ἡ προαίρεσις ᾖ τοῦ κάμνοντος, ἐκράτησαν τοῦ νοσήματος·
 [01306]  Ἐπὶ μὲν γὰρ τῶν ἰατρῶν πολλάκις καὶ μετὰ τοῦ νοσήματος, καὶ μετὰ τῆς τέχνης, καὶ μετὰ τῶν φαρμάκων ὁ κάμνων ἵσταται, καὶ οὐδὲν ὤνησε, τῆς φύσεως ἀσθενησάσης, καὶ τῆς τέχνης ἀπορησάσης, καὶ τῆς δυνάμεως δραπετευσάσης ἔκ τινος ἐπηρείας·
 [02992]  Σὺ δὲ σκόπει καὶ τὰ νηχόμενα διὰ τοῦ βάθους τῶν ὑδάτων, καὶ τὰ εἰς ὕψος αἰρόμενα ὑπέταξέ σοι διὰ τῆς τέχνης ὁ ∆εσπότης.
 [04755]  Σὺ δὲ σκόπει καὶ τὰ νηχόμενα διὰ τοῦ βάθους τῶν ὑδάτων, καὶ τὰ εἰς ὕψος αἰρόμενα ὑπέταξέ σοι διὰ τῆς τέχνης ὁ ∆εσπότης.
 [06271]  Ἐνταῦθα οὐ χρεία κιθάρας, οὐδὲ νεύρων τεταμένων, οὔτε πλήκτρου καὶ τέχνης, οὐδὲ ὀργάνων τινῶν·
 [06274]  Οὐ χρεία τέχνης ἐνταῦθα χρόνῳ μακρῷ κατορθουμένης, ἀλλὰ προαιρέσεως δεῖ γενναίας μόνον, καὶ δεξόμεθα τὴν ἐμπειρίαν ἐν βραχείᾳ καιροῦ ῥοπῇ.
000-00-00 Serial Number=0307653666
Fragmenta in Job Ante [Go Back]  
 [01675]  οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον, οὐδὲν θεοσεβείας ἄμεινον.
 [01961]  καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν, μεγάλης τέχνης ἦν, οὐκ ἔχουσαν θεμέλιον, οὔτε κρηπῖδα, οὔτε ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι, καὶ πῆξαι βεβαίως οὕτως, ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι.
 [01984]  τὸ γὰρ εὐτελὲς τῆς οὐσίας, τοῦτο δείκνυσι μάλιστα τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον·
000-00-00 Serial Number=0304315031
Fragmenta in Proverbia Ante [Go Back]  
 [01887]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς τέχνης, τοῦ χειμῶνος ἐπικρατοῦντος;
000-00-00 Serial Number=0597717166
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00219]  Εἰ δὲ οἱ μάγοι λέγουσι, Εἴδομεν αὐτοῦ τὸν ἀστέρα, ἀπὸ τῆς οἰκείας τέχνης τέως φθεγγόμενοι, ὕστερον μέντοι χειραγωγηθέντες ἀπηλλάγησαν.
000-00-00 Serial Number=0054852068
In Acta apostolorum Ante [Go Back]  
 [01767]  εὐθέως γὰρ τῆς αὐτοῦ τέχνης τὴν ὠφέλειαν παρέχεται·
 [02415]  Εἰ δὲ, οὐδὲ ὅταν ἀποδυσώμεθα τὰ χρήματα, οὐδέπω ἐν ἀσφαλείᾳ ἑστήκαμεν, ἀλλὰ καὶ ἑτέρας τινὸς τέχνης καὶ ἀκριβείας ἡμῖν δεῖ·
 [02477]  Φυσικὸν τὸ πάθος ἦν, καὶ κρεῖττον τέχνης ἰατρικῆς.
