Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὐδεμιᾶς [74]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὐδεμιᾶς


000-00-00 Serial Number=0730391860
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00493]  Εἰ δέ τινες πρὸ τῶν πειρασμῶν ὀρθὰ βαδίζοντες μετὰ τὴν τούτων ἐπαγωγὴν κατέπεσον, καὶ πάλιν ἕτεροι πᾶσαν ἐπερχόμενοι κακίαν, οὐδεμιᾶς θλίψεως ἐπειράθησαν, ἄλλοι δὲ ἐκ πρώτης ἡλικίας εἰς ἐσχάτας ἀναπνοὰς μυρίαις τρυχόμενοι συμφοραῖς διετέλεσαν, μηδενὶ τούτων θορυβώμεθα μηδὲ καταπίπτωμεν.
000-00-00 Serial Number=0351652205
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01203]  Εἰ γὰρ ὁ πένητα ἕνα παραδραμὼν τὸν Λάζαρον τοσαύτην ὑπέμεινε δίκην καὶ οὐδεμιᾶς ἔτυχε παραμυθίας, τί πείσονται οὗτοι, τοσούτους διώξαντες καὶ σκανδαλίσαντες;
000-00-00 Serial Number=0634050369
Ad illuminandos catecheses Ante [Go Back]  
 [00546]  πῶς ἐχθρός σε καθίστησι τῷ ἀδελφῷ ἐξ οὐδεμιᾶς δικαίας προφάσεως;
000-00-00 Serial Number=0035818279
Ad populum Antiochenum Ante [Go Back]  
 [00370]  Τοῦτον δὲ οὐχ ἁπλῶς ἐκτείνω τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλοὶ πολλάκις ἐλεημοσύνας ποιοῦντες, χήρας διατρέφοντες, τὴν οὐσίαν διηρπάσθησαν ἅπασαν, ἕτεροι γινομένου τινὸς ἐμπρησμοῦ πάντα ἀπώλεσαν, ἄλλοι ναυαγίοις περιέπεσον, ἄλλοι συκοφαντίαις καὶ τοιαύταις τισὶν ἐπηρείαις μετὰ πολλὰς ἐλεημοσύνας εἰς πενίαν κατηνέχθησαν ἐσχάτην, καὶ ἀῤῥωστίαν καὶ νόσον, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπήλαυσαν βοηθείας.
 [01049]  καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν ἴδωσι πληγήν τινα ἀφόρητον ἐκ τῶν οὐρανῶν φερομένην, εἶτα τοὺς κολάζεσθαι μέλλοντας ἀπαῤῥησιάστους ὄντας, αἰσχύνης γέμοντας, οὐδεμιᾶς συγγνώμης οὐδὲ ἀπολογίας ὄντας ἀξίους, οὐκ ἔχοντες ὅ τι πράξουσιν, οὐδὲ ὅθεν πορίσονται τοῖς κατακριθεῖσιν ἀπολογίαν, ἐπὶ τὰ ἄλογα καταφεύγουσι, καὶ τὸν ἐκείνων ἐκτραγῳδοῦντες θάνατον, ἀπὸ τούτων ποιοῦνται τὴν ἱκετηρίαν, τὴν ἐλεεινὴν αὐτῶν καὶ πολυθρήνητον ἀπώλειαν προβαλλόμενοι.
 [01175]  Ὁ γὰρ πικρῶς τὰ ἀλλότρια ἐξετάζων, ἐν τοῖς καθ' ἑαυτὸν πλημμελήμασιν οὐδεμιᾶς ἀπολαύσεται συγγνώμης ποτέ.
 [03181]  οὗτος δὲ, οὐδεμιᾶς ἀνάγκης αὐτὸν βιαζομένης, ὑπὸ ἀνοίας μόνης εἰς τὸ βάραθρον καταπίπτει τῆς ἁμαρτίας.
 [03283]  ἀλλ' ἐννόησον αὐτοῦ τὸ κάλλος, καὶ τὴν δύναμιν τὴν ὀπτικὴν, καὶ πῶς τοσοῦτον ἐπιὼν ἀέρος μῆκος οὐ κάμνει καὶ ταλαιπωρεῖ, ἀλλὰ πόδες μὲν ὀλίγον προελθόντες πονοῦσι καὶ ἐκλύονται, ὀφθαλμὸς δὲ ὁδεύων τοσοῦτο μὲν ὕψος, [49.123] τοσοῦτο δὲ εὖρος, οὐδεμιᾶς αἰσθάνεται ἀῤῥωστίας.
