Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σταυρὸς [237]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σταυρὸς


000-00-00 Serial Number=0544548571
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00877]  [15.1] Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ, ὁ τὴν οἰκουμένην ὀρθώσας, ὁ τὴν πλάνην λύσας, ὁ τὴν γῆν ποιήσας οὐρανόν, ὁ τοῦ θανάτου τὰ νεῦρα ἐκκόψας, ὁ τὸν ᾅδην ἄχρηστον ἐργασάμενος, ὁ τοῦ διαβόλου τὴν ἀκρόπολιν καταλύσας, ὁ τοὺς δαίμονας ἐπιστομίσας, ὁ τοὺς ἀνθρώπους ἀγγέλους ποιήσας, ὁ βωμοὺς καταλύσας καὶ ναοὺς ἀνατρέψας, ὁ τὴν καινὴν ταύτην καὶ ξένην φιλοσοφίαν εἰς τὴν γῆν καταφυτεύσας, ὁ μυρία ἐργασάμενος ἀγαθά, τὰ φρικώδη ταῦτα καὶ μεγάλα καὶ ὑψηλά, οὐχὶ σκάνδαλον πολλοῖς γέγονεν;
 [00934]  Ὅτι μεγίστης προνοίας καὶ ἀγαθότητος καὶ ἀγάπης Θεοῦ ὁ σταυρὸς δεῖγμα
 [00971]  [17.11] Καὶ τί θαυμάζεις, εἰ ἐν τῷ παρόντι βίῳ οὕτω λαμπρὸς ὁ σταυρὸς ὡς καὶ δόξαν αὐτὸν καλεῖσθαι Χριστὸν καὶ τὸν Παῦλον ἐπ' αὐτῷ καυχᾶσθαι;
 [00975]  ἥλιος σκοτίζεται καὶ ἄστρα πίπτει ὥσπερ φύλλα, ὁ δὲ σταυρὸς πάντων ἐκείνων φανότερον διαλάμπει, ὅλον κατέχων τὸν οὐρανόν.
000-00-00 Serial Number=0026552677
Ad populum Antiochenum Ante [Go Back]  
 [04621]  καὶ σταυρὸς, καὶ δεσμὰ, ἅπερ ἐδόκει βδέλυγμα εἶναι, ταῦτα νῦν σωτηρίας σύμβολα γέγονε, καὶ παντὸς χρυσίου τὸ σιδήριον ἐκεῖνο ἡμῖν τιμιώτερον ἦν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αἰτίαν ταύτην καὶ τὴν ὑπόθεσιν.
000-00-00 Serial Number=0444737136
Adversus Judaeos Ante [Go Back]  
 [00288]  Ὅπου Χριστοκτόνοι συνέρχονται, ὅπου σταυρὸς ἐλαύνεται, ὅπου βλασφημεῖται Θεὸς, ὅπου Πατὴρ ἀγνοεῖται, ὅπου Υἱὸς ὑβρίζεται, ὅπου Πνεύματος ἀθετεῖται χάρις, μᾶλλον δὲ καὶ αὐτῶν ὄντων δαιμόνων, οὐ μείζων ἐντεῦθεν ἡ βλάβη;
 [00783]  Ὁ γὰρ σταυρὸς ἀνεῖλε τὴν ἁμαρτίαν, καθάρσιον τῆς οἰκουμένης ἐγένετο, καταλλαγὴ χρονίας ἔχθρας, ἀνέῳξε τοῦ οὐρανοῦ τὰς πύλας, τοὺς μισουμένους φίλους ἐποίησεν, εἰς τὸν οὐρανὸν ἐπανήγαγεν, ἐν δεξιᾷ τοῦ θρόνου ἐκάθισε τὴν ἡμετέραν φύσιν, μυρία ἕτερα παρέσχεν ἡμῖν ἀγαθά.
 [00793]  Εἰ τοίνυν ἀγάπης ὑπόθεσις καὶ καύχημα ὁ σταυρὸς, μὴ λέγωμεν ὅτι δι' αὐτὸν πενθοῦμεν·
000-00-00 Serial Number=0535093427
Catecheses ad illuminandos Ante [Go Back]  
 [00542]  δεύτερος γὰρ σταυρὸς οὐκ ἔστιν, οὐ δευτέρα ἄφεσις διὰ λουτροῦ παλιγγενεσίας.
000-00-00 Serial Number=0416795552
Catechesis de juramento Ante [Go Back]  
 [00070]  σταυρὸς γάρ φησι καὶ βάπτισμα καὶ θάνατος, ἀλλὰ θάνατος ἁμαρτίας, ἀλλὰ σταυρὸς τοῦ παλαιοῦ ἀνθρώπου.
 [00076]  εἶδες, πῶς σταυρὸς τὸ βάπτισμα;
000-00-00 Serial Number=0750876188
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00138]  θαυμαστὸν περίαπτον ὁ σταυρὸς ἔχει καὶ μεγίστην ἐπῳδήν, καὶ μακαρία ἡ ψυχὴ ἡ λέγουσα τὸ ὄνομα Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος·
 [00152]  ἐντυποῦται δὲ ὁ σταυρὸς διὰ τοῦ χρίσματος·
000-00-00 Serial Number=0498573244
De Chananaea Ante [Go Back]  
 [00527]  ὁ λῃστὴς ἐσταυρώθη, καὶ οὐκ ἐκώλυσεν ὁ σταυρὸς, ἀλλὰ παράδεισον ἤνοιξεν·
000-00-00 Serial Number=0943165183
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00149]  διὸ καὶ ἔλεγεν, ὅτι ἀπεστάλη κηρύττειν, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ·
 [00163]  Οὕτω δὴ καὶ ὁ σταυρὸς μωρὸν πρᾶγμα δοκεῖ τοῖς ἔξωθεν εἶναι, ἀλλ' οὐκ ἔστιν.