 [09999]  Οὐ μόνον δὲ χαράγματι τέχνης τὸ Θεῖον οὐκ ἔστιν ὅμοιον, ἀλλ' οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ ὑπονοίᾳ ὑποβάλλεται·
 [09999]  Γυνὴ καὶ ταπεινὴ αὕτη, καὶ δῆλον ἀπὸ τῆς τέχνης·
 [09999]  τί δαὶ τὸ κέρδος, ὅταν τὰ μὲν στρώματα ἁπαλὰ καὶ καλὰ ᾖ, καὶ πολλῆς ποικιλίας γέμοντα καὶ τέχνης, ἡ δὲ ψυχὴ ῥάκια περιβεβλημένη ᾖ καὶ γυμνὴ καὶ αἰσχρά;
 [09999]  Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον.
 [09999]  ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἂν μὲν ἱμάτιον μέλλῃς πρίασθαι, καίτοι γε ὑφαντικῆς ἄπειρος ὢν τέχνης, οὐ λέγεις ταῦτα τὰ ῥήματα, ὅτι Οὐκ οἶδα ἀγοράσαι, ἐμπαίζουσί μοι·
 [09999]  Τοῦτο γὰρ σχεδὸν διὰ τούτου δηλοῖ, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν.
 [09999]  Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, φησὶ, χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ Θεῖον εἶναι ὅμοιον.
 [09999]  κοινωνοὺς δὲ ὄντας αὐτοὺς τῆς τέχνης, κοινωνοὺς λαμβάνει καὶ τοῦ θορύβου.
 [09999]  ἀλλὰ δεῖ τῆς τέχνης, καὶ ταύτης ἄνευ, οὐ μόνον ταῦτα οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ βλάπτει·
000-00-00 Serial Number=0108923435
In Eliam prophetam Ante [Go Back]  
 [00104]  τῆς τέχνης τῆς σῆς τὸ γεγενημένον, μηχανᾶσαι κατ' ἐμοῦ φιλανθρωπίας ἀνάγκην, ἵν' ὅταν εἴπω πρὸς σὲ, Κύριε, τὸν υἱὸν τῆς χήρας τὸν νενεκρωμένον ἐλέησον, ἀντιφθέγξῃ καὶ σὺ πρός με·
000-00-00 Serial Number=0357781112
In Genesim sermo 3 Ante [Go Back]  
 [00506]  πλοῦτος πολὺς ὑπῆρχέ μοι ἔν τε ἀγροῖς, ἐν οἴκοις, καὶ τετραπόδοις καὶ ἱματισμοῖς, καὶ ὁ σύζυγός μου ἀμύητος ὢν τέχνης κοσμικῆς, αὐτὰ κατηνάλωσε·
000-00-00 Serial Number=0315492749
In Genesim sermones Ante [Go Back]  
 [00132]  εἰ δὲ ἀπείρως ἡμῶν διέστηκε καὶ ἀσυγκρίτως ὑπερέχει, πῶς οὐκ ἐσχάτης ἂν εἴη μανίας, ἄπειρον αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν ὁμολογοῦντας, καὶ θείαν καὶ ἀκατάληπτον, ὡς περὶ ἀνθρωπίνης τινὸς τέχνης, οὕτω καθ' ἕκαστον τῶν γινομένων ἀπαιτεῖν εὐθύνας αὐτόν;
 [00152]  Οὐ γὰρ ἀνάγκῃ φύσεως ὑπόκειται, οὐδὲ ἀκολουθίᾳ τέχνης δουλεύει.
 [00153]  Καὶ γὰρ καὶ φύσεως καὶ τέχνης καὶ τῶν ὄντων ἁπάντων ἡ βούλησις τοῦ Θεοῦ δημιουργὸς καὶ τεχνίτης ἐστί.
 [00290]  Οὐκ ὀφείλομεν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρώπου νομίζειν τὸ Θεῖον εἶναι ὅμοιον.