 [03998]  νυνὶ δὲ οὐδὲν τοιοῦτον ἦν, ἀλλὰ μέλι μόνον, ἔνθα πραγματείας μὲν οὐδεμιᾶς ἔδει τοιαύτης, ἤρκει δὲ ἄκρῳ τῷ δακτύλῳ βάψαντα μετασχεῖν τῆς τραπέζης καὶ λαθεῖν.
000-00-00 Serial Number=0021127343
Adversus Judaeos Ante [Go Back]  
 [00316]  οὗτοι δὲ οὐδεμιᾶς ἀνάγκης οὔσης τοὺς ἐξ αὐτῶν φύντας ταῖς οἰκείαις κατέσφαξαν χερσὶν, ἵνα τοὺς ἐχθροὺς τῆς ἡμετέρας ζωῆς, τοὺς ἀλάστορας θεραπεύσωσι δαίμονας.
 [02387]  καὶ οὐκ ἐξῆν ἐξ οὐδεμιᾶς ἄλλης φυλῆς ἱερέα γενέσθαι ποτέ.
000-00-00 Serial Number=0680861771
Catecheses ad illuminandos Ante [Go Back]  
 [01145]  Στρατιώτης ἄνθρωπος, οὐδεμιᾶς ἀπολαύων διδασκαλίας, ἐν πράγμασι βιωτικοῖς συμπεπλεγμένος, καθ' ἑκάστην ἡμέραν μυρία ἔχων τὰ περισπῶντα αὐτὸν καὶ ἀνθέλκοντα, οὐκ εἰς συμπόσια καὶ μέθην καὶ ἀδηφαγίαν τὸν ἑαυτοῦ βίον κατανήλισκεν, ἀλλ' εἰς προσευχὰς καὶ ἐλεημοσύνας καὶ τοσαύτην οἴκοθεν τὴν σπουδὴν ἐπεδείκνυτο καὶ οὕτω ταῖς εὐχαῖς προσήδρευε καὶ τὰς ἐλεημοσύνας δαψιλεῖς εἰργάζετο ὡς καὶ ὀπτασίας τοιαύτης ἄξιον ἑαυτὸν ἀποφῆναι.
000-00-00 Serial Number=0292173624
Commentarius in Job Ante [Go Back]  
 [01160]  ὅτι εἰ οἱ πολλὰ καλὰ παρ' αὐτοῦ παθόντες, οἷς πενίαν ἔλυσε καὶ χηρείαν συνδιήνεγκε καὶ ὀρφανίαν κουφοτέραν ἐποίησεν, οἷς ἐγένετο λιμὴν καὶ καταγώγιον, τοῦτον ἀκούουσι χειμαζόμενον καὶ οὐδεμιᾶς τυγχάνοντα παραμυθίας, πόσαις εἰκὸς αὐτοὺς τρικυμίαις βάλλεσθαι λογισμῶν, ὥστε τὰ τούτου δεινὰ τοὺς ἑτέρων ἐχείμαζε λογισμούς.
000-00-00 Serial Number=0374192655
De Anna i Ante [Go Back]  
 [01218]  ὁ δὲ πλούσιος, ὅσῳ τὴν οὐσίαν αὐξομένην ὁρᾷ, τοσούτῳ δάκνεται μᾶλλον ὑπὸ τῆς ἀπαιδίας, οὐδεμιᾶς ἡδονῆς αἰσθανόμενος διὰ τὴν ἐρημίαν τοῦ κληρονόμου.
000-00-00 Serial Number=0317771792
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00409]  Καίτοι τὸ μὲν τῆς κακίας εἶδος καὶ παρ' αὐτοῖς τοῖς δρῶσιν αὐτὸ μυρίας καταγνώσεως ἄξιον εἶναι δοκεῖ, τὸ δὲ σῶμα τὸ νεκρὸν καὶ ἀκίνητον οὐδεμιᾶς μετέχει μέμψεως καὶ αἰτίας.