 [00177]  Ἐφάνη σταυρὸς, καὶ πάντα ἐκεῖνα ἐλύθη·
 [00190]  Ἃ γὰρ οὐκ ἴσχυσεν ἐν τοσούτῳ χρόνῳ ὁ νόμος ἐν ἔθνει ἑνὶ, ταῦτα μετὰ πλείονος τῆς περιουσίας ὁ σταυρὸς πανταχοῦ κατώρθωσεν, ἁμαρτήματα λύσας, δικαιοσύνην χαρισάμενος, ἁγίους τοὺς ἀνθρώπους κατασκευάσας, θεογνωσίαν παιδεύσας, πρὸς τὸν οὐρανὸν χειραγωγήσας.
 [00193]  Τοὺς αἱρετικοὺς ἐνταῦθα αἰνίττεται καὶ συλλογιστικοὺς, οἳ πρὸ μὲν τούτων ξιφῶν ἦσαν ὀξύτεροι, ἐπειδὴ δὲ ὁ σταυρὸς ἐφάνη, πηλοῦ παντὸς ἀσθενέστερον διεκόπησαν.
000-00-00 Serial Number=0733840048
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00008]  Σήμερον χαρὰ γίνεται ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, ὅτι ὁ τοῦ Χριστοῦ φαεσφόρος καὶ ζωοποιὸς σταυρὸς τῷ κόσμῳ ἐμφανίζεται, δι' οὗ δαίμονες φυγαδεύονται, καὶ νόσοι δραπετεύουσι, καὶ σκότος ζοφῶδες ἀπελαύνεται, καὶ πάντα τῆς γῆς τὰ πέρατα καταφωτίζεται.
 [00016]  Τροπαιοφόρον γὰρ καὶ νικητικὸν ὅπλον ὁ τοῦ Κυρίου σταυρὸς καθέστηκε·
 [00085]  κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται·
 [00092]  Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ μάχαιρά ἐστι καὶ ξύλον, ἐν ᾧ σφαγεὶς ὁ Χριστὸς ὑπὸ τῶν θεοκτόνων Ἰουδαίων ἔλυσε τὰ ἔργα τοῦ διαβόλου, καὶ αὐτὸν τὸν διάβολον κατέβαλε, τὰς ἡμῶν ἁμαρτίας προσηλώσας ἐν αὐτῷ.
 [00102]  Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο.
 [00131]  Ὅτι δὲ σεβάσμιος καὶ προσκυνητὸς ὁ τοῦ Χριστοῦ σταυρὸς καὶ ὁ τύπος αὐτοῦ, καὶ τοῦτο οἱ προφῆται διδάσκουσι·
 [00156]  Ἀλλ' ἐξ οὗ τε ὁ σταυρὸς, καὶ ἐσταυρώθη ἐν αὐτῷ ὑπὸ τῶν πατέρων ὑμῶν ὁ Χριστὸς, ἀπὸ τότε ἕως τῆς σήμερον εἰς ἀπώλειαν καὶ εἰς ἀτιμίαν ἐστὶ, καὶ χείρω ὠργίσθη ὑμῖν ὁ Θεὸς ὑπὲρ τὴν αἰχμαλωσίαν τὴν ἐν Βαβυλῶνι.
000-00-00 Serial Number=0425963402
De confessione pretiosae crucis Ante [Go Back]  
 [00015]  κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται·
 [00033]  Καὶ γὰρ φανήσεται ὁ σταυρὸς τότε φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτοὺς ἡκόντων.
 [00037]  Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο.
 [00049]  Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῇ μέγα βοῶντες καὶ ὑψηλὸν, κράζωμεν καὶ λέγωμεν, κἂν πάντες παρῶσιν Ἕλληνες, μετὰ πλείονος τῆς παῤῥησίας εἴπωμεν, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας.
000-00-00 Serial Number=0844649494
De consubstantiali Ante [Go Back]  
 [00242]  Ἐπειδὴ μετ' αὐτὸ ὁ σταυρὸς ἦν.
000-00-00 Serial Number=0040922761
De continentia Ante [Go Back]  
 [00052]  Ὥςπερ γὰρ ὁ τῆς νεφέλης στῦλος τύπος ὢν καὶ προφητεία τοῦ σταυροῦ τὸ τῶν Ἑβραίων πλῆθος ἀνέπαυε καὶ οὐκ εἴα πάσχειν οὐδὲν ὑπὸ τῶν Αἰγυπτίων δεινόν, οὕτως ὁ σταυρὸς πρὸ τῶν ὀφθαλμῶν ὁρώμενος πᾶσαν ἀπελαύνει ταχέως πονηρὰν ἡδονὴν καὶ οὐκ ἐᾷ παθεῖν οὐδὲν τῆς εὐσεβείας ἀνάξιον.
000-00-00 Serial Number=0282608330
De cruce et latrone Ante [Go Back]  
 [00005]  οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα σταυρὸς στεφανοῦται, ἀλλ' ἐξ ὧν εὐγνωμόνως ὁμολογοῦμεν τοὺς στεφάνους παρ' αὐτοῦ κομιζόμεθα.
 [00006]  Σήμερον, ἀδελφοί, σταυρὸς ἐπάγη καὶ κόσμος ἡγιάσθη, σήμερον σταυρὸς ἐπάγη καὶ θάνατος ἀνετράπη, σήμερον σταυρὸς ἔλαμψεν καὶ δαίμονες ἐσκορπίσθησαν, σήμερον σταυρὸς ἐβράβευσεν καὶ διάβολος κατῃσχύνθη, σήμερον σταυρὸς ἔλαμψεν καὶ θάνατος ἐνικήθη καὶ ἄνθρωπος ἐλευθερώθη καὶ ὁ Θεὸς ἐδοξάσθη.
 [00031]  ἕως τοῦ σταυροῦ, συνέδραμον ἀλλήλοις τὴν ὁδὸν τῆς πονηρίας καὶ ὁ σταυρὸς ἐμέρισεν τὰς ὁδούς·
 [00083]  Ὅτε οὖν ὁ σταυρὸς
 [00131]  Σταυρὸς καθῆλε τὴν πλάνην, σταυρὸς ἤνθησεν τὴν ἁγιωσύνην, σταυρὸς ἤνεγκεν ἀκτῖνα δικαιοσύνης.
