Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὐδεμία [120]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὐδεμία
Cooperatorum Veritatis Societas
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0438522458
[00076]
οὐδεμία γὰρ εἰς τὴν φύσιν ἐκείνην διαβαίνει βλάβη·
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0224086583
[00502]
Ἀπὸ δὲ ἀρετῆς ἀσφάλεια πᾶσα, καὶ μεταβολὴ καὶ μετάπτωσις οὐδεμία, ἀλλὰ καὶ ἐνταῦθα ἡμᾶς ἀσφαλεστέρους ποιεῖ, καὶ ἐκεῖ συμμεθίσταται.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0776268721
[00182]
∆ιὸ συντείνατέ μοι ἑαυτοὺς μετὰ ἀκριβείας ἅπαντες, εἰδότες ὡς οὐδεμία λοιπὸν ἔσται ἡμῖν συγγνώμη καὶ ἀπολογία σκανδαλιζομένοις ἐπὶ τοῖς συμβαίνουσιν, εἴ γε τοσούτων προφάσεων οὐσῶν, ὡς μηδεμιᾶς οὔσης οὕτω μέλλοιμεν θορυβεῖσθαι καὶ ταράττεσθαι.
[00551]
εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσοιμεν εὐνοίας, οὐδεμία λείπεται τοῖς γεγενημένοις παραμυθία.
[04919]
Τοῦτο δὲ οὐδεμία τῶν κατὰ τὴν οἰκουμένην ἔχει πόλεων, οὐδ' αὐτὴ ἡ Ῥωμύλου πόλις·
[05734]
Βούλει μαθεῖν, ὡς οὐδεμία συγγνώμη μνησικακοῦσιν ἡμῖν, οὐδέ ἐστί τις ἡμᾶς ὁ ἐξαιρούμενος;
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0080598772
[00034]
Οἱ μὲν γὰρ [48.845] πρὸς Ἀνομοίους λόγοι καὶ ἐν ἑτέρῳ δύνανται γενέσθαι καιρῷ, καὶ οὐδεμία ἀπὸ τῆς ἀναβολῆς γένοιτ' ἂν βλάβη·
[00831]
οὕτως οὐδεμία καιροῦ παρατήρησίς ἐστι.
Adversus eos qui non adfuerant
Ante [Go Back]
000-00-00 Serial Number=0222479224
[00152]
Ὀδύνην γὰρ καὶ βασάνους καὶ ἀθυμίας τυραννίδα καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα.
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0819726050
[00095]
ἐπεὶ ὅτι γε τοῖς ἁγίοις οὐδεμία ἀπὸ τούτων ἡ βλάβη, ἀλλὰ καὶ μείζων ὁ μισθὸς καὶ πλείων ἡ παῤῥησία.
[00359]
Παρ' ἐμοὶ δὲ οὐδεμία γνώμη κρατεῖ, ἀλλ' ἢ ὥστε πῦρ ἐπαφεῖναι καὶ φλέξαι πάντα, καὶ οἰκίας καὶ ἀγροὺς καὶ ἀγέλας βοῶν καὶ ποίμνια προβάτων.
[01233]
μία ἡδονὴ, μία ἐπιθυμία, μία ἐλπὶς πᾶσι, καὶ καθάπερ ἀπὸ κανόνος τινὸς καὶ στάθμης ἅπαντα διηκρίβωται, καὶ ἀνωμαλία μὲν οὐδεμία, τάξις δὲ καὶ ῥυθμὸς καὶ ἁρμονία καὶ πολλὴ τῆς συμφωνίας ἡ ἀκρίβεια, καὶ διηνεκὴς εὐθυμίας ὑπόθεσις.
