Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἰκῶν [53]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἰκῶν


000-00-00 Serial Number=0260202765
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01107]  Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος ἦν γὰρ ἄπλαστος οἰκῶν οἰκίαν καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντὸς, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακείμενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον;
000-00-00 Serial Number=0647961676
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00066]  Μετὰ γὰρ τῆς τοιαύτης καταστάσεως καὶ ὁ μακάριος ∆αυῒδ πόλιν οἰκῶν, καὶ βασιλείαν οἰκονομῶν, καὶ μυρίαις περιβεβλημένος φροντίσι, τῶν τὰς ἐρημίας κατειληφότων θερμότερον συνείχετο τῷ τοῦ Χριστοῦ πόθῳ.
000-00-00 Serial Number=0087895393
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00923]  Τί δαὶ ὁ Ἠλίας ἐσχάτῃ πενίᾳ συζῶν, ἐλαυνόμενος, δραπετεύων, τὰς ἐρήμους οἰκῶν, φυγὰς ἀεὶ καὶ μετανάστης γινόμενος;
000-00-00 Serial Number=0645962894
Adversus Judaeos Ante [Go Back]  
 [00993]  ὁ τὴν Ῥωμαίων χώραν οἰκῶν οὐ τὴν ἡμετέραν μέτεισι πολιτείαν;
000-00-00 Serial Number=0275654435
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01388]  Εἰ γὰρ πόλιν οἰκῶν ἠδύνατο σώζεσθαι, ὡς ἔφης, πολλῷ μᾶλλον τὴν ἐρημίαν καταλαβών.
 [01651]  Εἰκότως ἀπιστεῖς, ἅτε ἐν πόλεσιν οἰκῶν, καὶ ταῖς θείαις βίβλοις οὐχ ὡμιληκώς·
000-00-00 Serial Number=0662397683
Comparatio regis et monachi Ante [Go Back]  
 [00047]  Καὶ γὰρ ἐν ὁδοιπορίαις βαρύς ἐστι τοῖς ὑπηκόοις, καὶ πόλιν οἰκῶν, καὶ εἰρήνης ἀπολαύων, καὶ πολέμων ἁπτόμενος, φόρους τε εἰσπραττόμενος, καὶ στρατεύματα συγκροτῶν, καὶ αἰχμαλώτους ἄγων, καὶ νικῶν, καὶ ἡττώμενος·
000-00-00 Serial Number=0112214327
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00411]  [84] Καὶ ἀνὴρ μὲν ἀγαθὸς οὐδὲ βουλεύσασθαί τι χρήσιμον οὔτε πρᾶξαί τι τῶν δεόντων ὑπὸ σώματος κωλυθήσεται νεκροῦ, ἀλλὰ ἂν ὑγιαίνῃ τὴν ψυχὴν καὶ παρ' αὐτοὺς οἰκῶν τοὺς τάφους καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ πᾶσαν ἐπιδείξεται τὴν ἀρετήν.
000-00-00 Serial Number=0620125234
De gloria in tribulationibus Ante [Go Back]  
 [00150]  Ἐννόησον ἡλίκος ἦν ὁ Παῦλος τότε τὰ δεσμωτήρια οἰκῶν, καὶ εἰς δικαστήρια ἐπαγόμενος, πῶς περίβλεπτος, πῶς λαμπρὸς, καὶ περιφανὴς παρὰ πᾶσιν ἐφαίνετο, μάλιστα δὲ παρ' ὧν ἐπολεμεῖτο, καὶ ἐπεβουλεύετο.
000-00-00 Serial Number=0461809993
De incomprehensibili dei natura Ante [Go Back]  
 [00667]  «Ὁ βασιλεὺς τῶν βασιλευόντων, φησί, καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.».
 [00668]  Ἐνταῦθα στῆθι καὶ ἐρώτησον τὸν αἱρετικὸν τί ποτέ ἐστι τοῦτο «τὸ φῶς οἰκῶν ἀπρόσιτον», καὶ πρόσεχε τῇ ἀκριβείᾳ
 [00672]  «φῶς οἰκῶν ἀπρόσιτον», ἵνα μάθῃς ὅτι εἰ ὁ οἶκος ἀπρόσιτος, πόσῳ μᾶλλον ὁ ἐνοικῶν αὐτὸν Θεός.
 [00674]  Ἀλλ' οὐδὲ φῶς οἰκῶν ἀκατάληπτον εἶπεν, ἀλλὰ ἀπρόσιτον, ὃ τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι.
