Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὐσίας [277]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὐσίας


000-00-00 Serial Number=0201386511
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00065]  Ἀνενδεὴς δὲ ὢν ἀεὶ, τοιοῦτον γὰρ τὸ Θεῖον, ἐποίησεν ἀγγέλους, ἀρχαγγέλους, καὶ τὰς ἄλλας τῶν ἀσωμάτων οὐσίας, ἐποίησε δὲ δι' ἕτερον μὲν οὐδὲν, δι' ἀγαθότητα δὲ μόνην.
000-00-00 Serial Number=0697152138
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00454]  Εἰ δὲ μὴ καθαρὰς μηδὲ γυμνὰς φήνασαι τὰς ἑαυτῶν οὐσίας ἐκεῖναι, ἀλλ' ἀμυδρῶς σφόδρα καὶ συνεσκιασμένως, ὅμως οὕτω διέλαμψαν, ὁποίας αὐτὰς εἰκὸς παντὸς ἀπηλλαγμένας παραπετάσματος φαίνεσθαι.
000-00-00 Serial Number=0009598911
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00102]  ἔνθα ἄπειρον τὸ μέσον καὶ οὐσίας καὶ γνώσεως καὶ τῶν ἄλλων ἁπάντων, ποίας τεύξεται συγγνώμης ὁ οὕτως ἰταμὸς καὶ ἀναιδὴς ὥστε πολυπραγμονεῖν τὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ;
 [01020]  Καὶ γὰρ καὶ οὐσίας ἐπέδωκαν πολλοί, ὥστε τοὺς δεσμώτας καὶ τοὺς ἐξορίστους ἔχειν τινὰ παραμυθίαν τῆς τοσαύτης ταλαιπωρίας καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσεδέξαντο κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον·
000-00-00 Serial Number=0610527635
Ad populum Antiochenum Ante [Go Back]  
 [01215]  Ἐνταῦθα μὲν γὰρ καὶ τῆς αὐτῆς οὐσίας ὁ ὑβρισθεὶς, καὶ ἅπαξ τοῦ παντὸς χρόνου τοῦτο πέπονθε, καὶ οὐ κατ' ὄψιν οὐδὲ παρὼν καὶ ὁρῶν καὶ ἀκούων, καὶ ὅμως οὐδεὶς ἔτυχε συγγνώμης τῶν τετολμηκότων·
 [01227]  Ἂν δὲ λέγῃς, ὅτι οὐχὶ τῆς αὐτῆς οὐσίας ὁ ἄνθρωπός ἐστι τῷ Θεῷ, καὶ τί τοῦτο;
 [01228]  Οὐδὲ γὰρ ὁ χαλκὸς τοῦ ἀνδριάντος τῆς αὐτῆς οὐσίας ἦν τῷ βασιλεῖ, ἀλλ' ὅμως δίκην ἔδοσαν οἱ τολμήσαντες·
 [01229]  ὥστε καὶ ἐπὶ τῶν ἀνθρώπων, εἰ καὶ μὴ τῆς αὐτῆς οὐσίας εἰσὶ τῷ Θεῷ οἱ ἄνθρωποι, ὥσπερ οὖν οὐδέ εἰσιν, ἀλλ' ὅμως εἰκὼν ἐκλήθησαν, καὶ διὰ τὴν προσηγορίαν ἔδει τιμῆς ἀπολαύειν αὐτούς·
 [01890]  Ταῦτα οἱ βάρβαροι, καὶ οὐκ αἰσχυνόμεθα οὐδὲ ἐγκαλυπτόμεθα, ἐκείνων τρόπους μεταβαλόντων, ἡμεῖς τόπους ἀμείβοντες, καὶ μεθυόντων ἀνθρώπων ἔργα ποιοῦντες, καὶ τὰς οὐσίας ὑπεκτιθέντες;
 [02183]  Ἂν ἀπειλῇ δήμευσιν οὐσίας, εἰπὲ πρὸς αὐτόν·
 [03266]  Εἰ γὰρ καὶ τούτων ὄντων ἐτόλμησάν τινες εἰπεῖν, ὅτι τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ·
 [03273]  Τὸ γὰρ εὐτελὲς τῆς οὐσίας τοῦτο μάλιστα δείκνυσι τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον, ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις οὕτω ποικίλας καὶ παντοδαπὰς καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν.
 [03275]  Ὥστε ὅσῳπερ ἂν κατηγορῇς τοῦ τῆς οὐσίας εὐτελοῦς, τοσούτῳ μᾶλλον θαύμασον τὸ μεγαλεῖον τῆς τέχνης.
 [03318]  Καὶ τί λέγω περὶ ἐγκεφάλου καὶ καρδίας, ὅπου γε εἴ τις καὶ περὶ τῶν ὀνύχων αὐτῶν ζητήσειε, πολλὴν καὶ ἐν τούτοις ὄψεται τὴν σοφίαν τοῦ Θεοῦ διαδεικνυμένην, καὶ ἀπὸ τοῦ σχήματος αὐτῶν, καὶ ἀπὸ τῆς οὐσίας, καὶ ἀπὸ τῆς θέσεως.
 [03433]  Καὶ γὰρ τῇ παρελθούσῃ ἑβδομάδι τὰς οὐσίας δημεύεσθαι προσεδοκῶμεν ἅπαντες, καὶ στρατιώτας ἡμῖν ἐπαφίεσθαι, καὶ μυρία ἕτερα ὠνειροπολοῦμεν δεινά·
 [03766]  καὶ τέλος ἁλύσεις αὐτοῖς περιθέντες, καὶ σιδήρῳ δήσαντες, ἐπὶ τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας, ἐτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουργίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἐν ταῖς θύραις ἁπάντων ἦν ἰδεῖν.
 [04517]  καὶ ὅταν ἐλθών τις ἀπαγγείλῃ ὅτι στρατιῶται τὴν πόλιν ἐκύκλωσαν καὶ τὰς οὐσίας διαρπάζειν μέλλουσι, πρὸς τὸν ∆εσπότην σου κατάφυγε, καὶ εἰπέ·
 [04824]  Μυρία προσεδοκήσαμεν δεινὰ, τὰς οὐσίας διαρπαγήσεσθαι πάντων, τὰ οἰκήματα ἐμπρησθήσεσθαι μετὰ τῶν οἰκούντων, τὴν πόλιν ἐκ μέσης ἀναρπασθήσεσθαι τῆς οἰκουμένης, καὶ τὰ λείψανα αὐτῆς ἀπολεῖσθαι ἅπαντα, ἄροτρον αὐτῆς τὸ ἔδαφος δέξεσθαι·
 [05869]  Ἐὰν ἴδῃς, ὅτι ἕνα ὅρκον ἐκλάπης, θρήνησον, στέναξον, ὡς τῆς οὐσίας σου πάσης ἀπολωλυίας.
000-00-00 Serial Number=0380434334
Adversus Judaeos Ante [Go Back]  
 [00011]  Ὁ δὲ Παῦλος οὐκ εἰς αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ' εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ αὐτῆς τῆς προνοίας μέρος μικρὸν ἀπολαβὼν, ὃ περὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἐπεδείξατο, ὥσπερ πέλαγος ἀχανὲς καὶ ἀκατάληπτον ἰδὼν, οὕτως ἐβόησεν·
000-00-00 Serial Number=0790135622
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00614]  Ὁρῶν γὰρ τοσαύτης μὲν οὐσίας ὑπερορῶντα τὸν σὸν υἱὸν, τοσαύτης δὲ δόξης καὶ λαμπρότητος, οὐκ ἀλγήσει τῷ τελευτήσαντι τοσοῦτον.
 [00634]  Εἰ γὰρ ταπεινοὶ καὶ ἐκ ταπεινῶν ὄντες τινὲς ἀγροίκων υἱοὶ καὶ χειροτεχνῶν, ἐπὶ τὴν φιλοσοφίαν ταύτην ἐλθόντες, οὕτως ἐγένοντο τίμιοι πᾶσιν, ὡς μηδένα τῶν ἐν τοῖς μεγάλοις ὄντων ἀξιώμασιν αἰσχυνθῆναι πρὸς τὸ καταγώγιον τούτων ἐλθεῖν, καὶ λόγων μετασχεῖν καὶ τραπέζης, ἀλλ' ὥσπερ μεγάλων τινῶν ἀγαθῶν, ὅπερ οὖν καὶ ἔστιν, ἀπολαύσαντας οὕτω διατεθῆναι, πολλῷ μᾶλλον, ὅταν ἀπὸ λαμπροῦ μὲν ὁρμώμενον γένους, λαμπρᾶς δὲ οὐσίας, τοσούτων δὲ ἐλπίδων, πρὸς ἐκείνην ἴδωσιν ἐλθόντα τὴν ἀρετὴν, τοῦτο ἐργάσονται.
 [01056]  ὑμεῖς δὲ καὶ οὐσίας ὁλοκλήρους ὑπὲρ τῆς τῶν δήμων εὐφημίας ἐκενώσατε πολλάκις.
000-00-00 Serial Number=0090267599
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00017]  ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τὸ θαῦμά ἐστιν, ὅτι θεὸς ὢν καὶ τῆς μακαρίας καὶ ἀκηράτου οὐσίας ἐκείνης ἴστε δὲ ὅσον τὸ μέσον θεοῦ πρὸς ἀνθρώπους κατηξίωσε πρὸς τὴν ἡμετέραν φύσιν ἐλθεῖν·
000-00-00 Serial Number=0539664149
Commentarius in Job Ante [Go Back]  
 [03862]  οὐκ ἀπὸ τῆς κτίσεως, οὐκ ἀπὸ τῆς δημιουργίας, οὐκ ἀπὸ τῆς ἀρχῆς ταῦτα στοχάζεσθαι δεῖ μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς οὐσίας καὶ ἀπ' αὐτῶν τῶν ἔργων·
000-00-00 Serial Number=0329597056
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00093]  καὶ ὁ Πατὴρ μετὰ τὸ γεννῆσαι ὁ αὐτὸς μεῖναι οὐκ ἠδύνατο, ἀῤῥεύστου καὶ ἀναλλοιώτου τῆς οὐσίας μενούσης;
000-00-00 Serial Number=0982930660
Contra ludos et theatra Ante [Go Back]  
 [00036]  Πρὸ τριῶν ἡμερῶν ἐπομβρία καὶ ὑετὸς κατεῤῥήγνυτο πάντα παρασύρων, ἀπ' αὐτοῦ τοῦ στόματος, ὡς εἰπεῖν, τὴν τράπεζαν τῶν γηπόνων ἀφαρπάζων, στάχυας κομῶντας κατακλίνων, τὰ ἄλλα ἅπαντα τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς κατασήπων οὐσίας·
000-00-00 Serial Number=0641032875
De Anna i Ante [Go Back]  
 [00104]  Εἰ γὰρ νῦν οὐ τὸ πᾶν ἔχοντες τῇ φύσει θαῤῥεῖν οἱ παῖδες, ἀλλ' εἰδότες ὅτι πολλοὶ γενόμενοι φαῦλοι, καὶ τῆς οἰκίας, καὶ τῆς οὐσίας ἐξέπεσον τῆς πατρικῆς, ὅμως πολλαχοῦ τῷ τῶν γονέων φίλτρῳ θαῤῥοῦντες ἐνυβρίζουσιν εἰς τοὺς τεκόντας·
 [00579]  Εἰ γὰρ καὶ μονοειδὴς ἡ ὕλη, ἀλλὰ ποικίλον ἡ τέχνη, καὶ οὐ στενοχωρεῖται τῷ μονοτρόπῳ τῆς ὑποκειμένης οὐσίας εὐπόριστος οὖσα καὶ πολυμήχανος.