 [00339]  Ἀλλ' ὅμως ἑωράκατε πολλάκις λέοντας προβάτων ἡμερωτέρους διὰ τῆς ἀγορᾶς ἀγομένους, καὶ πολλοὶ τῶν ἐν τοῖς ἐργαστηρίοις ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι, μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι' ἧς τὸ θηρίον ἡμέρωσεν·
000-00-00 Serial Number=0517003834
In Joannem Ante [Go Back]  
 [00159]  Ἴστε δὲ ἅπαντες, ὅτι οὐδεὶς χειροτέχνης αἱρήσεται τὸν υἱὸν ποιῆσαι τῆς τέχνης τῆς ἑαυτοῦ κληρονόμον, πλὴν εἰ μὴ σφόδρα καταναγκάζοι πενία·
 [01824]  ἐπειδὴ δὲ τῶν πενεστέρων πολλοὺς οἶμαι κατακεχρῆσθαι αὐτῇ συνεχῶς, ἐκεῖνο ἂν ἡδέως ἐροίμην αὐτοὺς, εἰ μὴ πάντα τὰ τῆς τέχνης ὄργανα, ἧς ἕκαστός ἐστι δημιουργὸς, πλήρη καὶ ὁλόκληρα ἔχει, κἂν μυρία κωλύῃ πενία.
 [03028]  καὶ γὰρ ἄτοπον τὸν μὲν ἰατρὸν μετὰ ἀκριβείας ὑπὲρ τῆς τέχνης ἀγωνίζεσθαι τῆς αὑτοῦ, καὶ τὸν σκυτοτόμον, καὶ τὸν ὑφάντην, καὶ πάντας ἁπλῶς τοὺς τεχνίτας·
000-00-00 Serial Number=0126032591
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00042]  οὐδὲν γὰρ μέγα τέχνης καὶ ἐπιτηδεύματος ὑπὲρ εὐσεβείας καταφρονῆσαι.
000-00-00 Serial Number=0345760286
In Psalmos 101-107 Ante [Go Back]  
 [00752]  ∆ιὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστή μης παρ' ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον.
 [01289]  Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμε νον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν.
000-00-00 Serial Number=0483635306
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00003]  Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν.
000-00-00 Serial Number=0866335928
In Psalmum 118 Ante [Go Back]  
 [00612]  κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος·
000-00-00 Serial Number=0766757011
In Romanum martyrem Ante [Go Back]  
 [00004]  Παλαῖστραι μὲν σώμασιν ἀνδρείαν χαρίζονται, καὶ τέχνης ἀθλητικῆς ἐπιστήμας·
000-00-00 Serial Number=0607424915
In diem natalem Ante [Go Back]  
 [00102]  Ὅτε τῶν Αἰγυπτιακῶν θορύβων καὶ τῆς τοῦ βαρβάρου τυραννίδος τὸν τῶν Ἑβραίων δῆμον ἀπήλλαξεν ὁ Θεὸς, ὁρῶν αὐτοὺς ἔτι λείψανα ἀσεβείας ἔχοντας καὶ περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ μεγέθη καὶ κάλλη ναῶν θαυμάζον [49.355] τας, ἐκέλευσεν αὐτοῖς οἰκοδομηθῆναι ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐν τῇ γῇ ναοὺς ἀποκρύπτοντα.
000-00-00 Serial Number=0397127748
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00311]  Καθάπερ γὰρ παγκρατιαστὴς θαυμαστὸς μὲν ἔστι, καὶ φαινόμενος καὶ εὐεκτῶν καὶ τὴν τέχνην ἔχων ἐν ἑαυτῷ, ὅταν δὲ ἐνεργῇ καὶ φέρῃ πληγὰς καὶ πλήττῃ τὸν ἀντίπαλον, τότε μάλιστα ἀπολάμπει, ἐπειδὴ καὶ τότε μάλιστα ἐνεργεῖται αὐτοῦ ἡ εὐεξία, καὶ διαδείκνυται τῆς τέχνης ἡ δοκιμή·
 [04462]  αἰσχύνθητε ἐκείνους τοὺς βαρβάρους ὑμεῖς οἱ πιστοὶ, τοὺς μὴ δεομένους τέχνης.