000-00-00 Serial Number=0503535509
De cruce et latrone i Ante [Go Back]  
 [00005]  Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ, καὶ ἡμεῖς ἑορτὴν ἄγομεν, ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική.
 [00006]  Πρότερον μὲν γὰρ ὁ σταυρὸς ὄνομα καταδίκης ἦν, νυνὶ δὲ πρᾶγμα τιμῆς γέγονε·
 [00045]  Εἶδες πῶς καὶ θυσία καὶ ἱερεὺς ἐγένετο, καὶ θυσιαστήριον ὁ σταυρὸς ἦν;
 [00178]  Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα·
 [00179]  ἀλλ' αὐτὸς οὗτος ὁ σταυρὸς, φησὶ, τῆς βασιλείας ἐστὶ σύμβολον.
 [00188]  Εἶδες πῶς καὶ βασιλείας ὁ σταυρὸς σύμβολον;
 [00192]  Ἐπειδὴ μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἵνα μάθῃς πῶς σεμνὸν πρᾶγμα ὁ σταυρὸς, διὸ καὶ δόξαν αὐτὸν ἐκάλεσεν.
 [00229]  Ἀλλὰ διὰ τί ὁ σταυρὸς φαίνεται τότε, καὶ διὰ τί ἔχων αὐτὸν ἔρχεται;
000-00-00 Serial Number=0690302312
De cruce et latrone ii Ante [Go Back]  
 [00010]  Καὶ ἵνα μάθῃς τοῦτο ἀκριβῶς, ὁ σταυρὸς πρότερον καταδίκης ὄνομα καὶ τιμωρίας ἦν, νῦν δὲ πρᾶγμα γέγονε τίμιον καὶ ποθεινόν·
 [00011]  ὁ σταυρὸς πρότερον αἰσχύνης ἦν καὶ κολάσεως ὑπόθεσις, νῦν δὲ γέγονε δόξης καὶ τιμῆς ἀφορμή.
 [00012]  Καὶ ὅτι δόξα ὁ σταυρὸς, ἄκουσον τοῦ Χριστοῦ λέγοντος·
 [00015]  σταυρὸς ἡ τῶν μυρίων ἀγαθῶν ὑπόθεσις.
 [00238]  Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα, καὶ κατηγορία καὶ σκώμματα καὶ λοιδορίαι.
 [00240]  αὐτὸς γὰρ ὁ σταυρὸς βασιλείας εἶναί μοι δοκεῖ σύμβολον.
 [00249]  Βούλει μαθεῖν πῶς καὶ βασιλείας σύμβολον ὁ σταυρὸς, καὶ πῶς σεμνὸν τὸ πρᾶγμά ἐστιν;
 [00302]  Μᾶλλον δὲ οὐχ ὁ σταυρὸς μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ῥήματα τὰ ἐπὶ τοῦ σταυροῦ δείκνυσιν αὐτοῦ [49.415] τὴν ἄφατον φιλανθρωπίαν.
000-00-00 Serial Number=0518856883
De diabolo tentatore Ante [Go Back]  
 [00514]  ἀλλ' ὁ σταυρὸς οὗτος σκάνδαλον τοῖς ἀσθενοῦσι γέγονεν·
000-00-00 Serial Number=0054128230
De jejunio [2] Ante [Go Back]  
 [00327]  Αὕτη ἡ τῆς παρασκευῆς ἡμέρα, ἡμέρα ἐστὶν ἐν ᾗ ὁ σταυρὸς ὑπὲρ σοῦ ἐπάγη·
000-00-00 Serial Number=0823009014
De jejunio sermones 1 Ante [Go Back]  
 [00189]  Ἱστός σοι γινέσθω σταυρὸς, ἄγκυρα πίστις, σχοῖνος ἐλπὶς, κώπη εὐχὴ, οἴακες ὀρθοὶ λογισμοὶ, ὀθόνη Χριστὸς, οὐριοδρόμον Πνεῦμα τὸ ἅγιον, κυβερνήτης ὁ τῶν ὅλων Πατήρ.
000-00-00 Serial Number=0079782188
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00450]  οὐ σταυρὸς κηρύττεται, καὶ ἡ οἰκουμένη προστρέχει;
000-00-00 Serial Number=0556716084
De mutatione nominum Ante [Go Back]  
 [01184]  Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0571654141
De negatione Petri Ante [Go Back]  
 [00005]  Σήμερον καὶ Ἰωσὴφ στεφανοῦται, καὶ σταυρὸς φυτουργεῖται·
 [00012]  Ὁ σταυρὸς, [59.615] καὶ οὐδὲν ἕτερον·
 [00014]  μὴ συνιδὼν ὁ ἀλλότριος, ὅτι ὁ σταυρὸς τὸ κέντρον τῆς ἁμαρτίας ἀμβλυνεῖ, καὶ τὴν κεφαλὴν τῆς ἀλαζονείας αὐτοῦ συνθλάσει, καὶ τὸ στόμα τῆς βλασφημίας αὐτοῦ ἐμφράξει, καὶ τὰς πτέρυγας τῆς ἀντιθέσεως αὐτοῦ ἐκτιλεῖ, καὶ ἔρημον καὶ ἄπορον ἐρήμοις ἀποδεικνύει.
 [00046]  Ὕψος, ὁ τίμιος σταυρὸς, διὰ τὸ ἀκατάληπτον μυστήριον·
000-00-00 Serial Number=0627120733
De paenitentia sermo 3 Ante [Go Back]  
 [00033]  ὁ δὲ σταυρὸς νῦν ἔθλασε τῆς ἁμαρτίας τὰ κέντρα·
000-00-00 Serial Number=0847378671
De prophetiarum obscuritate Ante [Go Back]  
 [00428]  οὔπω γὰρ ἦν ἐκβεβηκὼς ὁ σταυρὸς, οὐδὲ ἡ λύσις τοῦ ναοῦ, οὐδὲ ἡ τριήμερος ἀνάστασις, ἢν αὐτὸς ἐποιήσατο Καὶ ὅρα πῶς τὰ ἀμφότερα μετὰ ἀκριβείας ᾐνίξατο, καὶ τὴν τόλμαν τὴν ἐκείνων, καὶ τὴν οἰκείαν αὐτοῦ δύναμιν.