[01254]
σωφρονούσης μὲν γὰρ ταύτης οὐδεμία ἀπὸ τῆς τῶν λόγων ἀπειρίας ἔσται ζημία, διεφθαρμένης δὲ μεγίστη ἡ βλάβη, κἂν σφόδρα ἡ γλῶττα ἠκονημένη τυγχάνῃ, καὶ τοσούτῳ μείζων, ὅσῳπερ ἂν ἐκείνη προσῇ ἡ δύναμις.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0396821022
[00999]
Οὐχ ὁρᾶτε τοὺς τὴν λαμπρὰν ἐσθῆτα περιβαλλομένους ὅσην σπουδὴν ποιοῦνται βαδίζοντες ἐπὶ τῆς ἀγορᾶς μήπου ῥανὶς βορβόρου ἐξακοντισθεῖσα λυμήνηται τοῦ ἱματίου τὸ κάλλος, καίτοι οὐδεμία ἐντεῦθεν ἂν γένοιτο βλάβη τῇ ψυχῇ·
[01046]
Καὶ αὖται γὰρ αἱ πηγαὶ πᾶσίν εἰσιν ἀνειμέναι καὶ οὐδεμία ἐστὶν ἐνταῦθα προσώπων διαφορά, ἀλλὰ κἂν πλούσιος ᾖ τις κἂν πένης, κἂν δοῦλος κἂν ἐλεύθερος, κἂν ἀνὴρ κἂν γυνή, τοσοῦτον μέτρον ὑποδέχεται ἐκ τῶν θείων τούτων ναμάτων ὅσον ἐὰν μέγεθος προθυμίας εἰσενεγκεῖν σπουδάσῃ.
Catechesis de juramento
Ante [Go Back]
000-00-00 Serial Number=0246529758
[00180]
ὅπερ γὰρ οὐδεμία ἁμαρτία κέκτηται, τοῦτο αὕτη ἡ ἁμαρτία ἔχει.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0891922593
[02981]
καὶ γίνεται οὐδὲν παράδοξον, οὐδεμία καινοτομία οὐδὲ ἐναλλαγή.».
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0559686959
[00308]
Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον.
De Chananaea
Ante [Go Back]
000-00-00 Serial Number=0182065248
[00106]
Οὐκ ἔστιν οὐδεμία κακία μετανοίᾳ μὴ λυομένη.
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0125416219
[00022]
Ὅταν δὲ ὁ Θεὸς ἀποφαίνηται, οὐδεμία τοῖς ἀντιλέγουσιν ὑπολέλειπται πρόφασις.
De Joseph et de castitate
Ante [Go Back]
000-00-00 Serial Number=0801405787
[00074]
οὐδεμία σοι κατ' ἐμοῦ ἀταξίας κατηγορία γεγένηται·
De Lazaro et divite
Ante [Go Back]
000-00-00 Serial Number=0442809641
[00047]
οὐδεμία αὐτῷ ἄνεσις γαλήνης ηὑρίσκετο.
De beato Philogonio
Ante [Go Back]
000-00-00 Serial Number=0947980404
[00041]
Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχὴ, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐταξίας, ὥσπερ ἐν κιθάρᾳ τινὶ, μετὰ ῥυθμοῦ τὴν παναρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ ∆εσπότῃ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυσταγωγίαν.
De consubstantiali
Ante [Go Back]
000-00-00 Serial Number=0831821144
[00169]
τὸ μέντοι ἴσον ὄντα τοῦ γεγεννηκότος λέγειν τινὰ ταπεινὰ καὶ εὐτελῆ, οὐδεμία μέμψις, οὐδὲ αἰτία·
De corruptoribus virginum
Ante [Go Back]
000-00-00 Serial Number=0919739842
[00036]
Εἰ οὖν ἀνθρώποις οὐδεμία μεταβολὴ, ἐπειδὴ τῷ προλαβόντι σκοπῷ ἀκολουθεῖ·
[00124]
∆ιὸ πᾶσιν ὑμῖν τοῦτο γνωστὸν ἔστω, ὡς οὐδεμία ἀρετὴ τιμιωτέρα παρθενίας πέφυκεν εἰς πᾶν φυτὸν ἀρετῆς, ἀλλ' οὐδὲ ὁμοία ταύτης εὑρίσκεται, ἐὰν ὁ μονάζων ἐκεῖνος, ἢ ἡ παρθένος κατὰ διάνοιαν μὴ ἐκπορνεύσῃ·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0625160992
[00982]
Ὥστε οὐδεμία ἡμῖν ἀπολογία, μετὰ τοσοῦτον χρόνον καὶ τοσαύτην ἐπίδοσιν καὶ τοσαύτας δωρεὰς παρὰ τοῦ Θεοῦ δοθείσας ἡμῖν μὴ δυναμένοις εἰς τὸ αὐτὸ ἐκείνῳ φθάσαι μέτρον.
