Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ναὸς [104]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ναὸς
Cooperatorum Veritatis Societas
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0657841861
[04936]
Οὗτος γὰρ ὁ ναὸς, ἐν ᾧ θυσίαι καὶ εὐχαὶ καὶ λατρεῖαι, ἔνθα τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ χερουβὶμ, καὶ ἡ διαθήκη, καὶ ἡ στάμνος ἡ χρυσῆ, τὰ μεγάλα σύμβολα τῆς τοῦ Θεοῦ προνοίας τῆς περὶ τὸ γένος ἐκεῖνο, ἔνθα χρησμοὶ ἄνωθεν συνεχεῖς ἐφέροντο, ἔνθα προφῆται ἔνθεοι ἐγένοντο, ἔνθα οὐκ ἀνθρωπίνης τέχνης, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας ἡ διατύπωσις ἔργον ἐγίνετο, ἔνθα πολλῷ πάντοθεν οἱ τοῖχοι κατελάμποντο χρυσίῳ, καὶ πρὸς πᾶσαν ὑπερβολὴν καὶ ὕλης πολυτέλεια καὶ τέχνης ἀκρίβεια συνελθοῦσαι μόνον τοιοῦτον ἐπὶ τῆς γῆς ἔδειξαν ναὸν τότε·
[04939]
Ἀλλ' ὅμως ὁ καλὸς οὗτος καὶ θαυμαστὸς ναὸς καὶ ἅγιος, τῶν χρωμένων αὐτῷ διαφθαρέντων, οὕτως ἠτιμώθη καὶ κατεφρονήθη, καὶ γέγονε βέβηλος, ὡς πρό γε τῆς ἁλώσεως σπήλαιον αὐτὸν καλεῖσθαι λῃστῶν, καὶ σπήλαιον ὑαίνης·
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0529080033
[00277]
Τί οὖν, ἅγιος ἔσται τοῦ Σεράπιδος ὁ ναὸς διὰ τὰ βιβλία;
[00359]
ὅμως δὲ καὶ πρὸ τῆς καταστροφῆς διὰ τοῦ προφήτου βοᾷ καὶ λέγει, Μὴ πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅτι οὐκ ὠφελήσουσιν ὑμᾶς, [48.854] λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.
[00360]
Οὐχ ὁ ναὸς ἁγιάζει, φησὶ, τοὺς συνιόντας, ἀλλ' οἱ συνιόντες τὸν ναὸν ἅγιον ποιοῦσιν.
[00361]
Εἰ δὲ τότε οὐκ ὠφέλει ὁ ναὸς, ὅτε τὰ Χερουβὶμ, ὅτε ἡ κιβωτὸς, πολλῷ μᾶλλον ὅτε πάντα ἐκεῖνα ἀνῄρηται, ὅτε τελεία ἡ ἀποστροφὴ τοῦ Θεοῦ γέγονεν, ὅτε πλείων τῆς ἔχθρας ἡ ὑπόθεσις.
[01107]
Καίτοι γε πολὺς ἦν ἐκεῖ τόπος, ἀλλ' ἐπειδὴ ὁ ναὸς οὐκ ἦν, ἔμενον μὴ θύοντες.
[01285]
φέρε ἐκ περιουσίας καὶ τοῦτο ἀποδείξωμεν πάλιν, ὅτι οὔτε ἀναστήσεται λοιπὸν ὁ ναὸς, οὐδὲ εἰς τὴν προτέραν ἐπανήξουσι πολιτείαν.
[01417]
οὗτος προεῖπεν, ὅτι καὶ ὁ ναὸς πεσεῖται, καὶ τὰ Ἱεροσόλυμα ἁλώσεται, καὶ οὐκέτι τῶν Ἰουδαίων ἔσται πόλις ἡ πόλις, καθάπερ καὶ πρότερον.
[01683]
Τὸν αὐτὸν δὲ τρόπον ∆ανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ' αὐτῶν αἱρεθήσεται τὰ Ἱεροσόλυμα, καὶ ὁ ναὸς ἐρημωθήσεται.