000-00-00 Serial Number=0105625689
De Christi precibus Ante [Go Back]  
 [00041]  Κἀκείναις μὲν ἱκανῶς τότε ἐπεξήλθομεν ταῖς αἰτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνημονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μὲν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δὲ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδεμιᾶς αὐτὸς δεόμενος βοηθείας.
 [00108]  Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται.
000-00-00 Serial Number=0323790073
De Davide et Saule Ante [Go Back]  
 [00038]  Οὐ δυνήσῃ πορευθῆναι, ὅτι σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ, ἀλλ' ὅμως οὐδεμιᾶς αὐτὸν ἑλκούσης προφάσεως, οἴκοθεν καὶ παρ' ἑαυτοῦ διαθερμανθεὶς θείῳ ζήλῳ καὶ τῷ τῆς πατρίδος ἔρωτι, ὥσπερ πρόβατα μᾶλλον ἢ ἀνθρώπους ὁρῶν, καὶ ὡς κύνας μᾶλλον ἢ στρατόπεδον ἀνθρώπων τοιοῦτον μέλλων ἐλαύνειν, οὕτω μετὰ ἀδείας ἐπὶ τοὺς βαρβάρους ἔτρεχε·
000-00-00 Serial Number=0611618698
De Lazaro Ante [Go Back]  
 [00212]  Ἄνθρωπός τις, φησὶν, ἦν πλούσιος κακίᾳ πολλῇ συζῶν, οὐδεμιᾶς πεῖραν ἐδέχετο συμφορᾶς, ἀλλὰ πάντα αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει.
 [01113]  βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς.
000-00-00 Serial Number=0858667493
De diabolo tentatore Ante [Go Back]  
 [00560]  Καὶ γὰρ σφόδρα βούλεται ἐκεῖνος τῶν ἡμετέρων ἁμαρτημάτων ἐπ' αὐτὸν ἄγειν τὴν αἰτίαν, ἵνα ταύταις ταῖς ἐλπίσι τρεφόμενοι, καὶ πᾶν εἶδος κακίας ἐπιόντες, πολλὴν αὐξήσωμεν καθ' ἑαυτῶν τὴν κόλασιν, οὐδεμιᾶς τυγχάνοντες συγγνώμης ἀπὸ τοῦ μετατιθέναι ἐπ' αὐτὸν τὴν αἰτίαν·
000-00-00 Serial Number=0973417103
De fato et providentia Ante [Go Back]  
 [00224]  Πῶς οὖν τινες εἱμαρμένην πρεσβεύουσιν ἀτιμάζοντες αὐτὴν, καὶ τῇ ὑπ' αὐτῆς ἀνάγκῃ οὐδεμιᾶς μεταδιδόντες συγγνώμης;
000-00-00 Serial Number=0498980284
De incomprehensibili dei natura Ante [Go Back]  
 [00823]  Τότε δὴ πᾶσα ἡ πόλις ἐπὶ τὸν ἱππόδρομον ἔτρεχε καὶ τοὺς ἐκ τῶν ἐργαστηρίων ἐξῆγον καὶ κοινῇ πᾶς ὁ δῆμος ἀνελθὼν ἐξήρπασε τῆς βασιλικῆς ὀργῆς τὸν καταδικασθέντα καὶ οὐδεμιᾶς ἄξιον ὄντα συγγνώμης.
000-00-00 Serial Number=0000354707
De proditione Judae Ante [Go Back]  
 [00375]  διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο.
 [00497]  Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ' ἑτέρων κληθεὶς, οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ ∆εσπότου ἑαυτὸν ὠθήσας·
 [00749]  διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἑτέρας ἐμνημόνευσε δικαιοσύνης, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πασῶν ἀρετῶν μείζων ἡ ἀγάπη ἐστίν.
