Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νίκης [135]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νίκης


000-00-00 Serial Number=0099739850
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00986]  ∆ιαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ' αὐτοῖς.
 [01541]  ∆υνηθεὶς δὲ ταῦτα διαδῦναι τὰ κακὰ, καὶ τὰς γυναῖκας ἀπολαβεῖν, καὶ τὴν αἰχμαλωσίαν ἅπασαν, πρὶν ἢ πάλιν αἰσθέσθαι τῆς νίκης ἐκείνης, πλήττεται ἀγγελίᾳ πικρᾷ, τῇ περὶ τοῦ Ἰωνάθαν σφαγῇ, ἣ τὴν ψυχὴν οὕτω κατέβαλε τὴν ἐκείνου, ὡς ἔστιν ἐκ τῶν θρήνων μαθεῖν·
 [01608]  ὁ δὲ Ἰωὰβ τροπωσάμενος καὶ τοῦτον τὸν πόλεμον, οὐκ ἀφῆκε καθαρὰν ἀθυμίας γενέσθαι τὴν ἀπὸ τῆς νίκης ἡδονήν.
000-00-00 Serial Number=0083879232
Ad populum Antiochenum Ante [Go Back]  
 [01454]  Καὶ σκόπει διὰ τῶν ἐναντίων πλεκόμενον τῆς νίκης τὸν στέφανον, καὶ μάρτυρας τοῦ τροπαίου γενομένους αὐτοὺς τοὺς ἐχθρούς.
000-00-00 Serial Number=0354056299
Adversus Judaeos Ante [Go Back]  
 [00604]  Οὕτω καὶ στρατηγὸς ἄριστος οὐχὶ τὰ μηχανήματα ἀποκρούεται μόνον, ἀλλὰ πρὸ τούτων τὴν πόλιν στασιάζουσαν πρὸς ἑαυτὴν συνάγει, εἰδὼς ὅτι τὸ πλέον οὐδὲν ἔσται τῆς ἔξωθεν νίκης, ἕως ἂν οἱ ἔνδοθεν ἐμφύλιοι μένωσι πόλεμοι.
 [01686]  ἀλλ' ἐπειδὴ συνεῖδε τὸν προφήτην οὐχ ὁρίσαντα χρόνον, καίτοι ἀνωτέρω εἰπὼν ἐπὶ τῆς Ἀντιόχου νίκης καὶ τῆς ἐρημώσεως καὶ ἡμέρας καὶ ἔτη, ὅσα ἔμελλεν ἡ αἰχμαλωσία κρατεῖν, ἐπὶ τῆς Ῥωμαίων μὲν οὐδὲν τοιοῦτον εἶπεν·
 [01806]  Καὶ σκόπει νίκης περιφάνειαν.
000-00-00 Serial Number=0813239455
Adversus catharos Ante [Go Back]  
 [00017]  Καὶ ἐπανῄει λαμπρὸς γινόμενος ὁ μακάριος Θεοδόσιος οὐ τῇ νίκῃ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς νίκης.
000-00-00 Serial Number=0814046919
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00370]  Τοῦ γὰρ πάντα ὁμοῦ ἔχοντος ταῦτα ἐπιστομισθέντος, ὁ μὴ πάντα ἔχων ὁμοῦ οὐδὲ γὰρ πάντα οἷόν τε συνελθεῖν εὐκόλως ἡμῖν παραχωρήσει τῆς νίκης λοιπόν.
 [01675]  πλήθει τοσούτῳ εἰς ἕνα τὰ τῆς νίκης περιστήσεται, ὅμως κόπτονται καὶ ταλαιπωροῦσι, Καίτοι γε οὐδέν ἐστιν ἴσον ἐνταῦθα κἀκεῖ, οὐ μόνον διὰ τὸ τῶν ἀγώνων τέλος, ἀλλ' ὅτι ἀνάγκη ἐκεῖ στεφανωθέντα μόνον ἕνα ἀπελθεῖν·
000-00-00 Serial Number=0114053726
Catecheses ad illuminandos Ante [Go Back]  
 [00454]  Τί οὖν τὸ ἔπαθλον τῆς νίκης;
000-00-00 Serial Number=0994245708
Catechesis de juramento Ante [Go Back]  
 [00066]  διὰ τοῦτο νῦν ἐνομοθέτησαν, ἵνα σε ἀναμνήσωσι διὰ τοῦ καιροῦ τῆς νίκης τοῦ δεσπότου, ἵνα ἐν τοῖς ἐπινικίοις ὦσί τινες οἱ τὰ λαμπρὰ φοροῦντες ἱμάτια καὶ εἰσιόντες εἰς τιμὴν τοῦ βασιλέως·
000-00-00 Serial Number=0950532556
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00085]  Ἥξει καὶ τῆς σῆς νίκης ὁ καιρὸς, ὅταν νικήσῃς ἀνεξικακῶν μετὰ Χριστοῦ.
000-00-00 Serial Number=0478583634
Commentarius in Job Ante [Go Back]  
 [00365]  καὶ καθάπερ τις ἀθλητὴν ἔχων γενναῖον βούλεται μὲν συμπλακῆναι αὐτὸν τοῖς ἐναντίοις, οὐ βούλεται δὲ αὐτὸς παρασχεῖν τὴν ἀφορμήν, ἵνα μὴ δόξῃ φιλότιμός τις εἶναι, ἀλλ' αὐτοὺς ἐκείνους ἐπὶ τοῦτο ἐλθεῖν καὶ προκαλέσασθαι, ἵνα καὶ τὰ τῆς νίκης λαμπρὰ γένηται καὶ τὰ τῆς ἥττης ἐκείνοις αἰσχίω, οὕτω καὶ ὁ θεὸς ποιεῖ.
