Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μηδεμίαν [137]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μηδεμίαν


000-00-00 Serial Number=0187151015
Ad Innocentium papam i Ante [Go Back]  
 [00074]  Ἵνα οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ' ἥλιον πᾶσαν, ἐπιστεῖλαι παρακλήθητε τὰ μὲν οὕτω παρανόμως γεγενημένα ἀπόντων ἡμῶν, καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτησαμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχὺν, ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει·
000-00-00 Serial Number=0740835190
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00020]  σὲ δὲ τοσοῦτον ἕλκοντα χρόνον ἐν νηστείαις καὶ παννυχίσι καὶ τῇ λοιπῇ σκληραγωγίᾳ, μηδεμίαν λύσιν εὑρέσθαι τῶν κατεχόντων δεινῶν·
 [00310]  Ἔστω γὰρ ὁ Ἀδὰμ τὴν μὲν προαίρεσιν ἔχων οὕτω ῥᾴθυμον, ὡς τὸ τέλος ἀπέδειξε, δεχέσθω δὲ μηδεμίαν ἐντολὴν, ἀλλὰ μενέτω τρυφῶν·
000-00-00 Serial Number=0875620067
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00249]  Πλὴν ἀλλ' εἰ βούλει, κείσθω τῷ λόγῳ καὶ ζήσεσθαί σε ἔτη τοσαῦτα καὶ μηδεμίαν ὑποστήσεσθαι μεταβολήν, τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας καὶ τὰς κολάσεις τὰς ἀπορρήτους καὶ ἀφορήτους ἐκείνας;
000-00-00 Serial Number=0021253228
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01056]  Ὥσπερ τὰ ὤνια εἰς τοῦτο παρῆκται εἰς τὸ πωλεῖσθαι, οὕτω καὶ ὁ ἀποστολικὸς βίος εἰς τὸ λοιδορεῖσθαι καὶ εἰς τὸ πάσχειν κακῶς, εἰς τὸ μηδέποτε ἀναπνεῖν, εἰς τὸ μηδεμίαν ἔχειν ἀνακωχήν.
000-00-00 Serial Number=0121890366
Ad populum Antiochenum Ante [Go Back]  
 [00631]  Τοῦτο γὰρ ἀληθῶς πλοῦτος καὶ εὐπορία, ὅταν καὶ ἀκήρατα ᾖ τὰ καλὰ, καὶ μηδεμίαν δέχηται μεταβολήν.
 [00753]  Κἂν γὰρ παρὰ πᾶσαν ἡμῖν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν ἑτέροις, τὴν χρῆσιν αὐτοῦ καρπωσάμενοι μόνον, τῆς δεσποτείας δὲ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκείνην ἀποδημοῦντες τὴν ζωήν.
 [00790]  οὐκ ἐν τούτῳ δὲ τῷ κινδύνῳ μόνον, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις ἀπορουμένη, [49.44] καὶ μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι.
 [01011]  ∆ιὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν.
 [04711]  Οὐ τοίνυν ἀσφαλείας ἕνεκεν μόνον τῆς ἡμετέρας, ἀλλὰ καὶ ἡδονῆς καὶ παραμυθίας πρότερα ἔταξεν εἶναι τὰ δεινὰ, ἵνα ταῖς ἐλπίσι τῶν μελλόντων κουφιζόμενοι, μηδεμίαν τῶν παρόντων λάβωμεν αἴσθησιν.
 [05092]  ὁ δὲ τοῦ Θεοῦ φόβος ἀμφότερα ταῦτα ἔχει, βέβαιός τέ ἐστι καὶ ἀκίνητος, καὶ τοσαύτην βρύει χαρὰν, ὡς μηδεμίαν ἡμᾶς αἴσθησιν τῶν ἄλλων λαμβάνειν δεινῶν.
 [05425]  Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἐκ τῆς δυσκολίας τοῦ πράγματος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν τὴν ἡμετέραν μέχρι τοσούτου τὸ ἁμάρτημα προὔβη τοῦτο, ἐννοήσωμεν πόσα πολλῷ τούτων δυσκολώτερα κατορθοῦσιν ἄνθρωποι, καὶ ταῦτα μηδεμίαν ἀμοιβὴν προσδοκῶντες ἐκεῖθεν·
 [06029]  Ἂν γὰρ ἀφῇς τοῖς ἠδικηκόσι τὰ ἐγκλήματα, καὶ μηδεμίαν ἀπαιτήσῃς δίκην αὐτοὺς, οὐ χαλκοῦν σε ἐπὶ τῆς ἀγορᾶς ἀναστήσουσιν, οὐδὲ χρυσοῦν, οὐδὲ λιθοκόλλητον, ἀλλὰ τὴν πάσης ὕλης τιμιωτέραν στήλην, φιλανθρωπίαν καὶ ἐλεημοσύνην ἀναβεβλημένον.
000-00-00 Serial Number=0644869089
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00149]  Ἀλλὰ τοιαύτη κατέλαβε αὐτοὺς δίκη, ὡς μηδεμίαν λοιπὸν δυνηθῆναι τοῖς ἐκείνων δεινοῖς παρισωθῆναι συμφοράν.
 [00553]  καὶ μάλιστα, ὅταν τὸ μὴ θέλειν οὐκ ἐκ τοῦ μὴ δύνασθαι γίνηται, καθάπερ ἐπὶ πολλῶν, ἀλλ' ἐκ τοῦ μηδεμίαν αἰτίαν εὑρεῖν.