De eleemosyna [4]
Ante [Go Back]
000-00-00 Serial Number=0038865805
[00059]
Βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, πῶς οὐδεμία ἀρετὴ συγκρίνεται αὐτῇ ἢ προτιμᾶται.
De eleemosyna [5]
Ante [Go Back]
000-00-00 Serial Number=0895346582
[00022]
Καὶ βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, ὅτι οὐδεμία ἀρετὴ ἐγκρίνεται αὐτῆς.
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0970618606
[00098]
ὅταν γὰρ τούτων φανῇ κρείττων, οὐδεμία περὶ τῶν ἄλλων ἀμφισβήτησις λείπεται.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0998159468
[00561]
Τί γὰρ χεῖρον τελώνου τοῦ καθεζομένου κατὰ τὴν ὁδὸν, καὶ ἀλλοτρίων πόνων τοὺς καρποὺς τρυγῶντος, καὶ ὅτε μὲν οἱ κάματοι, οὐδεμία αὐτῷ φροντὶς, ὅτε δὲ τὸ κέρδος, ἐξ ὧν οὐκ ἔκαμε, τὴν μερίδα λαμβάνει;
[00652]
οὐδεμία γὰρ αὐτῇ τῶν ἄνω δυνάμεων ἀντιτάσσεται·
De resurrectione mortuorum
Ante [Go Back]
000-00-00 Serial Number=0592966080
[00298]
Ὅτι γὰρ οὐ μόνον οὐδεμία γέγονεν ἐντεῦθεν ἡ βλάβη, ἀλλὰ καὶ πολὺ τὸ κέρδος τῷ γένει τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν.
[00299]
Οἵ τε γὰρ ἅγιοι πάντες μετὰ τούτου ζῶντες, τὴν ἀγγελικὴν ἐκείνην ἐπεδείξαντο πολιτείαν, καὶ οὐδεμία τις αὐτοῖς ἐντεῦθεν ἐγίνετο βλάβη πρὸς τὸν τῆς ἀρετῆς δρόμον·
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0463758647
[00600]
καὶ τοῖς μὲν ἐκεῖνα μὴ ποιοῦσιν οὐδεμία ἀπειλὴ παρὰ τοῦ Θεοῦ κεῖται, τοῖς δὲ ἁπλῶς ὀργιζομένοις γέεννα καὶ τὸ τῆς γεέννης ἠπείληται πῦρ.
[00947]
Εἶτα τῷ μὲν ξύλα ἀφανίζοντι καὶ λίθους οὐδεμία ἔσται καταφυγὴ πρὸς τὸ μὴ δοῦναι δίκην·
[01355]
εἰ δὲ καὶ τοῦτο ἦν συμβάν, οὐδεμία οὕτως ἐστὶ μήτηρ ἄστοργος καὶ μισότεκνος ὡς τοῦτον ὃν ὤδινε καὶ ἔτεκε καὶ ἔθρεψε, μηδεμιᾶς ἀναγκαζούσης προφάσεως, μηδὲ βιαζομένου τινός, κακίζειν καὶ διαβάλλειν παρὰ πᾶσιν.
[01371]
Τούτῳ δὲ τῷ τὸν μονήρη στέργοντι βίον οὐδεμία γυμνασίας ὑπόθεσις πρόκειται·
De sancta Thecla martyre [1]
Ante [Go Back]
000-00-00 Serial Number=0823243737
[00030]
Οὐδὲν αὐτῇ κοινὸν πρὸς τὴν γῆν, οὐδεμία πρὸς γαμικὰς ἀνάγκας συγγένεια, οἷον πορνεύοντος ἀνασχέσθαι νυμφίου, ὑποψίας ματαίας ὑπενεγκεῖν, ἐξουσίαν χρησίμων ἀφηρῆσθαι προόδων, περὶ τροφῆς διευθύνεσθαι, κοσμουμένην ζηλοτυπεῖσθαι, διαπτύεσθαι πρὶν τέκῃ, καθάπερ οὔπω γαμετὴν γενομένην, τεκοῦσαν ὑπὲρ τῶν τόκων εὑρίσκειν ἐγκλήματα.
