Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σφοδρὸν [79]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σφοδρὸν


000-00-00 Serial Number=0020802617
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00721]  Ταῦτα οὖν σε λυπεῖ καὶ θορυβεῖ, ὅτι τοσοῦτον παρήλασας τοὺς ὁμήλικας, ὅτι καὶ σφοδρὸν καὶ ἀναίσχυντον ἔχων τὸν ἀνταγωνιστὴν πολλῷ τῷ μέτρῳ τοὺς μετὰ σοῦ τρέχοντας ὑπερηκόντισας.
000-00-00 Serial Number=0872753918
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00250]  [6.1] Τοῖς μὲν οὖν εὐγνώμοσιν ἀρκεῖ καὶ πρὸ τῆς διὰ τῶν ἔργων ἀποδείξεως ἡ ἀπόφασις αὐτὴ μόνη τοῦ Θεοῦ, οὐχὶ τὴν πρόνοιαν αὐτοῦ δεικνῦσα μόνον, ἀλλὰ καὶ τὸν σφοδρὸν ἔρωτα τὸν περὶ ἡμᾶς.
 [00324]  Παρήγαγεν εἰς μέσον τὸν πατέρα, τὴν μητέρα, τὸν νυμφίον, τὸ διάστημα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τὸ μέσον τῶν ἀνατολῶν πρὸς δυσμάς, τὸν φυτουργὸν καὶ περὶ λάχανα πονούμενον, τὸν οἰκοδόμον τῶν γενησομένων, τὸν σφοδρὸν ἐραστὴν τὸν ταραττόμενον, εἰ καὶ μέχρι ῥημάτων λυπήσειε τὸν ἐρώμενον·
000-00-00 Serial Number=0643743277
Ad populum Antiochenum Ante [Go Back]  
 [00418]  ∆ιὰ τοῦτο ἐν ἅπασιν ὁ Παῦλος ηὐχαρίστει τῷ Θεῷ, εἰδὼς ὅτι εὐδοκιμώτερον αὐτὸν διὰ τούτων εἰργάζετο, καὶ τῆς προθυμίας αὐτοῦ τὸ σφοδρὸν ἐν ἅπασιν ἐδείκνυεν, οὐδενὶ τούτων τῶν κωλυμάτων ἐγκοπτόμενος.
 [01332]  καὶ οὐκ ἀναμίγνυσι μόνον τῇ γῇ, ἀλλὰ καὶ εὔχεται γενέσθαι σφοδρὸν τὸν ὑετὸν, ὥστε κατασαπῆναι τὰ καταβληθέντα ἅπαντα, καὶ γενέσθαι πηλόν.
 [05992]  ἀλλὰ στενάξας κάτωθεν βαρὺ καὶ πικρὸν, Ὁμολογοῦμεν, φησὶν, ὦ βασιλεῦ, καὶ οὐκ ἂν ἀρνηθείημεν τὸν ἔρωτα τοῦτον, ὃν περὶ τὴν πατρίδα ἐπεδείξω τὴν ἡμετέραν, καὶ διὰ τοῦτο μάλιστα θρηνοῦμεν, ὅτι τὴν οὕτω φιλουμένην ἐβάσκηναν δαίμονες, καὶ περὶ τὸν [49.215] εὐεργέτην ἀγνώμονες ἐφάνημεν, καὶ τὸν σφοδρὸν ἡμῶν παρωξύναμεν ἐραστήν.
000-00-00 Serial Number=0037745416
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00844]  Ὅταν οὖν καὶ τῇ φύσει, καὶ τῷ χρόνῳ σφοδρὸν οὕτω τὸ ἁμάρτημα γίνηται τοῦτο, ἐννόησον ὅσην οἴσει τὴν φλόγα ἐπὶ τὴν τῶν τολμώντων αὐτὸ κεφαλήν.
 [00871]  οὕτως αὐτῆς κατέγνω, ἐπειδὴ τὸ σφοδρὸν οὐκ εἶχε καὶ ἐπιτεταμένον.
