Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μόνην [127]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μόνην


000-00-00 Serial Number=0804104805
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00065]  Ἀνενδεὴς δὲ ὢν ἀεὶ, τοιοῦτον γὰρ τὸ Θεῖον, ἐποίησεν ἀγγέλους, ἀρχαγγέλους, καὶ τὰς ἄλλας τῶν ἀσωμάτων οὐσίας, ἐποίησε δὲ δι' ἕτερον μὲν οὐδὲν, δι' ἀγαθότητα δὲ μόνην.
 [00857]  Ἱκανὸν μὲν οὖν ἐκπλῆξαι ψυχὴν καὶ τὸ πόλιν μίαν ἢ καὶ οἰκίαν μόνην ἐπικλυσθεῖσαν καλυφθῆναι τοῖς κύμασι, τὸ δὲ τὴν οἰκουμένην πᾶσαν τοῦτο παθεῖν, οὐδὲ ἔστιν εἰπεῖν, πῶς ἂν διέθηκε τὸν ἐν μέσῳ τῷ κλυδωνίῳ περιφερόμενον.
 [01774]  Μία γὰρ αὐτῷ παιδίσκη παρακάθηται μόνη τοσαῦτα διακονοῦσα, ὅσα εἰκὸς δύνασθαι γυναῖκά τε οὖσαν, καὶ μόνην, καὶ ἐκ τῆς ἐργασίας διατρεφομένην τῶν χειρῶν.
000-00-00 Serial Number=0770772159
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00031]  μᾶλλον δὲ οὐ ταύτην μόνην, ἀλλὰ καὶ ἑτέραν τοιαύτην, ὡς εἶναι τὴν προειρημένην διπλῆν.
000-00-00 Serial Number=0080914140
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00528]  εἰ δὲ δι' οὐδὲν ἕτερον ἢ δι' ἀγαθότητα μόνην ἐδημιούργησεν ἡμᾶς, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν καὶ ἄθλων καὶ πάντα ὑπὲρ τούτου ποιεῖ καὶ πραγματεύεται ἐκ πρώτης ἡμέρας εἰς τὸ παρόν, τί ποτέ ἐστι τὸ ποιοῦν ἐνδοιάζειν ἡμᾶς;
000-00-00 Serial Number=0707556069
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00016]  Τοῦ γὰρ παρόντος αἰῶνος ὁδοιπόρος κατετάχθης, οὐ κτήτωρ, καὶ τὴν ἐν τῇ κτίσει μόνην ὡς πανδοχείου παροδεύομεν χρῆσιν.
 [00039]  εἰς ὑποκατάστασιν γὰρ τὴν βιωτικὴν πάντες παρελάβομεν κτῆσιν καὶ μόνην ταύτης τὴν χρῆσιν·
000-00-00 Serial Number=0593926668
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00409]  διὰ φιλανθρωπίαν δὲ μόνην ἡμᾶς παρήγαγε καὶ ἅπαντα ταῦτα ἐποίησε δι' ἡμᾶς καὶ ἔτι πολλῷ πλείονα τούτων.
000-00-00 Serial Number=0323425710
Ad illuminandos catecheses Ante [Go Back]  
 [00412]  ψυχὴν γὰρ ἐπιζητεῖ μόνην μετὰ προθυμίας αὐτὴν δεχομένην, καὶ ταῦτα ἅπαντα παρατρέχει τὰ ἔξωθεν.
000-00-00 Serial Number=0906596065
Ad populum Antiochenum Ante [Go Back]  
 [01798]  Μεταγάγωμεν τοίνυν τὸν λόγον ἐπὶ τὴν λύπην, καὶ εὑρήσομεν, ὅτι τῶν ἄλλων μὲν οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὠφελεῖ, ἁμαρτίαν δὲ διορθοῦται μόνην, εὔδηλον ὅτι διὰ τὴν ταύτης ἀναίρεσιν γεγένηται μόνον.
 [01817]  Οὐκοῦν ἐπειδὴ σαφῶς ὁ λόγος ἀπέδειξεν, ὅτι οὔτε ζημίαν χρημάτων, οὔθ' ὕβριν, οὔτ' ἐπήρειαν, οὔτε μάστιγας, οὔτ' ἀῤῥωστίαν, οὔτε θάνατον, οὔτ' ἄλλο τι τῶν τοιούτων ἐπενεχθεῖσα λύπη διορθῶσαι δύναιτ' ἂν, ἀλλ' ἁμαρτίαν ἀφανίσαι μόνην, καὶ ταύτης ἐστὶν ἀναιρετικὴ, εὔδηλον ὅτι διὰ ταύτην ἐγένετο μόνην Μηκέτι οὖν ἐπὶ ζημίᾳ χρημάτων ἀλγῶμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, ἀλγῶμεν μόνον.