[01687]
ἀλλ' ὅτι μὲν ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς, ἔγραψεν, ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημώσεως, οὐκ ἔτι προσέθηκεν, ἐπεὶ μηδὲ τὸν προφήτην εἶδε τοῦτο προσθέντα.
[01689]
Ποῦ τοίνυν εἶπεν ὁ ∆ανιὴλ ὅτι ὁ ναὸς [48.898] ἐρημωθήσεται, ἡμεῖς λοιπὸν σκοπήσωμεν.
[02033]
Ὅτε γοῦν ὁ Μωϋσῆς προεφήτευσεν, οὔτε ναὸς ἦν, οὔτε βωμὸς, ἀλλὰ μυρία ἀσεβοῦντες διετέλουν, καὶ τὸ τῆς προφητείας οὐκ ἀπέπτη χάρισμα, ἀλλὰ καὶ οὗτος αὐτὸς ὁ μέγας καὶ γενναῖος ἀνὴρ, καὶ ἕτεροι πρὸς τούτῳ πάλιν ἑβδομήκοντα ἀνεδείχθησαν τότε προφῆται.
[02082]
Εἰ μὴ ἐξέβη ταῦτα, καὶ ἠτίμωσθε νῦν, καὶ πάντων ἀπεστέρησθε τῶν πατρῴων, εἰ μὴ ἔπεσεν ὑμῶν ἡ πόλις, καὶ ἐρείπιον ἐγένετο ὁ ναὸς, καὶ τραγῳδίαν ἅπασαν ὑπερέβη τὰ καθ' ὑμᾶς, μὴ πιστεύῃς, ὦ Ἰουδαῖε·
[02173]
Ἆρα οὖν διὰ τοῦτο ἅγιος ἦν ὁ ναὸς, ἐπειδὴ τὴν κιβωτὸν εἶχεν;
[02194]
Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, φησί.
[02195]
Καλλώπισον ταύτην τὴν οἰκίαν, ἀπέλασον πάντα λογισμὸν πονηρὸν, ἵνα γένῃ μέλος τοῦ Χριστοῦ τίμιον, ἵνα γένῃ ναὸς τοῦ Πνεύματος·
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0034933388
[00029]
Τότε δὴ καὶ πικρότερον ἀνοιμώξας, Ὄντως, ἔφην, τῶν τῷ Μιθριδάτῃ καὶ πᾶσιν ἐκείνοις τολμηθέντων τοσούτῳ ταῦτα ἀνοσιώτερα, ὅσῳ καὶ σεμνότερος πολλῷ καὶ ἁγιώτερος ὁ ναὸς οὗτος ἐκείνου.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0596169710
[00428]
Οὐ γὰρ ἐλεύθεροι μόνον ἀλλὰ καὶ ἅγιοι, οὐχ ἅγιοι μόνον ἀλλὰ καὶ δίκαιοι, οὐ δίκαιοι μόνον ἀλλὰ καὶ υἱοί, οὐχ υἱοὶ μόνον ἀλλὰ καὶ κληρονόμοι, οὐ κληρονόμοι μόνον ἀλλὰ καὶ ἀδελφοὶ τοῦ Χριστοῦ, οὐκ ἀδελφοὶ τοῦ Χριστοῦ μόνον ἀλλὰ καὶ συγκληρονόμοι, οὐ συγκληρονόμοι μόνον ἀλλὰ καὶ μέλη, οὐ μέλη μόνον ἀλλὰ καὶ ναός, οὐ ναὸς μόνον ἀλλὰ καὶ ὄργανα τοῦ Πνεύματος.
Catechesis de juramento
Ante [Go Back]
000-00-00 Serial Number=0363571584
[00024]
ἔστιν ἐκεῖ καταπέτασμα οὐχὶ τοιοῦτον, οἷον εἶχεν ὁ ναὸς ὁ Ἰουδαϊκός, ἀλλὰ πολὺ φρικωδέστερον.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0645533442
[00631]
καὶ γὰρ ἡ οἰκία αὐτῆς ναὸς ἐγένετο, τὸν προφήτην ἔνδον ἔχουσα καὶ τὸν ἱερέα.