000-00-00 Serial Number=0672328353
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00357]  [11] Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὴν ἀσπίδα, τὸ δόρυ, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς τε σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρὸν πνεόντων καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ' εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων·
000-00-00 Serial Number=0506311476
De Lazaro Ante [Go Back]  
 [02707]  Ἵνα γὰρ διδάξῃ αὐτὸν, ὅτι αὐτὸς μὲν τὴν οἰκείαν εὐσπλαγχνίαν περὶ αὐτὸν ἐπιδείκνυσι, καὶ εἰς οἶκτον ἐπικάμπτεται, ὁρῶν αὐτοῦ τῆς κολάσεως τὴν ἐπίτασιν, οὐδὲν δὲ πλέον αὐτῷ εἰς παραμυθίαν ἐνεγκεῖν δύναται, μονονουχὶ ἀπολογούμενος αὐτῷ φησιν, ὅτι Ἐβουλόμην χεῖρά σοι ὀρέξαι, καὶ ἐπικουφίσαι σου τὰς ἀλγηδόνας, καὶ τῶν τιμωριῶν ὑποτέμνεσθαι τὸ σφοδρὸν, ἀλλὰ προλαβὼν αὐτὸς ταύτης ἀπεστέρησας ἑαυτὸν τῆς παραμυθίας·
000-00-00 Serial Number=0228666306
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00173]  ἀλλ' αὐτὰ τὰ ἐν τοῖς οὐρανοῖς τίθει, καὶ τότε αὐτοῦ ὄψει τὸν σφοδρὸν ἔρωτα τὸν πρὸς τὸν Χριστόν.
000-00-00 Serial Number=0076189220
De non iterando conjugio Ante [Go Back]  
 [00061]  Εἰ δὲ καὶ ὀρφανοὶ τύχωσι καταλειφθέντες, νέοι μὲν ὄντες κομιδῇ, σφοδρὸν τὸ παρὰ τῶν δυναμένων συνιέναι τῶν γινομένων τῇ μητρὶ τὸ μῖσος ἐξαπτοῦσιν·
000-00-00 Serial Number=0427358270
De paenitentia [1] Ante [Go Back]  
 [00923]  Οὐδὲ γὰρ οὕτως αἱ κόμαι τῶν δένδρων ἀντὶ στέγης τοῖς προβάτοις γινόμεναι κατὰ τὸ μεσημβρινὸν τῆς ἡμέρας ἀναπαύουσι τὰ πρόβατα, ποθεινήν τε καὶ ὠφέλιμον παρέχουσι τὴν σκιὰν, καὶ μετὰ πολλῆς κατακοιμίζουσι τῆς ἡδονῆς, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις τὰς ὀδυνωμένας ψυχὰς καὶ ἀθυμίᾳ κατεχομένας ἀνακτᾶται καὶ καταψύχει, τὸ μὲν σφοδρὸν καὶ διακαὲς τῆς ὀδύνης ἀποχριομένη, παραμυθίαν δὲ σκιᾶς ἁπάσης ἡδίω καὶ τερπνοτέραν παρέχουσα.
000-00-00 Serial Number=0880137742
De precatione [1] Ante [Go Back]  
 [00041]  Ὅταν οὖν ἴδω τινὰ μὴ φιλοῦντα προσευχὴν, μηδὲ θερμὸν ἔρωτα ταύτης ἔχοντα καὶ σφοδρὸν, ἤδη μοι οὗτος δῆλός ἐστιν ὡς οὐδὲν γενναῖον ἐν τῇ ψυχῇ κέκτηται.
000-00-00 Serial Number=0440439463
De sacerdotio Ante [Go Back]  
 [00702]  Καὶ γὰρ καὶ σεμνὸν καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ σφοδρὸν καὶ ἥμερον εἶναι δεῖ, ἵνα πρὸς ἅπαντα ταῦτα εὐκόλως μάχεσθαι δύνηται καὶ τὸν ἐπιτήδειον μετὰ πολλῆς τῆς ἐξουσίας, κἂν ἅπαντες ἀντιπίπτωσι, παράγειν καὶ τὸν οὐ τοιοῦτον μετὰ τῆς αὐτῆς ἐξουσίας, κἂν ἅπαντες συμπνέωσι, μὴ προσίεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾶν, τὴν ἐκκλησιαστικὴν οἰκοδομὴν καὶ μηδὲν πρὸς ἀπέχθειαν ἢ χάριν ποιεῖν.
000-00-00 Serial Number=0691113889
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04797]  Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον, τὸ διὰ Χριστὸν δεδέσθαι·
 [07397]  Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον τὸ διὰ τὸν Χριστὸν δεδέσθαι.