000-00-00 Serial Number=0141195536
Contra Anomoeos Ante [Go Back]  
 [00045]  Ἐπεὶ οὖν τοσαύτη τῆς νίκης ἡ περιουσία, ἐπὶ τὰ παλαιότερα βιβλία τὸν λόγον ἀγάγωμεν, καὶ τῶν παλαιῶν αὐτῶν τὸ ἀρχαιότερον πάντων, ἐπὶ τὴν Γένεσιν λέγω, καὶ τῆς Γενέσεως αὐτῆς ἐπὶ τὴν κορυφὴν ἀναβῶμεν.
000-00-00 Serial Number=0100564420
Contra ludos et theatra Ante [Go Back]  
 [00042]  Ἀλλ' ἀφεὶς τὰ κατὰ σαυτὸν ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι, ὑπὲρ τῆς ἑτέρων νίκης ἐκάθου, ἡμέραν τοσαύτην εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ δαπανῶν.
000-00-00 Serial Number=0318343997
De Davide et Saule Ante [Go Back]  
 [00039]  καὶ τοσαύτην περὶ τὸν βασιλέα κηδεμονίαν ἐπεδείξατο τότε, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστῆσαι.
 [00058]  Πλὴν ἀλλὰ καὶ αὐτὴν τὴν αἰτίαν τῆς ἔχθρας ἴδωμεν, ἵνα μάθητε, ὅτι καὶ τῆς νίκης οὐκ ἔλαττον καὶ διὰ ταῦτα τιμᾶσθαι δίκαιος ἦν, δι' ἅπερ ὑπωπτεύετο καὶ ἐπεβουλεύετο μετὰ ταῦτα.
 [00109]  Ὁ δὲ ἅγιος ἐκεῖνος καὶ μετὰ ταῦτα πάντα ἔμενε τὰ ἐκείνου θεραπεύων, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ κινδυνεύων, καὶ παραταττόμενος ἐν τοῖς πολέμοις ἅπασι, καὶ τὸν ἑαυτοῦ διασώζων σφαγέα τοῖς οἰκείοις κινδύνοις, καὶ οὔτε ἐν ῥήμασιν, οὔτε ἐν πράγμασιν ἐλύπησε τὸν ἄγριον θῆρα ἐκεῖνον, ἀλλὰ πρὸς πάντα εἶκε καὶ ὑπήκουε, καὶ τὸ ὁρισθὲν αὐτῷ τῆς νίκης ἔπαθλον οὐ λαβὼν, ἀλλ' ἀποστερηθεὶς τὸν μισθὸν τῶν κινδύνων ἐκείνων, οὐδὲ λόγῳ ποτὲ ἐνεκάλεσεν, οὐ τοῖς στρατιώταις, οὐ τῷ βασιλεῖ·
000-00-00 Serial Number=0564846575
De Maccabeis Ante [Go Back]  
 [00243]  εἱστήκει πολιὰ καταξαινομένη, ἐδίκαζε δὲ νεότης μετὰ αὐθεντίας ἀγριουμένη, καὶ τῇ πολιᾷ τὰ τῆς νίκης ἐγίνετο.
000-00-00 Serial Number=0563314915
De Susanna Ante [Go Back]  
 [00055]  Πολλὴ ἦν φροντὶς ἀμφοτέροις περὶ τῆς νίκης·
 [00057]  ἐκείνοις τὰ ὀψώνια τῆς νίκης οἱ δαίμονες ἡτοίμαζον, τῇ δὲ Σουσάννῃ τὰ ἔπαθλα τῆς σωφροσύνης ἡτοίμαζον ἄγγελοι.
 [00190]  εἶδες γυναικὸς σωφροσύνην, ἧς ἡ μνήμη μένει ἀθάνατος μετὰ νίκης;
000-00-00 Serial Number=0041481674
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00042]  Οὐ θυρεὸν ἔδωκεν, οὐ κράνος, οὐ τόξον, οὐ θώρακα, οὐ κνημῖδα, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ὃ πάντων τούτων ἐστὶν ἰσχυρότερον, τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ σταυροῦ, τὸ σύμβολον τῆς κατὰ τῶν δαιμόνων νίκης.
000-00-00 Serial Number=0123766065
De beato Abraham Ante [Go Back]  
 [00021]  Γέρων ἦν, ἀλλ' ἐν ἐσχάτῃ πολιᾷ πρὸς φύσιν ἐμάχετο, τρόπαια νίκης μεγάλα στήσας·
 [00024]  ὅτε δὲ παρέδραμεν ὁ χρόνος τῆς ἡλικίας, τότε τὸ τρόπαιον τῆς νίκης ἔστησεν·
000-00-00 Serial Number=0514058888
De confessione pretiosae crucis Ante [Go Back]  
 [00016]  κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῶν παρίσταται σύμβολον.
000-00-00 Serial Number=0869242430
De continentia Ante [Go Back]  
 [00004]  ἐπεὶ καὶ ὅστις εἶδεν ἀθλητὰς Ὀλυμπίοις νομισθέντας πρέπειν ἀλειψαμένους ἐπὶ τὸ στάδιον καταβαίνοντας, εἶτα περὶ παλαισμάτων καὶ καρτερίας καὶ νίκης διελέχθη πρὸς αὐτούς, [576] ἐν καιρῷ τοῦτο πεποιηκέναι δικαίως ἂν παρὰ πάντων νομίζοιτο·
 [00006]  Ἐν μὲν οὖν τοῖς ἀνθρωπίνοις ἀγωνίσμασι μετὰ τὴν νίκην οἱ στέφανοι, ἐν δὲ τοῖς τοῦ Χριστοῦ σταδίοις πρὸ τῆς νίκης οἱ στέφανοι.