De sancta pentecoste
Ante [Go Back]
000-00-00 Serial Number=0016700089
[00228]
Ἀνοητότερον οἱ ἄνθρωποι διέκειντο τότε, τῶν εἰδώλων προσφάτως ἀπηλλαγμένοι, καὶ παχυτέρα καὶ ἀναισθητοτέρα αὐτῶν ἡ διάνοια ἔτι ἦν, καὶ πρὸς τὰ σωματικὰ πάντα ἐπτόηντο καὶ ἐκεχήνεσαν, καὶ οὐδεμία αὐτοῖς οὐδέπω ἔννοια δωρεῶν ἀσωμάτων ἦν, οὐδὲ εἴδεσαν τί ποτέ ἐστι νοητὴ χάρις, καὶ πίστει μόνῃ θεωρουμένη·
De sancto hieromartyre Phoca
Ante [Go Back]
000-00-00 Serial Number=0058096170
[00028]
Ὃ μὲν γὰρ καὶ χθὲς ἔλεγον, καὶ σήμερον πάλιν λέγω, τῷ μὲν μάρτυρι οὐδεμία δόξα ἀπὸ τῆς τῶν πολλῶν παρουσίας γενήσεται, ὑμῖν δὲ πλείων ἔσται ἡ εὐλογία ἀπὸ τοῦ παραγενέσθαι πρὸς τὸν μάρτυρα.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0756112516
[01692]
Καὶ γυναικὶ πάλιν ὁμοίως οὐδεμία ἀνάγκη μὴ βουλομένῃ καλλωπίζεσθαι καὶ κενοδοξεῖν καὶ περιττὰ μεριμνᾶν, εἰκότως.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0132949710
[03885]
ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.
[05145]
ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ καὶ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία ἐστί.
[08673]
Θεῷ δὲ ἀμοιβὴ παρ' ἡμῶν οὐδεμία γένοιτ' ἂν, ἀλλ' ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια, καὶ ἡ πρὸς τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια.
[09213]
ὅταν γὰρ τούτων φανῇ κρείττων, οὐδεμία περὶ τῶν ἄλλων ἀμφισβήτησις λείπεται.
[09999]
ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτὰ μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπάγειν αὐτὸν τῶν ἀναγκαίων·
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0777279437
[03539]
Οἶδά σου τῆς ἀγάπης τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον, τὸ ἀκλινὲς, καὶ ὡς οὐδεμία πραγμάτων δυσκολία αὐτὴν παρασαλεῦσαι δύναιτ' ἄν·
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0957266331
[00386]
καὶ δηλοῦσιν οὐχ αἱ βιωτικαὶ γυναῖκες μόνον καὶ ἀνδράσιν ὁμιλήσασαι ὧν οὐδεμία ῥᾳδίως ταύτης ἠνέσχετο τῆς παραινέσεως , ἀλλὰ καὶ αἱ φιλοσοφεῖν δοκοῦσαι καὶ εἰς τὸν τῆς παρθενίας τελεῖν χορὸν λαχοῦσαι.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0765877426
[00091]
ἀλλ' ἀεὶ καὶ διηνεκῶς ἐντυγχάνειν δύνασαι, καὶ δυσκολία οὐδεμία πρόσεστιν·
[02681]
Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
[03942]
ἀλλ' οὐδεμία τούτων ἰσχὺς, οὐδὲν ἐντεῦθεν δεδιττόμεθα.
[04444]
Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι.
[05705]
ἀλλ' οὐδεμία τούτων ἰσχὺς, οὐδὲν ἐντεῦθεν δεδιττόμεθα.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0231828809
[01787]
Καὶ μὴν εἰ ἀδιόρθωτα πταίουσι, καὶ ἀνίατα νοσοῦσι, καὶ οὐδεμία ἔσται παραμυθία τῶν δεινῶν, τίνος ἕνεκεν πάλιν πέμπει τὸν ἰατρὸν, οὐδὲν ἕτερον ἢ τὴν τιμωρίαν αὐτοῖς αὔξοντα, καὶ πᾶσαν ἀναιροῦντα συγγνώμην;
[04284]
Ὅταν δὲ αὐτὸ τὸ αἰσθητήριον διεφθαρμένον ᾖ, οὐδεμία λοιπὸν ἴασίς ἐστι.