[00736]
Τὰ γὰρ μέλη ὑμῶν, φησὶ, σῶμα τοῦ Χριστοῦ ἐστι, καὶ ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματος.
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0234645426
[00464]
Οὐδὲ γὰρ ἄτακτος οὐδὲ ὡς ἐξ ὕλης ἀψύχου γέγονεν ἡ πυρπόλησις ἀλλ' ὥσπερ τινὸς χειρὸς περιαγούσης τὸ πῦρ καὶ δεικνυούσης τίνων μὲν φείσασθαι τίνα δὲ ἀναλῶσαι ἐχρῆν οὕτως εὐρύθμως καὶ τεχνικῶς ὁ ναὸς ἐκκεκάλυπται.
[00632]
Εἰ δὲ ὁ ναὸς δέξοιτο τὴν φλόγα παντὸς κήρυκος σαφέστερον οὐ τοῖς τότε μόνον ἀλλὰ καὶ τοῖς μετέπειτα πᾶσιν ἀπαγγελεῖ τοῦ Θεοῦ τὴν ὀργήν, ὡς καὶ τοῖς βουλομένοις ἀναισχυντεῖν καὶ συγκαλύπτειν τὸ γεγονὸς πᾶσαν ἀνῃρῆσθαι πρόφασιν.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0599816799
[02462]
Καὶ γὰρ Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ναὸς τοῦ Θεοῦ, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὁ γῆν καὶ θάλασσαν περιελθὼν, ὁ τὰς ἀκάνθας τῶν ἁμαρτιῶν ἀνασπάσας, ὁ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν, ὁ βασιλέων εὐπορώτερος, ὁ πλουσίων δυνατώτερος, ὁ στρατιωτῶν ἰσχυρότερος, ὁ φιλοσόφων φιλοσοφώτερος, ὁ ῥητόρων εὐγλωττότερος, ὁ μηδὲν ἔχων καὶ πάντα κεκτημένος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ θάνατον λύων, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ τὰ νοσήματα φυγαδεύων, ὁ ἐν θαλάσσῃ τρόπαια στήσας, ὁ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ, καὶ εἰς παράδεισον εἰσελθὼν, ὁ τὸν Χριστὸν Θεὸν ἀνακηρύξας, ἐκεῖνος λέγει·
De corruptoribus virginum
Ante [Go Back]
000-00-00 Serial Number=0794280708
[00013]
οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ εἰσιν αἱ παρθένοι;
De cruce et latrone ii
Ante [Go Back]
000-00-00 Serial Number=0278454900
[00074]
Βούλει μαθεῖν πῶς πᾶσα ἡ γῆ λοιπὸν ναὸς ἐγένετο, καὶ πῶς πᾶς τόπος εὐκτήριος κατέστη;
De non judicando proximo
Ante [Go Back]
000-00-00 Serial Number=0810734570
[00049]
ἐγὼ δὲ ἐλθὼν, τοῦτον τὸν Ζαχαρίαν, τὴν μνήμην τοῦ Θεοῦ, τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ὑφ' ὑμῶν ἀποκτανθέντα, τουτέστι, μεταξὺ σώματος καὶ ψυχῆς ναὸς γὰρ ψυχῆς σῶμα, ὡς καὶ θυσιαστήριον Θεοῦ ψυχὴ, ἐν ᾗ προσφορὰ τῆς λογικῆς λατρείας καὶ θυμιάματα τῶν προσευχῶν ἀναπέμπεται·
De paenitentia [3]
Ante [Go Back]
000-00-00 Serial Number=0696988821
[00003]
Ἄξιος γὰρ εἶ ὁ τοῦ Θεοῦ λαὸς, μᾶλλον δὲ ναὸς, τοιούτῳ στεφάνῳ δεδοξάσθαι, ὅσοι μάλιστα ἄσπιλον καὶ ἀμόλυντον τὸν ναὸν τοῦ Θεοῦ ἐφυλάξατε, πορφυρέοις στόμασι καὶ τῷ ἐμφεγγεῖ μαργαρίτῃ τὰς ἐν τῷ σκότει ψυχὰς περιλάμψαντες, τούτοις τὸ φέγγος τῆς εὐσεβείας ἀστράψατε.