000-00-00 Serial Number=0913005769
De gloria in tribulationibus Ante [Go Back]  
 [00016]  Οὕτω καὶ ὁ στρατιώτης μυρίοις πολλάκις παραταξάμενος πολέμοις, καὶ ἀποκρουσάμενος τοὺς ἐναντίους, καὶ τῶν ἐχθρῶν περιγενόμενος, καὶ ἐν αὐτῇ ὢν τῇ προσδοκίᾳ τῆς νίκης, τὴν ζωὴν μεταλλάξας ἀπῆλθεν, οὐδενὸς ὅλως ἐκ τῶν μόχθων καὶ τῶν κινδύνων ἀπολαύσας χρηστοῦ.
000-00-00 Serial Number=0391273856
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00538]  καὶ ὑπὲρ τῆς ἐκείνου νίκης μάλιστα πάντες σπευδέτωσαν·
000-00-00 Serial Number=0315295279
De negatione Petri Ante [Go Back]  
 [00217]  Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας.
000-00-00 Serial Number=0904253960
De paenitentia [2] Ante [Go Back]  
 [00117]  Βέλτιον γὰρ καὶ ἐν δίκαις προλαβεῖν φιλικαῖς διαλύσεσι τὸ τῆς δίκης ἄδηλον τέλος, ἢ ταῖς ἐλπίσι τῆς νίκης ἐπερειδομένους ἀδήλῳ καταπιστεῦσαι πελάγει.
000-00-00 Serial Number=0741809070
De paenitentia sermo 1 Ante [Go Back]  
 [00519]  ∆εῦτε ὀπίσω μου, τοῖς ἴχνεσί μου ἀκολουθήσατε, μιμηταί μου γίνεσθε, πτωχεύσατε ἑκουσίως, ἵνα πλουτήσητε τὸν τρόπον τῆς ἐμῆς νίκης.
 [00544]  ἀλλ' αὐτὸς οὕτως παρετάξατο καὶ ἐνίκησε, διδάξας ἡμᾶς τρόπον νίκης ἀήττητον·
000-00-00 Serial Number=0353350282
De patientia sermo 2 Ante [Go Back]  
 [00247]  καὶ ἴδωμεν καὶ εἰς αὐτὴν ἐν γυναικείῳ σώματι ἀνδρείαν ψυχῆς, καὶ γυναικὸς σωφροσύνην, ἧς μνήμη μένει ἀθάνατος μετὰ νίκης.
000-00-00 Serial Number=0333607018
De precatione [1] Ante [Go Back]  
 [00060]  Ὅ γέ τοι βασιλεὺς ὁμοῦ τε καὶ προφήτης, ὁ θαυμάσιος ∆αυῒδ, τοὺς πολλοὺς καὶ χαλεποὺς πολέμους τῇ προσευχῇ διέφυγε, τοῦτο μόνον τὸ ὅπλον τῆς στρατιᾶς προβαλλόμενος, καὶ παρέχων τοῖς ἑαυτοῦ στρατιώταις καθ' ἡσυχίαν καὶ ἄδειαν ἀπολαύειν τῆς νίκης.
000-00-00 Serial Number=0385695696
De sacerdotio Ante [Go Back]  
 [00140]  Οἱ μὲν γὰρ μετὰ πλείονος τῆς δαπάνης καὶ τῆς τῶν χρημάτων καὶ τῆς τῶν σωμάτων κατορθοῦσι τοὺς πολέμους, ὡς μηδὲν πλέον αὐτοῖς ἀπὸ τῆς νίκης γίνεσθαι, ἀλλὰ παρ' οὐδὲν ἧττον τῶν ἡττωμένων τοὺς κρατήσαντας δυστυχεῖν, καὶ τῶν στρατευμάτων ἀνηλωμένων καὶ τῶν ταμιείων κεκενωμένων.
 [00144]  οὐ γὰρ ὥσπερ ἐκεῖ τοὺς ἐπαίνους ἐξ ἴσης ἀποφέρονται ἀμφότεροι τοὺς ἐπὶ τῇ ῥώμῃ, οὕτω καὶ ἐνταῦθα τοὺς ἐπὶ τῇ φρονήσει, ἀλλ' ὅλον τῶν νικώντων ἐστὶ τὸ βραβεῖον καί, τὸ τούτων οὐκ ἔλαττον, τὴν ἀπὸ τῆς νίκης ἡδονὴν ἀκέραιον τῇ πόλει φυλάττουσιν.
 [01057]  πᾶν γὰρ εἶδος ὑπέμεινεν ἐπιβουλῆς καὶ πάντα τρόπον ἐπῆλθε νίκης καὶ οὔτε ἀγωνιζόμενος οὔτε στεφανούμενος διέλιπέ ποτε.
000-00-00 Serial Number=0938353002
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00015]  ἐπειδὴ δὲ ἀνάγκη θατέρου πάντως ἦν ἐκπεσεῖν, ἐσχάτης ἐνόμιζεν εἶναι ἀνοίας, παρὸν ἑκατέρας αὐτῇ τῆς νίκης ἐπιτυχεῖν, ἐξ ἡμισείας στεφανωθεῖσαν ἀπελθεῖν.