000-00-00 Serial Number=0199539542
De resurrectione mortuorum Ante [Go Back]  
 [00016]  Ὅταν γὰρ ὁρῶντές τινες τοὺς μὲν ἐπιεικεῖς καὶ σώφρονας καὶ ἐν δικαιοσύνῃ ζῶντας, ἀγχομένους ὑπὸ πενίας, ἐπηρεαζομένους, συκοφαντουμένους, μόλις τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, πολλάκις δὲ καὶ νόσῳ μακρᾷ καὶ χαλεποῖς νοσήμασι ταριχευομένους, καὶ οὐδεμιᾶς τυγχάνοντας προστασίας, ἀνθρώπους δὲ γόητας καὶ μιαροὺς καὶ πολλῶν γέμοντας κακῶν πλοῦτον περιβεβλημένους, τρυφῶντας, λαμπρὰ περικειμένους ἱμάτια, ἐσμὸν οἰκετῶν ἐπισυρομένους πολὺν, θαυμαζομένους, δυναστείας ἀπολαύοντας, παρὰ βασιλεῖ πολλὴν κεκτημένους παῤῥησίαν·
000-00-00 Serial Number=0679560721
De virginitate Ante [Go Back]  
 [00020]  Καὶ τὸν μοιχὸν ἀποκτιννύντες τὸν μὴ διορύττοντα τοὺς ἑτέρων γάμους οὐδεμιᾶς ἠξίωσαν τιμῆς.
 [00027]  Καὶ δεῖξαι βουλόμενος πῶς σφόδρα μικρὸν καὶ εὐτελὲς καὶ οὐδεμιᾶς τιμῆς ἄξιον τὸ μὴ τοῖς ἀδελφοῖς ἀπεχθάνεσθαι, τὸ τούτου πολλῷ πλέον θεὶς τὸ ἀγαπᾶν αὐτοὺς καὶ φιλεῖν, οὐδὲ τοῦτο ἔφησεν ἡμῖν ἀρκεῖν πρὸς τό τινος ἀξιωθῆναι τιμῆς.
 [00209]  ἀλλὰ καθάπερ τὸν οὐρανὸν ἐν μεσημβρίᾳ σταθερᾷ μηδενὸς ἐνοχλοῦντος νέφους ἔστιν ἰδεῖν καθαρόν, οὕτω καὶ τὰς ἐκείνων φύσεις οὐδεμιᾶς ἐνοχλούσης ἐπιθυμίας μένειν ἀνάγκη διαυγεῖς καὶ λαμπράς.
000-00-00 Serial Number=0444270134
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03191]  Καὶ ἐν μὲν τῷ κερδαίνειν κἂν τὰ πάντα περιβάλωνται, οὐδεμιᾶς αἰσθάνονται ἡδονῆς, τῷ τῶν πλειόνων ἐφίεσθαι·
 [03394]  Ἐὰν δὲ οὕτω μεθύῃς, ὡς μήτε ἐκ τῶν ἑτέροις συμβαινόντων ταῦτα παιδεύεσθαι, μικρὸν ἀνάμεινον, καὶ εἴσῃ διὰ τῶν εἰς σὲ, ὅτι σοι τούτων ὄφελος οὐδὲν, ὅτι ψυχοῤῥαγῶν καὶ οὐδεμιᾶς ὥρας οὐδὲ ῥοπῆς βραχείας κύριος ὢν, ἄκων, εἰς τοὺς [63.674] παρόντας αὐτὰ παραπέμπεις, καὶ τούτους πολλάκις, οἷς οὐκ ἐθέλεις, ἀλλὰ μετὰ βίας παραχωρῶν, οἷς οὐδὲ
 [04649]  ἕτεροι πάλιν ἀῤῥωστίᾳ καὶ νόσῳ, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπέλαυσαν βοηθείας.
 [09319]  Ὁ δὲ καὶ πικρῶς τὰ ἀλλότρια ἐξετάζων πράγματα, ἐν τοῖς καθ' ἑαυτὸν πλημμελήμασιν οὐδεμιᾶς ἀπολαύσεται συγγνώμης ποτέ.
000-00-00 Serial Number=0223323047
Expositiones in Psalmos Ante [Go Back]  
 [00493]  πλείονα ἔχει τὴν εὐκολίαν, οὐδεμιᾶς δεόμενα τῆς ἔξωθεν ἐργωδίας.