000-00-00 Serial Number=0964131713
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09336]  κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται·
 [09354]  Καὶ γὰρ φανήσεται ὁ σταυρὸς τότε φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτοὺς ἡκόντων.
 [09359]  Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο.
 [09373]  Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῇ μέγα βοῶντες καὶ ὑψηλὸν, κράζωμεν καὶ λέγωμεν, κἂν πάντες παρῶσιν Ἕλληνες, μετὰ πλείονος τῆς παῤῥησίας εἴπωμεν, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας.
000-00-00 Serial Number=0468792021
Expositiones in Psalmos Ante [Go Back]  
 [02821]  Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλθον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης·
 [04584]  Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλθον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης·
000-00-00 Serial Number=0827552795
In Acta apostolorum Ante [Go Back]  
 [00206]  Ὅταν γὰρ οἱ ἐσταυρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον, ὅτι καὶ ὁ σταυρὸς καὶ τοῦ τολμήματος ἐδείκνυτο ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις.
 [01891]  Ἐκεῖνα μὲν γὰρ ὡμολόγητο, οἷον ὁ σταυρὸς καὶ ὁ θάνατος, ἡ δὲ ἀνάστασις οὔπω·
 [01992]  Καὶ δείκνυσιν, ὅτι ὁ σταυρὸς οὐ μόνον αὐτὸν οὐκ ἠλάττωσεν, ἀλλὰ καὶ λαμπρότερον εἰργάσατο, εἴ γε πάλαι μὲν ἐπηγγέλλετο ὁ Θεὸς αὐτῷ, τότε δὲ ἔδωκεν.
000-00-00 Serial Number=0820545375
In Joannem Ante [Go Back]  
 [04552]  Οὐ μόνον δὲ τὸ βάπτισμα σταυρὸς λέγεται, ἀλλὰ καὶ ὁ σταυρὸς βάπτισμα.
000-00-00 Serial Number=0571242929
In adorationem venerandae crucis Ante [Go Back]  
 [00006]  Ποῖον ἄρα φῶς, εἰ μὴ ὁ σταυρὸς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ὁ κόσμος ἐσώθη, καὶ οἱ πιστεύσαντες ἠλευθερώθημεν ἀπὸ τῆς αἰχμαλωσίας τοῦ Βελιὰρ, καὶ ὁ χάρτης τῶν ἀνομιῶν ἡμῶν διεῤῥάγη;
 [00021]  Σημεῖον ὁ σταυρὸς ἐν μετώπῳ καὶ χειρὶ τοῦ πιστοῦ, τόξον δὲ ἡ πλάνη, τοξότης ὁ διάβολος, βέλη οἱ αἰσχροὶ λογισμοὶ, πληγαὶ αἱ ἁμαρτίαι.
 [00039]  Ὁ γὰρ σταυρὸς εἰς τὰ τέσσαρα περατούμενος ἄκρα, σημαίνει ὅτι ὁ σταυρωθεὶς Θεός ἐστι διὰ πάντων χωρῶν, καὶ πάντα περιλαμβάνων τὰ πέρατα.
 [00089]  Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται·
 [00090]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ πόλις τοῦ Θεοῦ, ἡ ἄνω Ἱερουσαλὴμ, σὺν τοῖς ἐπιγείοις εὐφραίνεται·
 [00091]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ Σιὼν ἡ μήτηρ πασῶν τῶν Ἐκκλησιῶν ἐπαγγέλλεται·
 [00092]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ τὰ πέρατα τῆς γῆς εἰς προσκύνησιν τούτου συναθροίζονται·
 [00093]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ βασιλεῖ Ῥωμαίων κατὰ βαρβάρων νίκη δεδώρηται·
 [00094]  σήμερον σταυρὸς προσκυνεῖται, ἡ σωτηρία τῶν πιστῶν καὶ ἀντίληψις τῶν εὐσεβῶν·
 [00095]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ τετραπέρατος κόσμος ἀγάλλεται·
 [00096]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ πᾶσαι αἱ φυλαὶ, λαοί τε καὶ γλῶσσαι ἑορτάζουσι·
 [00097]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ κτίσις ἀνακαινίζεται·
 [00098]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ Ἀδὰμ ἀνανεοῦται·
 [00099]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ Εὔα μήτηρ τῶν ζώντων ἀναδείκνυται βοηθὸς, οὐκ ἐπίβουλος γενομένη κατὰ τὸ πρότερον, ἀντὶ ξύλου τῆς γνώσεως τὸ ξύλον τῆς ζωῆς τρυγῶσα, ἀντὶ τῆς παρακοῆς ὑπακοὴν ἐκτελοῦσα, ἀντὶ τῆς κατάρας τὴν εὐλογίαν λαμβάνουσα, ἀντὶ τοῦ, Ἐν λύπαις τέξεις τέκνα, τὴν ἐν χαρᾷ πολυτεκνίαν κομιζομένη, ἀντὶ τῆς φθορᾶς τὴν ἀφθαρσίαν σοφιζομένη.
 [00101]  καὶ τὸ ξύλον ὁ σταυρὸς τοῦ Κυρίου τοῦ καλοῦ τῆς Ἐκκλησίας νυμφίου.
 [00115]  Τὰ γὰρ τείχη τῆς ἁμαρτίας, καὶ τὰς πόλεις τοῦ ᾅδου ἐξηδάφισεν ὁ σταυρὸς τοῦ Χριστοῦ.