 [02363]  Πολλὰ μὲν καὶ περὶ πολλῶν χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, ἀπὸ δὲ τῶν πολλῶν εἰ μὴ πάντα κατέχειν ὑμῖν δυνατὸν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνημονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι' οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ' ἢ δι' ἁμαρτίαν μόνην, καὶ τοῦτο ἐδήλωσε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας.
000-00-00 Serial Number=0029582560
Admonitiones spirituales Ante [Go Back]  
 [00116]  ἐλέησόν με τὴν μόνην·
000-00-00 Serial Number=0480630398
Adversus Judaeos Ante [Go Back]  
 [00011]  Ὁ δὲ Παῦλος οὐκ εἰς αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ' εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ αὐτῆς τῆς προνοίας μέρος μικρὸν ἀπολαβὼν, ὃ περὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἐπεδείξατο, ὥσπερ πέλαγος ἀχανὲς καὶ ἀκατάληπτον ἰδὼν, οὕτως ἐβόησεν·
 [00479]  Ὥστε ὅταν ἀκούσῃς αὐτοῦ βοῶντος καὶ λέγοντος, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, τὴν φωνὴν εἶναι Παύλου μόνην νόμιζε, τὸ νόημα δὲ καὶ τὸ δόγμα τοῦ ἔνδοθεν αὐτῷ ἐνηχοῦντος Χριστοῦ.
 [01148]  ∆υοῖν γὰρ θάτερον ἐχρῆν ποιεῖν αὐτὸν, βουλόμενον αὐτὰ μένειν, ἢ μὴ κελεῦσαι ἐν ἑνὶ τόπῳ θύειν, πανταχοῦ τῆς οἰκουμένης μέλλοντα διασπείρειν ὑμᾶς, ἢ βουλόμενον ὑμᾶς ἐκεῖ θύειν μόνον, μὴ πανταχοῦ τῆς οἰκουμένης διασπεῖραι καὶ μόνην ἐκείνην τὴν πόλιν ποιῆσαι ἄβατον ἐν ᾗ μόνῃ τὴν θυσίαν ἀναφέρεσθαι ἐχρῆν.
 [01551]  οὕτω δὴ καὶ ἡμᾶς ἀπάλλαξον τῶν παρόντων κακῶν διὰ τὴν φιλανθρωπίαν σου μόνην·
 [01842]  Ἄλλως δὲ, καὶ αὐτὴν τὴν θυσίαν εἴ τις παραβάλοι, πολὺ τὸ μέσον εὑρήσει καὶ ἄπειρον καὶ τοσοῦτον, ὡς ταύτην κυρίως μόνην κατὰ τὸν τῆς συγκρίσεως λόγον λέγεσθαι καθαράν.
000-00-00 Serial Number=0354964912
Catecheses ad illuminandos Ante [Go Back]  
 [00312]  Ἵν' ὅταν ἴδῃς τῶν ὑδάτων τὴν κολυμβήθραν καὶ τὴν χεῖρα τοῦ ἱερέως ἐφαπτομένην σου τῆς κεφαλῆς, μήτε ἐκεῖνο ἁπλῶς ὕδωρ μόνον εἶναι νομίσῃς μήτε τὴν χεῖρα μόνην τοῦ ἀρχιερέως ἐπικεῖσθαί σου τῇ κεφαλῇ.
000-00-00 Serial Number=0987027287
Commentarius in Job Ante [Go Back]  
 [02135]  δι' ἀγαθότητα μόνην.
000-00-00 Serial Number=0513142407
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00334]  οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ' ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος.
000-00-00 Serial Number=0105390310
Contra theatra Ante [Go Back]  
 [00203]  ∆έδοικα μὴ τεκνοκτονίας μέμψεις ὑποσχῇς παρὰ τῷ φιλανθρώπῳ διὰ μόνην τὴν συγκατάθεσιν.
 [00361]  οὐδὲ φωνὴν ἀφίησιν, ὡς ἀμνὸς, ἀλλ' ἄφωνος κεῖται καὶ ἄλαλος, καὶ ἀφελέστερος καὶ προβάτου πρὸς μόνην βλέπει τὴν δεξιὰν, ἣν πολλάκις ὡς φιλοστόργου πατρὸς κατεφίλησε, τάχα δὲ καὶ νῦν, μετὰ τοῦ ξίφους ἐχομένην αὐτὴν ὁρῶν, καταφιλῆσαι θέλει.