000-00-00 Serial Number=0288762510
Catecheses ad illuminandos Ante [Go Back]  
 [00098]  ∆ιὰ τοῦτο τὸ αἷμα ἐξέχεε καὶ σταυρὸν ὑπέμεινεν ἵνα καὶ ἡμῖν διὰ τούτου τὸν ἁγιασμὸν χαρίσηται καὶ καθαρίσῃ ἡμᾶς διὰ τῆς τοῦ λουτροῦ ἀναγεννήσεως καὶ τοὺς πρότερον ἠτιμωμένους καὶ μηδεμίαν παρρησίαν δυναμένους ἔχειν παραστήσῃ ἑαυτῷ ἐνδόξους μὴ ἔχοντας σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.
 [00117]  Εἶδες διδασκαλίαν μηδεμίαν ἀμφιβολίαν ἔχουσαν;
 [00706]  Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ' ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρηγορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυλακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας εὑρεῖν δυνηθῇ.
 [00876]  πολλῷ γὰρ βέλτιον ὑπὲρ τῆς φαιδρότητος νῦν ἔχειν τὴν μέριμναν καὶ τὴν φροντίδα ὥστε διηνεκῶς ἐν καθαρότητι διαμένειν καὶ μηδεμίαν δέξασθαι κηλῖδα ἢ ῥᾳθυμήσαντας ὕστερον δακρύειν καὶ κόπτεσθαι ὥστε τὸν ἐπιγενόμενον ἀποσμήξασθαι ῥύπον.
 [00881]  [5.28] Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.
 [00918]  Ὅταν καθήμενος ἐπὶ τῆς τραπέζης εὐχαριστῇς τῷ δεδωκότι, ὅταν ἐπιγινώσκῃς τὸν χορηγόν, ὅταν μηδεμίαν βιωτικὴν ἐπεισαγάγῃς διάλεξιν, ἀλλὰ μετὰ πολλῆς τῆς σωφροσύνης τὴν χρείαν τοῦ σώματος πληρώσας καὶ τὴν ἀμετρίαν καὶ τὴν ἀδηφαγίαν ἐκκλίνας, ἀναστὰς εὐχαριστήσῃς τῷ τὴν τροφὴν παρασχόντι εἰς σύστασιν ἡμετέραν, τότε εἰς δόξαν Θεοῦ πάντα ἐποίησας.
 [00998]  τῆς δωρεᾶς ἐπιτυχόντας, τοὺς μὲν ἀποσμήχειν δι' ἐξομολογήσεως καὶ δακρύων καὶ μετανοίας ἀκριβεστάτης τὸν προλαβόντα ῥύπον, τοὺς δὲ τὴν φαιδρότητα διατηρεῖν ἀνθοῦσαν καὶ τῆς ψυχῆς τὸ κάλλος περισκοπεῖν ὥστε μηδεμίαν ῥανίδα δέξασθαι ῥύπον ἐμποιῆσαι δυναμένην.
000-00-00 Serial Number=0656093478
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00284]  [9] Πάντα οὖν πράττωμεν, ὥστε μηδεμίαν γενέσθαι πρόφασιν σκανδάλου·
000-00-00 Serial Number=0844566882
De Anna i Ante [Go Back]  
 [00601]  Σὺ δὲ, εἰ μὲν νόσημα ἀνίατον ἔχουσα, καὶ τὴν πόλιν περιελθοῦσα ἅπασαν, καὶ χρήματα δαπανήσασα, καὶ ἰατροῖς χρησαμένη πολλοῖς, καὶ μηδεμίαν εὑροῦσα παραμυθίαν, ἐνέτυχες γυναικὶ τὸ αὐτὸ παθούσῃ πάθος καὶ ἀπαλλαγείσῃ, οὐκ ἂν ἀπέστης ἱκετεύουσα, παρακαλοῦσα, δεομένη, ὥστε πεῖσαι τὸν ἀπαλλάξαντα δεῖξαι·
 [01176]  Εἰ γὰρ τὸ μὴ πάντας ἐπίσης ἀπολαύειν ἑνὸς πράγματος, χρημάτων λέγω, ἀπόδειξιν ποιῇ τοῦ μηδεμίαν εἶναι πρόνοιαν, ἂν φανῶσιν ἐξίσης ἅπαντες ἀπολαύοντες, οὐχ ἑνὸς πράγματος, οὐδὲ οὕτως εὐτελοῦς, ἀλλὰ πλειόνων καὶ πολὺ μειζόνων, εὔδηλον ὅτι καὶ ἄκων ἐκεῖθεν συναναγκασθήσῃ ψηφίσασθαι τῇ τοῦ Θεοῦ προνοίᾳ.
000-00-00 Serial Number=0845247746
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00665]  Εἰς πόλεμον γὰρ καθεῖναι φανερὸν ἀνεβάλετο τέως ἑνὸς μὲν καὶ μάλιστα πρώτου τοῦ πεπεΐσθαι σαφῶς ἀδυνάτοις ἐπιχειρῶν, δευτέρου δὲ τοῦ μηδεμίαν ἡμῖν ἀφορμὴν παρασχεῖν μαρτυρίου στέφανον ἀναδήσασθαι.
000-00-00 Serial Number=0832401931
De Davide et Saule Ante [Go Back]  
 [00042]  Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸν μηδεμίαν ἀνάγκην ἔχοντα, [54.679] τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ.