 [00685]  ἀνθρώποις μὲν φῶς οἰκῶν ἀπρόσιτον, ἀγγέλοις δὲ οὐκ ἀπρόσιτον·
 [00748]  ∆ι' οὐδὲν ἕτερον ἀλλ' ἢ δι' ἐκεῖνο τὸ ἀποστολικόν, τὸ «φῶς οἰκῶν ἀπρόσιτον», διὰ τῶν ἔργων αὐτῶν προαναφωνοῦσαι, καὶ οὐκ αὐταὶ μόνον, ἀλλὰ καὶ αἱ τούτων ἀνωτέρω τὰ Χερουβίμ.
 [00866]  Εἴπομεν ὅτι οὐκ εἶπε φῶς ὢν ἀπρόσιτον, ἀλλὰ «φῶς οἰκῶν ἀπρόσιτον»·
000-00-00 Serial Number=0028003275
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00074]  Ἔτι γὰρ οἰκῶν ὁ βαπτιστὴς ἐν τῇ γαστρὶ τῆς μητρός, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλημένος, σκιρτήματι τὴν τοῦ δεσπότου βοᾷ παρουσίαν.
000-00-00 Serial Number=0493180752
De paenitentia [1] Ante [Go Back]  
 [00026]  Καὶ τί θαυμαστὸν εἰ ἐν ἀγρῷ διατρίβων ἐγὼ, καὶ ἀδείας ἀπολαύων, τῆς ὑμετέρας ἐμεμνήμην ἀγάπης, ὅπου γε Παῦλος δεσμὰ περικείμενος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μυρίους ὁρῶν ἐπηρτημένους αὐτῷ κινδύνους, καθάπερ ἐν λειμῶνι τῷ δεσμωτηρίῳ διάγων, οὕτω τῶν ἀδελφῶν ἐμέμνητο, καὶ γράφων ἔλεγε·
000-00-00 Serial Number=0293876350
De precatione [1] Ante [Go Back]  
 [00202]  Καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμένης ὥσπερ ὑπόπτερος τρέχων, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ὑπομένων, καὶ φορῶν ἅλυσιν, καὶ ζῶν ἐν αἵματι καὶ κινδύνοις, καὶ δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγείρων, καὶ παύων ἀῤῥωστήματα, οὐδενὶ τούτων ἐθάῤῥησεν εἰς σωτηρίαν τῶν ἀνθρώπων, ἀλλὰ ταῖς προσευχαῖς ἐτείχισε τὴν γῆν, καὶ μετὰ τὰ σημεῖα καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρεχεν, ὥσπερ τις ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στεφάνου.
000-00-00 Serial Number=0240605474
De profectu evangelii Ante [Go Back]  
 [00137]  Καὶ γὰρ ὁ Παῦλος καθάπερ μίαν οἰκῶν οἰκίαν τὴν οἰκουμένην ἅπασαν, οὕτω τῆς πάντων ἐφρόντιζε σωτηρίας, καὶ τὰ αὐτοῦ πάντα ἀφεὶς δεσμὰ καὶ θλίψεις καὶ πληγὰς καὶ στενοχωρίας, ἐπεσκόπει καὶ ἐπυνθάνετο καθ' ἑκάστην ἡμέραν, πῶς τὰ τῶν μαθητῶν ἔχοι·
000-00-00 Serial Number=0541470349
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00156]  ξύλῳ μὲν δεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ἔχων ἐπικειμένας, καὶ τὰ νῶτα αἵματι περιῤῥεόμενος, καὶ ἐμυσταγώγεις καὶ ἐβάπτιζες, καὶ θυσίαν προσῆγες, καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι·
 [04260]  τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ τὸν μισθὸν καταβαλεῖν;
 [07330]  ξύλῳ μὲν δεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ἔχων ἐπικειμένας, καὶ τὰ νῶτα αἵματι περιῤῥεόμενος, καὶ ἐμυσταγώγεις καὶ ἐβάπτιζες, καὶ θυσίαν προσῆγες, καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι·
 [07487]  ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε τὸ δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά·
000-00-00 Serial Number=0653218985
Epistulae Ante [Go Back]  
 [01250]  ἀλλ' ὁ μακάριος Παῦλος καὶ δεσμωτήριον οἰκῶν, καὶ μεμαστιγωμένος, καὶ αἵματι περιῤῥεόμενος, καὶ ξύλῳ προσδεδεμένος, καὶ τοσαύτα πάσχων, καὶ ἐμυσταγώγει ἐν τῷ δεσμωτηρίῳ, καὶ τὸν δεσμοφύλακα ἐβάπτιζε, καὶ τὰ παρ' ἑαυτοῦ πάντα [52.678] ἐποίει.