000-00-00 Serial Number=0280399621
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01098]  Καθάπερ οὖν τις ἰατρὸς, εἰ βουληθείη διδάξαι τινὰς τὰ ἀπὸ τῆς τέχνης, οἱ μὲν ὀλίγα εἰδότες, κακῶς καὶ ἐναντίως χρώμενοι τῇ τέχνῃ καὶ κατέχειν φιλονεικοῦντες, οὐκ ἂν ἀνά [61.40] σχοιντο μαθεῖν ῥᾳδίως, οἱ δὲ μηδὲν ἐπιστάμενοι μάλιστα ἂν καταδέξαιντο τὰ λεγόμενα·
 [01127]  Εἰ δὲ τοὺς περὶ τέχνης λόγους θαῦμα μέγα ἐνθεῖναι ἰδιώτῃ, πολλῷ μᾶλλον τοὺς ὑπὲρ τοσαύτης φιλοσοφίας.
 [01411]  Ὁ τοίνυν τὰ μείζονα τῆς τέχνης εἰδὼς, πολλῷ πλέον τὰ ἐλάσσονα ἴσχυσεν ἄν.
 [02921]  Καὶ γὰρ ὁ σιδηροκόπος, εἰ βουλη [61.87] θείη μηδενὶ μεταδοῦναι τῆς τέχνης, καὶ ἑαυτὸν καὶ τὰς λοιπὰς ἀνατρέπει τέχνας.
 [02922]  Ὁ σκυτοτόμος ὁμοίως, ὁ γεωργὸς, ὁ σιτοποιὸς, καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τῶν ἀπὸ τῆς τέχνης, οὐχὶ τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ ἑαυτὸν τοῖς ἄλλοις προσαπολεῖ.
 [02935]  Ὥσπερ οὖν οἱ διδάσκαλοι, κἂν πολλοὺς ἔχωσι τοὺς μαθητὰς, ἑκάστῳ μεταδιδόασι τῆς τέχνης·
 [03765]  Ἡ γὰρ μίμησις αὕτη οὐ χρόνων δεῖται καὶ τέχνης, ἀλλὰ προαιρέσεως μόνης.
 [04096]  Ἀλλ' οὐδεὶς, φησὶν, ἥψατο τέχνης μὴ τὸν ἀναγκάζοντα ἔχων.
 [09999]  Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν, χειρῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ τετυλωμένων, καὶ δακτύλων ἀπεσκληκότων, καὶ ἰσχύος πολλῆς, καὶ ξύ-λων καὶ λίθων·
 [09999]  ἄν τε ὑφαίνειν πάλιν ἱμάτιον, οὐ χρυ-σοῦ πάλιν ἡμῖν δὲ καὶ ἀργύρου, ἀλλὰ χειρῶν πάλιν καὶ τέχνης καὶ γυναικῶν ἐργαζομένων.
 [09999]  καὶ παρόμοιον γίνεται, ὥσπερ ἂν ἵππον ἄγριον μαινόμενον καὶ ἀντιτείνοντα ἀνέχοι τῷ χα-λινῷ, καὶ κατέχοι μετὰ τέχνης ἁπάσης·
000-00-00 Serial Number=0310942888
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00782]  ἐὰν δὲ ἀπροσδοκήτως ἐκβῇ, ὡς κἀκείνου ἀπορηθέντος, καὶ τοῦ νοσήματος μείζονος τῆς τέχνης γενομένου, ἀλύει καὶ θορυβεῖται·
 [00930]  Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν ὕλης ὑποκειμένης, ὁ μὲν ἔμπειρος τῆς τέχνης εἰς δέον αὐτῇ κέχρηται, ὁ δὲ ἄπειρος ἠφάνισε, καὶ ἐποίησεν αὐτῷ ζημίαν·
000-00-00 Serial Number=0865736425
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00326]  τέχνης γὰρ δεῖ, ὥστε εὐθέα βάλλειν, καὶ μὴ ἔξω τοῦ σκοποῦ.
 [03314]  Ὥσπερ ἀπό τινος τέχνης τὸ κοράλλιον ἐπιμήκη ἔχει τὴν γραμμὴν, καὶ τὰς γωνίας ἐκτετορευμένας, καὶ τοῦ λευκοῦ χρώματος ἕτερον ἐπιτερπέστερον, τὸ δὲ πράσινον πολὺ πάσης χλωρότητος ἐπιτερπέστερον·
000-00-00 Serial Number=0199585795
In epistulam ad Colossenses Ante [Go Back]  
 [02710]  Ἰδοὺ λέγω, καὶ προλέγω πᾶσιν ὑμῖν, ὅτι ἐάν τις ἁλῷ, οὐ φείσομαι πάλιν, ἄν τε περίαπτον, ἄν τε ἐπῳδὴν, ἄν τε ἄλλο τι τῆς τέχνης τῆς τοιαύτης ποιῇ.