 [01257]  Συνέλεξέ τις ἐν σαββάτῳ ξύλα, καὶ οὐδεμιᾶς ἔτυχε συγγνώμης·
 [02073]  νῦν δὲ οὐδεμιᾶς συγγνώμης ἄξιος ὁ τούτοις θορυβούμενος, ὁ τοσαῦτα φιλοσοφεῖν μαθὼν, καὶ περὶ τῶν μελλόντων τοιαῦτα δόγματα δεξάμενος, καὶ τὸν περὶ γεέννης καὶ τὸν περὶ βασιλείας σαφέστερον διδαχθεὶς λόγον, καὶ ὅτι τὰ κατ' ἀξίαν ἕκαστος ἐκεῖ ἀπολήψεται.
000-00-00 Serial Number=0604120851
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03184]  τοῖς γὰρ ἁμαρτάνουσιν, οὐδεμιᾶς ἐλάττων τιμωρίας πρόσεστιν ἡ αἰσχύνη.
000-00-00 Serial Number=0495357811
Fragmenta in Job Ante [Go Back]  
 [00156]  οὐ γὰρ εἴρηται, ὅτι τοῦδε μὲν τοῦ φαύλου ἀπείχετο, τοῦ δὲ οὒ, ἢ πολλῶν μὲν ἐκράτει, ὑπὸ ὀλίγων δὲ ἐκρατεῖτο, ἀλλ' οὐδεμιᾶς πονηρίας θιγγάνειν ἤθελε.
000-00-00 Serial Number=0158255816
In Acta apostolorum Ante [Go Back]  
 [09999]  τὰ δὲ ἡμέτερα γέλωτος ὄντως, αἰσχύνης, κατηγορίας, κολάσεως, τιμωρίας, τῶν ἐσχάτων κακῶν καὶ γεέννης, ἀλλ' οὐδεμιᾶς ἄξια συγγνώμης.
 [09999]  εἰ δὲ τῶν μάλιστα πάντων κατεχομένων ὑπὸ τοῦ νόμου, οὐκ ἦν εἰκὸς ἁπλῶς καὶ οὐδεμιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης μεταθέσθαι αὐτόν.
000-00-00 Serial Number=0847235143
In Genesim sermones Ante [Go Back]  
 [00782]  οὕτω καὶ οὗτος, καθάπερ ὑπὸ δημίου τοῦ λιμοῦ πρὸς τὴν νύκτα ἑλκόμενος καὶ τὴν ἀφόρητον ἀγρυπνίαν, ἐκτείνει μὲν τὰς χεῖρας, μετὰ σφοδρᾶς τῆς βοῆς τοὺς ἐν ταῖς οἰκίαις ἄνω καθημένους παρακαλῶν, οὐδεμιᾶς δὲ φιλανθρωπίας τυγχάνων, ἀνηλεῶς ἀποπέμπεται καὶ μετὰ πολλῆς τῆς ὠμότητος.
 [00789]  Τὰ δὲ ἐντεῦθεν ἀφίημι ὑμῶν τῷ συνειδότι, τὰ πικρὰ καὶ ἀπαραμύθητα ἐκεῖνα κολαστήρια, πῶς ᾔτησεν ὕδωρ, πῶς οὐδὲ σταγόνος ἔτυχε, πῶς ἡ γλῶττα ἀπετηγανίζετο, πῶς πολλὴν τὴν ἱκετηρίαν θεὶς, οὐδεμιᾶς συγγνώμης ἀπέλαυσε, καὶ πῶς ἀθάνατα ἐκολάζετο.
000-00-00 Serial Number=0684777141
In Heliam et viduam Ante [Go Back]  
 [00048]  ἐπὶ τῆς οἰκείας οὐδεμιᾶς ἀπέλαυσε φιλοφροσύνης, καὶ εἰς τὴν ἀλλοτρίαν αὐτὸν πέμπεις, καὶ πρὸς γυναῖκα χήραν;
000-00-00 Serial Number=0646211207
In Isaiam Ante [Go Back]  
 [00570]  Καὶ ὁ Ἰακὼβ δεξάμενος εὐλογίας παρὰ τοῦ πατρός, οὐδεμιᾶς αὐτῶν ἀπήλαυσεν αὐτός.
000-00-00 Serial Number=0777228832
In Joannem Ante [Go Back]  
 [00151]  Πατρίδος μὲν οὐδεμιᾶς, κώμης δὲ εὐτελοῦς καὶ χώρας φαυλοτέρας, καὶ οὐδὲν φερούσης ἀγαθόν.