 [00118]  Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ δένδρον ἐστὶν ἀθανασίας, φυτὸν ἀφθαρσίας, ῥίζα δικαιοσύνης, σωφροσύνης βλάστημα, παρθενίας ἄνθος, χηρείας ῥόδον.
 [00120]  σταυρὸς θεμέλιος πίστεως, καὶ εὐσεβείας ὑποβάθρα·
 [00121]  σταυρὸς θεογνωσίας φωτισμὸς, καὶ ἀποφάσεως λύσις·
 [00122]  σταυρὸς ἐξορίας ἀνάκλησις, καὶ αἰχμαλώτων λύτρωσις·
 [00123]  σταυρὸς πλανωμένων ἐπιστροφὴ, καὶ πιπτόντων ἔγερσις·
 [00124]  σταυρὸς σωζομένων δύναμις, καὶ ἀῤῥωστούντων ἴασις·
 [00125]  σταυρὸς προκοπὴ δικαίων, καὶ παῤῥησία μαρτύρων·
 [00126]  σταυρὸς ἀποστόλων κήρυγμα καὶ προφητῶν ἀγαλλίαμα·
 [00127]  σταυρὸς κήρυγμα διδασκάλων, καὶ μοναζόντων ἔπαινος·
 [00128]  σταυρὸς βραβεῖον εἰρήνης, καὶ ὁμονοίας κλήτωρ·
 [00129]  σταυρὸς οὐρανίων καὶ ἐπιγείων σύνδεσμος, καὶ τῶν καταχθονίων ἐκσυλευτής·
 [00130]  σταυρὸς κτίσεως ἁγιασμὸς, καὶ οὐρανίων ἀγαθῶν πάροχος·
 [00131]  σταυρὸς ἑορταζόντων πανήγυρις, καὶ ἀῤῥαβὼν υἱοθεσίας, καὶ βασιλείας οὐρανῶν κληρονόμος.
 [00138]  Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τῶν προφητικῶν φωνῶν ἡ σφραγὶς τετέλεσται.
 [00158]  Ἰδοὺ γὰρ προτίθεται σταυρὸς ἐπὶ τῆς γῆς, καὶ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν καὶ γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα τῷ σημείῳ τοῦ σταυροῦ κατασφραγίζεται, ἄρχοντές τε καὶ ἀρχόμενοι, δεσπόται καὶ δοῦλοι, ἄδοξοί τε καὶ ἔνδοξοι, σοφοί τε καὶ ἰδιῶται, δυσγενεῖς τε καὶ εὐγενεῖς.
 [00246]  Παντοδύναμος γὰρ ὁ σταυρὸς τοὺς πάντας εὐεργετῶν, ὑπὸ πάντων προσκυνεῖται.
000-00-00 Serial Number=0317624390
In assumptionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00004]  Τέχνη μὲν γὰρ τῆς ἁμαρτίας σταυρὸς, καὶ τὸ σῶμα θανάτῳ περιβαλεῖν ἀναμάρτητον·
 [00005]  γέγονε δὲ ὁ σταυρὸς τῇ σταυρωθείσῃ σαρκὶ τῆς εἰς οὐρανὸν ἀνόδου μηχάνημα, καὶ τὸ περὶ τῆς ἁμαρτίας ῥηθὲν μεταβέβληται.
000-00-00 Serial Number=0520557642
In catenas sancti Petri Ante [Go Back]  
 [00016]  [157] ῃο] καὶ τῶν ἐν τέλει τὰς αἰτίας προϋποφαίνουσα καὶ τῆς ἐπὶ σταυροῦ ὑψώσεως, οὐχ ἧττον τὰ παθήματα διαγγέλλουσα, δι' ἃ καὶ ὁ σταυρὸς ἡδίων ἦν αὐτῷ μᾶλλον καὶ πάντων ἐρασμιώτερος·
000-00-00 Serial Number=0273024976
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00767]  Καὶ ὥσπερ ἐν τῇ προτέρᾳ φησὶν, ὅτι Ἀπέστειλέ με Χριστὸς εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ·
 [02630]  Οἷον, ὅτι ὁ σταυρὸς τῆς οἰκουμένης σωτηρία καὶ αὐτοῦ δόξα, ὅτι αὐτὸς οὗτος ὁ σταυρωθεὶς μετὰ πολλῆς περιφανείας μέλλει παραγίνεσθαι, τὰ ἄλλα πάντα, τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ οὐχ ὁρώμενα, ἡ ἀπόῤῥητος τῶν προσδοκωμένων περιφάνεια.
 [06200]  Ἦλθον γὰρ, φησὶν, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας πρὸς ὑμᾶς, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ·
 [07799]  Τὴν γοῦν ζωὴν οὐ διέκοψεν ὁ σταυρὸς, οὐδὲ ἐνεπόδισε τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀνέστη καὶ ζῇ.
000-00-00 Serial Number=0869321704
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00647]  Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
 [00652]  Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
 [00845]  Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ὁ σταυρὸς ἐφάνη.
 [00902]  ὁ γὰρ σταυρὸς οὐ μόνον οὐ δοκεῖ σημεῖον εἶναι κατὰ λογισμὸν ἐξεταζόμενον, ἀλλὰ καὶ σημείου ἀναίρεσις·
 [00919]  Ὥσπερ γὰρ τὸ ὕδωρ βαστάζει τὴν γῆν, οὕτω καὶ ὁ σταυρὸς βαστάζει τὴν οἰκουμένην.
 [00921]  Καὶ γὰρ σκανδάλου πρᾶγμα ὁ σταυρὸς εἶναι δοκεῖ, ἀλλ' ὅμως οὐ μόνον οὐ σκανδαλίζει, ἀλλὰ καὶ ἐφέλκεται.