000-00-00 Serial Number=0840849042
De Lazaro Ante [Go Back]  
 [00485]  ἀλλ' εἴ τις ἐπὶ τῆς ψυχῆς ἕλκη μυρία ἔχων, μηδεμίαν αὐτῶν ἐπιμέλειαν ποιοῖτο·
000-00-00 Serial Number=0093278706
De Lazaro et divite Ante [Go Back]  
 [00066]  Ὢ βίου ἀλλοκότου! ὁ μὲν πλούσιος ἐν τῷ πολυφόρτῳ ῥεύματι τῆς τρυφῆς καταρδευόμενος ἐμέθυεν, ὁ δὲ πένης μηδεμίαν ἔχων εὐπορίας ἰκμάδα, τῷ καύσωνι τῆς πενίας ἐμαραίνετο.
000-00-00 Serial Number=0940176725
De baptismo Christi Ante [Go Back]  
 [00126]  πῶς γὰρ ὁ μηδεμίαν ἁμαρτίαν ἔχων;
000-00-00 Serial Number=0274421632
De beato Philogonio Ante [Go Back]  
 [00194]  Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος.
000-00-00 Serial Number=0584370017
De diabolo tentatore Ante [Go Back]  
 [00464]  Ταύτης οὖν τῆς πονηρίας τί γένοιτ' ἂν χεῖρον, ἀλλ' ἢ ὅταν ἔχθρα καὶ πολέμος ᾖ μηδεμίαν εὔλογον αἰτίαν ἔχων;
000-00-00 Serial Number=0903975546
De fato et providentia Ante [Go Back]  
 [00043]  Καὶ σὺ ὅταν ἴδῃς τὸν πονηρὸν εὐθυμούμενον, ὅταν ἴδῃς ἐπαιρόμενον, ὅταν ἴδῃς ἐχθρῶν κρατοῦντα, τοὺς λελυπηκότας ἀμυνόμενον, μηδεμίαν ὑποστάντα ζημίαν, πανταχόθεν αὐτῷ τὰ χρήματα ἐπιῤῥέοντα, πάντας τιμῶντας καὶ κολακεύοντας, σαυτὸν δὲ ἐν τοῖς ἐναντίοις πᾶσιν, ἐν ἐπηρείαις, συκοφαντίαις, ἐπιβουλαῖς, μὴ νομίσῃς εἶναι τῶν ἐπεῤῥιμμένων, ἀλλ' εἰς Παῦλον ἰδὼν τὸν τῆς σῆς ὄντα μερίδος, ἀνάβηθι τὴν διάνοιαν, ἀνάκτησαι τοὺς λογισμοὺς, μὴ καταπέσῃς ὑπὸ τῆς ἀθυμίας.
000-00-00 Serial Number=0634306908
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00086]  Καὶ ὅτι τοῦτο οὕτως ἂν ἔχοι, εἴ τις αὐτοῖς αἵρεσιν ἔδωκεν ἀναλαβεῖν ἐκεῖνα τὰ χρήματα ἢ καὶ τὸ τρίτον ἢ καὶ τὸ πολλοστόν, καὶ μηδεμίαν ἀκηκοέναι τοιαύτην φωνήν, νομίζεις οὐχὶ μυριάκις ἂν εἵλοντο;
 [00506]  πλὴν τῆς μητρὸς μηδεμίαν ὁράτω γυναῖκα·
000-00-00 Serial Number=0063368976
De incomprehensibili dei natura Ante [Go Back]  
 [00607]  Ταῦτα πρὸς τοὺς ἰσχυροτέρους λέγω καὶ ἀνεπηρεάστους καὶ δυναμένους ἐκ τῆς ἐκείνων ὁμιλίας μηδεμίαν παραδέξασθαι βλάβην·
 [01216]  ∆ιὰ τοῦτο καὶ τὸ «εἷς» προσέθηκεν, ἵνα μὴ πολυθεΐαν εἰσάγεσθαι πάλιν ἐκεῖνοι νομίζωσι, καὶ ἕνα Θεὸν τὸν Πατέρα ἐκάλεσεν, οὐκ ἐκβάλλων τὸν Υἱὸν τῆς θεότητος, ὥσπερ οὖν καὶ ἕνα Κύριον τὸν Υἱόν, οὐκ ἐκβάλλων τῆς κυριότητος τὸν Πατέρα, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθούμενος, καὶ μηδεμίαν αὐτοῖς δοῦναι βουλόμενος λαβήν.
000-00-00 Serial Number=0853514314
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00248]  Ἵνα μηδεμίαν ἀπολογίαν ἔχῃς ῥᾳθυμῶν, μηδὲ εἰς τὴν διαφορὰν τῆς φύσεως καταφεύγῃς καθεύδων·
000-00-00 Serial Number=0438583672
De libello repudii Ante [Go Back]  
 [00151]  Ὅταν γὰρ ὁ σύνδουλός σου, τὸ αὐτὸ σῶμα ἔχων, τὴν αὐτὴν ἐπιθυμίαν κεκτημένος, ὑπὸ τῆς αὐτῆς ἀνάγκης ὠθούμενος, μηδεμίαν ἑτέραν ἴδῃ γυναῖκα, ἀλλὰ μένῃ τὴν αὐτοῦ στέργων μόνην, ποίαν ἕξεις ἀπολογίαν σὺ τὴν ἐπιθυμίαν προβαλλόμενος;
000-00-00 Serial Number=0254359484
De non iterando conjugio Ante [Go Back]  
 [00092]  Εἰ γὰρ μέλλοι τις, φησί, χήρα οὖσα λάθρα πορνεύειν καὶ καταισχύνειν ἑαυτήν, πολλῷ βέλτιον γαμεῖν, καὶ «μηδεμίαν διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν».