000-00-00 Serial Number=0504366815
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00343]  Μᾶλλον δὲ οἱ μὲν ἐπιεικέστεροι διὰ τοῦτο μόνον ἐκεῖσε ἔρχονται, οἱ δὲ ἐκείνων ἐλάττους δι' ἀμφότερα, οἱ δὲ ἔτι τούτων ἀτελέστερον διακείμενοι διὰ μόνην μὲν ἀναβαίνουσι τὴν τρυφήν.
000-00-00 Serial Number=0717776656
De Chananaea Ante [Go Back]  
 [00197]  Ἀλλ' οὐ τολμῶ αὐτὴν καταλιπεῖν μόνην.
000-00-00 Serial Number=0034029067
De Christi precibus Ante [Go Back]  
 [00302]  Καὶ ἡμεῖς δὲ αὐτοὶ μὴ τὴν πίστιν μόνην ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν νομίζωμεν, ἀλλὰ καὶ πολιτείας ἐπιμελώμεθα, καὶ βίον ἄριστον ἐπιδειξώμεθα, ἵν' ἑκατέρωθεν ἡμῖν ἀπηρτισμένα ᾖ τὰ τῆς ὠφελείας.
000-00-00 Serial Number=0653326035
De Davide et Saule Ante [Go Back]  
 [00678]  Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνην, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται·
000-00-00 Serial Number=0778772533
De Maccabeis Ante [Go Back]  
 [00149]  καὶ γὰρ χθὲς τὴν μητέρα ἀπολαβόντες μόνην εἰς αὐτὴν τὸν λόγον ἀνηλώσαμεν·
000-00-00 Serial Number=0389920831
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00145]  Τούτῳ τοίνυν θαῤῥῶν, τὴν ἐφήμερον μόνην αἴτει τροφὴν, τῆς δὲ αὔριον αὐτῷ κατάλιπε τὴν φροντίδα, ὡς καὶ ὁ μακάριος ἔλεγε ∆αυΐδ·
000-00-00 Serial Number=0781512558
De consubstantiali Ante [Go Back]  
 [00320]  ἀλλ' ἐπειδὴ εὐχὴν οὐκ εἶχε, περιῄει Ἡλίαν ζητῶν, ἄνθρωπον οὐδὲ καταγώγιον ἔχοντα, οὐδὲ ἱμάτιον, ἀλλ' ἢ μηλωτὴν μόνην.
000-00-00 Serial Number=0369127512
De continentia Ante [Go Back]  
 [00016]  Οὐ τοίνυν ἐν τοῖς ἀνθρώποις μόνοις ἔστιν ἰδεῖν τῶν ὁμοίων τὸν ζῆλον, ἀλλὰ καὶ περιστεραὶ πολλάκις ἰδοῦσαι μόνην ἀπαρξαμένην τῆς πτήσεως ἀκολουθοῦσιν ὀξέως·
000-00-00 Serial Number=0006612241
De incomprehensibili dei natura Ante [Go Back]  
 [01135]  Εἰ γὰρ τὸ Θεὸς ὄνομα τοῦτο τοῦ Πατρὸς μόνον ἦν καὶ ἄλλην οὐκ ἠδύνατο δηλοῦν ἡμῖν ὑπόστασιν, ἀλλ' ἐκείνην μόνην τὴν ἀγέννητον καὶ πρώτην, ὡς ἴδιον αὐτῆς μόνης ὂν καὶ γνωριστικόν, περιττῶς ἡ τοῦ Πατρὸς κεῖται προσθήκη·
000-00-00 Serial Number=0830669284
De jejunio et eleemosyna Ante [Go Back]  
 [00129]  Αἱ πέντε παρθένοι αἱ μωραὶ, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα·
000-00-00 Serial Number=0336464465
De libello repudii Ante [Go Back]  
 [00122]  Εἰ γὰρ τελευτήσαντος τοῦ συνοικοῦντος, τὴν γυναῖκά τις τὴν ἐκείνου λαβὼν, εἶτα τὴν εἰκόνα μόνην ἀνακειμένην ἰδὼν, ἔπαθέ τι καὶ ἐδυσχέρανεν, ὡς ζῶντα τὸν ἄνδρα ὁρῶν τῆς αὐτῷ συνοικούσης, ποῖον βιώσεται βίον;