000-00-00 Serial Number=0091111064
De spe Ante [Go Back]  
 [00052]  λάμβανε τὴν ἀνεξικακίαν τοῦ Μωϋσέως, τοῦ Ἰωσὴφ τὴν σωφροσύνην, τοῦ ∆αυῒδ τὴν πραότητα, τοῦ Ἠλία τὴν παρθενίαν, τοῦ Ἐλισσαίου τὴν νηστείαν, τοῦ Ἡσαΐου τὴν ἀκτημοσύνην, Παύλου καὶ Πέτρου τὴν πίστιν, Χριστοῦ τὴν ἀγάπην, ἵνα ἐν πᾶσι καλῶς ἀγωνισάμενος, τῆς νίκης τὰ βραβεῖα ἐκ χειρὸς Θεοῦ ὑποδέξῃ.
000-00-00 Serial Number=0388146937
De virginitate Ante [Go Back]  
 [00848]  φύγε τὸν ἐχθρόν, ἔνδος τοῖς πόνοις, ἀπόστηθι τῆς λαβῆς, μὴ καταβάλῃς, μηδὲ ὑποσκελίσῃς τὸν ἀνταγωνιστὴν ἀλλὰ παραχώρει τῆς νίκης αὐτῷ;
 [01050]  Τὸν μὲν γὰρ τρόπον τῆς νίκης καὶ τὴν ἐπὶ τὸ τρόπαιον φέρουσαν ὁδὸν οὗτος ἐκείνην εἶναί φησι τὴν πάντων ἀπηλλαγμένην τῶν βιωτικῶν.
000-00-00 Serial Number=0668609142
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03618]  [63.680] μένην αὐτῷ, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμα, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον ἀφορῶν κατεῖχε καὶ μένειν ἐκέλευε), διαθερμανθεὶς οἴκοθεν ἐπὶ τοὺς βαρβάρους ἔτρεχε, καὶ τοσαύτην κηδεμονίαν περὶ τὸν βασιλέα ἐπεδείξατο, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστήσας εἰπεῖν·
 [04416]  καὶ τὸν ἐκ πολέμου δὲ καὶ νίκης καὶ σφαγῆς ἐπανιόντα ἀνάγκη καὶ ᾑμάχθαι, πολλάκις δὲ καὶ τραύματα ἔχειν.
 [08026]  Ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται·
 [09337]  κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῖν παρίσταται σύμβολον.
 [09999]  ὁ κυβερνήτης πάλιν καὶ ὁ στρατιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθε κενὸς, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ πρὸ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών.
 [09999]  Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βασιλέων ἄγηται, τότε εὐφημοῦνται μὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσμοῖς εἰσι διὰ τὸν καιρόν·
000-00-00 Serial Number=0000013053
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01110]  ∆εῖγμα τοίνυν καὶ τῆς ὑμετέρας ἀνδρείας καὶ νίκης καὶ τῆς ἥττης ἐκείνου τῆς πολλῆς, τὸ μειζόνως ἐφάλλεσθαι καὶ ἐπιπηδᾶν καὶ πλείονα ἐπιδείκνυσθαι τὴν ἀναισχυντίαν καὶ δαψιλέστερον ἐκχεῖν τὸν ἰόν.
 [01138]  ὢ παραδόξου νίκης·
000-00-00 Serial Number=0424929738
Expositiones in Psalmos Ante [Go Back]  
 [00323]  Ἀπὸ τῆς νίκης, ἀπὸ τῶν τροπαίων, ἀπὸ τῶν πολέμων.
 [02536]  Οἱ μὲν οὖν βασιλέα ὑμνοῦντες τὸν ἐπὶ γῆς, περὶ ἀρχῆς αὐτῷ διαλέγονται, περὶ τῶν τροπαίων, περὶ τῆς νίκης, [55.107] καὶ τὰ ἔθνη λέγουσι τὰ ἡττηθέντα, πορθητὰς καλοῦντες αὐτοὺς, καὶ βαρβάρων νικητὰς, καὶ ὅσα τοιαῦτα.
 [02848]  Εἰπὼν, ὅτι Κατέλυσας τοὺς ἐχθροὺς, καὶ τὴν ἀπόδειξιν παρέχει τῆς λαμπρᾶς ταύτης νίκης.
 [03387]  ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ' ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε·
 [04299]  Οἱ μὲν οὖν βασιλέα ὑμνοῦντες τὸν ἐπὶ γῆς, περὶ ἀρχῆς αὐτῷ διαλέγονται, περὶ τῶν τροπαίων, περὶ τῆς νίκης, [55.107] καὶ τὰ ἔθνη λέγουσι τὰ ἡττηθέντα, πορθητὰς καλοῦντες αὐτοὺς, καὶ βαρβάρων νικητὰς, καὶ ὅσα τοιαῦτα.
 [04611]  Εἰπὼν, ὅτι Κατέλυσας τοὺς ἐχθροὺς, καὶ τὴν ἀπόδειξιν παρέχει τῆς λαμπρᾶς ταύτης νίκης.
 [05150]  ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ' ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε·
 [06766]  Οὐ γὰρ μέχρι νίκης καὶ ἥττης τὰ πράγματα, φησὶν, ἔστησας τότε·
 [06859]  Τὰ μὲν γὰρ τῆς νίκης, φησὶ, παρελήλυθε, τὰ δὲ τῆς εὐχαριστίας ἡμῖν μένει.
 [07552]  λέγει λοιπὸν καὶ τῆς βασιλείας αὐτοῦ τὰ κατορθώματα, λέγει τοῦ τροπαίου τὸ εἶδος, λέγει τῆς νίκης τὴν φύσιν.
 [07564]  εἶτα πάλιν καὶ τὸν τρόπον τῆς νίκης.
000-00-00 Serial Number=0080294430
Fragmenta in Job Ante [Go Back]  
 [00519]  ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης.