000-00-00 Serial Number=0781580389
De proditione Judae Ante [Go Back]  
 [00309]  Ὥσπερ γὰρ τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψε μαθητῶν, οὕτω καὶ τῆς ἱερᾶς μετέσχε τραπέζης, ἵνα μηδεμίαν ἀπολογίας ἔχῃ πρόφασιν, ἐὰν ἐπιμείνῃ τῇ πονηρίᾳ.
 [00686]  Ὥσπερ γὰρ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν, οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας, ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται.
000-00-00 Serial Number=0213772655
De profectu evangelii Ante [Go Back]  
 [00290]  Ὅταν δὲ ὁ Χριστὸς λέγῃ, Μεγάλη ἡ πίστις, μηδεμίαν ἑτέραν ἀπόδειξιν ζήτει τῆς μεγαλοψυχίας τῆς κατὰ τὴν γυναῖκα.
000-00-00 Serial Number=0063130915
De resurrectione mortuorum Ante [Go Back]  
 [00011]  πῶς γὰρ, μηδεμίαν προσδοκῶν ἀμοιβὴν αὐτῷ κεῖσθαι τῶν πόνων;
 [00012]  οὔτε κακίας ἀφέξεται, μηδεμίαν προσδοκῶν ὑποστήσεσθαι κόλασιν τῶν κακῶς αὐτῷ πεπραγμένων·
000-00-00 Serial Number=0514750957
De sacerdotio Ante [Go Back]  
 [00927]  Πῶς γὰρ οὐκ ἄτοπον ἀνδράποδον μὲν πρίασθαι βουλομένους καὶ ἰατροῖς ἐπιδεικνύναι καὶ τῆς πράσεως ἐγγυητὰς ἀπαιτεῖν καὶ γειτόνων πυνθάνεσθαι καὶ μετὰ ταῦτα πάντα μηδέπω θαρρεῖν, ἀλλὰ καὶ χρόνον πολὺν πρὸς δοκιμασίαν αἰτεῖν, εἰς δὲ τοσαύτην λειτουργίαν μέλλοντάς τινα ἐγγράφειν, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἂν τῷ δεῖνι δόξῃ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἑτέρων μαρτυρῆσαι, ἐγκρίνειν, μηδεμίαν ποιουμένους ἑτέραν ἐξέτασιν;
000-00-00 Serial Number=0848306358
De virginitate Ante [Go Back]  
 [00038]  Ἀποδέδεικται τοίνυν μηδεμίαν κεῖσθαι δωρεὰν μόνῃ τῇ τῶν φαύλων φυγῇ.
 [00199]  Καὶ γὰρ ἐπὶ τῶν σωμάτων οὐχ ὅσα τῶν πεπηρωμένων ἀλλ' ὅσα τῶν ἀρτίων καὶ μηδεμίαν λώβην ἐχόντων ἐστὶν ἀμείνω, ταῦτα ὡραῖά φαμεν εἶναι.
 [00264]  Ἀποδέξαιτο ἄν τις ἐνταῦθα τοὺς Κορινθίους ὅτι μηδεμίαν ποτὲ παρὰ τοῦ διδασκάλου δεξάμενοι συμβουλὴν περὶ παρθενίας, αὐτοὶ φθάσαντες ἐρωτῶσιν αὐτόν, ἐντεῦθεν ἤδη δεικνύντες τὴν ἀπὸ τῆς χάριτος ἐπίδοσιν γενομένην αὐτοῖς.
 [00462]  Οὐκ ἐκείνων δὲ μόνων ἕνεκεν ἀλλὰ καὶ τῆς τῶν χλευαζόντων αὐτῶν σωτηρίας τοῦτο γίνεται ὥστε μὴ περαιτέρω προελθεῖν τῆς κακίας αὐτοὺς τῷ μηδεμίαν ὑπὲρ τῶν προτέρων δοῦναι δίκην.
 [00671]  Καθάπερ γὰρ στρατιώτην γενναῖον ἔξω τειχῶν ἀποκλείσας τὴν παρθένον ὁ Παῦλος, οὐκ ἀφίησιν ἀνοιγῆναι τὰς πύλας αὐτῇ, κἂν σφόδρα ὁ πολέμιος ἀγριαίνῃ πρὸς αὐτήν, κἂν αὐτῷ τούτῳ σφοδρότερος γίνηται, τῷ τὸν ἀντίπαλον μηδεμίαν ἐξουσίαν ἔχειν ἀνακωχῆς.
 [01249]  Καὶ πρῶτον ἁπάντων τὸ μετὰ πάσης ἀδείας τὴν ἐπιθυμίαν ἀποπληροῦν καὶ μηδεμίαν ἀπὸ τῆς φύσεως ὑπομένειν βίαν, οὐ μικρὸν εἰς ῥᾳστώνης λόγον ἐστίν.
000-00-00 Serial Number=0719893575
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02085]  Ἔστω γὰρ ὁ Ἀδὰμ τὴν μὲν προαίρεσιν ἔχων οὕτω ῥᾴθυμον, ὡς τὸ τέλος ἀπέδειξε, δεχέσθω δὲ μηδεμίαν ἐντολὴν, ἀλλὰ μενέτω τρυφῶν·
 [02342]  Κἂν γὰρ παρὰ πᾶσαν ἡμῶν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν αὐτὸν ἑτέροις·
 [02426]  Οὐκ ἐν τούτῳ δὲ μόνῳ τῷ κινδύνῳ, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις, μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι.