 [04514]  ἀλλ' ὅμως οὐδεμιᾶς ἐφικέσθαι δυνάμεθα τούτων, οὐδὲ παραστῆσαι λόγῳ τὰ γενόμενα, καίτοι παχύτατα ὄντα.
000-00-00 Serial Number=0025716484
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00627]  [Ἐγὼ μέν τοι συγγνώμης οὐδεμιᾶς ἐμαυτὸν ἄξιον νομίζω, μετὰ τοσαύτας δωρεὰς γεγενημένος ἀχάριστος.
000-00-00 Serial Number=0293131948
In Psalmum 100 Ante [Go Back]  
 [00185]  Ἵνα δὲ μάθῃς, ἀγαπητὲ, πῶς ἡ καταλαλιὰ οὐδεμιᾶς ἀληθείας ἐστὶν ἐργάτις, πρόσχες καὶ αὐτῇ τῇ τοῦ ὀνόμα τος προσηγορίᾳ, καὶ τῷ ἐπακολουθοῦντι ῥητῷ τὴν διά κρισιν ποιούμενος.
000-00-00 Serial Number=0639750302
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05020]  Ὥστε ἂν ἐθέλῃς μὲν μὴ παθεῖν, ποιῇς δὲ, ἢ θέλῃς μὲν παθεῖν, μὴ ποιῇς δὲ, αὐτοκατάκριτος γέγονας, καὶ οὐδεμιᾶς λοιπὸν ἀπολαύεις ἀπολογίας ὡς ἀγνοῶν καὶ οὐκ εἰδὼς τὰ πρακτέα.
 [06711]  οὐδεμιᾶς κατεπειγούσης αἰτίας, τίνος ἂν εἴη συγγνώμης ἄξιος ἐπαίρων τις ἑαυτὸν καὶ κομπάζων;
000-00-00 Serial Number=0590801001
In epistulam ad Colossenses Ante [Go Back]  
 [02225]  Εἰπὲ γάρ μοι, εἴ τις εἶπέ σοι, ὅτι Σὲ οὐδεμιᾶς ἡγοῦμαι ἄξιον τιμῆς, διὰ δὲ τοὺς οἰκέτας σου τιμῶ σε, ἆρα τί ταύτης τῆς ἀτιμίας γένοιτο ἂν χεῖρον;
000-00-00 Serial Number=0452431619
In epistulam ad Ephesios Ante [Go Back]  
 [00711]  οὐκ ἀρχῆς οὐδὲ ἐξουσίας οὐδὲ κυριότητος οὐδὲ ἄλλης οὐδεμιᾶς δυνάμεως·
 [04769]  Ὥσπερ τὸ τραῦμα, ἕως ἂν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν, καὶ διὰ βάθους τρέχῃ, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας·
000-00-00 Serial Number=0660691619
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01387]  Ἀεὶ γὰρ ἀποτεθνήξεσθαι προσδοκῶντες, καὶ τὸν θάνατον δεδοικότες, οὐδεμιᾶς ἡδονῆς αἴσθησιν λαβεῖν ἠδύναντο, τοῦ φόβου τούτου παρόντος αὐτοῖς·
000-00-00 Serial Number=0843956053
In epistulam ad Philippenses Ante [Go Back]  
 [00595]  τὰ δὲ ἄλλα οὐδεμιᾶς δεῖται δαπάνης, οὐδεμιᾶς βίας.
 [04694]  Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον! εἴ γε Κορίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ' αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλησίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὶ πρῶτοι τῆς καρποφορίας ἄρξασθαι ταύτης.
000-00-00 Serial Number=0307529449
In epistulam ad Romanos Ante [Go Back]  
 [05020]  Οὔτε γὰρ ἀκοῦσαι, οὔτε εἰπεῖν ἕτερόν τι ἀνέχεται, ἀλλ' ἢ τόκους καὶ τόκους τόκων, καὶ ἀναίσχυντα κέρδη, καὶ καπηλείας μεμισημένας, καὶ πραγματείας ἀνελευθέρους καὶ δουλοπρεπεῖς, καθάπερ κύων πρὸς ἅπαντας ὑλακτῶν, πάντας μισῶν, πάντας ἀποστρεφό [60.523] μενος, πολεμῶν ἅπασιν οὐδεμιᾶς ὑποκειμένης αἰτίας, πενήτων κατεξανιστάμενος, τοῖς πλουτοῦσι βασκαίνων, πρὸς οὐδένα ἡδέως ἔχων.