[04329]
[64.949] οὐδεμία ἀχύρου πρὸς σῖτον.
[04334]
τουτέστιν οὐδεμία σύγκρισις.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0346120656
[00893]
Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ' οὐδεμία οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀκονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς.
[01703]
ὀδύνην γὰρ, καὶ βασάνους, καὶ ἀθυμίας τυραννίδα, καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν, οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα).
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0904307127
[01886]
[ιβιδ.] Τουτέστιν ὅτε τὰ σὰ ἁλωθῇ ἀμηχανίᾳ λοιπὸν, καὶ οὐδεμία διόρθωσις.
Homilia habita postquam presbyter Gothus concionatus fuerat
Ante [Go Back]
000-00-00 Serial Number=0214061677
[00096]
καὶ θυσίαι ἠλέγχοντο καὶ ἑορταὶ καὶ νεομηνίαι καὶ σάββατα, καὶ τὸ λοιπὸν τῆς λατρείας εἶδος ἐξεβέβλητο, ἀρετῆς ἀμελουμένης, καὶ φωνὴ ἄνωθεν τοῦ Θεοῦ κατηγοροῦντος, καὶ φωναὶ κάτωθεν τῶν προφητῶν ὀδυρομένων, καὶ φωναὶ πανταχόθεν, τῶν πραγμάτων κακῶς διακειμένων, καὶ πολλὴ τῆς κακίας ἡ δύναμις, καὶ πυκνή τις ἦν νεφέλη καὶ βαθεῖα νὺξ, καὶ ἐν παῤῥησίᾳ τὰ τῆς πονηρίας, καὶ τὰ τῆς ἀρετῆς ἐκποδὼν, καὶ ὁ χειμὼν εἰς ὕψος ἤρετο, καὶ τὰ κύματα ἐπάλληλα, καὶ ναυάγια πυκνὰ καὶ συνεχῆ, καὶ πάντες ἦσαν ὑποβρύχιοι, καὶ οὐδὲ κυβερνήτου φωνὴ ἠκούετο, οὔτε ναυτῶν ἴσχυσε τέχνη, ἀλλ' ἐπεκράτει τὰ πονηρὰ πνεύματα, καὶ οὐδεμία σωτηρίας ἦν ἐλπὶς, οὐδὲ παρακαλέσαι τις τὸν Θεὸν ἐτόλμα·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0269356132
[09999]
Ἀποβολὴ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν.
[09999]
ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία [60.369] ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.
[09999]
οὐδεμία γὰρ ἀπὸ τούτου βλάβη.
[09999]
περὶ δὲ τῆς ψυχῆς οὐδεμία φροντὶς, ἀλλὰ κἂν τοὺς θεμελίους αὐτῆς ἴδωμεν σηπομένους, κἂν τὴν οἰκοδομὴν καὶ τὸν ὄροφον, οὐδεὶς ἡμῖν ὁ λόγος ἐστί.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0337298453
[01542]
Ὅταν ὁ Θεὸς ἐπαγγέλληται, οὐδεμία μεταβολὴ τῶν ὑποσχέσεων ἅπτεται·
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0869494438
[03938]
∆ιὰ τὴν αὐτὴν πάλιν αἰτίαν, καὶ ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου τοὺς ἀντλήσαντας, καὶ ὅτι οὐδεμία φαντασία ἦν τὸ τελούμενον.
In annuntiationem deiparae
Ante [Go Back]
000-00-00 Serial Number=0752337635
[00129]
Οὐδεὶς τούτου τοῦ βασιλέως ἀνώτερος, καὶ οὐδεμία τις ἄλλη μακαριωτέρα σοῦ τῆς τικτούσης αὐτόν.