 [09026]  Τοὺς τῶν ἁγίων βίους καὶ τὴν πολιτείαν διὰ τοῦτο ἀναγράπτους ἡμῖν καταλέλοιπεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα μαθόντες, ὡς τῆς αὐτῆς ὄντες ἡμῖν φύσεως ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, διαναστῶμεν περὶ τὴν ταύτης ἐργασίαν, καὶ σφοδρὸν τὸν ἔρωτα τῆς πρὸς αὐτοὺς ἀγάπης ἀνάψωμεν.
000-00-00 Serial Number=0081851840
Epistulae Ante [Go Back]  
 [00650]  Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς.
 [00718]  οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας·
 [01232]  Καὶ ἰατροὶ πάλιν ὅταν ἴδωσι τὸν πυρετὸν ἐγερθέντα, καὶ σφοδρὸν γενόμενον, οὐ μόνον οὐ καταλιμπάνουσι τὸν νοσοῦντα, ἀλλὰ καὶ τότε καὶ αὐτοὶ πάντα ποιοῦσι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων μείζονι κεχρημένοι τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ, [52.677] ὥστε λῦσαι τὸ κακόν.
 [01608]  Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς.
 [01676]  οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας·
 [02190]  Καὶ ἰατροὶ πάλιν ὅταν ἴδωσι τὸν πυρετὸν ἐγερθέντα, καὶ σφοδρὸν γενόμενον, οὐ μόνον οὐ καταλιμπάνουσι τὸν νοσοῦντα, ἀλλὰ καὶ τότε καὶ αὐτοὶ πάντα ποιοῦσι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων μείζονι κεχρημένοι τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ, [52.677] ὥστε λῦσαι τὸ κακόν.
 [02543]  Ἀλλὰ μένομεν ἀκμάζουσαν αὐτὴν διατηροῦντες, καὶ τὸν σφοδρὸν ἡμῶν καὶ θερμὸν ἐραστὴν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπέλθωμεν, πανταχοῦ περιφέροντες ἄπιμεν, ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ.
 [02550]  Ἡμεῖς δὲ εἰ τῶν εἰς τοῦτο διακονησομένων ἡμῖν εὐποροῦμεν, νιφάδας ἂν ἐπέμψαμεν γραμμάτων πρὸς ἄνδρα οὕτω χρηστὸν, καὶ ἐπιεικῆ, καὶ σφοδρὸν ἡμῶν ἐραστὴν, καὶ μετὰ τοσαύτης ἐπιθυμίας δεχόμενον ἡμῶν τὰς ἐπιστολάς.
 [02954]  Οἶσθα γὰρ ἡλίκος ἐστὶν ὁ μισθὸς Ἐκκλησίαις πονουμέναις χεῖρα ὀρέγειν, ταραχὴν τοσαύτην εἰς γαλήνην μεταθεῖναι, καὶ πόλεμον οὕτω σφοδρὸν καταλῦσαι.
 [03111]  Οὕτως ἡμῶν σφοδρῶς ἐρῶν οὐδὲ γὰρ ἔλαθες ἡμᾶς, ἐπείπερ οὐ δυνατὸν ἐραστήν ποτε σφοδρὸν λαθεῖν τὸν ἐρώμενον, γραμμάτων ἡμᾶς οὐκ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῇ κατέχειν τὸν ἔρωτα;
 [03195]  ὅταν δὲ ἐννοήσωμεν, ὅτι σοὶ καὶ τοῦτο φροντίς ἐστιν, οὐ μικρὰ καὶ τοῦτο ὑγείας ἡμῖν ὑπόθεσις γίνεται, ὅτι οὕτω σφοδρὸν ἔχομεν ἐραστήν.
000-00-00 Serial Number=0668854296
Expositiones in Psalmos Ante [Go Back]  
 [00800]  Ἀλλ' ὁ μὲν νυμφίος μετὰ τὰς πρώτας ἡμέρας καταλύει τὸ σφοδρὸν τοῦ ἔρωτος·
000-00-00 Serial Number=0067698002
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01541]  καθάπερ ἐπὶ δρυμοῦ τινος, πρόῤῥιζον αὐτὴν ἀνέλετε ξύλον, τοὺς ἄνδρας ἀκάρπους ὄντας, σκληροὺς ἅμα, καὶ τὸ σφοδρὸν τῶν πολεμίων δείκνυσιν.