000-00-00 Serial Number=0761356115
In Acta apostolorum Ante [Go Back]  
 [03856]  Εἰ πάντα τὰ ἔθνη τὰ πολεμοῦντα αὐτῷ νικήσας ἐπανῆλθε, καὶ τοῦ νενομισμένου στεφάνου πλείους ἑτέρους ἔλαβε στεφάνους, καὶ ἕτερα διαδήματα σύμβολα τῆς νίκης, οὐκ ἂν αὐτὸν οὕτως οἶμαι χαίρειν ἐπὶ τοῖς τροπαίοις, ὡς ἐγὼ ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ.
 [05374]  Ὅτε τοίνυν οὗτος ἐν ἡδονῇ ἦν καὶ ἐν χαρᾷ ἀπὸ τῶν πολλῶν τροπαίων, ἀπὸ τῆς νίκης, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῆς τρυφῆς, ἀπὸ τοῦ θαῤῥεῖν, ὅρα, οἷα καὶ εἶπε καὶ ἔπραξεν·
 [07019]  τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τοῦτο τεκμήριον, καὶ τοῦ σφόδρα λυπεῖσθαι τῷ γεγονότι.
 [07323]  Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βασιλέων ἄγηται, τότε εὐφημοῦνται μὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσμοῖς εἰσι διὰ τὸν καιρόν·
 [09248]  Ὅταν [60.210] δὲ ἀναγκάζηται ὁ ἡνίοχος ἕλκειν αὐτὸν, καὶ καταπεσόντα μυριάκις νύττων μὴ διανιστᾷν, κἂν σφόδρα αὐτὸς ἔμπειρος ᾖ, τῆς νίκης ἀποστερηθήσεται.
000-00-00 Serial Number=0464203775
In Isaiam Ante [Go Back]  
 [00595]  ὅσπερ καὶ παράδοξος νίκης τρόπος ἐστὶ καὶ οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ μόνῳ δυνατός.
 [00904]  Τῆς γὰρ παραδόξου γενομένης νίκης καὶ τῶν λαμπρῶν καὶ θαυμαστῶν τροπαίων ἐκείνων, καὶ δαίμονες ἠλέγχθησαν καὶ εἴδωλα ἠτιμώθη καὶ ψευδοπροφῆται ἐπεστομίσθησαν καὶ τῶν βαρβάρων ἡ τυραννὶς κατελύθη, καὶ πᾶν τῷ Θεῷ στόμα ἐναντιούμενον ἐνεφράγη.
 [02160]  Ἀπαλλαγέντες γὰρ τοῦ Σεναχειρὶμ καὶ τοῦ βαρβαρικοῦ στρατοπέδου, καὶ τῆς παραδόξου νίκης ἀπολαύσαντες, εἰς πλῆθος πάλιν ἐπέδοσαν καὶ εἰς βίου μῆκος, οὐδενὸς πολέμου θορυβοῦντος αὐτούς.
 [02671]  Ἐν τῷ χρόνῳ, φησί, τῆς ἡλικίας τῆς ἀώρου καὶ μηδέπω φθέγγεσθαι δυναμένης, τὰ τῆς νίκης ἔσται καὶ τῶν τροπαίων, οὐχ ὡς τοῦ παιδίου δυναμένου παρατάξασθαι καὶ καθελεῖν τοὺς πολεμίους, ἀλλ' ὡς τῆς ἡλικίας ἐκείνης, τουτέστι, τοῦ χρόνου τοῦ πρὸ τῆς τοῦ παιδίου διαλέξεως παραδιδόντος ἅπαντα τοῖς πολεμίοις.
 [02715]  Ἐμοὶ δοκεῖ τὴν τοῦ Ἐζεκίου νίκην ἐνταῦθα προλέγειν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον καὶ τῆς νίκης αὐτῆς τὴν αἰτίαν.
 [02719]  Καὶ ταῦτα τοίνυν ὁ προφήτης προλέγει καὶ τὸν τῆς νίκης αἴτιον ἀνακηρύττει καὶ πρὸς αὐτοὺς τοὺς βαρβάρους ἀποτείνει τὸν λόγον.
 [02723]  Εἶτα τὸν αἴτιον τῆς νίκης ἐκείνης ἐμφαίνων, καὶ ὅτι πρὸς τὰς ἐσχατιὰς ἀφίξεται τῆς γῆς ἡ φήμη τὰ κατορθώματα φέρουσα, φησίν·
000-00-00 Serial Number=0055062652
In Joannem Ante [Go Back]  
 [00980]  ∆ιὸ, παρακαλῶ, μάθωμεν τίς τῆς νίκης ταύτης ὁ τρόπος, καὶ τοῦτο μετίωμεν τοῦ τρόπου τὸ εἶδος.
 [02414]  Ἐπ' ἐκείνων μὲν γὰρ ὡς ἀνόνητα πονοῦντες, καὶ οὐ δυνάμενοι διὰ τῶν παρακλήσεων αὐτοὺς ἀναστῆσαι, ἀποῤῥαγέντας καθάπαξ τῆς νίκης, οὕτω παύονται καταγινώσκοντες·
000-00-00 Serial Number=0371780455
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00109]  Ταῦτα γοῦν κατεσκεύαζεν ὁ ὕπουλος καὶ πανοῦργος καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, ἵνα ἂν μὲν καταμαλακισθέντες ἐνδῶσιν, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς αὐτοὺς ἐξαγάγοιεν, καὶ οὕτω λοιπὸν παρασκευάσῃ θῦσαι ἂν δὲ ἐπιμείνωσι σφοδρὰν τὴν ἀνδρείαν ἐπιδεικνύμενοι, καὶ πρὸς τὴν πάλην γενναίως ἱστάμε [50.576] νοι, μὴ φανερὰ γένηται τὰ τῆς νίκης αὐτοῖς, ἀλλ' ὡς ἐπὶ προσχήματι τυραννίδος αὐτοὺς ἀπαγαγὼν ἀποτέμῃ.