000-00-00 Serial Number=0390847743
In epistulam ad Ephesios Ante [Go Back]  
 [05192]  τὸ δὲ εὔτακτον μετὰ τέχνης γίνεται.
 [06091]  διδασκάλου μανθάνει τις, οὐδὲ διὰ τέχνης, ἀλλὰ διὰ τῶν θείων λογίων.
000-00-00 Serial Number=0676131725
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02759]  καὶ εἴ τις τὴν κυβερνητικὴν, ἢ τὴν τεκτονικὴν ἐπιστήμην γινώσκειν ἐθέλοι, ἢ εἴ τι ἕτερον, τὰ τῆς τέχνης αὐτὸν ἀνάγκη μανθάνειν·
 [08618]  Καθάπερ γὰρ ἐπὶ νευρᾶς, ὅταν ὦσιν οἱ φθόγγοι ἁπαλοὶ καὶ μαλακοὶ, καὶ μὴ [63.207] διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ μαλακίᾳ τῶν νευρῶν·
000-00-00 Serial Number=0930570304
In epistulam ad Philippenses Ante [Go Back]  
 [02434]  Ἀλλ' ἐπὶ ποικιλίᾳ τέχνης;
 [02528]  τίς τέχνης ἔμπειρος γέγονε φόβου χωρίς;
 [03276]  Καὶ ἡμεῖς δὲ κατατομὴν λέγομεν ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων.
 [03398]  Εἰ γὰρ ὁ ἥλιος ἡμᾶς οὐκ ἐκπλήττει διὰ τὸ ἐν συνηθείᾳ εἶναι, πολλῷ μᾶλλον τὰ ἔργα τῆς τέχνης·
000-00-00 Serial Number=0773882985
In epistulam ad Romanos Ante [Go Back]  
 [00592]  Ὁ δὲ σκηνοποιὸς οὗτος οὐ Σικελίαν μόνον οὐδὲ Ἰταλίαν, ἀλλὰ πᾶσαν ἐπέδραμε τὴν οἰκουμένην, καὶ οὐδὲ ἐν τῷ κηρύττειν τῆς τέχνης ἀπέστη, ἀλλὰ καὶ τότε δέρματα ἔῤῥαπτε, καὶ ἐργαστηρίου προειστήκει·
 [04495]  Ὥσπερ οὖν ὁ λέγων, ὅτι Οὐκ ἐν τῇ κιθάρᾳ, οὐδ' ἐν τῇ νηῒ ἡ τέχνη, ἀλλ' ἐν τῷ κυβερνήτῃ καὶ τῷ κιθαρῳδῷ, οὐ τὰ ἔργα διέβαλεν, ἀλλὰ τὸ μέσον ὅσον πρὸς τὸν τεχνίτην τῆς τέχνης ἔδειξεν·
 [06732]  Εἰ γὰρ ἑκάστης τέχνης τοὺς δημιουργοὺς δεῖ ζητεῖν κριτὰς, πῶς τῆς ἀρετῆς τὴν δοκιμασίαν τοῖς πολλοῖς ἐπιτρέπεις, ἀλλ' οὐχὶ πρὸ πάντων ἐκείνῳ τῷ μάλιστα πάντων εἰδότι, καὶ συγκροτῆσαι καὶ στεφανῶσαι δυναμένῳ;
 [06788]  Οὐδὲ γὰρ εἰ ζωγράφος ὢν μαθητήν τινα εἶχες, εἶτα ἐκεῖνος ἀφεὶς ἐπιδείξασθαί σοι τὰ τῆς τέχνης, τὸν πίνακα ἔξω προτιθεὶς τοῖς παρατηροῦσιν ἁπλῶς, πράως ἂν ἤνεγκας.