000-00-00 Serial Number=0749917150
De Christi precibus Ante [Go Back]  
 [00061]  οὕτω δὴ καὶ ὁ Χριστὸς οὐ δι' εὐτέλειαν τῆς οὐσίας ταῦτα ἐποίει, ἀλλὰ διὰ συγκατάβασιν.
 [00136]  Ἀπὸ γὰρ τούτου δῆλον, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ γεγεννηκότι.
 [00262]  Μαθόντες τοίνυν διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν, ἂν ἴδωμεν ἑτέρωθι ταπεινόν τι ποιοῦντα καὶ λέγοντα, διά τε τὰς αἰτίας ἃς ἠριθμήσαμεν πρῴην, καὶ διὰ τὸ βούλεσθαι τοὺς ἀκούοντας εἰς ταπεινοφροσύνην ἐναγαγεῖν, μὴ διὰ τοῦτο αὐτὸν εἰς εὐτέλειαν οὐσίας διαβάλλωμεν.
000-00-00 Serial Number=0361191571
De Lazaro Ante [Go Back]  
 [00546]  Τῇ γὰρ διαθέσει τῆς γνώμης, οὐ τῷ μέτρῳ τῆς οὐσίας, τὰς πενίας καὶ εὐπορίας κρίνειν εἰώθαμεν.
 [00550]  Τοὺς μέντοι τοῖς οἰκείοις ἀρκουμένους, καὶ στέργοντας τὰ ἑαυτῶν, καὶ μὴ περισκοπουμένους τὰς ἀλλοτρίας οὐσίας, κἂν ἁπάντων ὦσιν ἀπορώτεροι, πάντων εὐπορωτέρους εἶναι χρὴ νομίζειν.
 [00557]  Οὐ γὰρ αἱ ψυχαὶ τῶν βιοθανατούντων δαίμονες γίνονται, ἀλλ' αἱ ψυχαὶ τῶν ἐν ἁμαρτήμασι ζώντων, οὐ τῆς οὐσίας αὐτῶν μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως αὐτῶν τὴν ἐκείνων μιμουμένης κακίαν.
 [01402]  ἕτεροι δὲ πάλιν πονηρίαν πολλὴν ἐπιδειξάμενοι, τὰς ἑτέρων ἁρπάσαντες οὐσίας, χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες καὶ καταδυναστεύσαντες, πλούτου καὶ τρυφῆς καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν ἀπῆλθον, οὐδὲ τὸ τυχὸν παθόντες δεινόν;
000-00-00 Serial Number=0151086569
De consubstantiali Ante [Go Back]  
 [00030]  Πρώην μὲν οὖν ἐδείκνυμεν, ὅτι καὶ ἀνθρώπων, καὶ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ ἁπλῶς πάσης τῆς κτίσεως τὴν σοφίαν, ἡ κατάληψις τῆς οὐσίας τοῦ Θεοῦ, μετὰ πολλῆς ὑπερβαίνει τῆς περιουσίας, καὶ τῷ Μονογενεῖ μόνῳ καὶ τῷ ἁγίῳ Πνεύματι γνώριμός ἐστι καὶ σαφής·
 [00032]  Ζητοῦμεν γὰρ εἰ τῆς αὐτῆς δυνάμεως, εἰ τῆς αὐτῆς ἐξουσίας ἐστὶν, εἰ τῆς αὐτῆς οὐσίας ὁ Υἱὸς τῷ Πατρί·
 [00054]  Ὅταν μὲν γὰρ τὸ ἀπαράλλακτον τῆς οὐσίας αὐτοῦ δεῖξαι βούληται τὸ πρὸς τὸν γεγεννηκότα, Ὁ ἑωρακὼς ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα.
 [00064]  καὶ ἐπειδὴ τῆς αὐτῆς οὐσίας οὐκ εἰμὶ, οὐδὲ ἐκεῖνος ὀφείλει τῆς αὐτῆς εἶναι·
 [00065]  τὰ γὰρ ἀπηριθμημένα ἅπαντα δείκνυσιν ἀληθινὸν ὄντα Υἱὸν καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι.
 [00066]  Ὅταν γὰρ εἴπῃ, ὅτι τῆς αὐτῆς ἐστιν αὐτῷ μορφῆς, καὶ τοῦ αὐτοῦ χαρακτῆρος, τί ἄλλο δηλοῖ, ἢ τὸ ἀπαράλλακτον τῆς οὐσίας;
 [00071]  εἰ γὰρ τῆς αὐτῆς ἐστι δυνάμεως, καὶ τῆς αὐτῆς οὐσίας, καὶ ἀπὸ ἐξουσίας πάντα ποιεῖ, τίνος ἕνεκεν εὔχεται;
 [00082]  ∆ιὰ τοῦτο πολλὰ ἀνθρώπινα καὶ ταπεινὰ φθέγγεται, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου ἀποδέοντα, ἵνα πιστώσηται τῆς οἰκονομίας τὸν λόγον.
 [00171]  Καὶ ἵνα σαφέστερα γένηται τὰ εἰρημένα, καὶ μάθητε πάντες ὑμεῖς, ὅτι οὐ καταστοχαζόμεθα τῶν θείων Γραφῶν, φέρε δὴ τῶν εἰρημένων αἰτιῶν τούτων τὴν πρώτην μεταχειρισώμεθα νῦν, καὶ δείξωμεν ποῦ διὰ τὴν τῆς σαρκὸς περιβολὴν φανερῶς καταδεέστερα τῆς οὐσίας τῆς ἑαυτοῦ ῥήματα φθέγγεται·
 [00204]  Ὅταν γὰρ φθέγγηταί τι ταπεινὸν ὁ Χριστὸς, οὕτω φθέγγεται ταπεινὸν καὶ εὐτελὲς, ὡς τὴν ὑπερβολὴν τῆς ταπεινότητος τῶν λεγομένων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δυνηθῆναι πεῖσαι, ὅτι πολὺ τῆς ἀποῤῥήτου καὶ ἀφράστου οὐσίας ἐκείνης ἀποδεῖ τὰ ῥήματα.
000-00-00 Serial Number=0597746789
De decem millium talentorum debitore Ante [Go Back]  
 [00136]  Οὐχ ὑπὲρ τῆς δαπάνης δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς κτήσεως ἀπαιτηθήσῃ λόγον, πότερον ἐκ δικαίων πόνων, ἢ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συνέλεξας, πότερον κλῆρον διαδεξάμενος πατρῷον, ἢ τὰς τῶν ὀρφανῶν καταστρέψας οἰκίας, καὶ τὰς τῶν χηρῶν διαρπάσας οὐσίας.
000-00-00 Serial Number=0746230483
De diabolo tentatore Ante [Go Back]  
 [00288]  Ὁ δεῖνα πλουτεῖ, φησὶ, καὶ βιάζεται, ἁρπάζει καὶ πλεονεκτεῖ, τὰς τῶν πενήτων οὐσίας καταπίνει καθ' ἑκάστην ἡμέραν, καὶ οὐδὲν πάσχει δεινόν·
 [00451]  τὰ δὲ τοιαῦτα οὐ φύσεως ἐπέχει τάξιν οὐδὲ οὐσίας.
 [00452]  Οἶδα ὅτι πολλοῖς δυσκατάληπτος ὁ λόγος οὗτος ὁ περὶ τῆς οὐσίας καὶ τῶν συμβεβηκότων·
 [00456]  καὶ ὄψεσθε κἀκεῖνο οὐ τῆς οὐσίας οὐδὲ τῆς φύσεως ὄνομα ὄν.
000-00-00 Serial Number=0022886336
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00041]  Μετὰ δὲ τὸ πολὺ δαπανῆσαι χρυσίον καὶ ἀργύριον, ἵππους, ἱμάτια, παῖδας καὶ πάντα ἐκεῖνα καὶ κενῶσαι πολλὰς οὐσίας, παραπέμπουσι πάλιν αὐτὸν μετὰ πολλῆς τῆς εὐφημίας, τοσοῦτοι μέντοι οὐκέτι·
 [00049]  Ἂν δὲ καὶ πέρα τῆς οὐσίας ἀναλώσας δέηται καὶ ἀπὸ ποδῶν ἐξαρθεὶς ἐν μέσῃ ἐπαιτῆται τῇ ἀγορᾷ, εἶτα τῶν τότε προστάτην βοώντων μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, ἀλλὰ καὶ εὐφραίνωνται τοῖς γινομένοις καὶ γὰρ καὶ τότε, ὅτε εὐφήμουν, καὶ τῷ φθόνῳ ἐδάκνοντο καὶ παραμυθίαν ἡγοῦντο τῶν οἰκείων κακῶν τὸ ἐκεῖνον, τὸν οὕτω γενόμενον λαμπρόν, πάντων ἀτιμότερον μέλλειν ἔσεσθαι , ὅταν οὖν μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, τί τούτων ἐλεεινότερον;
000-00-00 Serial Number=0464097977
De incomprehensibili dei natura Ante [Go Back]  
 [00055]  Καθάπερ γὰρ ἡ ἡλικία τοῦ παιδίου καταργεῖται, οὐκ ἀφανιζομένης τῆς οὐσίας, ἀλλ' αὐξανομένης τῆς ἡλικίας καὶ εἰς ἄνδρα τέλειον ἐκβαινούσης, οὕτω καὶ ἐπὶ τῆς γνώσεως γίνεται.
 [00122]  καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ' ἡ σοφία ἐκ τῆς οὐσίας.