 [00929]  Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ' αὐτὸν περὶ γραμμῆς καὶ γωνίας καὶ στιγμῆς καὶ ἀριθμῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις καὶ ἀνίσων, καὶ τῶν τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε! πόσα ἔκαμε δεῖξαι ἐπιχειρῶν ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σαφὲς εἰπὼν, οὐδὲ πείσας τινὰ τῶν ἀκουόντων οὕτως ἀπῆλθεν! Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς τῶν μελλόντων κρίσεως·
 [01082]  καὶ ὅτι ὁ σταυρὸς ἀφάτου δυνάμεως καὶ σοφίας ἀπόδειξις, καὶ ὅτι πολλῷ μεῖζον τὸ μωρὸν τοῦ Θεοῦ τῆς ἀνθρωπίνης σοφίας, καὶ τοῦτο πάλιν οὐχὶ διὰ τῶν διδασκάλων, ἀλλὰ καὶ δι' αὐτῶν ἀποδείκνυσι τῶν μαθητῶν·
 [01425]  σταυρὸς γὰρ καὶ θάνατος ἦν τὸ καταγγελλόμενον·
 [01475]  Ἀλλ' ἐκείνων ἴσως εἴποι τις ἂν, ὅτι Εἰ χρὴ τὸ κήρυγμα κρατεῖν, καὶ λόγων οὐ δεῖται ἵνα μὴ κενωθῇ ὁ σταυρὸς, τίνος ἕνεκεν τὰ σημεῖα κεκώλυται νῦν;
 [01768]  οἷον, τί ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεισαν.
 [01771]  ᾔδεσαν, ὅτι οὕτω λάμψαι ἔχει ὁ σταυρὸς, ὅτι τῆς οἰκουμένης γίνεται σωτηρία καὶ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγὴ, καὶ ἡ πόλις αὐτῶν ἁλώσεται, καὶ δεινὰ ὑποστήσονται τὰ ἔσχατα.
 [01774]  Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ, δείκνυσιν ὅτι μεγάλη ἦν δόξα ὁ σταυρός.
 [01857]  Καὶ γὰρ τὸ εἰπεῖν, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ, καὶ, Ἵνα μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἡ πίστις ἡμῶν, τοῦτο ἐδήλωσεν.
 [01956]  καὶ, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ) οὐ σφόδρα τοῖς ἀπίστοις ἀξιόπιστοι εἶναι ἐδόκουν, οὐδὲ ἐπαγωγοὶ καὶ ἀναγκαῖαι καὶ χρήσιμοι, ἑξῆς λοιπὸν τίθησι τὴν κυριωτάτην αἰτίαν, ὅτι τούτῳ μάλιστα τῷ τρόπῳ δυνάμεθα ἰδεῖν, ἐξ οὗ καὶ τὰ ὑψηλὰ καὶ τὰ ἀπόῤῥητα, καὶ τὰ ὑπὲρ ἡμᾶς μαθεῖν ἕξομεν.
 [02740]  Ὥσπερ οὖν ὁ σταυρὸς, δοκῶν ἐπονείδιστος εἶναι, μυρίων γέγονεν αἴτιος ἀγαθῶν, καὶ δόξης ὑπόθεσις ἀφάτου καὶ ῥίζα·
 [09999]  Ὅτι κἀκεῖ ὁ μὲν σταυρὸς πᾶσι κατάδηλος ἦν καὶ πάντων ὁρώντων ἀνεσκολοπίζετο·
000-00-00 Serial Number=0706835330
In epistulam ad Colossenses Ante [Go Back]  
 [02726]  καὶ ὁ μὲν σταυρὸς ἠτίμωται, τὰ δὲ γράμματα προτετίμηται·
000-00-00 Serial Number=0752583027
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01322]  Ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν·
 [01893]  Οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν σκάνδαλον τοῖς Ἰουδαίοις, ὡς τὸ μὴ δεῖν πείθεσθαι τοῖς πατρῴοις νόμοις.
 [02299]  Οὕτω καὶ ὁ σταυρὸς ἡμῖν καύχημα.
 [02328]  Τὸν γὰρ ὑπὲρ ταύτης τῆς περιτομῆς σφαττόμενον καὶ ἑτέρους ἀποσφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα.
000-00-00 Serial Number=0627974212
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05889]  Οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ, Οὐκέτι ἐστὶν ἄφεσις, ἀλλὰ, Θυσία οὐκέτι ἐστὶ, τουτέστι, σταυρὸς δεύτερος οὐκέτι ἐστι·
000-00-00 Serial Number=0901397824
In epistulam ad Philippenses Ante [Go Back]  
 [04099]  Ὁ γὰρ σταυρὸς ψυχῆς ἐστι παρατεταγμένης, θανατιώσης, οὐδὲν ἀνετὸν ἐπιζητούσης·
 [04113]  κἂν ἐν ὁδοῖς ὦμεν, κἂν ἐν οἰκίᾳ, κἂν ὅπου ἄν ποτε, μέγα ἀγαθὸν ὁ σταυρὸς, σωτήριον ὅπλον, ἀσπὶς ἄμαχος, τῷ διαβόλῳ ἀντίπαλος.
000-00-00 Serial Number=0569835484
In epistulam ad Romanos Ante [Go Back]  
 [00640]  Καὶ γὰρ ὁ σταυρὸς δι' ἡμᾶς τὸ τῆς ἀφάτου φιλανθρωπίας ἔργον, τὸ τῆς πολλῆς κηδεμονίας σύμβολον.
 [03412]  σταυρὸς γάρ ἐστι τὸ βάπτισμα.
 [03413]  Ὅπερ οὖν ὁ σταυρὸς τῷ Χριστῷ καὶ ὁ τάφος, τοῦτο ἡμῖν τὸ βάπτισμα γέγονεν, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν·
 [03426]  τοῦτο γὰρ ἔοικεν ἐκείνῳ, ἐπειδὴ καὶ τὸ σὸν καὶ σταυρὸς καὶ τάφος.
000-00-00 Serial Number=0535897017
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00026]  θεασώμεθα πόσων ἡμῖν ἀγαθῶν πρόξενος γέγονεν ὁ σταυρὸς τοῦ Χριστοῦ, διὰ τῆς αὐτοῦ ἐνεργείας τοσαύτην μεταβολὴν ἀγαθῶν κατεργασάμενος.