000-00-00 Serial Number=0611559689
In illud Ne timueritis Ante [Go Back]  
 [00677]  Τὴν γὰρ οἰκίαν θαυμάζομεν, καὶ τὸν παράδεισον, καὶ τὸν λειμῶνα, καὶ τῶν ἱματίων τὸ κάλλος, ἃ τῶν ἐργασαμένων τῆς τέχνης ἐστὶν ἐγκώμιον, οὐ τῆς τῶν κεκτημένων ἀρετῆς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τῆς κακίας ἀπόδειξις.
000-00-00 Serial Number=0433185339
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00044]  Καὶ μή μοι λεγέτω τις, Καὶ τί γὰρ μέγα καὶ θαυμαστὸν, καὶ αὐτὸν, ἀπὸ τῆς αὐτῆς ὄντα τέχνης, μὴ ἐπαισχύνεσθαι τοῖς ὁμοτέχνοις;
000-00-00 Serial Number=0651841104
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00184]  καὶ τοῦτο κώλυμα ἐκείνου οὐκ ἐγίνετο, ἀλλὰ καὶ αἱ χεῖρες εἰργάζοντο, καὶ ἡ χάρις ἐνήργει, καὶ ἀμφοτέραις ἀπεκρίνατο ὁ σκηνοποιὸς, τῇ μὲν τὸ ἀπὸ τῆς τέχνης, τῇ δὲ τὸ ἀπὸ τῆς χάριτος παρέχων.
000-00-00 Serial Number=0882775664
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00010]  Ὅπερ γὰρ εἶπον, οὐ νόμῳ φύσεως ἐδούλευεν, οὐδὲ τάξει τέχνης, ἀλλ' ἐξουσίᾳ δυνάμεως.
 [00069]  Μὴ τοίνυν τὴν αἰσθητὴν μόνον προσέχωμεν τράπεζαν, ἀλλὰ καὶ τὴν νοερὰν ὑμῖν παραθῶμεν ἀπὸ τῶν Παύλου ῥημάτων τὴν ἑστίασιν ὑμῖν ἐργαζόμενοι, καὶ τὸν σκηνοποιὸν εἰς μέσον ἄγοντες, τὸν ἰδιώτην, τὸν ἀμαθῆ, τὸν τῆς οἰκουμένης διδάσκαλον, τὸν τοῖς δαίμοσι φοβερὸν, τὸν νοσήματα ἐλαύνοντα, τὸν ἄνω καὶ κάτω περιτρέχοντα, τὸν εἰς παράδεισον ἐλθόντα, τὸν εἰς τρίτον ἀνελθόντα οὐρανὸν, τὸν ἐν τῇ τέχνῃ τοσαύτην ἔχοντα τὴν χάριν, τὸν οὐ παρὰ τῆς τέχνης διακωλυόμενον, ἀλλ' ἐπιτήδευμα μεταχειρίζοντα, καὶ λάμποντα τοῖς κατορθώμασιν.
 [00192]  Ὢ πῶς οὐδὲ οὗτος οὐδαμοῦ τῆς τέχνης τῆς ἑαυτοῦ ἐπελάθετο! ἀλλὰ πανταχοῦ ἡλίευε, καὶ ἐν δικαστηρίῳ, καὶ ἐν θαλάσσῃ, καὶ ἐν νήσῳ, καὶ ἐν γῇ, καὶ ἐν ἐρήμῳ, καὶ ἐν οἰκουμένῃ.
000-00-00 Serial Number=0716766417
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00007]  Τούτῳ τῷ παραδείγματι τῆς σκηνῆς καὶ Σολομὼν ᾠκοδόμησε ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐπὶ γῆς ναοὺς ἀποκρύπτοντα·
000-00-00 Serial Number=0071910858
In operarios undecimae horae Ante [Go Back]  
 [00007]  Τοσούτῳ γὰρ τέχνης κρεῖττόν ἐστιν <ἡ γραφή>, ὅσῳπερ ἂν καὶ τοῦ γηγενοῦς σώματος ἡ ἐξ οὐρανῶν δοθεῖσα ψυχή.