De proditione Judae
Ante [Go Back]
000-00-00 Serial Number=0276446283
[00276]
Ὁ ναὸς κατέσκαπται, ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πάσης θυσίας εἶδος λέλυται·
[00650]
Ὁ ναὸς κατέσκαπται·
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0760913253
[00117]
καὶ ὅτι καταλυθήσεται μὲν ὁ ναὸς, καὶ οὐκέτι λοιπὸν ἀναστήσεται, πεσεῖται δὲ τὰ Ἱεροσόλυμα, καὶ πᾶσιν ἔσται βατά·
De sancta trinitate
Ante [Go Back]
000-00-00 Serial Number=0826494277
[00394]
Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.
Encomium in sanctum Polycarpum
Ante [Go Back]
000-00-00 Serial Number=0510305405
[00009]
ἐπὶ τούτῳ πάλιν ὁ Παῦλος μαρτυρεῖ λέγων Ὑμεῖς ναὸς τοῦ θεοῦ ἐστε, καὶ τὸ πνεῦμα αὐτοῦ οἰκεῖ ἐν ὑμῖν.
Epistula ad Cyriacum
Ante [Go Back]
000-00-00 Serial Number=0504709423
[00042]
Τὸ μὲν γὰρ πῦρ ἐδεσμεῖτο, οἱ δὲ δεσμῶται ἐλύοντο καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγίνετο καὶ πηγὴ καὶ δρόσος καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα.
Epistula ad abbatem
Ante [Go Back]
000-00-00 Serial Number=0321485162
[00117]
Μακάριος ἄνθρωπος, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον καὶ γενήσεται ναὸς τοῦ μεγάλου βασιλέως Χριστοῦ·
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0658694565
[00155]
καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγένετο καὶ πηγὴ καὶ δρόσος καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα, καὶ τὴν παμφάγον οὐσίαν ἐκείνην καὶ σιδήρου καὶ λίθων περιγινομένην καὶ πάσης κρατοῦσαν ὕλης τριχῶν ἐνίκα φύσις.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0721956491
[02807]
Καὶ ἔνθα ὁ ναὸς κατελύθη, ἐκεῖ καὶ ὁ Χριστὸς ἐτάφη, ἵνα διὰ τὸν ἐκείνου τάφον ἀπιόντες καὶ τὸ τρόπαιον ἴδωσι τῆς αὐτοῦ δυνάμεως, καὶ τὸν λόγον ἑστῶτα τὸν λέγοντα·
[04570]
Καὶ ἔνθα ὁ ναὸς κατελύθη, ἐκεῖ καὶ ὁ Χριστὸς ἐτάφη, ἵνα διὰ τὸν ἐκείνου τάφον ἀπιόντες καὶ τὸ τρόπαιον ἴδωσι τῆς αὐτοῦ δυνάμεως, καὶ τὸν λόγον ἑστῶτα τὸν λέγοντα·
[07263]
ὁ δὲ ναὸς ἐκεῖνος ὁλόκληρον τὴν χάριν ἔλαβε.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0995000303
[01606]
οὕτω καὶ αἱ θυσίαι, οὕτω καὶ ὁ ναὸς, οὕτω καὶ ἑορταὶ, οὕτω καὶ ἡ ἀργία·
[01945]
Εἰ γὰρ καὶ ἄνθρωπος ἀναιρεῖται καὶ ναὸς καθαιρεῖται, σχολῇ γ' ἂν ἤμελλε φείδεσθαι τῶν ἀλόγων.
[01977]
Πῶς οὖν φατε, Ναὸς Κυρίου, ναὸς Κυρίου ἐστί;
[03695]
Οὐχὶ ναὸς, οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλὰ Θεὸς μόνος.
[04440]
Ὅπου γὰρ οὐκ ἦν ναὸς, οὐδὲ ἱερεὺς, οὐδὲ θυσιαστήριον, οὐδὲ θυσία, τί διενήνοχε τῶν ἐν αἰχμαλωσίᾳ ζώντων;
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0724880099
[00437]
Ὅτι ναὸς αὐτοῦ γινόμεθα.