 [03621]  Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸ μηδεμίαν ἀνάγκην ἔχοντα τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ' αὐτῶν εὖ παθόντα;
 [05507]  Ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεισαν τὴν γέενναν, διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις, σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν ὧδε δίκην δῷς, πάντα ἀποτίσεις ἐκεῖ.
 [07588]  ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι;
 [07856]  Μὴ τοίνυν τοὺς ἀποθνήσκοντας κλαίωμεν ἁπλῶς, ἀλλὰ τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας·
 [08138]  ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι;
 [08158]  ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι;
000-00-00 Serial Number=0675871670
Epistulae Ante [Go Back]  
 [02455]  Ἀλλ' ἐὰν μέλλῃ τὰ ἡμέτερα, τοῦτο μηδεμίαν ἐχέτω μέλλησιν.
000-00-00 Serial Number=0533218145
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00027]  Τί γὰρ ὄφελος προῤῥήσεως ἐπ' ὠφελείᾳ ψυχῶν λεγομένης, ὅτε πάντως ἔσται τὰ θεσπιζόμενα, μηδεμίαν ἐκ τοῦ ἐφ' ἡμῖν μεταβολὴν ἐνδεχόμενα;
 [01419]  Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι μηδεμίαν πάσχουσα βίαν, οὕτως ἠρεμεῖ, καὶ ὑποτάσσεται·
 [03415]  Ἄνθρωπος εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἀπεῤῥιμμένος, μηδεμίαν ἔχων ἰσχύν·
 [04034]  ὑπὸ πολλῆς ἀνοίας μηδεμίαν ἐπιδειξάμενοι μεταβολὴν, μεταβολὴν δεινῶν προσεδόκησαν.
000-00-00 Serial Number=0472836435
Fragmenta in Proverbia Ante [Go Back]  
 [00277]  Ὁ γεωργίου μὴ ὑπάρχοντος, ἀντὶ τοῦ μηδεμίαν ἐλπίδα ἐν κόσμῳ κεκτημένος·
 [00439]  [41] α.] Μὴ ἕτερον ἐπεισαγάγῃς δημιουργὸν, κἂν μηδεμίαν ὄνησιν ἡ ἀοίκητος ἔχει·
000-00-00 Serial Number=0056508422
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00132]  δηλονότι ὅλον ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδεμίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἐῶν.
000-00-00 Serial Number=0285411894
In Acta apostolorum Ante [Go Back]  
 [09507]  καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.
 [09547]  Εἶτα καὶ ἄλλη κατηγορία, Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες·
 [09556]  ἀλλ' Ἠτήσαντο, μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ἀναιρεθῆναι αὐτὸν, ὥστε δηλῶσαι ὅτι χάριν ἔλαβον ἐκείνου μὴ θέλοντος·
 [09664]  ἂν διαπαντὸς ἀπίητε μηδεμίαν δεχόμενοι βαφὴν, τί τὸ ὄφελος τοῦ συνεχῶς ἐνταῦθα ἰέναι;
 [09679]  Πολλάκις ἔγνων ἐγὼ σιγῆσαι, μηδεμίαν ἀπὸ τῶν ἡμετέρων λόγων προσθήκην ὑμῖν ἐγγινομένην ὁρῶν·
 [09999]  Πανταχοῦ προσήκει ἡμᾶς τοῖς τοῦ Θεοῦ νόμοις κατακολουθοῦντας, πολλὴν σπουδὴν ποιεῖσθαι, ὥστε μηδεμίαν ἀφορμὴν παρέχειν σκανδάλου, ἵνα καὶ αὐτοὶ ἀνεύθυνοι ὦμεν, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις πατὴρ πέρα τοῦ δέοντος μαλθακοῦ παιδίου, καίτοι ἀῤῥωστοῦντος, πλακοῦντα ἐπιδῷ καὶ ψυχρὸν καὶ ὅσα τέρπει μόνον, τῶν δὲ χρησίμων μηδεμίαν ἐπιμέλειαν ποιοῖτο·
 [09999]  Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα.
 [09999]  οἵ τινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
000-00-00 Serial Number=0096443176
In Genesim sermones Ante [Go Back]  
 [00293]  Πῶς οὖν ἀνθρώπου Θεὸς μορφὴν ἔχειν δύναιτ' ἂν, ὁπότε ὁ Παῦλος μηδὲ διάνοιαν εἶναι μηδεμίαν τὴν δυναμένην τυπῶσαι παρ' ἑαυτῇ λέγει τοῦ Θεοῦ τὴν οὐσίαν;
000-00-00 Serial Number=0857624233
In Isaiam Ante [Go Back]  
 [02226]  Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην ἐπιδείξωνται.
000-00-00 Serial Number=0928756356
In Joannem Ante [Go Back]  
 [01423]  Καὶ γὰρ καὶ ταῦτα μετὰ τῶν ἄλλων, καὶ ἐντεῦθεν τὰς ἀνοήτους ζητήσεις καὶ τὰς λογομαχίας τὰς ἐπιβλαβεῖς ἐπάγει, ἐκ τοῦ σχολάζοντας ὁρᾷν καὶ ἀργοῦντας, καὶ μηδεμίαν τῆς κατὰ τὸν βίον ἀρετῆς πρόνοιαν ποιουμένους.