000-00-00 Serial Number=0591243744
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00075]  Ἀσπάσωμεν οὖν τὰ τῆς νίκης σύμβολα, οὐ τύμπανα χειροκρατούμενα, ἀλλὰ καὶ βαΐα φοινίκων βλαστήματα·
000-00-00 Serial Number=0111503780
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00345]  Ἐν ἀπορίᾳ ἦν ὁ βασιλεὺς, οὐκ ᾔσθετο τῆς νίκης τοῦ πολέμου διὰ τὴν αἰσχύνην τῆς ἥττης, ἧς αὐτὸς ἡτ τήθη.
000-00-00 Serial Number=0952273965
In Psalmum 100 Ante [Go Back]  
 [00095]  Ταύτης δὲ παυσαμένης, καὶ νίκης γενομένης, ὑπὸ τὴν αὐτὴν ῥοπὴν μεταβλη θεῖσα, στρέφεται εἰς εὐφροσύνην, ἡσυχίαν ἀσπάζεται καὶ χαίρειν ποιεῖ τὸν ἄρτι τεταραγμένον, καὶ πάλιν εἰ τὴν πρώτην ἐπανακαλεῖται κατάστασιν, ἑνὶ ἑκάστῳ μέλε ἀποδιδοῦσα τὴν χρῆσιν·
000-00-00 Serial Number=0412812531
In adorationem venerandae crucis Ante [Go Back]  
 [00134]  Ὁ δὲ υἱὸς γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, δέδωκεν ἡμῖν τῆς κατὰ τοῦ θανάτου νίκης τρόπαιον, ἵνα σὺν αὐτῷ διὰ τῆς σοφίας τοῦ Πνεύματος προκαθελόντος ἀρχάς τε καὶ ἐξουσίας, χειρωσώμεθα τὸν ἐχθρὸν, καὶ δήσωμεν τὸν ἰσχυρὸν, καὶ διαρπάσωμεν αὐτοῦ τὰ σκεύη, καὶ λοιπὸν ἀφόβως ἐργασώμεθα τὸν παράδεισον τοῦ Θεοῦ, καὶ τὸν θησαυρὸν ἀνορύξωμεν τοῦ ἀγροῦ, καὶ τὸν πολύτιμον ἐμπορευσώμεθα μαργαρίτην, ἐμπρέπειν τὴν σφραγῖδα μέλλοντα τοῦ σταυροῦ, καὶ τὴν ἡμέραν τῆς κτίσεως.
000-00-00 Serial Number=0520149469
In catechumenos Ante [Go Back]  
 [00003]  Ἐν τοῖς ἔξωθεν σταδίοις πολλοὶ μὲν τοῦ δρόμου ὑπομένουσι κόπον, εἷς δὲ κομίζεται τῆς νίκης τὸν στέφανον·
 [00095]  Ἐν τῷ καιρῷ τοῦ ἀγῶνος ὁ ∆εσπότης συναθλεῖ τοῖς παλαίουσι, καὶ ἐν τῇ ὥρᾳ τῆς νίκης βραβευτὴς προκαθέζεται, πρὸς πάλην ἀλείφει, καὶ μετ' ὀλίγον τοὺς στεφάνους αὐτὸς ἐπιτίθησι·
 [00096]  συμπαλαίει, τῷ κάμνοντι χαρίζεται δύναμιν, παρέχει τῆς νίκης τὰς ἀφορμὰς, καὶ μετ' ὀλίγον ὡς νικητῇ τοὺς μισθοὺς ἀποδίδωσι.
000-00-00 Serial Number=0418780744
In duodecim apostolos Ante [Go Back]  
 [00053]  ὁ θεωρήσας τὸν παράδεισον πρὸ τῆς ἐντεῦθεν ἀφίξεως, καὶ τὸν στέφανον τῆς νίκης ἔτι παλαίων λαβὼν, καὶ πάλιν, ὡς λέγει, χρεωστούμενον.
000-00-00 Serial Number=0998460650
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00106]  ἀλλ' ὅταν μὲν περὶ πολέμου διαλέγηται καὶ νίκης, Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, φησὶ, Κύριος ὑπερασπιστής μου·
 [02952]  [61.465] τιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθεν, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ μετὰ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών.
 [07453]  Ἐκεῖνος μὲν γὰρ ἀπὸ τῆς νίκης ἐπαν [61.590] ελθὼν, τοῦ βασιλέως διδόντος λάφυρα, οὐκ ἔφη λήψεσθαι, πλὴν ὧν ἔφαγον ἐκεῖνοι·
000-00-00 Serial Number=0620199740
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00632]  Ὥστε οἱ ἔξω τῶν ἀγώνων τῷ εἰς τοὺς ἀγώνας ἐμβε [62.615] βηκότι τῆς νίκης γεγόνασιν αἴτιοι, καὶ τῶν ἐπὶ τῇ νίκῃ κειμένων στεφάνων γένοιντ' ἂν μέτοχοι.
000-00-00 Serial Number=0110146046
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01111]  Ὅπερ ἐστὶ μέγιστον τῆς νίκης δεῖγμα, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ.