 [05039]  ἐν μὲν τῷ κερδαίνειν, κἂν τὰ πάντων περιβάλωνται, οὐδεμιᾶς αἰσθανόμενοι ἡδονῆς, τῷ πλειόνων ἐφίεσθαι·
 [08407]  Ὁ γὰρ τοιοῦτος καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης, καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς ἀπονοίας, καὶ πολλὰ ἁμαρτήσεται.
000-00-00 Serial Number=0564209163
In epistulam ad Titum Ante [Go Back]  
 [00905]  Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν, ὅταν τὸν ἀπεγνωσμένον καὶ οὐδεμιᾶς βοηθείας ἀπολαύοντα οὐδὲ κρατῆσαι τῶν ἀκαίρων ἐπιθυμιῶν δυνάμενον, ἀλλ' ἐν ταύταις ἐγκαλινδούμενον, ἐναγάγῃ πρὸς ὑγείαν καὶ διορθώσηται.
000-00-00 Serial Number=0789470315
In illud Domine non est in homine Ante [Go Back]  
 [00129]  ἀλλ' ἡνίκα ἐπανῆλθον ἐκ τῆς βαρβάρου γῆς οἱ Ἰουδαῖοι, καὶ τὸν ναὸν ἔμελλον ἀνιστᾷν, καὶ εἰς τὴν προτέραν ἄγειν εὐπρέπειαν, ἐπειδὴ διηπόρουν, πολεμίων περιεστώτων, πενίας οὔσης πολλῆς, οὐδεμιᾶς οὐδαμόθεν εὐπορίας φαινομένης, βουλομένοις εἰς χρηστὰς ἀγαγεῖν αὐτοὺς ἐλπίδας καὶ πεῖσαι θαῤῥεῖν περὶ τοῦ τέλους, φησὶν ἐκ προσώπου τοῦ Θεοῦ·
000-00-00 Serial Number=0315285981
In illud Ne timueritis Ante [Go Back]  
 [00488]  Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τοῦ σταδίου κατεφρονήθη, ἐν τῷ καιρῷ τοῦ στεφάνου οὐδεμιᾶς παραμυθίας αὐτὸν ἠξίωσε.
000-00-00 Serial Number=0570541620
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00219]  Καὶ οὕτω καὶ ἡ γυνὴ πάλιν ἔσται σοι ποθεινοτέρα, οὐδεμιᾶς ἐπιθυμίας τὴν πρὸς αὐτὴν εὔνοιαν ὑποσυ ρούσης·
000-00-00 Serial Number=0994166791
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00463]  πῶς ἀκάθαρτος γέγονε, καὶ εἰς λέπραν ἐνέπεσε, καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἀτιμίαν, καὶ τοῦ ἀδελφοῦ παρακαλοῦντος καὶ τῷ Θεῷ προσπίπτοντος, οὐδεμιᾶς ἔτυχε συγγνώμης, ἀλλὰ καὶ ἐκθεμένη τὸν ἅγιον ἐκεῖνον, καὶ πρὸς τὴν ἀνατροφὴν αὐτοῦ συντελέσασα, καὶ ὅπως ἡ μήτηρ γένοιτο τροφὸς, καὶ μὴ ἐν βαρβαρικῇ χειρὶ τραφῇ τὸ παιδίον ἐξαρχῆς συμπράξασα, καὶ μετὰ ταῦτα στρατηγήσασα τοῦ γυναικείου γένους, καθάπερ Μωϋσῆς τοῦ τῶν ἀνδρῶν, καὶ πάντα συνδιενεγκοῦσα τὰ δεινὰ, καὶ ἀδελφὴ Μωϋσέως οὖσα, οὐδὲν ὅμως ἀπὸ τούτων ἁπάντων ἐκέρδανεν εἰς τὸ διαφυγεῖν τὴν ὀργὴν τοῦ Θεοῦ ἐπὶ τῇ κακηγορίᾳ;
000-00-00 Serial Number=0092615008
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00183]  Ὥσπερ γὰρ σιγᾷν ἴσασιν, οὐδεμιᾶς οὔ σης ἀνάγκης, οὕτω καὶ λέγειν ἐπίστανται, ἐπειδὰν πολλὴν ἴδωσι βίαν ἐπικειμένην.