In ascensionem domini nostri Jesu Christi
Ante [Go Back]
000-00-00 Serial Number=0603014588
[00018]
Αὐτοῖς μὲν οὖν οὐδεμία βλάβη ἦν, οὐδὲ πρὸ τούτου·
In diem natalem
Ante [Go Back]
000-00-00 Serial Number=0740864098
[00264]
Θεῷ δὲ ἀμοιβὴ οὐδεμία παρ' ἡμῶν γένοιτ' ἂν, ἀλλ' ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0695174456
[01784]
θυσία αἰνέσεως, θυσία ἐξομολογήσεως, θυσία σωτηρίου, θυσία καθαρμῶν, καὶ ἕτεραι μυρίαι, καὶ οὐδεμία κατ' ἐχθρῶν, ἀλλ' ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων ἑκάστη, ἢ καὶ κατορθωμάτων.
[04561]
Μᾶλλον δὲ ἐκεῖ μὲν οὐδὲ λόγος ὑπὲρ φιλοσοφίας οὐδεὶς, οὐδὲ κάθηταί τις διδάσκων τί ψυχὴ, καὶ τί ποτε κόσμος, καὶ τί μέλλομεν εἶναι μετὰ ταῦτα, καὶ ἐπὶ τίσιν ἀπελευσόμεθα ἐντεῦθεν, καὶ πῶς ἀρετῆς περιεσόμεθα, ἀλλὰ περὶ μὲν συναλλαγμάτων καὶ συμβολαίων καὶ χρημάτων πολὺς ὁ λόγος, τούτων δὲ οὐδεμία φροντίς·
[04986]
ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία.
[06205]
καὶ ὅτε μὲν οὐδεμία ἀνάγκη κατήπειγε, καὶ ἐλάχιστόν φησι τῶν ἀποστόλων εἶναι, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον·
[07358]
εἰ δὲ κἂν ἐγὼ σιωπήσω, τὰ πράγματα βοήσεται σφοδρότερον τῆς ἐμῆς γλώττης, βλάβη μὲν οὐδεμία ἀπὸ τῶν ἐμῶν ἔσται ῥημάτων, ὡς [61.588] ἐκπομπευομένων ἡμῖν τῶν κακῶν, κέρδος δὲ ἴσως καὶ ὠφέλειά τις.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0416166723
[00375]
οὐδεμία αἰδὼς, οὐδεὶς φόβος.
[01296]
Καὶ ἰατρῶν δὲ πολλάκις πολλὰ προσενεγκάντων φάρμακα, οὐδεμία γέγονεν ὠφέλεια, ὕστερον δέ τις προσελθὼν, τὸ πᾶν κατώρθωσεν·
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0438919902
[05534]
Πολλὴ ἡ ἰσοτιμία, καὶ οὐδεμία πλεονεξία.
[06699]
Ἵν' οὖν τὸν λόγον τοῦτον μετὰ καλῆς παράσχωμεν ἀπολογίας, τὸν ἑαυτῶν ῥυθμίσωμεν βίον, καὶ δαψιλῆ τὴν χεῖρα ἐκτείνωμεν τοῖς δεομένοις, εἰδότες ὅτι αὕτη μόνη ἡμῖν ἐστιν ἀπολογία, τὸ δεῖξαι ἡμᾶς αὐτοὺς κατωρθωκότας τὰ ἐπιτεταγμένα, ἑτέρα δὲ οὐδεμία.
[09289]
οὐδεμία γὰρ ἐνταῦθα διαφορά.
[09999]
Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νε-φέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυμίαν·
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0000970423
[03256]
ἀλλ' ὁ κυλλὸς καὶ ἀνάπηρος, ὁ γέρων καὶ ῥάκια ἠμφιεσμένος καὶ ῥύπον καὶ κόρυζαν ἔχων, ἅμα τῷ νέῳ τῷ καλῷ, καὶ αὐτῷ τῷ τὴν ἁλουργίδα περικειμένῳ καὶ τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς ἔχοντι, ἔρχεται τῆς τραπέζης μεθέξων, καὶ ἀξιοῦται τῆς εὐωχίας τῆς πνευματικῆς, καὶ τῶν αὐτῶν ἑκάτεροι ἀπολαύουσι, καὶ οὐδεμία ἐστὶ διαφορά.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0861388683
[02695]
[62.564] Καὶ θέα πῶς ἐν τοῖς κοινοῖς οὐδεμία μάχη, ἀλλὰ πάντα εἰρηνικά.