 [00138]  «Εὐχαριστῶ σοι, φησί, διὰ τοῦτο ὅτι ἀκατάληπτον ἔχω ∆εσπότην», οὐ περὶ οὐσίας ἐνταῦθα λέγων·
 [00165]  Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ οὐ περὶ οὐσίας, ἀλλὰ περὶ σοφίας καὶ αὐτὸς διαλεγόμενος τῆς ἐν τῇ προνοίᾳ φαινομένης, οὐ τῆς καθόλου λέγω, καθ' ἣν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω προνοεῖ δυνάμεων, ἀλλ' ἐκεῖνο τῆς προνοίας τὸ μέρος ἐξετάζων, καθ' ὃ προνοεῖ τῶν ἐν τῇ γῇ ἀνθρώπων, καὶ ταύτης αὐτῆς πάλιν μέρος.
 [00188]  Οὐ περὶ τῆς οὐσίας φησίν, ἀλλὰ περὶ τῶν οἰκονομιῶν.
 [00199]  «Ἐκ μέρους» δὲ εἶπεν, οὐχ ὅτι τὸ μὲν αὐτοῦ τῆς οὐσίας γινώσκει, τὸ δὲ ἀγνοεῖ ἁπλοῦς γὰρ ὁ Θεός , ἀλλ' ἐπειδὴ ὅτι μὲν ἔστι Θεὸς οἶδε, τὸ δέ, τί τὴν οὐσίαν ἐστίν, ἀγνοεῖ·
 [00211]  περὶ τῆς οὐσίας ταύτης ἐκεῖ διαλέγονται καὶ πρὸς ἑαυτοὺς ζητοῦσιν;
 [00496]  Θεοῦ δὲ καὶ ἀνθρώπων τῆς οὐσίας τοσοῦτον τὸ μέσον ὅσον οὐδὲ λόγος παραστῆσαι δύναται, οὐδὲ ἔννοια μετρῆσαι χωρεῖ.
 [00682]  οὐχὶ ἄνθρωπος εἶ καὶ τῆς αὐτῆς οὐσίας ἐμοί;
 [00716]  Καὶ τί λέγω περὶ τῆς μακαρίας ἐκείνης οὐσίας, ὅπου γε οὐδὲ
 [00889]  Καὶ τί θαυμαστὸν εἰ τῆς οὐσίας τὴν ἀκριβῆ κατάληψιν οὐκ ἔχουσι;
 [00992]  Οὔτε γὰρ ἂν ὁ Πατὴρ ἠνέσχετο ἐν τῷ κόλπῳ τὸν Υἱὸν ἔχειν, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἦν, οὔτ' ἂν ἐκεῖνος ὑπέμεινεν ὑποδεεστέρας φύσεως ὢν ἐνδιαιτᾶσθαι τῷ κόλπῳ τῷ πατρικῷ.
 [01140]  κοινὰ μέν, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς οὐσίας, ἴδια δέ, ἵνα τὴν ἰδιότητα χαρακτηρίσῃ τῶν ὑποστάσεων.
 [01150]  Καίτοι γε εἰ ἔλαττον τοῦ Θεὸς ἦν καὶ ἀνάξιον τῆς οὐσίας ἐκείνης, οὐκ ἔδει λέγεσθαι·
 [01303]  Τίνος ἂν εἶεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας οἱ ἐπὶ τῆς τοῦ ∆εσπότου οὐσίας ταῦτα τολμῶντες;
 [01306]  ὅτι δὲ τοῦτό ἐστιν αὐτοῦ τῆς οὐσίας τὸ ὄνομα οὐδεὶς προφήτης εἶπεν, οὐδεὶς ἀπόστολος ᾐνίξατο, οὐδεὶς εὐαγγελιστής.
 [01310]  Οὐδεὶς γὰρ οὐδὲ ἐκείνων ἐτόλμησε θείας οὐσίας ὅρον ἐκθέσθαι καὶ ἑνὶ ὀνόματι περιλαβεῖν.
 [01311]  Καὶ τί λέγω θείας οὐσίας, ὅπου γε περὶ τῆς τῶν ἀσωμάτων φύσεως φιλοσοφοῦντες οὐδὲ ταύτης ἀπηρτισμένον ὅρον ἐξέθεντο, ἀλλ' ἀμυδράν τινα ἐξήγησιν καὶ ὑπογραφὴν μᾶλλον ἢ ὅρον;
 [01329]  Τοῦτο οὖν τῆς οὐσίας αὐτοῦ παραστατικόν, εἰπέ μοι;
000-00-00 Serial Number=0014425457
De libello repudii Ante [Go Back]  
 [00055]  Τὴν γοῦν αἰτίαν τοῦ ἀποστασίου γινομένην γυμνὴν καὶ ἔρημον χρημάτων ἐκβάλλουσι, καὶ ὅθεν ἂν γένηται τῆς διαλύσεως ἡ πρόφασις, καὶ τῇ ζημίᾳ τῆς οὐσίας τοῦτον κολάζουσιν·
000-00-00 Serial Number=0679055810
De mutatione nominum Ante [Go Back]  
 [00467]  Ἀναμιμνήσκων αὐτὸν διὰ τοῦ ὀνόματος τῆς εὐτελείας τῆς κατὰ φύσιν, καὶ καθάπερ ἐν στήλῃ χαλκῇ τῇ προσηγορίᾳ κατατιθέμενος τὴν ταπεινότητα τῆς οὐσίας, ἵνα τὸ ὄνομα διδασκαλίαν ἔχῃ μετριοφροσύνης, ἵνα μὴ μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ.
000-00-00 Serial Number=0925826371
De non iterando conjugio Ante [Go Back]  
 [00112]  Πολλαὶ γὰρ τῶν ἀνδρῶν γενναιότερον καὶ οἰκίας προέστησαν, καὶ παῖδας ἐξέθρεψαν ὀρφανούς, καὶ τὰς ἐν χερσὶν οὐσίας αἱ μὲν ηὔξησαν, αἱ δὲ οὐκ ἠλάττωσαν.
000-00-00 Serial Number=0901029825
De paenitentia [1] Ante [Go Back]  
 [00699]  Εἰ ἦν πανήγυρις, καὶ εὐωνίαν ἔχουσα, καὶ ἀφθονίαν σιτίων, καὶ τὰ πολλὰ ὀλίγου πιπρασκόμενα, οὐκ ἂν τὰς οὐσίας διαπωλήσαντες, καὶ πάντα δεύτερα θέντες, τῆς πραγματείας ἐκείνης περικρατεῖς ἐγένεσθε;
000-00-00 Serial Number=0516374052
De patientia sermo 1 Ante [Go Back]  
 [00296]  οὗτος ἦν τοῦ ἐμοῦ γένους ἡ διαδοχὴ, οὗτος ἦν τῆς οὐσίας ὁ κληρονόμος, οὗτος τῆς ἐμῆς ἀθυμίας ἡ παραμυθία, οὗτός μου ἦν τοῦ γήρους ἡ βακτηρία, οὗτος τῆς πατρίδος τὸ καύχημα, οὗτος τῆς ἐμῆς ῥίζης ὁ κλάδος, ὅλος τῷ εἴδει φαιδρὸς ὑπάρχων, ὅλος προσηνὴς καὶ ἐπιδέξιος, εὐπροσήγορος, ἐπιθυμητὸς τοῖς ἰδίοις καὶ τοῖς ξένοις, τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν·
000-00-00 Serial Number=0984977603
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00078]  Οὐ γὰρ τὰ μέτρα τῆς οὐσίας, ἀλλὰ τὰ μέτρα τῆς γνώμης τὴν ἐλεημοσύνην ἐργάζεσθαι πέφυκεν·
 [00234]  οὐκ ἐξαίρων τὰ τῆς οὐσίας, οὕτως εἶπεν, ἀλλὰ τοῦτο δηλῶν, ὅτι οὐκ αὐτοῦ μόνου ἐστὶ δοῦναι, ἀλλὰ καὶ τῶν ἀγωνιζομένων λαβεῖν.
000-00-00 Serial Number=0822758257
De prophetiarum obscuritate Ante [Go Back]  
 [00599]  ∆ιὰ μὲν γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς τῆς γῆς συνῆπται πράγμασι, σύνδεσμός τις ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως.
 [00609]  Ἐπεὶ οὖν καὶ ἐνταῦθα μέλλει τινῶν κατηγορήσειν τῶν τὸν πύργον οἰκοδομησάντων, τῶν εἰς ἀπόνοιαν ἐπαρθέντων, τῶν μείζονα ἔννοιαν λαβόντων τῆς οἰκείας ἀξίας, μέλλει δὲ αὐτῶν κατηγορεῖν ἀπόνοιαν, διὰ τοῦτο ἀπὸ τῆς εὐτελοῦς αὐτοὺς ἐκάλεσεν οὐσίας εἰπών·
 [00684]  Εἶδες τὸ εὐτελὲς καὶ ἐπίκηρον τῆς οὐσίας;
 [00720]  Εὐτελεῖς γὰρ πολλαχοῦ παραγαγὼν τὰς οὐσίας, καὶ τῆς οἰκείας τέχνης δεῖγμα σαφὲς ἐγκατέθηκε, καὶ τῆς τῶν οὐσιῶν ἀσθενείας ἔλεγχόν τινα ἐγκατέμιξεν·
 [00721]  ἵνα διὰ μὲν τὴν τέχνην καὶ τὸ κάλλος θαυμάζῃς τὸν ∆ημιουργὸν, διὰ δὲ τὴν ἀσθένειαν καὶ τὴν εὐτέλειαν τῆς φύσεως καὶ τῆς οὐσίας μὴ προσκυνήσῃς τὰ γενόμενα.
000-00-00 Serial Number=0016142368
De resurrectione mortuorum Ante [Go Back]  
 [00326]  Οὐχ ὁρᾷς πῶς μονοειδὴς μὲν ἡ γῆ, ποικίλον δὲ καὶ πολυειδὲς τὸ σῶμα, καὶ κατὰ τὰς ἐνεργείας, καὶ κατὰ τὰ χρώματα, καὶ κατὰ τὴν διάπλασιν, καὶ κατὰ τὰς οὐσίας, καὶ κατὰ τὰ ἄλλα πάντα;
000-00-00 Serial Number=0003311813
De sacerdotio Ante [Go Back]  
 [00011]  οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει μᾶλλον ἕτερος ἑτέρου φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζη πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο καὶ γένος δὲ ἡμῖν ὁμότιμον ἦν καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.
 [01019]  ἄν τε διέλῃ πάλιν, ἕτερον μὲν τὸν Πατέρα, ἕτερον δὲ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἕτερον εἶναι λέγων, ἐφέστηκεν Ἄρειος εἰς παραλλαγὴν οὐσίας ἕλκων τὴν ἐν τοῖς προσώποις διαφοράν.