 [01772]  τὸ δὲ μεῖναι εἰς τὸ ἑξῆς καθαροὺς, καὶ μηδεμίαν μετὰ ταῦτα δέξασθαι κηλῖδα πάλιν, τῆς ἡμετέρας ἐστὶν ἐξουσίας τε καὶ σπουδῆς.
 [02368]  Ὅταν γὰρ τὰ πράγματα μαρτυρῇ, τὰ μηδεμίαν ἔχοντα ὑποψίαν ὡς πρὸς χάριν τινὸς, ἢ καὶ πρὸς ἀπέχθειαν τοῦτο ποιοῦντα, ἀναμφισβήτητον καὶ τοῖς ἀγνώμοσι τὴν ψῆφον παρίστησιν.
 [03271]  διδασκαλία δὲ περὶ φιλοσοφίας τῆς ἄνω, μηδεμίαν ἀφωρισμένην ὥραν ἐχέτω, ἀλλ' ἅπας αὐτῆς ἔστω ὁ καιρός.
 [05286]  ∆ιὰ τοῦτο γὰρ καὶ ᾠκονομήθη, ἔτι ζῶντος αὐτοῦ καὶ βαπτίζοντος, ταῦτα γενέσθαι, ἵνα αὐτὸν μάρτυρα τῆς ὑπεροχῆς ἔχωσι, καὶ μηδεμίαν, εἰ μὴ πείθοιντο, ἀπολογίαν ἔχειν.
 [05590]  καὶ οὐχ ἁπλῶς οἰκονομῶν αὐτὰ, ἀλλὰ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας, καὶ τοῦ μηδεμίαν καταλιπεῖν Ἰουδαίοις μηδὲ ἀναισχύντου τινὸς ἀπολογίας πρόφασιν.
000-00-00 Serial Number=0838834107
In Psalmum 100 Ante [Go Back]  
 [00149]  Ἡ πονηρία γὰρ ὡς σκιὰ παρατρέχουσα ὑπεχώρει, μηδεμίαν ἐν ἐμοὶ κατεργαζομένη βλάβην.
000-00-00 Serial Number=0175678492
In Psalmum 118 Ante [Go Back]  
 [00971]  ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσιν αὐτὴν προξενεῖ τὸν ἀπέραντον καὶ αἰώνιον πλοῦτον καὶ τὰ ἀγαθὰ τὰ μηδεμίαν μεταβολὴν δεχόμενα.
 [01174]  Ταῦτα γὰρ, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχει ροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβου λήν·
000-00-00 Serial Number=0651412427
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02122]  Καὶ σκόπει πῶς καὶ ἐν τῇ συγκρίσει πολλὴν ποιεῖται τὴν ἀσφάλειαν, ὥστε μηδεμίαν δοῦναι τοῖς αἱρετικοῖς λαβήν.
 [07895]  Καὶ οὐ μόνον βουλόμεθα ταῦτα, ἀλλὰ καὶ εὐχόμεθα ταῦτα, ἀλήπτους ὑμᾶς εἶναι, τετελειωμένους, μηδεμίαν παρέχοντας λαβὴν ἡμῖν.
000-00-00 Serial Number=0702909350
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02570]  Ἄρα καὶ τὸν Τιμόθεον τούτου ἕνεκεν ἐκάλει, οὐ τῶν αὐτοῦ ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ εὐαγγελίου, ὥστε μηδεμίαν γενέσθαι [62.656] ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς, τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων, καὶ κωλυόντων θορύβους, καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν.
000-00-00 Serial Number=0299822390
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02410]  Τί δὲ, ἂν τῶν μὲν εἰς σὲ πλημμελημάτων μηδεμίαν ποιοῖτο φροντίδα, ὑπὲρ δὲ τῶν πρὸς τοὺς ὁμοδούλους φροντίζοι, οὐχὶ μείζονα ἐπάξεις τὴν τιμωρίαν;
 [06113]  Ὅταν γοῦν μηδεμίαν ἔχῃ τοιαύτην ἀνάγκην, ὅρα πῶς αὐτὸ συντάττει οὕτω λέγων·
 [07681]  μήτε, ἐπειδὴ μηδεμίαν ἔχει ἰσχὺν, ἀδιαφόρως μετέχετε·
 [07759]  Τουτέστι, μηδεμίαν παρέχετε λαβὴν μηδενί.
000-00-00 Serial Number=0692371845
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00860]  Τί δὲ τὰ ἐναντία, πενία, ἀτιμία, τὸ καταφρονεῖσθαι, τὸ ἀπεῤῥῖφθαι, τὸ μηδεμίαν ἔχειν ἰσχύν;
 [02252]  σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς, ἀποτίσεις ἐκεῖ.
000-00-00 Serial Number=0652357757
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02987]  ∆ιὰ τοῦτο ὁ Θεὸς πόῤῥω ἀπῴκισεν ἐκεῖνα τὰ μέλη, ὥστε μηδεμίαν ἐξ αὐτῶν δέχεσθαι λύμην.
 [03356]  Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.
 [04249]  Καταίσχυνόν σου, φησὶ, τὴν ψυχὴν εἰκῆ καὶ μάτην, πρόσκρουσον τῷ Θεῷ, τὴν φύσιν αὐτὴν ἀγνόησον, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, μηδεμίαν ἔχε αἰδὼ, στῆθι κατ' αὐτῶν.