 [01616]  Τὸ σφοδρὸν ὅρα πῶς παρίστησιν·
000-00-00 Serial Number=0079113662
In Acta apostolorum Ante [Go Back]  
 [02081]  Ὅταν γὰρ μηδὲ πνεῦμα σφοδρὸν ἀπὸ ταύτης ἐξέρχηται τῆς ψυχῆς, ἀλλ' ἥμεροί τινες λόγοι καὶ προσηνεῖς, καὶ ὄντως ἐκεῖνο τὸ τοῦ ζεφύρου ἤρεμον εἰκονίζοντες, καὶ παραινέσεις, οὐδὲν μὲν ἔχουσαι στῦφον, τοὺς δὲ ὄρνιθας τοὺς ᾠδικοὺς μιμούμεναι·
 [02652]  καὶ οὐδὲν σφοδρὸν ἐπιδεικνύμεθα.
 [04068]  τὸ δὲ πήχεων τοῦτο δέκα εἶναι τὸ πλάτος καὶ τὸ μῆκος, τὸ σφοδρὸν σημαίνει καὶ τὸ μέγεθος τῶν κακῶν·
 [07570]  τοῦτο ἐλεημοσύνη, μὴ σφοδρὸν μόνον προχεῖσθαι τὸ νᾶμα, ἀλλὰ καὶ διηνεκές.
 [09999]  πῶς τὸν σφοδρὸν ὑποστείλειε πυρετόν;
 [09999]  καὶ καθάπερ πυρετὸς ὅταν σφοδρὸν πνεύσῃ, τότε δεῖται τοῦ εἴκοντος·
 [09999]  Οὐχ ὁρᾷς τοὺς ναύτας, ὅταν σφοδρὸν ἐμπνεύσῃ τὸ πνεῦμα, καθαιροῦντας τὰ ἱστία, ὥστε μὴ καταδῦσαι τὸ σκάφος;
 [09999]  οὐχ ἁπλῶς εἶπε, Λύκοι, ἀλλὰ προσέθηκε, Βαρεῖς, τὸ σφοδρὸν αὐτῶν καὶ ἰταμὸν αἰνιττόμενος·
000-00-00 Serial Number=0358526349
In Isaiam Ante [Go Back]  
 [00608]  διὰ δὲ τοῦ ποταμοῦ, τὸ σφοδρὸν τῆς στρατείας τοῦ βαρβάρου·
 [01583]  Ἠγαπημένον δὲ εἶπε, πάλιν αὐτῶν καθαπτόμενος, ὅτι περὶ τὸν σφοδρὸν ἐραστὴν τοιοῦτοι γεγόνασι.
 [01594]  Καὶ οὗτος δὲ πάλιν προϊών, ποταμόν τινα σφοδρὸν ἀνάγει, λέγων, ἐπὶ τὴν Ἰουδαίαν, ἵνα μὴ ἐξῇ τῷ ἀκούοντι κατὰ τὴν οἰκείαν γνώμην ἁρμόζειν τὸ εἰρημένον προσώπῳ ᾧ βούλεται, εἶπε καὶ τὸν βασιλέα τοῦτον, ὃν ποταμὸν ἐκάλεσε.
 [02532]  Ἐπειδὴ γὰρ οὐ σφόδρα αὐτῶν ἦσαν ἐν πείρᾳ, τῇ εἰκόνι τοῦ σφηκὸς εἰς πολλὴν αὐτοὺς ἐνέβαλλεν ἀγωνίαν, τὸ σφοδρὸν αὐτῶν, τὸ πληκτικόν, τὸ ἀμυντικόν, τὸ πικρὸν τῶν τραυμάτων, τὸ ταχὺ τῆς παρουσίας, τὸ δυσφύλακτον διὰ τοῦ ζώου τούτου δηλῶν.
000-00-00 Serial Number=0766809285
In Joannem Ante [Go Back]  
 [00910]  Μὴ τοίνυν ἀχαλίνωτον ἐῶμεν τὸ θηρίον, ἀλλὰ κημὸν αὐτῷ πάντοθεν σφοδρὸν, τοῦ δικαστηρίου τοῦ μέλλοντος τὸν φόβον, ἐμβάλλωμεν.