[00589]
Κεῖται ὁ ναὸς, καὶ ἐνοικεῖ ὁ Θεός.
Homilia habita postquam presbyter Gothus concionatus fuerat
Ante [Go Back]
000-00-00 Serial Number=0075707018
[00094]
θυσιαστήρια κατεσκάπτετο, προφῆται ἀνῃροῦντο, καὶ ὁ τῆς εὐσεβείας ναὸς ἐρείπιον ἐγίνετο καὶ εἰδώλων καταγώγιον, καὶ ὁ δῆμος ὁ παραχθεὶς εἰς μέσον ὥστε παιδεῦσαι ἑτέρους, βλασφημίας ἄλλοις ὑπόθεσις ἐγίνετο·
[00169]
παρὰ βαρβαρικῆς πρώτης φωνῆς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν Ἰουδαίᾳ κηρύττεται, ἔνθα προφῆται καὶ πατριάρχαι καὶ δίκαιοι καὶ νόμος καὶ κιβωτὸς καὶ διαθήκη καὶ ναὸς καὶ θυσίαι καὶ λατρεῖαι·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0839327335
[04886]
Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ, καὶ κατασκευάζει δι' ὧν φησιν ἀνυπόπτως, ὅτι τε οὐδέν ἐστιν ὁ ναὸς δήπου αὐτὸς, οὐδὲ τὰ ἔθη, καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος, καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ κατασκευάζει.
[04891]
Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ θείας ὄψεως ἠξίωτο Ἀβραὰμ, καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐν ἀλλοτρίᾳ γῇ ἦν.
[05284]
Οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία, τοσούτων οἰκονομιῶν γενομένων.
[05320]
Ὁρᾷς, πόσα γίνεται θαύματα, καὶ οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία;
[05332]
Οὐδαμοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος τῇ ἐπιφανείᾳ καὶ ἐνερ [60.131] γείᾳ τοῦ Χριστοῦ.
[05517]
Πάλιν οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία.
[05639]
Ὥστε οὐκ ἦν ναὸς ἄχρι τότε·
[05648]
οὕτως οὐκ ἦν μέγα τι ὁ ναὸς, εἰ καὶ ἐνόμισάν τινες μέγαν εἶναι τὸν Σολομῶντα τῷ τὸν ναὸν οἰκοδομῆσαι, οἳ διὰ τοῦτο καὶ τοῦ πατρὸς αὐτὸν προετίθεσαν.
[05666]
Πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε·
[09999]
Οὐκοῦν ἔρημος ὁ ναὸς, εὐκαταγώνιστον τὸ σκεῦος·
[09999]
Ἃ μάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόμος, ταῦτα προφέρουσι ἐκεῖνοι.
In Genesim sermo 3
Ante [Go Back]
000-00-00 Serial Number=0787663162
[00473]
Ἀλλ' ὁ ναὸς Κυρίου ὁ ἡγιασμένος καὶ καθαρὸς οὐ μολύνεται, σὺ δὲ τῆς ἀφροσύνης σου τοὺς καρποὺς τρυγήσεις ἐν καιρῷ ἐπιτηδείῳ, κατὰ τὸν ἀπόστολον Παῦλον βοῶντα·
[00475]
ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστι.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0162565351
[00619]
Οὐδαμοῦ γὰρ ἐπ' ἄκρων τῶν ὁρέων ὁ ναὸς ἔστη·
[01582]
ἐπειδὴ πλέον τι εἶχε τῶν δέκα φυλῶν καὶ ὁ ναὸς αὐτόθι πλησίον ἦν καὶ ἡ λοιπὴ θεραπεία καὶ τῶν ἄλλων μᾶλλον ἤνθει καὶ βασιλικωτέρα ἦν ἡ φυλὴ καὶ δυνατωτέρα.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0565629780
[02273]
[59.93] ναὸς, καὶ ναός·
[04149]
Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
[04842]
Οὐ γὰρ διὰ τὴν ἀσθένειαν τοῦ σταυρουμένου, οὐδὲ διὰ τὸ περιγενέσθαι Ἰουδαίους τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ Ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, διὰ τοῦτο ὁ ἔμψυχος αὐτοῦ ναὸς σταυροῦται.