000-00-00 Serial Number=0296997190
In epistulam ad Colossenses Ante [Go Back]  
 [03469]  Τουτέστι, φυλακτικοὶ γίνεσθε, μηδεμίαν αὐτοῖς λαβὴν διδόντες καθ' ὑμῶν.
 [03480]  Ἐν οἷς μὴ βλάπτουσι, φησὶ, μηδεμίαν αὐτοῖς δίδοτε λαβήν·
 [03486]  μηδεμίαν ἑτέραν ὁ πόλεμος οὗτος ἀρχὴν λαμβανέτω.
000-00-00 Serial Number=0976787388
In epistulam ad Ephesios Ante [Go Back]  
 [00530]  Καίτοι ὁ Θεὸς διὰ τοῦτο τῇ φύσει μέτρον καὶ ὅριον ἔθηκεν, ἵνα μηδεμίαν ἔχωμεν ἀνάγκην τοῦ τὸν πλοῦτον ἐπιζητεῖν, οἷον ἑνὶ ἱματίῳ ἢ καὶ δευτέρῳ περιβάλλεσθαι τὸ σῶμα ἐκέλευσε, καὶ περιττοῦ οὐ χρεία πρὸς τὴν σκέπην.
 [02103]  ∆ιὰ τοῦτο οὕτως ᾠκονομήθη, ὥστε καὶ τὸ πρᾶγμα γενέσθαι, καὶ μηδεμίαν ἀπὸ τοῦ θαύματος ζημίαν συμβῆναι τῷ μέλλοντι σώζεσθαι δεσμοφύλακι.
 [02846]  ἄν τε ἡ κεφαλὴ μηδεμίαν βουληθῇ τῶν ποδῶν ποιήσασθαι τὴν πρόνοιαν, αὕτη πρώτη τὴν βλάβην ἐδέξατο.
 [03706]  καὶ πάλιν, ∆ίκαιος λέγεται ὁ μηδεμίαν ἔχων λαβήν.
000-00-00 Serial Number=0533791304
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01497]  Ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μηδεμίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά.
000-00-00 Serial Number=0761156023
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00287]  Ἐπεὶ οὖν καθαρισμὸν ἐποίησε τῶν ἁμαρτιῶν ἡμῶν, μένωμεν καθαροὶ, καὶ μηδεμίαν δεξώμεθα κηλῖδα, ἀλλὰ τὸ κάλλος, ὅπερ ἡμῖν ἐνέθηκε, καὶ τὴν εὐπρέπειαν διαφυλάττειν οὕτω σπουδάζωμεν ἀμόλυντον καὶ καθαρὰν, ὥστε μηδένα σπῖλον ἔχειν ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.
 [05248]  ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν συνείδησιν ἔχειν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους·
 [05865]  Τῶν δένδρων ὅσαπερ ἂν φυτευθέντα, καὶ χειρῶν γεωργικῶν καὶ τῆς ἄλλης ἐπιμελείας ἀπολαύσαντα, μηδεμίαν παρέχηται τῶν πόνων ἀμοιβὴν, πρόῤῥιζα ἀνασπασθέντα τῷ πυρὶ παραδίδοται.
 [06143]  Ἐννόησον γάρ μοι ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος, καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ' αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν.
 [08054]  Εἰ τοίνυν ὁ μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν ἕνεκεν·
 [08899]  Τουτέστι, κἂν ᾖ τις ῥίζα τοιαύτη, μηδεμίαν βλάστην ἀφῇς ἀνελθεῖν, ἀλλ' ἐκκοπτέσθω, ὥστε μὴ φέρειν τοὺς οἰκείους καρποὺς, ὥστε μὴ καὶ τοὺς ἄλλους μολύνειν καὶ μιαίνειν.
000-00-00 Serial Number=0321432471
In epistulam ad Philippenses Ante [Go Back]  
 [00054]  Φαίνεται δὲ μετὰ πολλῆς αὐτοῖς μάλιστα γράφων τιμῆς, καὶ οὐδὲν προτίθησιν ἐπιπληκτικὸν οὐδαμοῦ, ὅπερ ἦν τεκμήριον τῆς ἀρετῆς αὐτῶν, τὸ μηδεμίαν δοῦναι τῷ διδασκάλῳ λαβὴν, μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ' ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι.
 [00274]  Οὕτω γάρ ἐστι τυραννικὸν ὁ ἔρως ὁ πνευματικὸς, ὡς μηδενὶ παραχωρεῖν καιρῷ, ἀλλ' ἀεὶ τῆς ψυχῆς ἔχεσθαι τοῦ φιλοῦντος, καὶ μηδεμίαν θλῖψιν ἢ ὀδύνην συγχωρεῖν περιγενέσθαι τῆς ψυχῆς.
 [01019]  Κλαῦσον τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας, τοὺς λαβόντας ἐξουσίαν ἀπολούσασθαι αὑτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέντας.
 [03126]  Ἔδει ταύτην ἀφεῖναι τὴν ἀμφιβολίαν παρ' ὑμῖν, καὶ μηδεμίαν ἐπαγαγεῖν τῷ ζητήματι λύσιν, ἀλλὰ ταύτην ὑμᾶς δίκην εἰσπράξασθαι τῆς περὶ τὰς Γραφὰς ὀλιγωρίας·
 [03529]  Οὕτω γὰρ ἔστι συγχέειν αὐτῶν τὴν παράταξιν, καὶ ἐκ περιουσίας κρατεῖν, μηδεμίαν αὐτοῖς διδόντας σχολὴν ἀναπνεῖν.