 [02208]  ἀλλ' ὁ μακάριος Παῦλος καὶ δεσμωτήριον οἰκῶν, καὶ μεμαστιγωμένος, καὶ αἵματι περιῤῥεόμενος, καὶ ξύλῳ προσδεδεμένος, καὶ τοσαύτα πάσχων, καὶ ἐμυσταγώγει ἐν τῷ δεσμωτηρίῳ, καὶ τὸν δεσμοφύλακα ἐβάπτιζε, καὶ τὰ παρ' ἑαυτοῦ πάντα [52.678] ἐποίει.
 [03366]  ἐπεὶ καὶ Παῦλος δεσμωτήριον οἰκῶν, καὶ τῷ ξύλῳ προσδεδεμένος, τὰ αὑτοῦ ἐποίει, καὶ Ἰωνᾶς ἐν τῇ γαστρὶ τοῦ θαλαττίου θηρὸς φερόμενος, καὶ οἱ τρεῖς παῖδες οἱ ἐν τῇ καμίνῳ διατρίβοντες·
000-00-00 Serial Number=0962443292
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00092]  ∆ι' ἡμᾶς γοῦν καὶ μετέστη χωρίον οἰκῶν, ὥστε παντὶ θεραπεῦσαι τρόπῳ, τήν τε οἰκίαν ἡμῖν κατασκευάζει πρὸς χειμῶνα ἐπιτηδείαν πάντα ποιῶν ὑπὲρ τούτου καὶ πραγματευόμενος, καὶ ὅλως οὐδὲν ἐλλέλειπται θεραπείας ἕνεκεν.
 [00499]  Οὗτος γὰρ ὁ Παῦλος ὁ τὴν σάρκα ἀποδυσάμενος καὶ τὸ σῶμα ἀποθέμενος καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος καὶ τὴν γῆν ὡς τὸν οὐρανὸν οἰκῶν καὶ μετὰ τῶν Χερουβὶμ ἑστὼς ἄνω καὶ τῆς μυστικῆς ἐκείνης μελῳδίας αὐτοῖς κοινωνῶν, τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστι γας καὶ ἀπειλὰς καὶ θάνατον καὶ τὸ καταλεύεσθαι καὶ τὸ καταποντίζεσθαι καὶ πᾶν κολάσεως εἶδος.
 [00504]  Ξύλῳ μὲν δεδεμένος καὶ δεσμωτήριον οἰκῶν καὶ μάστιγας ἔχων ἐπικειμένας καὶ τὰ νῶτα αἵμασι περιρρεόμενος καὶ ἐμυσταγώγεις καὶ ἐβάπτιζες καὶ θυσίαν προσῆγες καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι·
000-00-00 Serial Number=0038859725
Expositiones in Psalmos Ante [Go Back]  
 [00921]  Οὕτω καὶ Ἰωάννης τὸ δεσμωτήριον οἰκῶν καὶ μὴ ὁρώμενος ἐλύπει τὴν Ἡρωδιάδα·
 [06252]  Εἰ γὰρ ὁ Παῦλος μάστιγας ἔχων ἀφορήτους ἐπικειμένας, καὶ ξύλῳ προσδεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὁ ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς φροντίδος, οὔτε ἀπὸ τῆς τυραννίδος τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖναι τῆς μελῳδίας·
000-00-00 Serial Number=0984842360
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00055]  Καὶ γὰρ δεσμωτήρια οἰκῶν, καὶ θάνατον προσδοκῶν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύων, τῶν μαθητῶν ἐκήδετο, καὶ τὰς ἐπιστολὰς πολλάκις ἀπὸ δεσμωτηρίων ἔγραφε τῇ χειρὶ τῇ τὴν ἅλυσιν περικειμένῃ, τῇ δεξιᾷ τῇ δεδεμένῃ·
000-00-00 Serial Number=0058698654
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Εἰ γάρ τις ἁλῷ τῷ πυρὶ τοῦ Χριστοῦ, τοιοῦτος γίνεται, οἷος ἂν γένηται ἄνθρωπος μόνος ἐπὶ τῆς γῆς οἰκῶν·
 [09999]  ἀλλ' ὥσπερ ἂν εἰ μόνος οἰκῶν οὐδενὸς ἂν ἐφρόντισεν, οὕτως οὐδὲ τότε ὁ τοιοῦτος φροντίζει.