 [00151]  Ὅταν γὰρ ὁ σύνδουλός σου, τὸ αὐτὸ σῶμα ἔχων, τὴν αὐτὴν ἐπιθυμίαν κεκτημένος, ὑπὸ τῆς αὐτῆς ἀνάγκης ὠθούμενος, μηδεμίαν ἑτέραν ἴδῃ γυναῖκα, ἀλλὰ μένῃ τὴν αὐτοῦ στέργων μόνην, ποίαν ἕξεις ἀπολογίαν σὺ τὴν ἐπιθυμίαν προβαλλόμενος;
000-00-00 Serial Number=0322679996
De mutatione nominum Ante [Go Back]  
 [00120]  Εἰ γὰρ ἐπιγραφὴν μόνην ὑμῖν ἀναγινώσκοντες καὶ ἐξηγούμενοι, τὸ ἥμισυ τῆς ἑορτῆς ἀνηλώσαμεν, εἰ καὶ πρὸς τὸ πέλαγος αὐτὸ τοῦ βιβλίου ἀπὸ τοῦ προοιμίου ἀρξάμενοι, τὸν λόγον ἀφεῖναι ἐπεχειρήσαμεν, πόσον ἂν ἀνηλώσαμεν χρόνον, ὥστε φθάσαι εἰς τὰ κατὰ τὸν Παῦλον διηγήματα;
000-00-00 Serial Number=0540730178
De paenitentia [1] Ante [Go Back]  
 [00842]  Εἰ γὰρ μίαν ὁδὸν εἴχομεν μόνην, διὰ ταύτης εἰσελθεῖν οὐκ ἂν ἠδυνήθημεν.
 [01787]  Οὐ γὰρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσαν τὴν ἱστορίαν, ἀλλὰ μόνην παραγαγεῖν τὴν μαρτυρίαν.
 [02711]  Ἑκατὸν ἑξήκοντα ὀκτὼ ὥρας ἐχούσης τῆς ἑβδομάδος, μίαν καὶ μόνην ὥραν ἀφώρισεν ἑαυτῷ ὁ Θεός·
000-00-00 Serial Number=0293989301
De precatione [1] Ante [Go Back]  
 [00076]  ἐγὼ δὲ εἰ μόνην ἐξαρκεῖν πρὸς τὴν ἡμετέραν σωτηρίαν τὴν προσευχὴν ἐνόμιζον, εἰκότως ἄν τις τούτοις ἐκέχρητο τοῖς λόγοις·
000-00-00 Serial Number=0999482930
De sacerdotio Ante [Go Back]  
 [01492]  σὺ δὲ ἐκ τῆς εἰκόνος τὴν ἀθυμίαν σύλλεγε μόνην.
000-00-00 Serial Number=0424689054
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00035]  Αὕτη δὲ βουλὴν οὕτω φρικτὴν καὶ φοβερὰν ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ ὑποδέξασθαι, καὶ ψηφίσασθαι, καὶ τοῖς ἔργοις πληρῶσαι ἴσχυσε, καὶ οὔτε τὸ φοβερὸν τῶν παρόντων, οὐχ ἡ ὀξύτης τοῦ καιροῦ, οὐχ ἡ ἐρημία τῆς ἐπιβουλευομένης, οὐ τὸ μόνην ἔνδον ἀπειλῆφθαι, οὐκ ἄλλο οὐδὲν τοιοῦτον ἐθορύβησε τὴν μακαρίαν ἐκείνην·
000-00-00 Serial Number=0211509645
De virginitate Ante [Go Back]  
 [01174]  Τίς δ' ἀνάσχοιτο εἰς τοσοῦτον ἀγῶνα κατιέναι μέλλων τοσούτων ἱδρώτων γέμοντα ταύτην μόνην ἀπολαμβάνειν τὴν ἀμοιβήν;
 [01371]  Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἀποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμει δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων, καὶ ὅσῳπερ ἂν εἰς πλειόνας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ, καὶ καθ' ἕκαστον τούτων εἴτε ζημία χρημάτων εἴτε σώματος ἀρρωστία εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν.
 [01446]  Οὐδὲ γὰρ εἴ τις ἐν χιλίοις ἔτεσι μίαν νύκτα μόνην εἶδεν ὄναρ χρηστόν, πλέον ἔχειν τι τοῦτον φήσομεν τοῦ μὴ ταύτης ἀπολελαυκότος τῆς ὄψεως.