 [01417]  Φέρει τινὰ παραμυθίαν ἡμῖν οὐ μικρὰν καὶ λύσιν τῶν ἡμαρτημένων καὶ νηστεία ὁμοίως, ὅταν μετὰ τῆς εἰς ἑτέρους φιλανθρωπίας γίνηται, καὶ σβέννυσι τὸ σφοδρὸν τῆς ὀργῆς τοῦ Θεοῦ.
 [04766]  Πῦρ ἐστι σφοδρὸν ὁ θυμὸς πάντα διατρώγων·
000-00-00 Serial Number=0239897490
In Romanum martyrem Ante [Go Back]  
 [00010]  Πολλὴ γάρ τις τῷ κόσμῳ [50.613] τῆς ἀσεβείας τότε τυραννὶς ἐνωρχεῖτο, καὶ θάλασσαν ἐκ βυθῶν ἐμιμεῖτο σειομένην ὁ βίος, καὶ τοῦ πελάγους εἰς τὴν γῆν αἱ τρικυμίαι μετέστησαν, καὶ σφοδρὸν τὸ τῆς εὐσεβείας σκάφος δυσσεβείας περιήντλει κλυ δώνιον, ἐν ᾧ πολλοὶ μὲν νεκροὶ πανταχοῦ κυβερνῆται, ναυτῶν δὲ οὐκ ὀλίγος ἀριθμὸς ὑποβρύχιος·
000-00-00 Serial Number=0414321840
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00003]  Φαιδρόν μοι τὸ τῆς Ἐκκλησίας θέατρον, οὐ γέλωτα τοῖς ἀνθρώποις ἐργαζόμενον μάταιον, ἀλλὰ σφοδρὸν τῷ διαβόλῳ τὸν θρῆνον.
000-00-00 Serial Number=0047481894
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00023]  καὶ γεωργὸς πάλιν, ἢ κυβερνήτης ὁρῶν νεφῶν συνδρομὰς καὶ βροντὰς καταῤῥηγνυμένας μετὰ ἀστραπῶν, φησὶν ὅτι δεῖ τὰ νέφη ταῦτα τεκεῖν ὑετὸν καὶ ὄμβρον σφοδρὸν, οὐδὲ οὗτος παραινῶν, ἀλλὰ τὸ ἐσόμενον προαναφωνῶν·
000-00-00 Serial Number=0866202414
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01276]  Εἶτα ἐπειδὴ καὶ αὐτὸ σφοδρὸν ἦν, καὶ κατηγορίαν αὐτῶν εἶχεν, εἴ γε οὕτως ἔζων ὡς Παῦλον λυπεῖν, ἐπιδιορθώσει χρώμενος, φησίν·
 [04127]  Ἐπειδὴ γὰρ ἤλεγξε καὶ ἐπέπληξεν, ὡς φιλουμένοις μὲν, οὐχ ὁμοίως δὲ φιλοῦσιν, ἀλλ' ἀποῤῥηγνυμένοις τῆς ἀγάπης τῆς αὐτοῦ καὶ ἑτέροις φθόροις ἀναμιγνυμένοις, πάλιν λεαίνει τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως λέγων, Χωρήσατε ἡμᾶς, τουτέστι, Φιλήσατε ἡμᾶς, καὶ χάριν αἰτεῖ λαβεῖν ἀνεπαχθῆ, καὶ τοῖς παρέχουσι πρὸς τῶν λαμβανόντων λυσιτελῆ.
 [04230]  Εἶδες πῶς καὶ αὐτὸν δείκνυσιν αὐτῶν σφοδρὸν ἐραστὴν, εἴ γε τὴν ἐκείνων εὐδοκίμησιν οἰκείαν παράκλησιν εἶναι ἡγεῖται, καὶ ὡς ἐπ' οἰκείοις ἀγαθοῖς ἐλθὼν ἐκαυχᾶτο παρὰ Παύλῳ;
 [06256]  Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέμα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων·
000-00-00 Serial Number=0692938805
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02527]  Οὐχ ἁπλῶς εἶπεν, Ἐπεπόθησεν, ἵνα τὸ σφοδρὸν τοῦ πόθου διὰ τούτων ἐμφήνῃ τῶν λέξεων.
000-00-00 Serial Number=0051535785
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00366]  Ταῦτα δὲ προοικονομεῖ νῦν ἐν τῷ λόγῳ, ὥστε μὴ μετὰ τὸ σφοδρὸν τῶν ἐγκλημάτων εἰς ἀπόγνωσιν αὐτοὺς ἐμπεσεῖν.