 [04856]  Ἂν δὲ ἐνέγκῃς τὴν ἀδικίαν, νικᾷς χρημάτων μὲν ἀποστερούμενος, τῆς δὲ νίκης, οὐκέτι τῆς ἐπὶ τῇ φιλοσοφίᾳ ταύτῃ·
 [04861]  Τίνα οὖν θαυμάζομεν τῆς νίκης, τὸν διάβολον τὸν πλήξαντα, ἢ τὸν Ἰὼβ τὸν πληγέντα;
 [05417]  τί τῆς νίκης περιφανέστερον·
 [09408]  Καὶ σκόπει τὴν φιλονεικίαν, καὶ τὴν περιουσίαν τῆς νίκης.
 [09999]  Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ὅταν ἴδωμέν τινα μετὰ τὸ κατασφάξαι τὴν ἐπιθυμίαν ᾑμαγμένον ἐπανιόντα, μᾶλλον αὐτὸν θαυμάζωμεν, καὶ κοινωνῶμεν τῆς μάχης καὶ τῆς νίκης αὐτῷ, καὶ πρὸς τοὺς ἐρῶντας λέγωμεν, ∆είξατε ἡμῖν τὴν ἐκ τῆς ἐπιθυμίας ἡδονήν.
 [09999]  Ὁ μὲν γὰρ σώφρων τὴν ἀπὸ τῆς νίκης ἔχει, σὺ δὲ οὐδαμόθεν.
000-00-00 Serial Number=0262316406
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00311]  ∆ιὰ τοῦτο καὶ πτηνὴν Πάρδαλιν αὐτὸν ὁρᾷ ὁ προφήτης, τὸ τάχος καὶ τὸ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω που διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης δηλῶν.
000-00-00 Serial Number=0877277493
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01899]  ∆ιὰ τοῦτο στέφανοι ταῖς κεφαλαῖς ἐπιτίθενται, σύμβολον τῆς νίκης, ὅτι ἀήττητοι γενόμενοι, οὕτω προσέρχονται τῇ εὐνῇ, ὅτι μὴ κατηγωνίσθησαν ὑπὸ τῆς ἡδονῆς.
000-00-00 Serial Number=0005477726
In epistulam ad Colossenses Ante [Go Back]  
 [00409]  Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους μάλιστα διεγείρομεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης·
 [03714]  τὴν ἐκ τῆς νίκης τοῦ ἀδελφοῦ γενομένην αὐτῷ λύπην ἐπικουφίζεις διὰ τῆς σῆς ἀθυμίας·
000-00-00 Serial Number=0139126539
In epistulam ad Ephesios Ante [Go Back]  
 [06543]  ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται·
000-00-00 Serial Number=0870931566
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00547]  Ἐπειδὴ γὰρ ἡττῶντο τῇ διδασκαλίᾳ, λοιπὸν ἐπὶ φόνον ἐτρέποντο ὅπερ τῆς τοῦ Παύλου νίκης σημεῖον [61.631] καθαρὸν ἦν.
000-00-00 Serial Number=0214762092
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01882]  Καθοπλίσωμεν τοίνυν ἑαυτοὺς οὕτω, καὶ δυνησόμεθα περιγενέσθαι τῶν πολεμίων, καὶ τὸν στέφανον τῆς νίκης ἀναδήσασθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0753033698
In epistulam ad Philippenses Ante [Go Back]  
 [00217]  Οἱ γὰρ ῥωννύντες αὐτὸν καὶ ἀνακτώμενοι, οὗτοι καὶ τῆς νίκης εἰκότως ἂν γένοιντο μερισταί.
 [03535]  Καὶ γὰρ καὶ τοῦτο τῆς σοφίας ἐστὶ τοῦ Πνεύματος, ἐλπίδας αὐτοῖς ὑποθέσθαι νίκης, ἵνα καταδέξωνται τὴν μάχην.
000-00-00 Serial Number=0866429329
In epistulam ad Romanos Ante [Go Back]  
 [00702]  Ἐκεῖνοι γὰρ ἐπειδὴ ἄνδρας ἰδόντες μεγάλους καὶ εὐμήκεις, τὸν τρόπον τῆς νίκης ἐζήτουν, ἀπώλοντο χωρὶς πολέμου καὶ παρατάξεως ἅπαντες.
 [01583]  Ἡ γὰρ ὑπερβολὴ τῆς νίκης αὕτη, δεῖξαι ἐντεῦθεν αὐτὴν οὖσαν εὐκατα [60.435] φρόνητον, ὅθεν αὐτοῖς αἰδέσιμος ἦν.
 [01797]  Εἰ γὰρ αἴτιος, φησὶ, σὺ τῆς νίκης ἐγένου, καὶ μετὰ ταῦτα κολάζῃ, ἀδικία τὸ γενόμενον·
 [01798]  εἰ δὲ οὐκ ἄδικος, κολάζῃ δὲ, οὐκέτι αἴτιος αὐτῷ τῆς νίκης γέγονας.
 [02448]  ὅπερ ἦν περιουσία νίκης πολλῆς.
 [04662]  Καὶ τὸ δὴ μεῖζον, ὁ τρόπος τῆς νίκης·
 [04705]  τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον.
 [05831]  Καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι, ἀλλ' ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, [60.546] οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους.
 [08505]  ὥστε μὴ τῇ νίκῃ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ νίκης τὸ θαῦμα γίνεσθαι μεῖζον·
 [08506]  ὅταν γὰρ τὰ ἑτέρωθι ὄντα ἥττης, ταῦτα νίκης ποιητικὰ ἀποφανῇ·
000-00-00 Serial Number=0029111087
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00016]  ἄλλος δέ ἐστιν ὥσπερ φοίνιξ τοῖς βαΐοις τῆς κατὰ διαβόλου νίκης κατεστεμμένος, καὶ τὸν γλυκύτατον καρπὸν τῆς εὐποιίας τοῖς πένησι προβαλλόμενος·
000-00-00 Serial Number=0969959855
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00275]  Ἆρά τι γένοιτο τῆς νίκης ταύτης σαφέστερον;
000-00-00 Serial Number=0048231423
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00809]  Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας.