000-00-00 Serial Number=0601230979
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01886]  εἰ δὲ ἠμελημένος ἔμεινε, νηστείαν μὲν ἔχων ἐπιδείξασθαι μόνην, τῶν δὲ ἄλλων οὐδὲν κατωρθωκὼς, ἔξω μενέτω, καὶ τότε εἰσιέτω, ὅταν ἅπαντα ἐκκαθάρῃ τὰ ἁμαρτήματα.
 [02495]  Εἰ γὰρ μεγάλα αὐτῷ τὰ παρόντα ἐνόμιζεν εἶναι, οὐκ ἂν μηλωτὴν ἐκτήσατο μόνην.
 [02529]  Οὐδὲν γὰρ οὕτως ἡδονὴν καὶ ὑγείαν ἐργάζεται, ὡς τὸ πεινῶντα καὶ διψῶντα οὕτω τῶν προκειμένων ἅπτεσθαι, καὶ κόρον εἰδέναι τὴν [63.647] χρείαν μόνην, καὶ μὴ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι.
 [02911]  Εἰ γὰρ τελευτήσαντός τινος, τὴν γυναῖκά τις τὴν ἐκείνου λαβὼν, εἶτα τὴν εἰκόνα μόνην ἀνακειμένην ἰδὼν, ἔπαθέ τι καὶ ἐδυσχέρανεν·
 [03357]  αὐτὴν ἀναμένει μόνην τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν·
 [03437]  ὄψει γὰρ μετ' οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γενόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων καθιστάμενον, καὶ οὐδὲν ὅλως μεθ' ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα (οὐδὲ γὰρ συναποδημοῦσι τοῖς ἐντεῦθεν μεθισταμένοις), ἀλλ' ἐνταῦθα ἅπαντα καταλιπόντα, καὶ μόνην τὴν κακίαν περιβεβλημένον, καὶ τὰ ἐκ ταύτης αὐτῷ τῶν ἁμαρτημάτων συλλεγέντα φορτία.
 [08378]  καὶ, εἰ βούλεσθε, ἀνωτέρω τὸν λόγον ἀγαγόντες πειρασόμεθα δεῖξαι, ὅτι καὶ μηδενὸς προϋπηργμένου τῷ ἀνθρώπῳ κατορθώματος, δι' ἀγαθότητα μόνην καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα αὐτῷ ἐδωρήσατο.
 [08383]  ἐποίησε δὲ δι' ἕτερον μὲν οὐδὲν, δι' ἀγαθότητα δὲ μόνην·
 [08549]  ∆ιὰ δὲ τοῦτο καὶ ἀρχόμενος οὐχ ἁπλῶς εἶπεν, Ἰδοὺ παρθένος, ἀλλὰ, Ἰδοὺ ἡ παρθένος, τῇ προσθήκῃ τοῦ ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην ἡμῖν αἰνιττόμενος.
 [09999]  Ἑκατὸν ἑξήκοντα ὀκτὼ ὡρῶν ἐχούσης τῆς ἑβδομάδος, μίαν καὶ μόνην ὥραν ἀφώρισεν ὁ Θεός·
000-00-00 Serial Number=0369017661
Epistula ad Cyriacum Ante [Go Back]  
 [00462]  Καὶ ὁ μέγας δὲ Ἠλίας ἐκεῖνος διὰ τὸν τούτου φόβον δραπέτης καὶ φυγὰς καὶ μετανάστης ἐγίνετο ἀπειλὴν μόνην δείσας πορνευομένης καὶ ἐναγοῦς γυναικός.
000-00-00 Serial Number=0692305565
Epistulae Ante [Go Back]  
 [00522]  Ἐξ οὗ γὰρ ἐντεῦθεν ἀπῆρας, δευτέραν ταύτην ἐδεξάμεθα μόνην ἐπιστολήν·
 [01192]  Πολὺ δὲ ἐξεπλάγην καὶ τὸ σὸν, ὅτι τετάρτην ταύτην ἐπιστολὴν ἢ καὶ πέμπτην ἐπεσταλκὼς τῇ διαθέσει σου καὶ τῇ κοσμιότητι, μίαν ἐδεξάμην καὶ μόνην.
 [01480]  Ἐξ οὗ γὰρ ἐντεῦθεν ἀπῆρας, δευτέραν ταύτην ἐδεξάμεθα μόνην ἐπιστολήν·
 [02150]  Πολὺ δὲ ἐξεπλάγην καὶ τὸ σὸν, ὅτι τετάρτην ταύτην ἐπιστολὴν ἢ καὶ πέμπτην ἐπεσταλκὼς τῇ διαθέσει σου καὶ τῇ κοσμιότητι, μίαν ἐδεξάμην καὶ μόνην.