000-00-00 Serial Number=0277338147
De sancta pentecoste Ante [Go Back]  
 [00299]  διὰ τοῦτο καὶ Πνεῦμα ἅγιον ἡμῖν κατεπέμφθη, ὡς τῆς βασιλικωτάτης οὐσίας ὄν·
 [00471]  ἀλλ' ἵνα δείξῃ καὶ τῆς δυνάμεως τὸ μέγεθος, καὶ ὡς τῆς αὐτῆς ἐστιν οὐσίας τῷ Πατρὶ καὶ τῷ Υἱῷ, φησί·
000-00-00 Serial Number=0936155140
De sancta trinitate Ante [Go Back]  
 [00081]  Πῶς οὖν τολμᾷς ἀλλοτριῶσαι τῆς πατρῴας οὐσίας τὸν Υἱὸν, ἢ τὸ ἅγιον Πνεῦμα;
 [00384]  Εἰ γὰρ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνει, οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα.
 [00492]  Τοὺς δὲ λέγοντας τρεπτὸν τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, ἢ ἀλλοιωτὸν, ἢ ἐξ ἑτέρας οὐσίας, ἢ ἐξ οὐκ ὄντων γεγονότα, ἢ ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν, ἀναθεματιζέτω αὐτοὺς ἡ καθολικὴ Ἐκκλησία.
000-00-00 Serial Number=0954516172
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00189]  Εἰ δὲ τοῦτο καταδεέστερον, ἐκεῖνο δὲ μεῖζον, οὐκ ἐπὶ μεγάλης οὐσίας καὶ μείζονος τοῦ λόγου τὸ ἔλαττον τέθεικε πρῶτον, ἀλλὰ τὸ μεῖζον εἰπὼν ἠρκέσθη, καὶ οὐκ ἂν προσέῤῥιψε τὸ ἔλαττον.
 [00198]  Πῶς εἷς, εἰ δύο εἰσὶ τὰ ὀνόματα, τὸ μὲν ἐλάττονος, τὸ δὲ μείζονος οὐσίας;
 [00214]  Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, τὸ μικρὸν, τὸ ἔλαττον, τὸ καταδεέστερον τῆς ἀξίας, καὶ οὐ λέγει ἐκεῖνο τὸ μέγα καὶ ὑψηλὸν, τὸ ἄξιον τῆς οὐσίας;
000-00-00 Serial Number=0602497041
De studio praesentium Ante [Go Back]  
 [00145]  οἱ δὲ παρόντες οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἑαυτῶν οὐσίας πρόοιντο ἂν τοῖς δεομένοις ῥᾳδίως·
000-00-00 Serial Number=0486862540
De virginitate Ante [Go Back]  
 [01364]  Εἰ δὲ καὶ ἐξ ὁμοίων τις θέλοι γαμεῖν, πάλιν τῷ τῆς ὑποταγῆς νόμῳ τὰ τῆς ὁμοτιμίας λυμαίνεται, τοῦ τῆς οὐσίας μέτρου πείθοντος αὐτὴν ἐξισοῦσθαι τῷ ἀνδρί.
000-00-00 Serial Number=0536341727
De virtute animi Ante [Go Back]  
 [00106]  Αὐτὸς ἑαυτοῦ κιβωτὸς ὁ φιλόθεος, αὐτὸς κληρονόμος τῆς οἰκείας οὐσίας, τῷ τῆς εὐσεβείας συνεκδημεῖ βαλαντίῳ, τῷ τῶν ἐλπίδων συνεπάγεται πλούτῳ, βαστάζει τῶν ἀρετῶν ὁδεύων τὴν πρόσοδον, εὑρίσκει τὸν οὐρανὸν οἰκίαν, ἀναμίγνυται συμποσίῳ δικαίων, καρποῦται βασιλείας ἀξίαν αἰώνιον, πρόσεισι τῷ βασιλεῖ σὺν παῤῥησίᾳ βοῶν·
000-00-00 Serial Number=0717677116
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01277]  Εἰ γὰρ αὐτὸς Θεὸς ὢν, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, καὶ σταυρὸν κατεδέξατο, καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπέμεινε δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, τί οὐκ ἂν εἴημεν αὐτοὶ δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς χειραγωγῆσαι ὁδόν;
 [01621]  εἰ μὴ ἤμην πρᾶος, ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας δημιουργὸς πρὸς ὑμᾶς ἐπεδήμουν;
 [02871]  Ὁ τοίνυν φιλοσώματος καὶ πρὸς κόρην ἐπτοημένος εὔμορφον, εἰ βούλοιτο μαθεῖν τῷ λόγῳ τὸ εἰδεχθὲς τῆς οὐσίας, δι' αὐτῆς αὐτὸ τῆς ὄψεως εἴσεται.
 [02900]  Ὅθεν γὰρ ἂν γένηται τῆς διαλύσεως ἡ πρόφασις, τῇ ζημίᾳ τῆς οὐσίας κολάζουσι, γυμνὸν καὶ χρημάτων ἔρημον ἐκεῖθεν τοῦτον ἐκβάλλοντες.
 [03364]  Ἴδε τὸ εὐτελὲς καὶ ἐπίκηρον τῆς οὐσίας.
 [04853]  εἰ γὰρ μὴ κατ' ἀξίαν ἔδωκαν τῆς οὐσίας, οὐδ' οὕτω τὴν κόλασιν διαφεύξονται.
 [05148]  Τὸ γὰρ πολὺ καὶ τὸ ἔλαττον οὐ τῷ μέτρῳ τῶν διδομένων κρίνεται, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τῶν παρεχόντων.
 [08382]  Ἐποίησεν ἀγγέλους, ἀρχαγγέλους, καὶ ἄλλας τῶν ἀσωμάτων οὐσίας·
 [08484]  οὐδὲ γὰρ ἀφιέναι ἁμαρτίας, ἑτέρας ἐστι δυνάμεως, εἰ μὴ τῆς οὐσίας τῆς θεϊκῆς μόνης.
000-00-00 Serial Number=0871852100
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00009]  Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος, Λόγος ἐνυπόστατος, Λόγος ἐν ὑστέροις καιροῖς φανερωθεὶς καὶ τὴν οἰκουμένην διασώσας, Λόγος τῆς τοῦ Πατρὸς οὐσίας ἀπαράλλακτος.
 [00010]  Ὥσπερ γὰρ ὁ ἐν ἐμοὶ λόγος μετὰ τῆς οὐσίας εἰς τὴν τῆς ψυχῆς μετὰ δὲ τὸ προενσχεθῆναι διὰ στόματος καὶ λαβεῖν ἔνδυμα τὴν φωνὴν οὐκέτι λοιπὸν εἰς ἐμὲ μόνον ἀποκέκρυπται ἀλλὰ καὶ πᾶσι λοιπὸν γνωρίζεται, οὕτως καὶ ὁ μονογενὴς ὢν ἐν τῷ Θεῷ καὶ τῆς οὐσίας ὢν τοῦ Πατρὸς ἔμεινεν ἐν ἀρχῇ γνωριζόμενος, μετὰ δὲ τὸ ἐνδυθῆναι τὴν σάρκα οὕτω πᾶσι λοιπὸν κατάδηλος γίνεται.
 [00018]  Ἀλλ' ὥσπερ οὐκ ἔστι τὸν λόγον ἀπὸ τῆς ψυχῆς διατεμεῖν ἀλλ' ἔστι τῆς αὐτῆς οὐσίας ἐν τῇ ψυχῇ μένων καὶ μετὰ ταύτης ἀδιαστάτως νοούμενος καὶ οὐ τεμνόμενος, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας καὶ ἐκ τῆς αὐτῆς θεότητος ὢν τοῦ Πατρός, ἐκ τῶν πατρικῶν θησαυρῶν προελθών, κατῆλθε σάρκα περιβαλλόμενος καὶ πᾶσι τὰ τῆς δωρεᾶς θαύματα χαριζόμενος.
 [00147]  ταῦτα γὰρ κάτωθεν τῆς ἀφράστου καὶ ἀνεκδιηγήτου τοῦ μονογενοῦς οὐσίας·
000-00-00 Serial Number=0252283692
Expositiones in Psalmos Ante [Go Back]  
 [00050]  Πῶς οὖν αὐτὸν τῆς πατρῴας ἐκβάλλεις οὐσίας, εἰς ἐσχάτην εὐτέλειαν κατάγων, καὶ τὸ κοινὸν ἰδιοποιούμενος;
 [03064]  μᾶλλον δὲ, ὅπερ ἂν λέγῃς περὶ Θεοῦ, πολλῷ σφόδρα καταδεέστερον τῆς οὐσίας ἐκείνης, καὶ συγκαταβάσεώς [55.121] ἐστι.
 [03073]  Κἂν σοφὸν εἴπῃς, κἂν ἀγαθὸν εἴπῃς, καὶ ταῦτα ἄπειρα, οὐδὲν περὶ τῆς οὐσίας ἐκείνης ἄξιον εἴρηκας, ἀλλὰ δεῖ θεοπρεπῆ τῷ ῥήματι προσεῖναι ἔννοιαν.
 [03260]  Τὸ δὲ, Ὁ κρίνων δικαιοσύνην, τὸ σύνηθες τοῦ Θεοῦ, καὶ ἐξαίρετον αὐτοῦ τῆς οὐσίας φησίν.
 [03293]  Τὸ γὰρ καθῆσθαι πολλαχοῦ ἐπὶ τοῦ μονίμου τῆς οὐσίας κεῖται·
 [03296]  Συνεχῶς τοῦτο λέγει ὁ προφήτης ἐπὶ τῆς ἀπωλείας τῶν ἀνθρώπων, δεικνὺς αὐτοῦ τὸ ἀτελεύτητον τῆς οὐσίας, καὶ ὅτι τὸ μὲν τῶν ἀνθρώπων γένος ἐπίκηρον.
 [03298]  Τοῦτο δὲ ποιεῖ τὸν φόβον ἐπαρτῶν, ἵνα ἑκατέρωθεν ὦσιν αὐτὸν τρέμοντες, καὶ διὰ τὸ μέγεθος αὐτοῦ τῆς δόξης, καὶ διὰ τὸ ἀτελὲς τῆς οἰκείας οὐσίας, καὶ ὡς ἀεὶ μένοντα, καὶ ὡς ἀεὶ μεθ' ὑπερβολῆς κολάζοντα.
 [04827]  μᾶλλον δὲ, ὅπερ ἂν λέγῃς περὶ Θεοῦ, πολλῷ σφόδρα καταδεέστερον τῆς οὐσίας ἐκείνης, καὶ συγκαταβάσεώς [55.121] ἐστι.