[04222]
πάντα ἐκεῖνα βέβαια, μεταβολὴ οὐδεμία·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0327924430
[02162]
Ὅταν οὖν, φησὶ, τὸ δυσκολώτερον ἐργάσωμαι, εὔδηλον ὅτι οὐδεμία περὶ τοῦ εὐκόλου καταλείπεται πρόφασις οὐδὲ ἀντιλογία.
[07146]
οὐδεμία δὲ ὄνησις, ἐὰν μὴ νῦν γένηται.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0722445607
[01719]
οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ διὰ τοῦ ἱερέως λεγόμενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ, διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0343996823
[05078]
οὐδεὶς θόρυβος ἐκεῖ, οὐδεμία ταραχὴ, οὐδὲ κραυγή.
[05912]
Ὥστε οὐδεμία συγγνώμη, οὐδεὶς ἔλεος ἐκεῖ·
[07186]
οὐδεμία γὰρ ἄλλη αἰτία ἦν προσαγωγῆς ἢ αὕτη.
[07226]
ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτῶν μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπαγαγεῖν αὐτὸν τῶν ἀναγκαίων·
[09095]
Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συγγνώμη οὐδεμία τῷ ἐλεημοσύνην μὴ ἐργαζομένῳ.
[09529]
οὕτως αὐτοῦ φίλου ὄντος, κἂν ἅπαντες ἡμᾶς πολεμῶσιν, οὐδεμία βλάβη.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0501498938
[00325]
Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι.
[02292]
νῦν δὲ περὶ τὴν [62.234] θεότητα ταῦτα λεγόμενα, οὐδεμία συγγνώμη τοῖς κακουργοῦσι καταλιμπάνεται.
[02650]
Μάλιστα μὲν γὰρ τότε πειρασμοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι κίνδυνοι, οὐδεμία ἀνάπαυσις, οὐδεμία ἄνεσις, μυρία πάντοθεν ἐπέῤῥει δεινά·
[04471]
Ἐν ἀσφαλείᾳ πολλῇ ἐντεῦθεν τὰ καθ' ἡμᾶς, οὐδεὶς κίνδυνος, οὐδεμία ὑποψία, ἀλλὰ καὶ ὁ ὕπνος ἀδεῶς ἔπεισι [62.286] μετὰ ἀσφαλείας, οὐδεμία φροντὶς, οὐδεὶς κοπετός.
[04693]
Οἴδατε, φησὶ, καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι.
[04696]
Ὅτε ἐξῆλθον γὰρ, φησὶν, ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι.
[04831]
καὶ οὐδεμία ἦν ὑπεροχὴ, τῷ πάντας ὁμοίως μισεῖσθαι καὶ ἐλαύνεσθαι, καὶ ἐπὶ τοῖς αὐτοῖς.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0650025308
[02139]
Εἰ δὲ τότε οὐδεμία ἦν διαφορὰ, πολλῷ μᾶλλον νῦν·
[02637]
ὅπου δὲ συγχώρησις, οὐδεμία κόλασις·
[03206]
Οὐκ ἔστιν οὐδεμία ἄλλη, ἀλλ' ἡ πεῖρα μόνη.
[08224]
Ἀλλ' οὐδεμία ἐξένισε τὸν Ἠλίαν.
[09529]
Καὶ γὰρ ἀρκοῦν ἔχει δικαίωμα εἰς τὸ βοηθεῖσθαι τὴν ἀσθένειαν ἐκεῖνος, καὶ σοὶ βλάβη οὐδεμία·
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0278848052
[00389]
ὃ δὲ μάλιστα χαρακτηρίζει τὸν διδάσκαλον, τοῦτό ἐστι, τὸ δύνασθαι κατηχεῖν τὸν λόγον, οὗ πρόνοια οὐδεμία νῦν.