000-00-00 Serial Number=0122627437
In principium Actorum Ante [Go Back]  
 [00625]  Ἀπ' αὐτῶν τῶν ὠδίνων ἡ πήρωσις τῆς φύσεως ἦν, καὶ μεῖζον ἰατρικῆς τέχνης τὸ νόσημα, ἵνα μειζόνως ἐπιδειχθῇ ἡ τοῦ Θεοῦ χάρις.
000-00-00 Serial Number=0559527993
In principium indictionis [1] Ante [Go Back]  
 [00048]  ὥσπερ γάρ τι δύσκωφον θηρίον τῆς τῶν ἐπᾳδόντων τέχνης ἀνήκοον ἔμενεν, ὥσπερ ἀντιλέγειν τοιαῦτα δοκοῦν τοῖς βιαζομένοις ἀνόνητα·
000-00-00 Serial Number=0669175446
In sancta et magna parasceve Ante [Go Back]  
 [00058]  Καὶ δάκτυλοι δεσμοῖς ἐνηλοῦντο βλέφαρα πλάσαντες, καὶ ὁ θεραπευτὴς τῆς φύσεως κατείχετο μὴ τὸ οἰκεῖον πληρῶσαι τῆς τέχνης ἔργον.
000-00-00 Serial Number=0516685724
In sanctam Pelagiam Ante [Go Back]  
 [00016]  ἡ δὲ τυχοῦσα τῆς τέχνης, τὸν ὄντως εὐθὺς ἠμφιέννυτο κόσμον·
000-00-00 Serial Number=0132296979
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00141]  καὶ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ, ἀνεπισκίαστον ὀφθῇ τὸ θαῦμα, δίκης κατὰ τὸ ἄγος οὐ τέχνης ἐμφαινομένης.
 [00192]  [48] Ἐπειδὴ οὖν ταῦτα μεγάλων μυστηρίων χάριν ἐπράττετο ἐπὶ τοῦ σωτῆρος πάσχοντος, διὰ τοῦτο καὶ ἡμεῖς καθ' ἕ καστον πάσχα τοῦ μυστηρίου τὴν σημασίαν ἀνανεοῦσθαι πειρώμενοι καὶ τὰς προθεσμίας συνάγομεν ὅση δύναμις, καὶ παραλαμβάνομεν καὶ τὴν τεσσαρεσκαιδεκάτην, οὐ μόνον διὰ τὰς λοιπὰς θεωρίας τὰς εἰρημένας καὶ τὰς μὴ ῥηθείσας, ἀλλὰ καὶ διὰ τὸ δῦναι τὸν ἥλιον μεσημβρίας, ἵνα φαίνηται οὐ τέχνης ἑλληνικῆς ἀλλὰ δίκης ἔργον τὸ σκότος, ὡς πολλάκις ἐρρήθη, οὐχ ὑποδραμούσης σελήνης ἀλλὰ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ καὶ οὕτως, ὡς ἄν τις εἴποι, κινουμένης γινόμενον, ἵνα ᾖ σημεῖον τοῦ συμβεβηκότος θαύματος ἡ τεσσαρεσκαιδεκάτη τοῖς πᾶσιν αἰώνιον, παραλαμβάνομεν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν διὰ τὰς προρρηθείσας αἰτίας, καὶ ὁλόκληρον τοῦ μυστηρίου τὴν θεωρίαν τῇ τῶν προθεσμιῶν συνδρομῇ ἐκτελοῦντες καὶ τὴν τῶν Ἰουδαίων ἄνοιαν καὶ τὴν τῶν μὴ τοῦτον τὸν τρόπον ἀσμενιζόντων αἱρετικῶν μανίαν ἀποπεμπόμεθα, καὶ χαρα κτῆρα ὁλοτελῆ τῆς τοῦ παντὸς ἀνακεφαλαιώσεως ἐπὶ τῇ τοῦ πάσχα ἱερᾷ τελετῇ προβαλλόμεθα.