 [04836]  Κἂν σοφὸν εἴπῃς, κἂν ἀγαθὸν εἴπῃς, καὶ ταῦτα ἄπειρα, οὐδὲν περὶ τῆς οὐσίας ἐκείνης ἄξιον εἴρηκας, ἀλλὰ δεῖ θεοπρεπῆ τῷ ῥήματι προσεῖναι ἔννοιαν.
 [05023]  Τὸ δὲ, Ὁ κρίνων δικαιοσύνην, τὸ σύνηθες τοῦ Θεοῦ, καὶ ἐξαίρετον αὐτοῦ τῆς οὐσίας φησίν.
 [05056]  Τὸ γὰρ καθῆσθαι πολλαχοῦ ἐπὶ τοῦ μονίμου τῆς οὐσίας κεῖται·
 [05059]  Συνεχῶς τοῦτο λέγει ὁ προφήτης ἐπὶ τῆς ἀπωλείας τῶν ἀνθρώπων, δεικνὺς αὐτοῦ τὸ ἀτελεύτητον τῆς οὐσίας, καὶ ὅτι τὸ μὲν τῶν ἀνθρώπων γένος ἐπίκηρον.
 [05061]  Τοῦτο δὲ ποιεῖ τὸν φόβον ἐπαρτῶν, ἵνα ἑκατέρωθεν ὦσιν αὐτὸν τρέμοντες, καὶ διὰ τὸ μέγεθος αὐτοῦ τῆς δόξης, καὶ διὰ τὸ ἀτελὲς τῆς οἰκείας οὐσίας, καὶ ὡς ἀεὶ μένοντα, καὶ ὡς ἀεὶ μεθ' ὑπερβολῆς κολάζοντα.
 [07305]  οὕτω καὶ τὸ Πνεῦμα, ἐπειδὴ φύσει τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ, τὰ χαρίσματα ἡμῖν παρέχει.
 [07376]  Οὐδὲ γὰρ τὴν σάρκα διαιρεῖ τῆς θεότητος, οὔτε τὴν θεότητα τῆς σαρκὸς, οὐχὶ τὰς οὐσίας συγχέων μὴ γένοιτο, ἀλλὰ τὴν ἕνωσιν δεικνύς.
000-00-00 Serial Number=0769619286
Fragmenta in Job Ante [Go Back]  
 [00137]  Μίαν οὐσίαν ἀμφοτέροις ὁ Θεὸς ἐχαρίσατο καὶ τὴν τῆς οὐσίας προεδρίαν·
 [00139]  πῶς οὖν αὐτὸν τῆς πατρῴας ἐκβάλλεις οὐσίας, εἰς ἐσχάτην εὐτέλειαν κατάγων, καὶ τὸ κοινὸν ἰδιοποιούμενος;
 [01984]  τὸ γὰρ εὐτελὲς τῆς οὐσίας, τοῦτο δείκνυσι μάλιστα τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον·
000-00-00 Serial Number=0679221392
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00102]  Ὁμοῦ γάρ τις ἐδέξατο τὸν λόγον, καὶ κοινὸς πολέμιος περιῄει πᾶσι, καὶ πατρίδος ἠλαύνετο, καὶ πρὸς τὴν ὑπερορίαν μετῳκίζετο, καὶ οὐσίας ἐξέπιπτε, καὶ περὶ τῆς ἐλευθερίας αὐτῆς, μᾶλλον δὲ περὶ αὐτοῦ τοῦ ζῇν ἐκινδύνευεν·
000-00-00 Serial Number=0253088415
In Acta apostolorum Ante [Go Back]  
 [00733]  Ἀλλὰ καὶ τὰς ψυχὰς ἐκ τῆς οὐσίας αὐτοῦ εἶναί φασιν.
 [00747]  Εἰ γὰρ ἡ μὲν ἡμετέρα ψυχὴ τῆς τοῦ Θεοῦ οὐσίας ἐστὶν, ἡ δὲ μετενσωμάτωσις καὶ εἰς σικυοὺς καὶ πέπονας ἐκβαίνει καὶ κρόμμυα·
 [01784]  ∆ιὰ τούτους τὰς οὐσίας ἔχομεν ἕκαστος, δι' ἐκείνας δὲ τὰς ἑορτὰς καὶ ἐπιβλαβῶς κενοῦμεν αὐτὰς, οὐ λῃστῶν ἐπεισελθόντων, ἀλλὰ τῆς μεθ' ἡδονῆς λῃστευούσης κενοδοξίας.
 [09999]  τίνες οὐσίας διασπαθῶσιν;
 [09999]  οὗτος δὲ, οὐδὲ ἀναγκαίας ἀπαιτούσης χρείας, τῆς οὐσίας ἅπτεται τῶν χρημάτων.
 [09999]  [60.344] Μὴ γάμον ζητῶμεν ἀπὸ εὐπόρων, ἵνα μὴ τῆς οὐσίας ἡ ἀμετρία φρόνημα τέκῃ τῇ γυναικὶ, ἵνα μὴ τὸ φρόνημα διαφθορᾶς αἴτιον ᾖ.
000-00-00 Serial Number=0560967326
In Bassum martyrem Ante [Go Back]  
 [00069]  εἰ μὴ ἤμην πρᾶος ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας δημιουργὸς, οὐκ ἂν πρὸς ὑμᾶς ἐπεδήμουν·
000-00-00 Serial Number=0736390650
In Genesim sermo 3 Ante [Go Back]  
 [00155]  Πῶς ἐκ μιᾶς θρυαλλίδος, καὶ ἐκ μιᾶς οὐσίας ταῦτα πάντα κατηγλάϊσται, δρόμον ἀνύοντος αὐτοῦ, νοῦν καὶ ἔννοιαν καταπλήττοντα, ὡς ἐν μιᾷ ἡμέρᾳ ἀπὸ ἀνατολῆς φαινόμενος καὶ πρὸς δύσιν ἐρχόμενος, τόπος οὐδεὶς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ;
000-00-00 Serial Number=0350440502
In Genesim sermones Ante [Go Back]  
 [00274]  Οὐ γὰρ οὐσίας εἶπεν εἰκόνα, ἀλλὰ ἀρχῆς εἰκόνα, καθὼς δηλώσομεν ἐκ τῶν ἑξῆς ἐπαγομένων.
 [00324]  ὅτι οὐκ οὐσίας ἀπαραλλαξία, ἀλλ' ἀρχῆς ὁμοιότης·
000-00-00 Serial Number=0774831474
In Isaiam Ante [Go Back]  
 [01938]  Τὸ καθαρὸν τῆς οὐσίας, τὸ ἄγρυπνον, τὸ διεγηγερμένον, τὸ γοργόν, τὸ ἐνεργητικόν, τὸ ἀκηλίδωτον.
 [02008]  Ἐξέπληξε τὸν προφήτην ἡ ὄψις, διανέστησεν, εἰς πολὺν τὸν φόβον ἐνέβαλε, πρὸς ἐξομολόγησιν ἐκίνησεν, ἀκριβέστερον τὴν εὐτέλειαν τῆς οἰκείας οὐσίας ἐπιγνῶναι παρεσκεύασε.
000-00-00 Serial Number=0639536977
In Joannem Ante [Go Back]  
 [00256]  Νῦν μὲν γὰρ αὐτὴν τῆς τοῦ Θεοῦ φησιν οὐσίας εἶναι·
 [00295]  ∆ιὸ καὶ οὗτος οὐσίας μὲν οὐδαμοῦ τίθησιν ὄνομα·
 [00512]  Εἰ γὰρ τοῖς ἐπ' ἀνθρώπων αὐτὸ ποιοῦσιν ἐπιτιμῶμεν, ὅταν πολὺ τὸ μέσον τῆς ἀρετῆς τῶν ἐξεταζομένων ᾖ, καίτοι γε τῆς οὐσίας μιᾶς οὔσης·
 [00547]  Ἄλλως τε τὸ Κύριος καὶ τὸ Χριστὸς, οὐκ ἔστιν οὐσίας, ἀλλ' ἀξιώματος.
 [00593]  Ἢ οὐχ ὁρᾷς αὐτὸν, ἵνα μηδεὶς αὐτὸν ἀγέννητον ὑπολάβῃ, πάντα ὑπὲρ τούτου καὶ ποιοῦντα καὶ λέγοντα, καὶ ἀνάξια αὐτοῦ φθεγγόμενον τῆς ἀξίας καὶ τῆς οὐσίας, καὶ εἰς προφήτου ταπεινότητα καταβαίνοντα;
 [00599]  πεποίημαι ἐγὼ, οὐ γεγέννημαι, οὐδέ εἰμι τῆς οὐσίας ἐκείνου.
 [00756]  οὐδὲ τῆς οὐσίας εὔδηλον ὅτι ἀρχή τις χρονική.
 [00817]  Εἰ γὰρ ὁ Υἱὸς μὴ εἴη τῆς αὐτῆς οὐσίας, ἕτερός ἐστι Θεός·
 [00819]  καὶ εἰ μὴ ἐκ τῆς οὐσίας προῆλθεν, εὔδηλον ὅτι ἐγένετο.
 [00871]  ὃ μάλιστα καὶ ὁ Πατὴρ αὐτοῦ διὰ τῶν προφητῶν ἁπανταχοῦ τῆς οὐσίας τῆς αὐτοῦ γνωριστικὸν εἶναί φησι.
 [01125]  Ἀλλ' οὔτε ἐλάττων ἐστὶν, οὔτε ἀποδέει τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός.
 [01145]  ταῦτα δὲ οὐκ ἂν συνέβη μὴ πανταχοῦ τῆς αὐτῆς οὐσίας ὑποκειμένης.
 [01294]  Ὅτι μὲν Θεός εἰμι, καὶ Θεοῦ γνήσιος Υἱὸς, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀκηράτου καὶ μακαρίας, [καὶ] οὐδενὸς δέομαι τοῦ μαρτυρήσοντος.
 [01394]  ∆ιὰ τοῦτο εἰπὼν αὐτὸν ἀπαύγασμα, ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, ἵνα τὴν ἰδίαν ὑπόστασιν δηλώσῃ καὶ τῆς αὐτῆς ὄντα αὐτὸν οὐσίας, ἧς ἐστι καὶ χαρακτήρ.
 [01843]  Εἰ δὲ ἐπὶ τῆς ἐπεισάκτου τῶν ἀνθρώπων ἀξίας οὐδὲν τὸν ἐντιμότερον ἡ πρὸς τὸν εὐτελέστερον ὁμιλία παρέβλαψε, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης οὐσίας, τῆς ἐπείσακτον μὲν ἐχούσης οὐδὲν, οὐδὲ γινόμενον καὶ ἀπογινόμενον, πάντα δὲ κεκτημένης ἀκίνητα καὶ πεπηγότα εἰς τέλος τὰ ἀγαθά.