In Lazarum i
Ante [Go Back]
000-00-00 Serial Number=0210623503
[00195]
Τί ποιοῦμεν, ὅτι ναὸς λύεται, ὅτι λατρεία παύεται, ὅτι ἡ πόλις ἐμπίπραται, ὅτι ἡμεῖς ἐκβαλλόμεθα, καὶ ἕτεροι ἀνθ' ἡμῶν κληρονόμοι καθίστανται;
In Petrum et Paulum
Ante [Go Back]
000-00-00 Serial Number=0400581300
[00033]
Πέτρος, ὁ ναὸς τοῦ Θεοῦ·
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0393391013
[00062]
Ἐδοξάσθη γὰρ ὅ τε λαὸς καὶ ὁ ναὸς χρηματίζοντος τοῦ Θεοῦ·
[00063]
καὶ ὅσον ἐπήρθη, κατέπεσεν, ὁ μὲν λαὸς ἀπαχθεὶς, ἐρημωθεὶς δὲ μετὰ τῆς Ἱερουσαλὴμ ὁ ναὸς, ἐν οἷς ὁ νόμος καὶ ἡ κατ' αὐτὸν ἐτε λεῖτο λατρεία, σκιὰν ἔχοντα τῶν μελλόντων ἀγαθῶν·
In Samaritanam
Ante [Go Back]
000-00-00 Serial Number=0914412558
[00271]
οὐκ ἔτι ναὸς, καὶ βωμὸς, καὶ τράγος ἀποπομπαῖος, καὶ τὰ ἅγια τῶν ἁγίων·
In annuntiationem beatae virginis
Ante [Go Back]
000-00-00 Serial Number=0290495872
[00148]
χαῖρε, ὁ ἔμψυχος ναὸς τοῦ Θεοῦ·
In diem natalem
Ante [Go Back]
000-00-00 Serial Number=0032302082
[00109]
Καὶ ὅτι οὐχ ἡμέτερος ταῦτα στοχασμὸς, ἀλλ' ἐν τύπῳ τοῦ κόσμου παντὸς ὁ ναὸς κατεσκεύαστο, ἄκουσον τί φησιν ὁ Παῦλος, περὶ τοῦ Χριστοῦ λέγων εἰς τὸν οὐρανὸν ἀναβάντος·
[00263]
καὶ πάλιν, Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ ἐν ὑμῖν, καὶ ἡμεῖς πρὸς ἐκείνους λέγωμεν, καὶ τὰ ἀναίσχυντα τῶν ἀσεβῶν ἀποφράττωμεν στόματα, καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινώμεθα, καὶ τὸν σαρκωθέντα Θεὸν δοξάζωμεν ὑπὲρ τῆς τοσαύτης συγκαταβάσεως, καὶ κατὰ δύναμιν τὴν ἡμετέραν, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0134214997
[03995]
ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος.
[04002]
Εἶτα εἰπὼν, Ναῷ Θεοῦ μετὰ εἰδώλων, καὶ ἀποφηνάμενος, ὅτι Ὑμεῖς γὰρ ναὸς Θεοῦ ζῶντος.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0033981621
[02346]
ναὸς πάλιν ἡμεῖς, αὐτὸς ἔνοικος·
[02564]
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
[02625]
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε;
[02632]
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
[02639]
Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν.
[02641]
Εἶτα, ἵνα μὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι, εἰπὼν, Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, ἐπάγει·
[02722]
καὶ ὁ περὶ τῆς καλάμης λόγος αὐτὸν μάλιστά ἐστιν αἰνιττομένου, καὶ τὸ λέγειν, ὅτι Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν;
[05285]
Ἦ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν;
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0155665636
[00142]
ἔτι γὰρ καὶ ὁ ναὸς εἱστήκει, καὶ τὰ τῶν θυσιῶν·
[02448]
Ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, ἢ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔχων κατασκευὴν, οὐ παρατηρήσεις νομικαὶ, ἀλλ' ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ οὐδὲν τῶν σωματικῶν, τὸ δὲ πᾶν ἐν τοῖς πνευματικοῖς ἦν, οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ἐπήγετο, ὡς τὰ σωματικά·
[05144]
Ναὸς Κυρίου, ναὸς Κυρίου.