 [03128]  Ἐκεῖ μὲν γὰρ, ἅτε μιᾶς οὔσης τῆς ἐρωμένης καὶ εἰς ἕνα τόπον ἀποκεκλεισμένης, οὐχ οὕτω σφοδρὸν τὸ πάθος·
 [03140]  πρὸς δὲ τοὺς εὐπόρους ἐνατενίζει τοὺς ὀφθαλμοὺς, πολὺν καὶ σφοδρὸν ἀπὸ τῆς ἐκείνων ὄψεως εἰς τὴν ἑαυτοῦ ψυχὴν εἰσάγων τὸ πῦρ.
 [09764]  ∆ιὸ παρακαλῶ τὴν πονηρὰν ταύτην ἀφέντας ὁδὸν, καὶ μεταβαλόντας πρὸς ζῆλον καλὸν (καὶ γάρ ἐστι σφοδρὸν καὶ πυρὸς παντὸς θερμότερον ὁ ζῆλος ὁ τοιοῦτος), μεγάλα ἐντεῦθεν καρπώσασθαι ἀγαθά.
000-00-00 Serial Number=0396826386
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00311]  ∆ιὰ τοῦτο καὶ πτηνὴν Πάρδαλιν αὐτὸν ὁρᾷ ὁ προφήτης, τὸ τάχος καὶ τὸ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω που διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης δηλῶν.
 [03053]  Μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσβεσε τὸν λύχνον, ἀλλ' ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ.
 [03102]  Οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς μηδὲ ἀνεξετάστως, ἀλλὰ μετὰ ἀκριβείας ἅπαντα πράττωμεν.
000-00-00 Serial Number=0285209954
In epistulam ad Colossenses Ante [Go Back]  
 [00466]  Ἐπειδὴ γὰρ αὐτῶν οὐδὲν εἶχε κατόρθωμα τότε εἰπεῖν, καὶ σφοδρὸν τὸ ἔγκλημα ἦν, καὶ πάντες διεφθάρησαν, καὶ φέρειν ἠδύναντο ἰσχυροὶ ὄντες, ἀπὸ κατηγορίας ἄρχεται λέγων, Θαυμάζω·
000-00-00 Serial Number=0284793139
In epistulam ad Ephesios Ante [Go Back]  
 [00160]  Εὐδοκίαν οὖν τὸ πρῶτον θέλημά φησι, τὸ σφοδρὸν θέλημα, τὸ μετὰ ἐπιθυμίας θέλημα, τὸ πεῖσμα·
 [01351]  Ἐὰν γὰρ θελήσω σφοδρὸν καθεῖναι χαλινὸν, ἐπεστόμισα τὸν ἵππον·
 [01850]  Ἐν οἷς μὲν γὰρ ἀδικοῦνται, βούλονται αὐτὸν εἶναι σφοδρὸν, καὶ τῆς μακροθυμίας αὐτοῦ κατηγοροῦσιν·
 [01926]  Μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον.
 [04126]  ὅταν δὲ πλεονάσῃ τὸ σφοδρὸν τῆς τοιαύτης ποιότητος καὶ δηκτικὸν, οὐκέτι στέγει τὸ φέρον αὐτὴν πρότερον ἀγγεῖον, ἀλλὰ καθάπερ πυ [62.106] ρὸς σφοδροῦ διαβρωθὲν οὐκέτι οἷόν τέ ἐστι στέγειν αὐτὴν καὶ κατέχειν ἐν τοῖς ὡρισμένοις ὅροις, ἀλλὰ διασπασθὲν ὑπὸ τῆς ἀμέτρου δριμύτητος ἀφίησιν ἐξελθοῦσαν παντὶ τῷ σώματι λυμαίνεσθαι·
 [05374]  αὕτη δὲ ἡ ἐπιθυμία ἔχει καὶ τὸ σφοδρὸν, καὶ τὸ ἀμάραντον.
 [05714]  Ἤρκει γὰρ μέγα καὶ σφοδρὸν ὂν τὸ τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0979341924
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01149]  Τοῦτο γὰρ δεικνύντος ἐστὶν, ὅτι φθόνου ἄξια ἔπραττον πρότερον, καὶ δαίμονος ἐπήρεια τὸ γινόμενον ἦν, σφοδρὸν κατὰ τῆς εὐημερίας αὐτῶν πνεύσαντος.