 [01850]  οὐ μεταβολὴν οὐσίας, ἄπαγε, ἀλλὰ σαρκὸς ἀληθινῆς ἀνάληψιν παραστῆσαι βουλόμενος.
 [02240]  Εἰ γὰρ ἔνθα οὐσία ἐστὶ τὸ μεταλαμβανόμενον καὶ σῶμα, καὶ μερίζεται, καὶ οὐ μερίζεται, πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας, οὐδὲν εἰκὸς τοιοῦτον παθεῖν.
 [02475]  ∆ηλῶν ὅτι πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὄψις.
 [02486]  ἀλλ' ἐὰν ἐρωτήσῃς αὐτοὺς, ἀκούσῃ περὶ μὲν τῆς οὐσίας οὐδὲν ἀποκρινομένους, ∆όξα δὲ ἐν ὑψίστοις, μόνον ᾄδοντας, τῷ Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
 [02493]  πολλῷ μᾶλλον τῆς καὶ ἀσωμάτου καὶ ἀγενήτου οὐσίας.
 [02546]  ∆ιὰ τοῦτο, ὅπερ ἔφην, καὶ ὁ Εὐαγγελιστὴς τοῦ κόλπου μέμνηται, πάντα διὰ τοῦ ἑνὸς ῥήματος τούτου ἡμῖν ἐμφαίνων, ὅτι πολλὴ τῆς οὐσίας ἡ συγγένεια καὶ ἡ ἑνότης, ὅτι ἀπαράλλακτος ἡ γνῶσις, ὅτι ἴση ἡ ἐξουσία.
 [04674]  Καὶ γὰρ καὶ ἐγὼ ἐκ Θεοῦ γεγέννημαι, ἀλλ' οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ.
 [04675]  Εἰ τοίνυν μηδὲ αὐτὸς ἐκ τῆς οὐσίας, τί κατὰ τοῦτο διενήνοχεν ἡμῶν;
 [04805]  Εἰ γὰρ καὶ ἐπουράνιος αὕτη ἡ γέννησις, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας οὖσαν, ἐπίγειός ἐστι.
 [04825]  Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ' ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν, ἵν' οὕτως εἴπω, ὠνόμασε νῦν.
 [05814]  Τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα παραστατικὰ τὰ ὀνόματα, ἀλλ' ἐνεργείας.
000-00-00 Serial Number=0819285214
In Psalmos 101-107 Ante [Go Back]  
 [00439]  Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδάσκει καὶ ἡμᾶς, ὡς δυνατὸν, γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστήριον ὕμνον, ὅτι αὐτῷ δόξα εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0395946264
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00240]  Πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις, ἐν σφαγαῖς, ἐν αἵμασιν ἐτέλεσε, τοίχους διώρυξεν, οὐσίας διήρπασεν·
 [00262]  Οὐδὲν πλέον ἔχει τῆς οὐσίας μου, τὸ αὐτό μοι φῦλόν ἐστι), νεύει, καὶ ἀφίενται·
000-00-00 Serial Number=0005745828
In adorationem venerandae crucis Ante [Go Back]  
 [00189]  Ἀτενίσας δὲ εἶδεν ἀστραπῶν λαμποδοφόρων οὐσίας πρὸς αὐτὸν κατιούσας, καὶ βροντῶν ὁ βαρύκτυπος ἦχος πρὸς αὐτὸν ἐθρόησε, γνόφος αὐτὸν περιεκύκλωσε, τρόμος στοιχείων ἑαυτὸν ἐτάραξεν, εὐζώνων τάξις προέφθανεν, ἡ γῆ ἐσαλεύετο, αἱ πέτραι ἐῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, ὁ θάνατος ἐκλονεῖτο, λαμπάδες πυρὸς νοητοῦ προηγοῦντο·
000-00-00 Serial Number=0094498992
In annuntiationem deiparae Ante [Go Back]  
 [00245]  ὑμνῶ τὸν Υἱὸν, τὸν ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα·
000-00-00 Serial Number=0261283934
In catenas sancti Petri Ante [Go Back]  
 [00206]  ∆ιά τοι τοῦτο κἂν σιδηρᾶς οὐσίας τυγχάνωσι, θεϊκῆς πεπλήρωνται χάριτος καὶ δυνάμεως.
000-00-00 Serial Number=0899295807
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00149]  Οἱ πρόγονοι, φησὶν, οἱ ὑμέτεροι καὶ οἱ πατέρες καὶ τὰς ἑαυτῶν οὐσίας ἐπώλουν καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις, καὶ κοινὰ πάντα εἶχον, καὶ πολλὴν πρὸς ἀλλήλους τὴν ἀγάπην·
000-00-00 Serial Number=0257660091
In diem natalem Ante [Go Back]  
 [00242]  Κἀκεῖνοι μὲν, καὶ οἱ τὰ αὐτὰ ἀσεβοῦντες αὐτοῖς Μανιχαῖοι, εἰς κύνας καὶ πιθήκους καὶ θηρία παντοδαπὰ τὴν οὐσίαν εἰσάγοντες τοῦ Θεοῦ (τὴν γὰρ ψυχὴν τούτοις ἅπασιν ἐκ τῆς οὐσίας ἐκείνης εἶναί φασιν), οὐ φρίττουσιν οὐδὲ καταδύονται, ἡμᾶς δὲ ἀνάξια τοῦ Θεοῦ λέγειν φασὶν, ὅτι τούτων μὲν οὐδὲν οὔτε εἰς νοῦν λαβεῖν ἀνεχόμεθα·
 [00245]  Τὴν τῶν ἀνδροφόνων ψυχὴν καὶ τὴν τῶν γοήτων τῆς οὐσίας εἶναι λέγων τοῦ Θεοῦ, ἡμῖν τολμᾷς ἐγκαλεῖν, ὅτι τούτων μὲν οὐδὲν ἀνεχόμεθα, οὔτε ὑπομένομεν ἀκοῦσαι λεγόμενον, ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας κρίνομεν μετόχους·
000-00-00 Serial Number=0302867532
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02009]  Ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω, καὶ τῆς οὐσίας τῆς βασιλικῆς ἐκείνης καὶ τὴν αὐτὴν ἔχει ἰσχὺν, καὶ τοῦτό φησι·
 [03211]  Ἀλλὰ κατεσθίει σε ἡ τῆς τοῦ πλησίον οὐσίας ἐπιθυμία;
 [05471]  Τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς ὁρίζει, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τοῦ διδόντος.
 [07330]  Ἀλλ' οἱ μὲν αἰσχρῶς ἐρῶντες, καὶ ὁλοκλήρους δαπανῶσιν οὐσίας εἰς τὰς πορνευομένας γυναῖκας·
 [08055]  Ποῦ νῦν οἱ λέγοντες, Ἐπειδὴ οὐκ ἐντέτακται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προοιμίοις τῶν Ἐπιστολῶν οὐκ ἔστι τῆς αὐτῆς οὐσίας;
 [08058]  Ἆρα οὖν οὐδὲ Υἱὸς ἔσται τῆς αὐτῆς οὐσίας διὰ τοῦτο;
 [08060]  Καὶ γὰρ αὐτὸ τοῦτο μάλιστα δείκνυσι τῆς αὐτῆς οὐσίας ὄντα αὐτὸν, τὸ διαφόρως κεχρῆσθαι τὸν Παῦλον τούτῳ.
 [08085]  Καὶ ταῦτα λέγω, οὐ συναλείφων τὰς ὑποστάσεις, ἄπαγε, ἀλλὰ εἰδὼς καὶ τὸ τούτων ἰδιάζον καὶ διῃρημένον, καὶ τῆς οὐσίας τὴν ἑνότητα.
000-00-00 Serial Number=0993844330
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00652]  οὐ γὰρ ἵνα δύο οὐσίας διαφερούσας ἀλλήλων, ἀλλ' ἵνα δύο πρόσωπα νοήσωμεν τῆς αὐτῆς ὄντα οὐσίας ἑκάτερα, τοῦτο λέγει.
 [01756]  Ἐνταῦθα μὲν γὰρ ἄνθρωποι γυναικὸς καταφρονοῦσι καὶ παίδων καὶ οὐσίας καὶ αὐτῆς τῆς σωτηρίας αὐτῶν, καὶ ταῦτα οὐκ εἰδότες, ὅτι τὴν οὐσίαν αὔξουσι τὴν ἑαυτῶν·
000-00-00 Serial Number=0878616571
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01900]  Καὶ γὰρ καὶ μετ' ἐκεῖνο ἀγέννητον ἑαυτὴν ἔφησεν εἶναι, καὶ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τοῦ σεσηπότος τῶν Μανιχαίων στόματος·
 [03221]  πόσα δικαστήρια καθ' ἑκάστην ἡμέραν ὑπὲρ ταύτης συνίστατο τῆς οὐσίας, πόσα πράγματα·
 [06633]  ὑπὲρ δὲ τοῦ Χριστοῦ πεινῶντος, οὐδὲ τὸ πολλοστὸν τῆς οὐσίας προΐεσθε μέρος·
 [06666]  Ὅταν γὰρ τῆς οὐσίας αὐτῆς τὸ μέγεθος ἴδῃς, ἐννόησον καὶ τῶν ἐγγεγραμμένων πενήτων τὰς ἀγέλας, τῶν ἀῤῥωστούντων τὰ πλήθη, τῶν μυρίων χορηγιῶν τὰς ὑποθέσεις·
 [07362]  Οὐ γὰρ τῷ μέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώμης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται·
 [08030]  Ἀλλ' ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηράτου οὐσίας ἐκείνης οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαι.
 [08063]  ὧν οὐδὲν οὐδὲ ἐννοῆσαι θέμις ἐπὶ τῆς οὐσίας ἐκείνης.
 [09049]  οὐ τὰς ὑποστάσεις συναλείφων, μὴ γένοιτο, ἀλλὰ τῆς οὐσίας τὴν ὁμοτιμίαν ἐμφαίνων.
 [09143]  Ὅτι εἰ ἔλαττον τὸ Πνεῦμα καὶ ἑτέρας οὐσίας, οὐδὲν ἂν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι τὸ αὐτὸ Πνεῦμα.
 [09146]  ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον.
 [09999]  οἱ δὲ φιλάργυροι τὰς πάντων οὐσίας ὁμοίως περιεργάζονται, καὶ πενήτων καὶ πλουτούντων, καὶ τῶν οὐκ ὄντων πραγμάτων ἐρῶσιν, ὃ μάλιστα τῆς τοῦ πάθους ἀτοπίας σημεῖόν ἐστιν.