 [00027]  Εἰ γὰρ καὶ λυπηρὸς καὶ στυγνὸς ὁ τοῦ Κυρίου σταυρὸς ἀκουόμενος, ἀλλὰ χαρᾶς πλήρης καὶ φαιδρότητος ἔμπλεος, οὐ πάθους, ἀλλ' ἀπαθείας αἴτιος γενόμενος.
 [00030]  Σταυρὸς γὰρ σωτηρία τῆς Ἐκκλησίας, σταυρὸς τὸ καύχημα τῶν εἰς αὐτὸν ἠλπικότων, σταυρὸς ὁ ἀπαλλάξας ἡμᾶς τῶν προλαβόντων κακῶν, καὶ ἀπαρχὴ τῶν ἐπιγενομένων ἡμῖν ἀγαθῶν, σταυρὸς ἡ πρὸς Θεὸν ἐχθρῶν καταλλαγὴ, καὶ ἐπὶ Χριστὸν ἁμαρτωλῶν ἐπιστροφή.
 [00039]  Ὁρᾷς πόσην μεταβολὴν ὁ σταυρὸς κατειργάσατο;
 [00044]  Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ διάβολος τοὺς Ἰουδαίους κατὰ τοῦ Χριστοῦ συνήγαγε·
 [00045]  σήμερον σταυρὸς κηρύσσεται, καὶ οἱ ἀπόστολοι Ἰουδαίους διὰ τῆς πίστεως προσάγουσιν.
 [00046]  Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ ὑπὸ θανάτου κατειχόμεθα·
 [00047]  νῦν σταυρὸς κηρύσσεται, καὶ ὡς μὴ ὄντος θανάτου κατεφρονήσαμεν·
 [00049]  Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ παραδείσου ἀλλότριοι ἦμεν·
 [00064]  σταυρὸς κηρύττεται, καὶ μάρτυρες ἀναδείκνυνται, καὶ ἡ εἰς Χριστὸν ὁμολογία κρατύνεται·
 [00065]  σταυρὸς κηρύττεται, καὶ ἡ ἀνάστασις ἀναδείκνυται, καὶ ἡ ζωὴ πεφανέρωται, καὶ ἡ τῶν οὐρανῶν βασιλεία καταπιστεύεται, καὶ οἱ ἄπιστοι τῷ σταυρῷ πιστεύουσι, καὶ σωτηρίας τυγχάνουσιν οἱ τὸν σταυρὸν κατὰ τῆς ζωῆς ἐπινοήσαντες.
 [00070]  Ὁρᾷς πόσην ὁ σταυρὸς οὗτος οἰκονομίαν τῷ κόσμῳ κατειργάσατο;
 [00083]  Τούτων ἡμῖν ἁπάντων ὁ σταυρὸς ἐχορήγησε τὴν κτῆσιν, καὶ πάντων τῶν τηλικούτων ἀγαθῶν διὰ τοῦ σταυροῦ ἀπολαύομεν.
 [00087]  σταυρὸς κατὰ τῆς ἀληθείας ἥπλωται, καὶ διὰ σταυροῦ κόσμος τῆς ἀληθείας πεπλήρωται·
 [00088]  σταυρὸς ἐκτέταται κατὰ τοῦ ∆εσπότου, καὶ ὁ ∆εσπότης δι' αὐτοῦ τὰς χεῖρας ἐκτείνας, τὰ πάντα πρὸς ἑαυτὸν συνήγαγε.
000-00-00 Serial Number=0411088884
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00005]  οὐχ [61.707] ὃν ὁ μύλος ἐλέπτυνε, καὶ χεῖρες ἐμάλαξαν καὶ πῦρ ἐτελείωσεν, ἀλλ' ὃν παρθένος ἄρουρα ἄνευ ἀρότρου καὶ σπέρματος ἤνθησε, καὶ σταυρὸς ὡρίμασε, καὶ Πατὴρ ἐτελείωσε, καὶ δώδεκα κόφινοι τῶν ἀποστόλων ἐτρύγησαν.
000-00-00 Serial Number=0402883887
In illud Exiit qui seminat Ante [Go Back]  
 [00017]  Σπορεὺς γὰρ ὁ Χριστὸς, σπέρμα ὁ θεῖος λόγος, ἄρουρα ἡ ἀνθρωπότης, βόες οἱ ἀπόστολοι, ἄροτρον ὁ σταυρὸς, ζυγὸς ἡ ὁμόνοια, ζεύγλη ἡ περισφίγγουσα τοὺς τῶν ἀποστόλων αὐχένας γλυκεῖα ἀγάπη.
000-00-00 Serial Number=0762887061
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00137]  Ὅτι γὰρ δόξα ὁ σταυρὸς, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής·
 [00141]  Ὁ γὰρ σταυρὸς τὴν ἔχθραν τοῦ Θεοῦ κατέλυσε τὴν πρὸς τοὺς ἀνθρώπους, τὰς καταλλαγὰς ἐκόμισε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους τοῖς ἀγγέλοις ἀνέμιξε, τοῦ θανάτου τὴν ἀκρόπολιν κατήγαγε, τοῦ διαβόλου τὴν ἰσχὺν ἐξενεύρωσε, τῆς ἁμαρτίας τὴν δύναμιν ἠφάνισε, τὴν γῆν τῆς πλάνης ἀπήλλαξε, τὴν ἀλήθειαν ἐπανήγαγε, τοὺς δαίμονας ἀπήλασε, ναοὺς καθεῖλε, βωμοὺς ἀνέτρεψε, κνίσσαν ἠφάνισε, τὴν ἀρετὴν κατεφύτευσε, τὰς Ἐκκλησίας ἐῤῥίζωσε.
 [00147]  Σταυρὸς τὸ χειρόγραφον ἡμῶν διέῤῥηξε, τοῦ θανάτου τὸ δεσμωτήριον ἄχρηστον ἐποίησε, σταυρὸς τῆς τοῦ Θεοῦ ἀγάπης ἡ ἀπόδειξις.