000-00-00 Serial Number=0753300548
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08691]  ἐκεῖ δὲ ἡ [63.209] προσδοκία τῆς μελλούσης ἡδονῆς ὑποτέμνεται τὸ σφοδρὸν τῆς παρούσης ἀθυμίας·
000-00-00 Serial Number=0046109736
In epistulam ad Philippenses Ante [Go Back]  
 [00512]  Ἐπειδὴ κατεσχέθη ὁ Παῦλος, τὸν πόλεμον ἐγεῖραι βουλόμενοι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως πολλοὶ τῶν ἀπίστων, καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον·
000-00-00 Serial Number=0761126995
In epistulam ad Romanos Ante [Go Back]  
 [04187]  ∆ιὰ τοῦτο οὐκ εἶπε, Κατειργάσατο ἐν ἐμοὶ ἐπιθυμίαν, ἀλλὰ, Πᾶσαν ἐπιθυμίαν, τὸ σφοδρὸν ἐνταῦθα αἰνιττόμενος.
 [05595]  Αὕτη μὲν γὰρ παῤῥησίαν πρὸς τὸν Θεὸν ἡμῖν δίδωσιν, ἐκεῖνο δὲ πολλὴν ἡμῖν καταχέει τὴν αἰσχύνην, καὶ σφοδρὸν ποιεῖ πνεῖν τὸν διάβολον καθ' ἡμῶν.
000-00-00 Serial Number=0523240745
In illud Vidi dominum Ante [Go Back]  
 [00565]  Ἵνα τὸ σφοδρὸν τῆς ἀπεχθείας ἐνδείξηται τῆς πρὸς τὸν ὑπερήφανον.
000-00-00 Serial Number=0452902913
In operarios undecimae horae Ante [Go Back]  
 [00021]  Ἕτερος μετὰ τὸ βάπτισμα πάλιν εἰς τὰ τῆς σαρκὸς κατολισθήσας παθήματα καὶ μολύνας τὸ τῆς χάριτος ἔνδυμα, καὶ τὴν τῆς ψυχῆς ἐλευθερίαν τῇ τῆς ἁμαρτίας δουλείᾳ ἀνταλλαξάμενος, ἡδονῶν δὲ ἀκολάστων γενόμενος παίγνιον, μηδενὸς εἴδους φαυλότητος ἀποσχόμενος, εἰς τὸ τῆς ἐκκλησίας θεραπευτήριον παραγίνεται, ἀνανεῦσαι ὡς ὁ τελώνης εἰς οὐρανὸν μὴ τολμῶν, ἔχων τῶν πεπραγμένων κατήγορον τὴν οἰκείαν συνείδησιν, ἤδη προθεωρῶν τὴν φοβερὰν ἐπὶ τοῦ κριτοῦ τῶν ἁπάντων <συναγωγήν>, τὴν ὀξυτάτην τῶν βίβλων ἀνάπτυξιν, τὰ ἑκάστου σαλπιζόμενα ἁμαρτήματα, τὸ τῆς γεέννης σφοδρὸν καὶ ἄσβεστον πῦρ, τὸν παμφάγον καὶ ἀτελεύτητον σκώληκα, τὸν ἀμειδῆ καὶ πο λυστένακτον τάρταρον, τὸν φρικτὸν τῶν ὀδόντων τρισμόν, τὸν τῶν κολαζομένων ἄπαυστον κωκυτόν, τοῦ ἐξωτάτου σκότους τὴν ἀπαραμύθητον βάσανον.
000-00-00 Serial Number=0203406155
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00356]  Εὐκαίρως τῶν πατέρων ἐμνή σθη νῦν, δι' ἐκείνων αὐτὸν δυσωπῆσαι βουλόμενος, καθάπερ εἴ τίς τινα ἐραστὴν σφοδρὸν τῶν ἐρω μένων ἀναμνήσειεν.
000-00-00 Serial Number=0770927191
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00122]  Ἐπειδὰν ἴδωσιν ἄνεμον προσιόντα σφοδρὸν, τὸν δάκτυλον ἐπιθέντες τῇ ὀπῇ τοῦ λύχνου ἀποτειχίζουσι τῷ πνεύματι τὴν εἴσοδον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»