[05145]
Οὔτε γὰρ ἀλλαχοῦ γῆς κατεσκευάσθη τοιοῦτος ναὸς, οὐ πολυτελείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός.
[05167]
καὶ γὰρ ὁ ναὸς οὕτω κατεσκεύαστο, ὥσπερ ὁ οὐρανὸς τοῦ οὐρανοῦ.
In evangelii dictum et de virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0015161932
[00099]
σὺ ὑπῆρχες καὶ πόλις καὶ ναὸς τοῦ Χριστοῦ, καὶ τεῖχος καὶ φύλαξ τῆς πόλεως καὶ τῆς πύλης.
In illud Pater meus usque modo operatur
Ante [Go Back]
000-00-00 Serial Number=0700528026
[00077]
Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
[00079]
ἐκεῖνος γὰρ τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη μετὰ τὴν ἐπάνοδον ἀπὸ Βαβυλῶνος, διακωλυομένων τῶν [63.514] οἰκοδομούντων ὑπὸ τῆς βαρβαρικῆς ἐπιβουλῆς, καὶ χρόνου τριβομένου πολλοῦ οὗτος ὁ ναὸς ἀπηρτίζετο.
[00084]
Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0040364802
[00131]
οὐκ εἶχε τοίχους μαρμάροις περιβεβλημένους, οὐδὲ ἔδαφος ψηφῖσι διηνθισμένον, ἀλλ' ἦν αὐτὴ ναὸς τοῦ Πνεύματος.
In illud Si qua in Christo nova creatura
Ante [Go Back]
000-00-00 Serial Number=0270549297
[00460]
Εἰ δὲ ἐν τῇ Ἰουδαίᾳ ταῦτα, ὅπου νόμος, ὅπου ναὸς, ὅπου κιβωτὸς, ὅπου θυσία Ἰουδαϊκή·
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0518411338
[00085]
Θεοῦ τὴν χάριν ἔχων, ναὸς τοῦ Θεοῦ, στόμα τοῦ Χριστοῦ, λύρα τοῦ Πνεύματος, τῶν κατηχουμένων κήρυξ, τῶν πιστῶν παιδοτρίβης, πανταχοῦ περιερχόμενος, τεῖχος μηδέποτε καταπῖπτον, ἐπιστολαὶ τὴν οἰκουμένην νικῶσαι καὶ τὴν κιβωτόν.
In latronem
Ante [Go Back]
000-00-00 Serial Number=0897078633
[00093]
Εἰ μὴ ἦν οὗτος Κύριος τοῦ ναοῦ, οὐκ ἂν βλέπων αὐτὸν ὁ ναὸς σταυρούμενον, τὸ οἰκεῖον καταπέτασμα περιέσχισεν.
In sanctum pascha sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0581816494
[00069]
Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ;
In synaxim incorporalium
Ante [Go Back]
000-00-00 Serial Number=0502883673
[00030]
Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος·
In venerandum crucem
Ante [Go Back]
000-00-00 Serial Number=0501339853
[00033]
ναὸς δὲ εἰδώλων, οἱ διὰ τῆς μέθης τὸν συρφετὸν, τῆς ἀκολασίας κόρον ὑποδεχόμενοι.
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0158498168
[00305]
Οὐδαμοῦ θυσία, καὶ ναὸς, καὶ θυσιαστήριον, ἀλλὰ προαίρεσις ἀγαθή·
Precatio
Ante [Go Back]
[00004]
ἵνα ἐλεηθὲν καὶ καθαρισθὲν ἐνταγῇ τῇ ἁγίᾳ σου ποίμνῃ, καὶ φυλαχθῇ ναὸς ἔμψυχος τοῦ ἁγίου Πνεύματος καὶ τῶν θείων καὶ ἀχράντων ἁγιασμάτων, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παν [64.1064] αγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι·
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»