 [02373]  Καὶ γὰρ ἣν μόνην εἶχον παραμυθίαν τοῦ πικροτάτου τούτου χωρισμοῦ, τὸ διὰ γραμμάτων ὑμῖν ὁμιλεῖν, καὶ ταύτην ἐπελθὼν ἡμᾶς ἀφείλετο, τὰς ὁδοὺς ἀποκλείσας τῇ πολλῇ τῆς χιόνος φορᾷ, καὶ οὔτε ἔξωθεν παραγενέσθαι καὶ συγγενέσθαι ἡμῖν, οὔτε ἐντεῦθεν ἀναστῆναι καὶ ἀποδημῆσαι πρὸς ὑμᾶς ἀφείς.
000-00-00 Serial Number=0529998004
Expositiones in Psalmos Ante [Go Back]  
 [03585]  Οὔτε γὰρ μόνην τὴν παρὰ τοῦ Θεοῦ λέγει τιμωρίαν, ἐπειδὴ μέλλει πολλάκις καὶ βραδύνει·
 [03586]  οὔτε μόνην τὴν ἀπὸ τῆς κακίας, ἐπειδὴ πολλοὶ ταύτῃ καὶ ἐμφιλοχωροῦσιν·
 [05348]  Οὔτε γὰρ μόνην τὴν παρὰ τοῦ Θεοῦ λέγει τιμωρίαν, ἐπειδὴ μέλλει πολλάκις καὶ βραδύνει·
 [05349]  οὔτε μόνην τὴν ἀπὸ τῆς κακίας, ἐπειδὴ πολλοὶ ταύτῃ καὶ ἐμφιλοχωροῦσιν·
 [07214]  Εἶτα πάλιν δεικνὺς ὅτι οὐκ ἀνθρωπίνης ἦν ἐννοίας τὰ λεγόμενα, καὶ μελέτης καὶ συνθήκης, ἀλλὰ θείας χάριτος καὶ τὴν γλῶτταν μόνην αὐτὸς ἐδάνεισεν, ἐπήγαγεν·
000-00-00 Serial Number=0531752229
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00511]  εἰ τεταπεινωμένη καὶ κατειργασμένη, πορνεῦσαι ἐζήτησεν, ἀλλ', ἄνεσιν μόνην, καὶ οὐχ ἁπλῶς Πορνεύσω, ἀλλὰ ∆ιαχυθήσομαι.
 [00848]  Ἀμέτρητος ἡ τοῦ ∆εσπότου φιλανθρωπία, μετὰ γὰρ [64.785] τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν, διδάσκει δὲ ταύτης τὸν τρόπον.
 [00897]  *Τουτέστιν, ἐπὶ τῆς ψυχῆς ἕξουσι τὸ γνήσιον τῆς εὐσεβείας, ὥστε καὶ αὐτὴν μόνην τὴν πόλιν ὁρῶντας, φαντάζεσθαι τὸν Θεόν.
 [01079]  ὄντως γὰρ ὄντως, οὐ διὰ τὴν γέενναν δεῖ μόνην χαλεπαίνειν, ἀλλ' ὅτι ὀργίζεται Θεός.
000-00-00 Serial Number=0169494927
Fragmenta in Job Ante [Go Back]  
 [00561]  Ἐλέγχειν γὰρ οἶδε συμφορὰ γνώμην ἀπαιδαγώγητον, τρυφὴν καὶ μόνην [ἴσ.
 [00562]  καὶ τρυφὴν μόνην] τῆς περὶ σὲ θεραπείας, ὑπόθεσιν ἔχουσαν·
000-00-00 Serial Number=0764750719
Fragmenta in Proverbia Ante [Go Back]  
 [01643]  [83] α.] Πρακτικὴν ἀρετὴν ἔχειν μόνην ἄμεινον, ἢ γνῶσιν ἐψευσμένην.
000-00-00 Serial Number=0141031682
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00079]  γυμνὴν μόνην εἰ ἔδειξε τὴν θεότητα, τοῦτο πόσης λαμπρότητος καὶ φαιδρότητος μεῖζον οὐκ ἂν ἦν;
000-00-00 Serial Number=0463543773
In Acta apostolorum Ante [Go Back]  
 [01660]  ἀλλὰ τὴν προφητείαν μόνην εἰσήγαγε καθ' ἑαυτὴν ἀγωνιζομένην.
 [04212]  Οὐχ ἁπλῶς τὴν ἀνάστασιν τοῦτο μόνην, ἀλλὰ καὶ τὴν ὕψωσιν, τουτέστι, τὴν ἀνάληψιν, δηλοῖ.