 [00224]  ὁ μεντοὶ τεχνίτης ὁ μέτρων ἁρμονίαν εἰδὼς οἶδε τὸ ὁμαλὸν τῆς τέχνης, κἂν ἡ ὄψις τῶν [56] στίχων ἀνώμαλος φαίνηται.
 [00225]  Αὐτίκα γοῦν, ἄδελφε, νῦν μὲν γίνεται δευτέρᾳ ὀγδόου ἡ ἀναστάσιμος, εἰς δὲ τὸ ἐπιὸν ἑπτακαιδεκάτῃ ἑβδόμου μηνὸς γίνεται, καὶ πάλιν εἰς τὸ ἑξῆς ἐννάτῃ ἑβδόμου μηνός, καὶ αὖθις εἰς τὸ τρίτον ἔτος εἰκάδι ἐννάτῃ τοῦ <αὐτοῦ> μηνὸς ἡ ἀναστάσιμος γνωρισθήσεται, καὶ οὐδεὶς πρὸς ταῦτα βλάπτεται, οὐδεὶς πρὸς ταῦτα λυπεῖται, ἀλλ' ἕκαστος τὴν ἁρμονίαν ζητεῖ τῆς τέχνης καὶ τῷ τῆς ἐπιστήμης λόγῳ εὐφραίνεται.
000-00-00 Serial Number=0748536944
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00004]  ἐπειδὰν δὲ τῆς γαλήνης ἡ εὐδία παραμείνασα τοὺς ναύτας ἐκλύσῃ, καὶ τοὺς μὲν καθεύδειν, τοὺς δὲ καὶ παιδίοις ἐμπιστεύειν τὰ τῆς ὁλκάδος πηδάλια παρασκευάσῃ, καὶ τοῦ μὲν κυβερνήτου ἀμεριμνοῦντος, τῶν δὲ ναυτῶν τὸν πόνον τῆς τέχνης τῇ εὐδίᾳ λυσάντων, ἄφνω δὲ λαίλαπος τραχυτάτου κατασπιλάσαντος, ἐπὶ τὸ πέλαγος ἀδοκήτως ἐκδράμωσιν οἱ ἄνεμοι, καὶ ἄρξηται ἡ θάλασσα ἐξ [64.20] αγριαινομένη μορμύρειν, καὶ ἡ τῶν κυμάτων πληθὺς ἐμποδίζειν τῇ νηῒ, καὶ αἱ τῶν πολυπλόκων σχοινίων διατάσεις αἱ ἀμφὶ τὸν ἱστὸν ἠρτημέναι τῇ τῶν ἀνέμων βιαίᾳ ἐμβολῇ μαστιζόμεναι συρίζωσιν·
000-00-00 Serial Number=0698095858
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00299]  οὐχ ἅλωνα παρεσκεύαζον, οὐ καρπὸν ἔτριβον, οὐ πνευμάτων ἔχρῃζον πρὸς τὸ διακρῖναι τοὺς πυροὺς τῶν ἀχύρων, οὐ μύλην ἔστρεφον, οὐ κλίβανον ᾠκοδόμουν, οὐ ξύλα καὶ πῦρ εἰς τὴν οἰκίαν εἰσῆγον, οὐκ ἀρτοποιητικῆς ἐδέοντο τέχνης, οὐ μάκελλαν μετεχείριζον, οὐ δρεπάνην ἠκόνων·
 [00300]  οὐκ ἄλλης τινὸς ἐδέοντο τέχνης, ὑφαντικῆς καὶ οἰκοδομικῆς καὶ τῆς τὰ ὑποδήματα παρεχούσης, ἀλλὰ πάντα ἦν αὐτοῖς ὁ τοῦ θεοῦ λόγος καὶ ἐσχεδιασμένην εἶχον τράπεζαν, καὶ ἱδρώτων καὶ πόνων ἀπηλλαγμένην.
000-00-00 Serial Number=0892082691
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00039]  τοὺς πίνοντας τὰ δηλητήρια φάρμακα, ἢ τοὺς κεραννύντας τὴν κύλικα, καὶ κατασκευάζοντας αὐτὰ, καὶ διὰ τῆς τέχνης ἀπολλύντας τῆς ἑαυτῶν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»