 [09999]  Ἐπειδὴ γὰρ οὐκ ἤρκει δυσωπῆσαι πρὸς ὁμόνοιαν ἡμᾶς ὁμοίως, τὸ τῆς αὐ-τῆς οὐσίας εἶναι, εἰ μὴ καὶ τὸν αὐτὸν ἔχοιμεν πρό-γονον, καὶ τοῦτο κατεσκεύασεν.
 [09999]  Καὶ γὰρ τὸ τῆς αὐτῆς οὐσίας εἶ-ναι, εἰς τοῦτο ἄγει·
000-00-00 Serial Number=0038691938
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00092]  Ἀλλ' ἰδοὺ καὶ τέκνον, καὶ γνήσιον τέκνον, καὶ οὐδαμοῦ τῆς αὐτῆς ἐστιν οὐσίας.
 [00102]  ὃ καὶ ἐν τοῖς ἀνθρωπίνοις ἐπὶ τῆς οὐσίας ἐστὶν, ὅμοιός ἐστιν υἱὸς τῷ πατρὶ, ἀλλ' οὐχ οὕτως, ὡς ἐπὶ Θεοῦ·
 [00848]  οὐ τοιοῦτος, καὶ ἐλάττονος οὐσίας ἐστίν;
 [02974]  Εἰ γὰρ καὶ νῦν τῶν μὲν εἰς κόπρον ἐκκρινομένων, τῶν δὲ εἰς αἷμα καὶ φλέγμα ἄχρηστον καὶ νόθον, ὅμως ἐγκείμεθα τῇ τρυφῇ, καὶ πολλάκις οὐσίας ὁλοκλήρους ἐν τραπέζῃ μιᾷ καταναλίσκομεν·
 [04157]  καὶ πῶς, τῆς αὐτῆς ὢν οὐσίας τῷ Πατρί;
000-00-00 Serial Number=0052789569
In epistulam ad Colossenses Ante [Go Back]  
 [00890]  Οὕτω καὶ ἀλλαχοῦ ὅταν λέγῃ, Θεμέλιον τέθεικα, οὐ περὶ τῆς οὐσίας φησὶν, ἀλλὰ τῆς ἐνεργείας.
 [02410]  Οὐ γὰρ τὸ δοῦναι ζητεῖται πολλὰ, ἀλλὰ τὸ μὴ ἔλαττον τῆς οἰκείας οὐσίας·
 [02455]  Ἅπαξ γὰρ εἶπε παλαιὸν ἄνθρωπον, δείξας ὅτι οὐ τοῦτό ἐστιν ἄνθρωπος, ἀλλ' ἐκεῖνο, Τῆς γὰρ οὐσίας ἡ προαίρεσις κυριωτέρα, καὶ τοῦτο μᾶλλον ἄνθρωπος, ἢ ἐκεῖνο.
 [04178]  αὐτὴ γὰρ ἡ γέφυρα ἐκ τῆς ἑκατέρων οὐσίας.
000-00-00 Serial Number=0715025485
In epistulam ad Ephesios Ante [Go Back]  
 [05571]  Ὡς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ τῆς ἡμετέρας φύσεως, οὕτως ἡμεῖς τῆς οὐσίας αὐτοῦ·
000-00-00 Serial Number=0052231312
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00086]  Οὐ γὰρ, ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ, τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει.
 [02010]  Ἐνταῦθα δὲ ἐπιτίθενταί τινες λέγοντες, ὅτι διεῖλεν εἰς δύο τὸν ἄνθρωπον ὁ Ἀπόστολος, ὥσπερ ἐξ ἐναντίας οὐσίας κατεσκευασμένον εἰσάγων, καὶ μάχην τῷ σώματι πρὸς τὴν ψυχὴν δεικνὺς οὖσαν.
 [02099]  Ὁρᾷς πάντοθεν πῶς οὐ περὶ οὐσίας αὐτῷ τῆς σαρκὸς νῦν ὁ λόγος, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς, καὶ οὐ τοιαύτης;
000-00-00 Serial Number=0756373107
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00270]  τὸ γὰρ, Κρείττων γενόμενος, οὐκ οὐσίας δηλωτικόν ἐστι τῆς κατὰ Πατέρα·
 [00477]  ∆ιὰ δὲ τοῦ ἀπαυγάσματος τὸ ἴσον ἐσήμανε τῆς οὐσίας, καὶ τὴν πρὸς τὸν Πατέρα ἐγγύτητα.
 [00504]  ὀνόμασιν οἵοις κέχρηται, οὐδαμοῦ τῆς οὐσίας αὐτῆς ὄνομα εὑρών.
 [00508]  ἐπεὶ οὐδὲ τὸ, Θεὸς, ὄνομα οὐσίας ἐστὶν, οὐδὲ ἔστιν ὅλως τῆς οὐσίας ἐκείνης ὄνομα εὑρεῖν.
 [00509]  Καὶ τί θαυμαστὸν εἰ ἐπὶ Θεοῦ, ὅπου γε οὐδὲ ἐπὶ ἀγγέλου εὕροι τις ἂν ὄνομα τῆς οὐσίας δηλωτικόν;
 [00511]  οὐ γάρ μοι δοκεῖ τοῦτο τὸ ὄνομα παραστατικὸν εἶναι τῆς οὐσίας αὐτῆς, ἀλλὰ τοῦ ψύχειν.
 [00797]  τοὺς δὲ ἄλλους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τῷ περὶ τῆς αἰωνίου ὑπάρξεως ταῦτα διαλέγεσθαι, καὶ τῆς ἀκτίστου οὐσίας·
 [01349]  καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς, ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ·
 [01390]  ∆είκνυσιν ἐνταῦθα τοὺς θλιβομένους, τοὺς ἐλαυνομένους, τοὺς διωκομένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἁπάντων ἀποστερουμένους, ἥδιον διάγοντας καὶ ἐλευθεριώτερον ἐκείνων τῶν ἐν τρυφῇ τὸ πάλαι τυγχανόντων, τῶν μηδὲν τοιούτων παθόντων, τῶν εὐθηνουμένων·
 [01674]  Οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων·
 [04291]  Ἀλλὰ καὶ ἐνταῦθα κατηγοροῦσιν ἡμῶν Ἕλληνες, ὁλοκλήρους οὐσίας κενώσαντες διὰ κενοδοξίαν μόνην.
 [05039]  Εἰ τοίνυν ἐπουράνιοι ἡμεῖς, καὶ τοιαύτης οὐσίας ἐτύχομεν, φρίξωμεν·
 [06028]  Ἀλλ' ὅτι οὐσίας ἀπεστερήθης;
 [06513]  πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι;
000-00-00 Serial Number=0434169888
In epistulam ad Philippenses Ante [Go Back]  
 [01685]  τί οὖν πρὸς Ἄρειον εἴποιμεν λοιπὸν, τὸν λέγοντα ἑτέρας εἶναι οὐσίας τὸν Υἱόν;
 [01839]  Οὐκ ἔστι δὲ, ἄλλης οὐσίας ὄντα, τὴν ἄλλης μορφὴν ἔχειν·
 [01844]  ἐπὶ δὲ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου, πάντως τῆς οὐσίας.
 [02309]  ὅταν εἴπω, ὅτι οὐκ ἐλάττονα κατὰ τὴν οὐσίαν, ἀλλ' ἴσον, οὐδὲ ἑτέρας οὐσίας, καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ὅτι ἄλλον ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι.
000-00-00 Serial Number=0217613041
In epistulam ad Romanos Ante [Go Back]  
 [03820]  ∆ιὰ ταύτην καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι, καὶ οἱ τῆς συγγενείας ἐκινήθησαν θεσμοὶ, καὶ τὰ τῆς οὐσίας αὐτῆς διέφθαρται δίκαια.
 [04777]  Φρόνημα τοίνυν σαρκὸς τὴν κακίαν φησὶ, καὶ φρόνημα πνεύματος τὴν χάριν τὴν δεδομένην καὶ τὴν ἐνέργειαν τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ, οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας διαλεγόμενος ἐνταῦθα, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας.
 [05195]  τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, καὶ δι' ὧν ἐκέλευσεν εὔχεσθαι μαρτυρούσης ἡμῖν, τίς ἂν ἀμφισβητήσειε λοιπὸν περὶ τῆς ἀξίας;
 [06350]  τοῦτον δὲ εὐθύνας ἀπαιτεῖς τῶν κολάσεων καὶ τῶν τιμῶν, καὶ οὐ παραχωρεῖς αὐτῷ εἰδέναι, τίς μὲν ἄξιος, τίς δὲ οὐ τοιοῦτος, ἀλλ' ἐπειδήπερ τὸ αὐτὸ φύραμα τῆς αὐτῆς οὐσίας ἐστὶ, καὶ τὰς αὐτὰς προαιρέσεις ἀξιοῖς εἶναι.
 [06694]  Καὶ τί λέγω τὰς οὐσίας;
 [07740]  Τὸ δὲ πολὺ καὶ ἔλαττον οὐ τῷ μέτρῳ τῶν διδομένων κρίνεται, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τῶν παρεχόντων.
000-00-00 Serial Number=0854283094
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00078]  Ἰδοὺ καὶ διδασκαλίας ὕστερον προσγενομένης, ἅπερ ἅπαντα ἀλλότρια τῆς ἀκηράτου καὶ ἀνωλέθρου οὐσίας ἐκείνης τῆς ἀφράστου καὶ ἀῤῥήτου καὶ ἀκαταλήπτου.
 [00294]  Ἐὰν γὰρ τοῦτο μάθητε μετὰ [56.255] ἀκριβείας, τότε εἴσεσθε αὐτοῦ τὴν πολλὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα, τὸ ἀπαράλλακτον τῆς οὐσίας, τὸ τοιαύτης αὐτὸν εἶναι οὐσίας, οἵας καὶ ὁ Πατήρ.
 [00328]  Εἰ γὰρ δύναται τὸν [56.256] Πατέρα ὁρᾷν ἐργαζόμενον, καὶ εἰδέναι πῶς ἐργάζηται, τῆς αὐτῆς ἐστιν οὐσίας.
000-00-00 Serial Number=0670774400
In illud In faciem ei restiti Ante [Go Back]  
 [00267]  οὕτω δὴ καὶ ἐνταῦθα ἡ διαφορὰ ἐν σχήματι μικρῷ τινι τῆς σαρκὸς, οὐκ ἐν τῇ τῆς οὐσίας ἐναλλαγῇ φαίνεται.