000-00-00 Serial Number=0329442561
In Genesim sermo 3 Ante [Go Back]  
 [00012]  οὐ τὸν ἔξω ἄνθρωπον εἰς μετεωρισμοὺς καὶ γέλωτας καὶ εἰς βάραθρα ἀκολασίας ἐμβάλλουσα, ἀλλὰ τὸν ἔνδον πρὸς θεογνωσίας ἀνάπτουσα ἔρωτα, καὶ τῶν βιωτικῶν ἁπάντων ἀπαρνουμένη τὴν σύνθεσίν τε καὶ σύγκρασιν, πρὸς μόνην τὴν τῆς βασιλείας ἀείζωον ἀναβιβάζει ὁδόν.
000-00-00 Serial Number=0668941021
In Genesim sermones Ante [Go Back]  
 [01071]  τὸ δὲ χάρισμα οὐκ ἐκείνην μόνην τὴν ἁμαρτίαν ἔλυσεν, ἀλλὰ καὶ ἑτέρας πολλάς.
000-00-00 Serial Number=0526361167
In Isaiam Ante [Go Back]  
 [00215]  Ὅταν γὰρ μηδεὶς ὁ βοηθῶν ᾖ, τότε ἀνάγκη συγκεκλεῖσθαι, τὴν ἀπὸ τῶν τειχῶν ἀσφάλειαν μόνην ἐκδεχομένους.
 [01040]  καὶ Σολομῶν ἡνίκα μὲν δωδεκαέτης ἦν, τῷ Θεῷ διελέγετο καὶ πολλῆς ἀπήλαυε παρρησίας, καὶ ἀνεκηρύττετο καὶ ἐστεφανοῦτο καὶ θέατρον ἀπὸ τῶν βαρβάρων τῆς ἑαυτοῦ σοφίας ἐκάθιζε καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ ἤδη καὶ γυναῖκες πόρρωθεν ἐπιοῦσαι ταύτην μόνην τῆς ἀποδημίας τὴν ὑπόθεσιν εἶχον, τὸ μαθεῖν τι καὶ ἀκοῦσαι παρὰ τῆς ἐκείνου φωνῆς·
 [02413]  Ἰδοὺ παρθένος, ἀλλ' ἰδοὺ ἡ παρθένος, τῇ προσθήκῃ τοῦ ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην ἡμῖν αἰνιττόμενος.
000-00-00 Serial Number=0263854146
In Joannem Ante [Go Back]  
 [00660]  Ὄψιν γὰρ ἔχει μόνην λαμπρὰν, τὰ δὲ ἔνδον αὐτῆς οὐκ ἔτι κενὰ μόνον, ἀλλὰ καὶ ἀτιμίας ἀνάμεστα, καὶ ὠμῆς γέμει τῆς τυραννίδος.
 [00705]  Εἰ γὰρ ἐθέλοιμεν καὶ ταύτης ἐπιτυχεῖν τῆς δόξης, τότε αὐτῆς ἐπιτευξόμεθα, ὅταν τὴν παρὰ τοῦ Θεοῦ ζητῶμεν μόνην.
 [01537]  Ἀνανήψατε τοίνυν ποτὲ καὶ διεγέρθητε, καὶ ἐννοήσαντες τίνος ἐσμὲν οἰκέται, τὴν τούτου βασιλείαν ἀγαπήσωμεν μόνην·
 [05549]  Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθέν φαμεν ἀρκεῖν τὴν πίστιν εἰς σωτηρίαν μόνην.
000-00-00 Serial Number=0309614956
In Psalmos 101-107 Ante [Go Back]  
 [00287]  Πίστιν γὰρ ἡ νύμφη προσ ενήνοχε μόνην.
 [01100]  Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη.
000-00-00 Serial Number=0835113287
In Samaritanam Ante [Go Back]  
 [00189]  ∆ιὰ γὰρ τοῦτο παρεγενόμην, οὐχ ἵνα μόνην τὴν Εὔαν σώσω διὰ τῆς ἀειπαρθένου Μαρίας καὶ θεοτόκου, ἀλλ' ἵνα καὶ τὸν ἄνδρα δι' ἐμοῦ εἰς τὸν παράδεισον πάλιν ἀνακαλέσωμαι.
 [00331]  ὁ μετὰ τοῦ Πατρὸς συμβα σιλεύων βασιλείαν τὴν ἀτελεύτητον, μόνος πρὸς μόνην τὴν γυναῖκα ὡμίλει.