 [00167]  Ἐπιθυμίᾳ ἐπεθύμουν τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, οὐχ ἁπλῶς εἰπὼν τοῦτο, ἀλλὰ διὰ τὴν αἰτίαν ταύτην, ἐπειδὴ μετὰ τὴν ἑσπέραν ὁ σταυρὸς αὐτὸν διεδέχετο.
 [00180]  ∆ιὰ τοῦτο καὶ προφῆται προεπέμποντο, καὶ πατριάρχαι προὔλεγον, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων ὁ σταυρὸς προδιετυποῦτο.
000-00-00 Serial Number=0114212990
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00075]  Τῇ δρυῒ παρείκασται ὁ σταυρὸς διὰ τὸ ἰσχυρὸν εἶναι τὸ ξύλον καὶ ἀνένδοτον.
000-00-00 Serial Number=0453728855
In parabolam de ficu Ante [Go Back]  
 [00179]  Ξύλον ὁ σταυρὸς, ἄρτος τὸ σῶμα Χριστοῦ.
 [00191]  Ὢ θαυμαστοῦ πράγματος καὶ μυστηρίου καινοῦ! Ἡ πηγὴ ἐπὶ δένδρον ἔκειτο, καὶ ὁ σταυρὸς ὑπ' αὐτῆς ἐποτίζετο·
000-00-00 Serial Number=0192200303
In principium Actorum Ante [Go Back]  
 [00407]  πῦρ, καὶ σίδηρος, καὶ θηρίων ὀδόντες, καὶ κρημνοὶ, καὶ καταποντισμοὶ, καὶ βάραθρον, καὶ ξύλον, καὶ σταυρὸς, καὶ κάμινος, καὶ πάντα ὅσα ὤφθη πώποτε βασανιστήρια εἰς μέσον ἐφέροντο·
 [01390]  Ἐπειδὴ γὰρ ὁ σταυρὸς μεταξὺ παρεμπεσὼν ἐσκανδάλισε πλείστους, διὰ τοῦτο καὶ μειζόνων ἐδέησε μετὰ ταῦτα σημείων.
000-00-00 Serial Number=0893228829
In proditionem Judae [2] Ante [Go Back]  
 [00074]  κατεσκευάσθη σταυρὸς, καὶ τάφος οἰκοδομεῖται εἰς ζωήν·
000-00-00 Serial Number=0478314638
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00008]  ∆ιὰ τοῦτο ἤδη τοῦ πάθους πλησιάζοντος, καὶ τοῦ σταυροῦ μέλλοντος πήγνυσθαι, ἀνίστησιν ἀποθανόντα τὸν Λάζαρον, ἵνα ἔργῳ διδάξῃ τοὺς μαθητευομένους, ὡς οὐκ ἀσθενείας ὁ σταυρὸς καὶ ὁ θάνατος, ἵνα πείσῃ τοὺς παρόντας, ὅτι θανάτῳ μὲν ἐπιτάττει, καὶ ψυχὴν ἀνακαλεῖται τῶν γηΐνων ἀπολυθεῖσαν δεσμῶν.
000-00-00 Serial Number=0346043050
In ramos palmarum [3] Ante [Go Back]  
 [00015]  Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐπιλάμπει λοιπὸν καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν.
000-00-00 Serial Number=0811400294
In resurrectionem domini [1] Ante [Go Back]  
 [00007]  ὅτι στέφανος ἀκανθῶν καθολικὴν κατάραν ἀνέτρεψε, καὶ σταυρὸς ἐπονείδιστος κόσμον αἰσχύνης ἀπήλλαξεν·
000-00-00 Serial Number=0397201121
In sancta et magna parasceve Ante [Go Back]  
 [00009]  Καὶ ἔστι σταυρὸς πολυδύναμος δύνα μις, βέλος ἀόρατον, φάρμακον ἄϋλον, πηγὴ λυσί πονος, ἐπονείδιστος δόξα·
 [00014]  ἀλλ' εἰ μὴ σταυρὸς ἦν, οὐκ ἂν ἐσώθη τοῖς ἔργοις ἡ πρώτη τοῦ παραδείσου Παρθένος·
000-00-00 Serial Number=0131680965
In sanctum pascha [2] Ante [Go Back]  
 [00033]  Ὅτι καὶ τὸν Ἀδὰμ ἀπώλεσεν καὶ τὸν λῃστὴν οὐκ ἐκράτησεν, ὅτι καὶ τὸ καθ' ἡμῶν χειρόγραφον ἡρπάγη καὶ τὸ ὑπὲρ ἡμῶν τρόπαιον ἐφυτεύθη σταυρὸς κατὰ δαιμό νων τρόπαιον νικηφόρον.
000-00-00 Serial Number=0140094459
In venerabilem crucem sermo Ante [Go Back]  
 [00114]  Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων σοφία, σταυρὸς ἀνόμων νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων σκάνδαλον, σταυρὸς ἀσεβῶν ἀπώλεια, σταυρὸς ἀδυνάμων δύναμις, σταυρὸς νοσούντων ἰατρὸς, σταυρὸς λεπρῶν καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις, σταυρὸς πεινώντων ἄρτος, σταυρὸς διψώντων πηγὴ, σταυρὸς γυμνῶν σκέπη·
000-00-00 Serial Number=0416794896
In venerandum crucem Ante [Go Back]  
 [00017]  Ἐν τούτοις καὶ πρὸς τούτοις συγκαλεῖται γοῦν σήμερον ἡμᾶς ὁ ἑορταζόμενος πανάγιος σταυρὸς, καὶ ταῦτα τὰ ἄφθαρτα καὶ ἀείζωα ἐδέσματα πᾶσιν ὁμοίως ἐπιτρέπει, τοῖς οἴκοις, ταῖς ἀγοραῖς, ταῖς νυξὶ, ταῖς ἡμέραις, ταῖς πόλεσι, ταῖς ἐρήμοις.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»