In illud In faciem ei restiti
Ante [Go Back]
000-00-00 Serial Number=0356674254
[00224]
καὶ πάντα ἐκεῖνα ἀφεὶς, ἀπῆλθεν εἰς Ἱεροσόλυμα, καὶ πρόφασις τῆς ὁδοῦ οὐδεμία ἑτέρα ἦν, ἀλλ' ἢ τὸ Πέτρον ἰδεῖν, καθὼς αὐτός φησιν·
[00248]
Τότε τοίνυν, ἡνίκα ἐκήρυττον οὗτοι κατὰ τὴν οἰκουμένην ἅπασαν, αἵρεσις οὐδεμία ἦν·
In illud Isaiae Ego dominus deus feci lumen
Ante [Go Back]
000-00-00 Serial Number=0667812347
[00084]
καὶ ἡ νὺξ τὸ αὐτὸ πάλιν, ἀπαρτίσασα τὸν αὐτῆς δρόμον, πα ραχωρεῖ τῇ ἡμέρᾳ, καὶ τοῦτο ἐπὶ τοσούτοις ἔτεσι γέγονε, καὶ οὐδεμία σύγχυσις, οὐδὲ ταραχὴ, καὶ οὔτε αὕτη ἐξώθησεν ἐκείνην, οὔτε ἐκείνη ἐπλεονέκτησε ταύτην, καίτοι ἡ μὲν φαιδροτέρα, ἡ δὲ ζοφωδεστέρα·
In illud Messis quidem multa
Ante [Go Back]
000-00-00 Serial Number=0788047969
[00112]
Ὥσπερ οὖν ὁ γηπόνος πρὸς ἄμητον ἐξιὼν χαίρει καὶ φαι δρός ἐστι καὶ γέγηθεν, οὐκ ἀναλογιζόμενος πόνους, οὔτε δυσκολίαν τινὰ, ἀλλ' ὡς ἐπὶ πρόσοδον ἑτοίμην ἐπειγόμενος, καὶ ἐπὶ τῶν ἐνιαυσίων καρπῶν τρέχων, καὶ οὐδὲν οὐδα μοῦ κώλυμα, οὐδὲν ἐμπόδιον, οὐδεμία τοῦ μέλλοντος ἀδηλία, ἐπομβρίαι, χάλαζαι καὶ αὐχμοὶ, καὶ τὸ πονηρὸν τῶν ἀκρίδων στρατόπεδον·
In illud Utinam sustineretis modicum
Ante [Go Back]
000-00-00 Serial Number=0203891397
[00112]
Καὶ γὰρ εἰ διαπαντὸς ἡμᾶς ἔλεγον ἐκεῖνοι κακῶς, οὐδεμία μοι βλάβη διὰ τῆς ἐκείνων ἐγίνετο κακηγορίας.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0814210236
[00467]
ὥστε οὐδεμία ἡμῖν καταλέλει-πται πρόφασις.
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0847206354
[00045]
Καίτοι εἰ καὶ ἴσης ἀπήλαυσεν, οὐδεμία ἡμῖν ἦν ἡ συγγνώμη, οὐδὲ ἀπολογία ὅταν δὲ καὶ πλεονεκτῇ, τίς ἡμῖν ἐλλείπεται λόγος;
[00054]
Ἀλλ' ἀσχολία οὐδεμία, τῦφος δὲ μόνος.
In sanctum Julianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0843860090
[00248]
Ἂν τὴν ὥραν ἐκείνην παραγένῃ μόνον, καθ' ἣν τῆς οἰκίας ἐξιὼν ἅπτεται τῆς ὁδοῦ, καὶ με [50.676] ταστήσῃς αὐτὸν πρὸς τὴν ἐνταῦθα ἄφιξιν, οὐδεμία λοιπὸν ἔσται δυσκολία, ἀλλὰ τοῦ καιροῦ παρελθόντος πολλὴν εἴσεταί σοι κἀκεῖνος τὴν χάριν, καὶ οἱ ἄλλοι πάντες ἐπαινέσουσιν ὑμᾶς, καὶ θαυμάσουσι·
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0504472613
[00819]
Ὅτι ἱκανὴν πεῖραν δεδωκότος τοῦ ∆ανιὴλ πρότερον, ἤγουν ἐν τῷ πρὸ τούτου ἐνυπνίῳ, οὐδεμία λοιπὸν χρεία ἦν δευτέραν προσενεχθῆναι δοκιμασίαν.
Post reditum a priore exsilio
Ante [Go Back]
[00161]
Οὐκ ἔστιν ἡμῖν οὐδεμία ἐλπὶς τῆς βασιλείας, ἐὰν μὴ ἐκεῖνον ἐπαναγάγωμεν.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»