000-00-00 Serial Number=0548463106
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00241]  καὶ τῶν παλαιῶν ἀναμνήσας ἁπάντων τῶν κατὰ τὴν Αἴγυπτον, καὶ τῆς τοῦ Θεοῦ προστασίας, καὶ τῶν μετ' ἐκείνους πολέμων, ἀναμιμνήσκει τῆς μάχης τῆς ἐπ' αὐτοῦ γενομένης καὶ τῆς νίκης τῆς παραδόξου·
000-00-00 Serial Number=0530128896
In illud Vidi dominum Ante [Go Back]  
 [00135]  Παράδειγμα, φησί, τῆς ἐκεῖσε νίκης καὶ τῶν στεφάνων εἰσὶ καὶ πλείστην ἐντεῦθεν καρπούμεθα τὴν ὠφέλειαν.
000-00-00 Serial Number=0075549006
In martyres Aegyptios Ante [Go Back]  
 [00029]  Τί ταύτης γένοιτ' ἂν τῆς νίκης θαυμαστότερον, ὅτι οὓς κατεῖχον καὶ εἶχον ὑποχειρίους, καὶ δήσαντες ἔξαινον μετὰ ἐξουσίας, τούτους νικῆσαι οὐκ ἴσχυσαν, ἀλλ' ὑπὸ τούτων ἡττῶντο ἐλεεινῶς καὶ ἀθλίως;
000-00-00 Serial Number=0155536234
In omnes sanctos Ante [Go Back]  
 [00032]  ἐκεῖ γὰρ ἡ καταθύμιος διαμονὴ τῶν μαρτύρων, ἐκεῖ τῶν ἀγώνων ἡ περιπόθητος ἄνεσις, ἐκεῖ οἱ τῆς νίκης πολύτιμοι
000-00-00 Serial Number=0204331875
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00240]  ∆ιὰ τοῦτο ἀφίησιν αὐτὴν πολεμηθῆναι, ἵνα μὴ τῇ ἐρημίᾳ τῶν πολεμούντων τὰ τῆς νίκης ἐπιγράφηται.
000-00-00 Serial Number=0879172981
In principium Actorum Ante [Go Back]  
 [00216]  Καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ.
000-00-00 Serial Number=0328465581
In ramos palmarum [2] Ante [Go Back]  
 [00013]  Ὥσπερ γὰρ ἐν τοῖς παροῦσι, κοσμικοῦ βασιλέως ἐπι στρατεύσαντος τυράννῳ, καὶ μετὰ νίκης ὑποστρέφον τος, πάντες οἱ πολῖται αὐτοῦ πρὸ τῆς πόλεως συναντῶ σιν, ἄνθη βαστάζοντες, ἐπαίνους πλέκοντες, ἐγκωμίοις τὴν νίκην ἀμειβόμενοι·
 [00069]  τὸ στέλεχος αὐτοῦ, τουτέστι, τὸ ξύλον τοῦ σταυροῦ, τοῦ κόσμου παντὸς σωτηρία, καὶ τρόπαιον τῆς κατὰ τοῦ διαβόλου νίκης.
000-00-00 Serial Number=0746640027
In sancta et magna parasceve Ante [Go Back]  
 [00003]  ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν;
000-00-00 Serial Number=0631459951
In sanctum Romanum Ante [Go Back]  
 [00123]  οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος σαφεστέρα πάντων ἀπόδειξις ἡ τῆς γλώττης ἐκκοπὴ γέγονε τῆς κατὰ τοῦ διαβόλου νίκης.
000-00-00 Serial Number=0246470392
In sanctum Stephanum Ante [Go Back]  
 [00004]  Τίνα γὰρ οὐ καλεῖ πρὸς ἔπαινον ὁ μακάριος Στέφανος, ὁ καὶ μόνῃ τῇ προσηγορίᾳ τὴν οἰκείαν σημαίνων ἀξίωσιν, καὶ αὐτῷ τῷ ὀνόματι τὴν τιμὴν ἤδη προκεκτημένος τῆς νίκης;
000-00-00 Serial Number=0530528426
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00037]  Ἐχέτω, φησὶν, ἐν προσηγορίᾳ τὸν τῆς νίκης στέφανον ὁ Στέφανος·
000-00-00 Serial Number=0478586257
In sanctum pascha [1] Ante [Go Back]  
 [00071]  Ὅρα τοίνυν πῶς καὶ τῆς νίκης αὐτὰ πάλιν γέγονε παραί τια.
000-00-00 Serial Number=0671216965
Post reditum a priore exsilio Ante [Go Back]  
 [00043]  Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχὺν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν διαδημάτων τὴν περιφάνειαν, τοῦ πλούτου τὴν περιουσίαν, τῆς ἀγάπης τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονὴν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανὲς, τῆς ἥττης σου τὸν γέλωτα.
000-00-00 Serial Number=0670412242
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00390]  Ἀπὸ τούτων αὐτοὺς τῶν ῥημάτων ἀνακηρύττω, ἀπὸ τούτων τὸ βραβεῖον τῆς νίκης ἁρπάσαντες, ἐπὶ τὸν λαμπρὸν ἔδραμον τοῦ μαρτυρίου στέφανον, τῇ τῶν ῥημάτων ὁμολογίᾳ τὴν διὰ τῶν πραγμάτων προσθέντες.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»