000-00-00 Serial Number=0789217174
In Joannem Ante [Go Back]  
 [04160]  ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἔνδον οἰκῶν·
 [05422]  ∆ιὰ τοῦτο γὰρ αὐτοὺς καὶ δεσμωτήριον οἰκῶν ἐκεῖθεν ἔπεμψε πρὸς αὐτὸν, ἵνα αὐτῷ συνδήσῃ μᾶλλον.
000-00-00 Serial Number=0678899407
In Psalmos 101-107 Ante [Go Back]  
 [00483]  Ὁ μόνος ἔχων ἀθανασίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον.
000-00-00 Serial Number=0953639328
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07760]  ἔστιν ὁ ἐν ἐμοὶ οἰκῶν, αὐτὸς ὁ Χριστός.
000-00-00 Serial Number=0735559702
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00991]  ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά·
000-00-00 Serial Number=0258878171
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  Ταῦτα ὁ ἄπλαστος καὶ οἰκῶν οἰκίαν καὶ τὸν ἀνειμένον βίον ζῶν.
 [09999]  Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰ-κῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμε-νος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων.
 [09999]  οὐ καθάπερ ὁ Σινω-πεὺς ἐκεῖνος ὁ ῥάκια περιβεβλημένος καὶ πίθον οἰκῶν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα.
000-00-00 Serial Number=0019183993
In epistulam I ad Timotheum Ante [Go Back]  
 [04107]  ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται ᾧ τιμὴ καὶ κράτος αἰώνιον.
 [04136]  Ἣν καιροῖς ἰδίοις δείξει, φησὶν, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.
 [04158]  Φῶς οἰκῶν ἀπρόσιτον, φησίν.
000-00-00 Serial Number=0934982836
In epistulam ad Ephesios Ante [Go Back]  
 [03011]  Καὶ ἐν πᾶσιν ὑμῖν, τουτέστιν, ὁ ἐν πᾶσιν οἰκῶν.
000-00-00 Serial Number=0034937382
In epistulam ad Romanos Ante [Go Back]  
 [03873]  ἀλλ' ἂν μὲν οἰκίσκον μικρὸν ἐκμισθώσῃς, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν μισθὸν ἀπαιτεῖς, τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ μισθὸν καταβαλεῖν, ἀλλὰ τῇ κενοδοξίᾳ καὶ σαυτὸν καὶ τὰ σαυτοῦ πάντα ἐξέδωκας·
000-00-00 Serial Number=0880520523
In illud Ne timueritis Ante [Go Back]  
 [00557]  Ἐκείνη γάρ ἐστιν ἡ πλουτοῦσα, οὐχ ὁ οἰκῶν.
 [00583]  Μὴ λέγεις, Θαυμαστὸς ὁ οἰκῶν;
000-00-00 Serial Number=0844930768
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00108]  Ἔτι γὰρ ὁ Βαπτιστὴς οἰκῶν ἐν τῇ γαστρὶ τῆς μητρὸς, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλη[μμένος], κηρύγματι τὴν τοῦ ∆εσπότου βοᾷ παρουσίαν·
000-00-00 Serial Number=0635721028
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00139]  ∆εσμωτήρια οἰκῶν, ἁλύσεις περικείμενος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος παρὰ Ἰουδαίων, λιθαζόμενος, οὐχ ἱμᾶσι μόνοις, ἀλλὰ καὶ ῥάβδοις τὰ νῶτα ξαινόμενος, καταποντιζόμενος, λῃσταῖς πολλάκις περιπίπτων, ἐμφύλιον ὑπομένων πόλεμον παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν γνωρίμων βαλλόμενος διηνεκῶς, μυρίαις ἐπιβουλευόμενος ἐπιβουλαῖς, λιμῷ καὶ γυμνότητι παλαίων, ἑτέρας πυκνὰς καὶ συνεχεῖς ὑπομένων περιστάσεις καὶ θλίψεις;
000-00-00 Serial Number=0648787260
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01728]  Ἐν προοιμίοις μὲν, ὡς ἦν Ἰὼβ οἰκῶν ἐν χώρᾳ τῇ Αὐσίτιδι·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»