000-00-00 Serial Number=0100991309
In epistulam ad Romanos Ante [Go Back]  
 [03748]  Οἱ γὰρ ἑκόντες προσελθόντες, καὶ μηδεμίαν ὑπομείναντες ἀνάγκην, ποίαν ἂν σχοίητε συγγνώμην, τίνα δὲ ἀπολογίαν ἐπὶ τὰ πρότερα παλινδρομοῦντες;
 [07385]  ἴδωμεν δὲ, εἰ τοιοῦτον τὸ πτῶμα, ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν.
 [09999]  οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτὸ καταφεύγει θέλημα, καί φησιν, ὅτι ∆ιὰ τοῦτο ἐπείγομαι, καὶ ῥυσθῆναι ἐκεῖθεν εὔχομαι, ἵνα ταχέως ὑμᾶς ἴδω, καὶ ἴδω μεθ' ἡδονῆς, μηδεμίαν ἐκεῖθεν ἐπισυρόμενος ἀθυμίαν.
 [09999]  Οὐδὲν τούτου τοῦ ἐπαίνου ἴσον, τὸ ἄληπτον εἶναι καὶ μηδεμίαν παρέχειν λαβὴν ἐν τοῖς κατὰ Θεὸν πράγμασιν.
000-00-00 Serial Number=0818650246
In epistulam ad Titum Ante [Go Back]  
 [00320]  Ὁ γὰρ πρὸς τὴν ἀπελθοῦσαν μηδεμίαν φυλάξας εὔνοιαν, πῶς ἂν οὗτος γένοιτο προστάτης καλός;
 [00875]  Ὅταν γὰρ καὶ βίος λάμπῃ, καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺ καὶ ἄφατον τὸ κέρδος.
 [00876]  Πολλὴ ἄρα τῆς τοῦ λόγου διακονίας ἡ χρεία, λόγου οὐ τοῦ τυχόντος, ἀλλὰ δοκίμου τινὸς καὶ ἀλήπτου, καὶ μηδεμίαν μηδαμόθεν παρεχομένου τοῖς βουλομένοις πρόφασιν.
 [00982]  Πολλὴν παρὰ τῶν οἰκετῶν ἀπαιτήσας τὴν ἀρετὴν (καὶ γάρ ἐστι πολλὴ τὸ τὴν διδασκαλίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν κοσμεῖν ἐν πᾶσι, καὶ μηδεμίαν διδόναι τοῖς δεσπόταις λαβὴν, μηδὲ ἐν τῷ τυχόντι), ἐπ [62.688] άγει καὶ τὴν αἰτίαν δικαίαν, δι' ἣν ὀφείλουσι τοιοῦτοι εἶναι οἱ οἰκέται.
000-00-00 Serial Number=0184167087
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00197]  τότε λοιπὸν ἀμέριμνος ἔσῃ, μηκέτι πτοούμενος μηδεμίαν πτόησιν.
000-00-00 Serial Number=0469635606
In illud In faciem ei restiti Ante [Go Back]  
 [00370]  Οἱ πρὶν τοὺς ἐξ Ἱεροσολύμων καταβῆναι ἐν Ἀντιοχείᾳ διατρίβοντες, καὶ μηδεμίαν Ἰουδαϊκὴν παρατήρησιν φυλάτ τοντες·
000-00-00 Serial Number=0654672921
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00282]  ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος οὐχὶ οἰκείοις ῥήμασι τὸν νόμον εἰσήγαγεν, ἀλλ' αὐταῖς χρησάμενος ταῖς ῥήσεσιν, αἷς ὁ παρὰ τὴν ἀρχὴν αὐτὸν εἰσαγαγὼν ἔθηκεν, ἵνα μηδεμίαν συγγνώμην καταλείπῃ τοῖς μὴ τηροῦσιν αὐτόν.
000-00-00 Serial Number=0412732363
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00412]  Ἐὰν οὖν ἴδῃς ἰατρὸν εἰσελθόντα εἰς τὴν οἰκίαν, καὶ τοῦ μὲν νοσηροῦ μηδεμίαν πρόνοιαν ποιούμενον, λευκαίνοντα δὲ τοὺς τοίχους, χρυσοῦντα τὸν ὄροφον, οὐ λέγεις, Ἄνθρωπε, ἀνάστησον τὸν νοσοῦντα;
000-00-00 Serial Number=0886539876
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00097]  Μὴ φοβηθῇς μηδένα χειμῶνα βιωτικὸν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικὴν, μὴ φοβηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοὰς, μὴ φροντίσῃς τῶν καταιγίδων καὶ τῶν σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης.
000-00-00 Serial Number=0158659816
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00236]  ἐν τῇ οἰκίᾳ ἐβέβλητο ὁ παῖς, οὐδὲ αὐτὸς εἰδὼς τὸν Χριστὸν, οὐδὲ ὅστις ποτὲ ἦν, πῶς οὖν ἤμελλε τῷ ἀγνοουμένῳ πιστεύειν, καὶ οὗ μηδεμίαν οὐδέπω πεῖραν εἰλήφει;
000-00-00 Serial Number=0449172556
In principium Actorum Ante [Go Back]  
 [01507]  ἂν δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ.
000-00-00 Serial Number=0694516659
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00099]  ∆ιὰ τοῦτό σοι πένητα καὶ ἄγροικον παρήγαγον εὐδοκιμοῦντα, ἵνα μηδεμίαν ἔχῃς πρόφασιν.
000-00-00 Serial Number=0295337379
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02241]  Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδεμίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»