000-00-00 Serial Number=0876799166
In illud Vidi dominum Ante [Go Back]  
 [00100]  Παρρησίας μέν, φησίν, οὐδεμιᾶς, φόβου δὲ καὶ καταπλήξεως γέμοντα, καὶ δι' αὐτοῦ τοῦ σχήματος τὸ ἄφατον ἐπιδεικνύμενα τοῦ δέους.
000-00-00 Serial Number=0723160267
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00148]  Ὑμεῖς μὲν γὰρ τῇ τοῦ Θεοῦ χάριτι οὐδεμιᾶς ἐδέεσθε λοιπὸν ἀποδείξεως, ἐῤῥιζωμένοι κατὰ τὴν πίστιν·
000-00-00 Serial Number=0274836242
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00041]  Τέλειον μὲν γὰρ ὅτι μόνος Χριστὸς ἀνενδεὴς ἐν τῇ πάσῃ ἀρετῇ καὶ κατὰ πάντα τρόπον ἄμωμος καὶ ἐξ ἀρχῆς καὶ εἰς τέλος οὐδεμιᾶς ἐνδέων δικαιοσύνης, ὡς αὐτός φησιν·
000-00-00 Serial Number=0285030484
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00314]  Εἰ δὲ ἐκεῖνος οὔτε τὸν δεσπότην παρακαλέσας ἐπὶ τὴν ἀπαίτησιν, καὶ μετὰ τὸ ἐξελθεῖν ταῦτα ποιῶν, οὐδεμιᾶς ἔτυχε συγγνώμης, σὺ καὶ τὸν ∆εσπότην ἐπὶ τὴν κεκωλυμένην ταύτην ἔκτισιν διεγείρων, καὶ ἐπ' ὄψεσιν αὐτοῦ ταῦτα ποιῶν, ποίαν οὐ δώσεις τιμωρίαν, εἰπέ μοι;
000-00-00 Serial Number=0446281254
Quales ducendae sint uxores Ante [Go Back]  
 [00458]  ∆ιὰ τοῦτο καὶ ὑγείας ἀπέλαυον καθαρᾶς, καὶ κάλλος αὐταῖς ἀμήχανον ἦν, οὐδεμιᾶς ἀῤῥωστίας ἐνοχλούσης τῷ σώματι, ἀλλὰ πάσης βλακείας ἐκβεβλημένης.
000-00-00 Serial Number=0824528456
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00231]  Καὶ δι' ἕτερον μὲν οὐδέν, διὰ τοῦτο δὲ μόνον καὶ τοῖς βασανισταῖς παρεδίδοτο καὶ ἐστρεβλοῦτο καὶ τὰ μυρία τάλαντα ἀπαιτεῖσθαι ἐκελεύετο καὶ συγγνώμης οὐδεμιᾶς οὐδὲ ἀπολογίας ἀπέλαυεν·
 [00249]  ὁ πένης οὗτος ὡς οὐδεὶς ἕτερος πένης ὤν, καὶ οὐχὶ πένης μόνον ἀλλὰ καὶ ἀσθενὴς καὶ μηδένα ἔχων τὸν προστησόμενον καὶ παρακαλέσοντα, ἀλλὰ ἐν μέσῃ τῇ πόλει καθάπερ ἐν ἐσχάτῃ κείμενος ἐρημίᾳ καὶ λιμῷ τηκόμενος πικροτάτῳ καὶ πάντα ὁρῶν ἐκείνῳ καθάπερ ἐκ πηγῶν ἐπιρρέοντα καὶ ἀνθρωπίνης μὲν οὐδεμιᾶς ἀπολαύων παραμυθίας, ταῖς δὲ τῶν κυνῶν γλώσσαις προκείμενος τράπεζα διηνεκής οὕτω γὰρ ἦν τὸ σῶμα παρειμένος καὶ διαλελυμένος, ὡς μηδὲ ἐκείνους ἀποσοβεῖν δύνασθαι τί οὐκ ἂν ἔπαθεν εἰ μὴ σφόδρα γενναῖος καὶ φιλόσοφος ἦν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»