000-00-00 Serial Number=0979296088
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00138]  Τῆς γὰρ οὐσίας ἐκείνης ἦν καὶ τῆς ἐξουσίας.
000-00-00 Serial Number=0967244208
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00035]  Οὐδὲ γὰρ μείζων αὕτη ἡ γνῶσις ἡ περὶ τοῦ πάθους τῆς γνώσεως τῆς περὶ τῆς οὐσίας, ἣν ἀκριβῶς μόνος οἶδεν αὐτός.
000-00-00 Serial Number=0700360298
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00440]  Καὶ γὰρ Ἑβραίοις καὶ Θεσσαλονικεῦσι γράφων καὶ Γαλάταις, πολλὴν ἅπασι μαρτυρεῖ πειρασμῶν ἐπαγωγὴν, καὶ δείκνυσι δι' ὧν ἐπέστελλεν, ὅτι καὶ ἠλαύνοντο καὶ τῆς πατρίδος ἐξέπιπτον, καὶ τὰς οὐσίας ἀπώλλυον, καὶ μέχρις αὐτοῦ τοῦ αἵματος ἐκινδύνευον·
000-00-00 Serial Number=0097630680
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00388]  Οὐ περὶ τῆς οὐσίας τῆς καρδίας λέγει, ἀλλὰ περὶ τῆς ἀρίστης πολιτείας.
 [00389]  Ἰδοὺ τοίνυν ἡ κτίσις λέγεται, οὐχὶ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ τῆς οὐσίας, ἀλλὰ καὶ τῆς οὔσης, διεφθαρμένης δὲ, εἰς τὸ βέλτιον μεταβολή.
 [00429]  ηὗρε νοσοῦσαν τὴν φύσιν τῶν ἀνθρώπων, νοσοῦσαν, οὐκ ἐπὶ κλίνης κειμένην, ἀλλ' ἐπὶ κακίας ἐῤῥιμμένην, τὸ κοινὸν μέλος διεφθαρμένον, βωμοὺς ἀναπτομένους, κνίσσαν τὸν ἀέρα μολύνουσαν, τέκνα σφαττόμενα παρὰ γονέων, τὴν φύσιν πατουμένην, τοὺς νόμους τῆς οὐσίας σαλευομένους, τὴν συμπάθειαν ἀτιμαζομένην·
000-00-00 Serial Number=0053463578
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00324]  ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα, οὐκ ἔξωθεν ἐπεισελθόντα ποθὲν, οὐχ ὑποβολιμαῖον, ἢ νόθον υἱὸν, ἀλλὰ γνήσιον ἀπαύγασμα τοῦ γνησίου Πατρὸς, ἀπαράλλακτον χαρακτῆρα ἀοράτου μορφῆς.
000-00-00 Serial Number=0930532753
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00027]  Ὅτε δὲ τὸν παναρμόνιον τουτονὶ κόσμον εἰργάζετο, τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας.
 [00029]  Τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας, τὰ ἄνω καὶ τὰ κάτω (καὶ γὰρ κόσμος ἐκεῖνος, καὶ κόσμος οὗτος·
 [00031]  ἀλλ' ἕκαστος τῶν γενομένων, ἀπὸ μοναδικῆς οὖν οὐσίας.
 [00040]  πάντα ἐκ μοναδικῆς ἐγένετο οὐσίας, καὶ τὰ κάτω, καὶ τὰ ἄνω·
 [00043]  Μόνος ὁ ἄνθρωπος ἐκ διπλῆς ἐγένετο οὐσίας, τῆς μὲν βελτίονος, τῆς δὲ χείρονος, ψυχῆς τε καὶ σώματος·
 [00046]  Τίνος οὖν ἕνεκεν οἱ μὲν δύο κόσμοι οὗτοι ἀπὸ μοναδικῆς ἐγένοντο οὐσίας, καὶ οὔτε ἄνω σώματα, οὔτε κάτω ἀσώματα·
000-00-00 Serial Number=0503121614
In illud Vidua eligatur Ante [Go Back]  
 [00314]  Οὕτω πανταχοῦ οὐ μέτρα οὐσίας, ἀλλὰ μέτρα διανοίας ζητεῖται.
000-00-00 Serial Number=0861465871
In mediam hebdomadam jejuniorum Ante [Go Back]  
 [00037]  ἐνήστευσε Μωϋσῆς, καὶ θάλατταν κατεπέβη, καινοτέρων τειχῶν ἐκ τῆς ὑγρᾶς τῶν ὑδάτων οὐσίας γενόμενος οἰκοδόμος, καὶ ξένην γῆν τὸν λαὸν ὁδοιπορεῖν παρασκευάσας, κεκονιαμένῳ ποδὶ τὴν θάλασσαν παρήγαγε.
000-00-00 Serial Number=0495600581
In natalem Christi diem Ante [Go Back]  
 [00230]  Ἐπειδὴ γὰρ οὐκ ἐπίστευον Ἕλληνες, οὐκ Ἰουδαῖοι, οὐχ αἱρετικῶν παῖδες, ὅτι ὁ Θεὸς ἀῤῥεύστως καὶ ἀπαθῶς ἐγέννησε, διὰ τοῦτο σήμερον ἐκ παθητοῦ σώματος προελθὼν, ἀπαθὲς τὸ παθητὸν διετήρησε σῶμα, ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς τὴν παρθενίαν οὐκ ἔλυσεν, οὕτω καὶ ὁ Θεὸς ἀῤῥεύστου καὶ [56.394] ἀναλλοιώτου μενούσης τῆς ἁγίας οὐσίας, ὡς Θεὸς Θεὸν θεοπρεπῶς ἐγέννησεν.
000-00-00 Serial Number=0653194010
In parabolam de filio prodigo Ante [Go Back]  
 [00008]  Εἴπωμεν τοίνυν περὶ αὐτῆς, ἅπερ εἶπεν ὁ ∆εσπότης Χριστὸς, ὁ φιλάνθρωπος Υἱὸς τοῦ φιλαν [59.516] θρώπου Πατρὸς, ὁ μόνος ἀξιόχρεως τῆς πατρῴας οὐσίας ἐξηγητής·
 [00023]  Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.
000-00-00 Serial Number=0437921047
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00139]  Προσέθηκαν τὰς κτήσεις τοῖς ἐνδεέσιν, ἵνα κτήσωνται βεβαίως τὰς ἰδίας οὐσίας.
000-00-00 Serial Number=0998717964
In principium Actorum Ante [Go Back]  
 [00016]  οἱ δὲ δέκα χρυσοὶ τῇ τῆς φύσεως ὑπεροχῇ μειζόνως ἀνθέλκουσι, βαρύτεροι καὶ τιμιώτεροι ὄντες κατὰ τὸν τῆς οὐσίας λόγον.
000-00-00 Serial Number=0508893132
In principium jejuniorum Ante [Go Back]  
 [00043]  μὴ γένῃ θήρα τῶν τὰς ἀλλοτρίας ἀνιχνευόντων οὐσίας.
 [00045]  τούτων τὴν ψυχὴν ἀδελφὴν καταρίθμησον, μέρος καὶ αὐτῇ τῆς οὐσίας ἀφόρισον.
000-00-00 Serial Number=0588169873
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00204]  [45.3] Ἐπεὶ δὲ ἔδει τι καὶ δοχεῖον γενέσθαι τοῦ θείου πνεύ ματος, ἵνα οἱ πρῶτοι τῆς ἀνθρωπίνης φύσεώς τε καὶ οὐσίας μετάσχωσι <**> διυλίσας καὶ συναριθμήσας, τὸ μὲν ὅσον περισσὸν ἦν καὶ θολερὸν ἀποβράσας καὶ ἀποχωρίσας, τὸ δὲ ὅσον καθαρὸν καὶ διαυγὲς καὶ εἰλικρενὲς περιλάμψας καὶ περιαστράψας καὶ περιαυγάσας καὶ πυρώσας καὶ παστώσας καὶ παρθενώσας καί, ὡς εἰπεῖν, ἐξαγγελλώσας, εἰς τὴν ἀνθρω πίνην
 [00275]  Τοῦτο δένδρον οὐρανόμηκες ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβαινεν, ἀθάνατον φυτὸν στηρίξας ἑαυτὸν ἐν μέσῳ οὐρανοῦ τε καὶ γῆς, ἕδρασμα τῶν ὅλων, στήριγμα τοῦ παντός, ἔρεισμα τῆς ὅλης οἰκου μένης, σύμπλεγμα κοσμικόν, τῆς ποικίλης καὶ ἀνθρωπίνης οὐσίας συνεκτικόν, ἀοράτοις γόμφοις τοῦ πνεύματος συνηλω μένον, ἵνα τῷ θείῳ συναρμοσθὲν μηκέτι λυθῇ.
000-00-00 Serial Number=0958432913
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00078]  δέκατον ἔτος ἤγγισεν, καὶ ἦν ἡ γυνὴ οὐσίας καὶ ὑγείας καθάπαξ ἀπερίστατος·
000-00-00 Serial Number=0710864007
In venerabilem crucem sermo Ante [Go Back]  
 [00139]  Τί δὲ λέγω ἀγγέλους, ἀρχαγγέλους, θρόνους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, Ἀρχὰς, Ἐξουσίας, τάξεις, χρόνους, καὶ ἐνιαυτοὺς, καὶ μῆνας, καὶ ἑβδομάδας, καὶ ἡμέρας, καὶ ὥρας, καὶ νύκτας, καὶ φῶς, καὶ σκότος, καὶ τὰς τῶν πραγμάτων οὐσίας;
000-00-00 Serial Number=0801410079
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00504]  Μιᾶς γὰρ οὐσίας τὰ πάντα·
000-00-00 Serial Number=0673753798
Laus Diodori episcopi Ante [Go Back]  
 [00030]  Ἐκεῖνοι μὲν γὰρ ἂν μὴ μετὰ τῆς οὐσίας καὶ ἡ
000-00-00 Serial Number=0062276840
Oratio de epiphania Ante [Go Back]  
 [00089]  [13] Ὅρα γὰρ τὴν δόξαν καὶ παρ' αὐτὰ <τὰ> τῆς σαρκὸς ταπεινά, τὰ τῆς σαρκὸς οὐ τῆς θείας οὐσίας, κἂν ἀγανακτῶσί τινες.
 [00093]  Τὰ τῆς σαρκὸς οὖν, ὥσπερ ἔφην, ταπεινὰ οὐ τῆς θείας οὐσίας.
000-00-00 Serial Number=0567545116
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00206]  τῆς δὲ οὐσίας Ἰσαὰκ κληρονόμον ἐποίησε, καὶ ἀπέθανε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»