000-00-00 Serial Number=0957776010
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02600]  καὶ ὁ Θεὸς τῆς παρούσης ἡμέρας λέγομεν, καὶ οὐκ εἰς ἐκείνην μόνην συγκλείοντες αὐτοῦ τὴν ἀρχὴν, τοῦτό φαμεν·
000-00-00 Serial Number=0429814696
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02761]  Ἢ καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὐκ ἐκείνους ὁρῶμεν χάριν ἔχοντας τῶν οἰκετῶν, ὅσοι μὴ τὰ αὐτῶν μεριμνῶσιν, ἀλλὰ τὰ τῶν δεσποτῶν πάσῃ ψυχῇ καὶ προθυμίᾳ, οὐ δι' ἀνάγκην μόνην δεσποτικὴν, ἀλλὰ καὶ διὰ προθυμίαν καὶ διὰ φιλοστοργίαν εὖ διατιθῶσιν ἅπαντα;
000-00-00 Serial Number=0681118071
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03675]  Οὐδὲ γὰρ ἂν ἀθλητὴς τὴν μίαν μόνην νικήσας πάλην στεφανωθῇ, πάλιν στεφανοῦται καταπεσών.
 [07359]  καὶ μίαν οἶδε παραμυθίαν μόνην τῶν κατεχόντων αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦθεν ἀπαλλαγήν.
 [09999]  παρὰ στιγμὴν μόνην, καὶ παρὰ ὑπόκρι-σιν μόνην ἀναγνώσεως πολλὰ πολλάκις ἄτοπα ἐτέχθη νοήματα.
 [09999]  Ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσει, ἀλλ' ἢ κενοδοξίαν μόνην.
000-00-00 Serial Number=0362449646
In epistulam ad Ephesios Ante [Go Back]  
 [04178]  Ἐπειδὴ γὰρ πρὸς τὴν βλάβην ἑώρα μόνην τοῦ πατρὸς, ἐν τοῖς ἄλλοις τετύφλωτο πᾶσιν.
000-00-00 Serial Number=0700229824
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00305]  Καὶ μὴν μίαν μόνην, ἢ δευτέραν ἐπεισῆγον ἐντολὴν, τὴν τῆς περιτομῆς, καὶ τὴν τῶν ἡμερῶν μόνον καινοτομοῦντες·
000-00-00 Serial Number=0479064584
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00642]  Οἱ γὰρ βουλόμενοι αὐτοῖς χρῆσθαι εἰς οἰκείαν μόνην ἀπόλαυσιν, ἀφαιροῦνται αὐτὰ καὶ ἄκοντες, καὶ πρὸ μὲν τῆς τελευτῆς πολλάκις, ἐν δὲ τῇ τελευτῇ πάντως.
 [04291]  Ἀλλὰ καὶ ἐνταῦθα κατηγοροῦσιν ἡμῶν Ἕλληνες, ὁλοκλήρους οὐσίας κενώσαντες διὰ κενοδοξίαν μόνην.
 [08524]  οὐ γὰρ διά τι τῶν αὑτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι' ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν·
000-00-00 Serial Number=0953534424
In epistulam ad Romanos Ante [Go Back]  
 [00017]  Εἰ γὰρ καὶ αἰσχρὸν τοσαύτην ἀπαιτῆσαι παρ' ὑμῶν μόνην, πλὴν ἀλλ' ἀγαπητὸν, ἂν τοσαύτην γοῦν δῶτε.
 [01929]  Καὶ γὰρ τρεῖς τίθησιν ὑπερβολὰς ὁ προφήτης, ὅτι τε πάντες ὁμοῦ τὰ κακὰ ἔπραττον, λέγων, καὶ ὅτι οὐκ ἀνέμιξαν τὰ καλὰ τοῖς κακοῖς, ἀλλὰ τὴν πονηρίαν μόνην μετῄεσαν, καὶ ὅτι μετ' ἐπιτάσεως ταύτην ἁπάσης.
 [03283]  Ἵνα γὰρ τὸ, ὡς, καὶ τὸ, οὕτω, τιθέμενον, μὴ ἴσον εἰσάγῃ μέτρον τῶν ἀγαθῶν πρὸς τὰ κακὰ, μηδὲ νομίσῃς ἀκούων τὸν Ἀδὰμ, ἐκείνην ἀνῃρῆσθαι μόνην τὴν ἁμαρτίαν, ἣν ἐκεῖνος εἰσήνεγκε, λέγει ὅτι πολλῶν παραπτωμάτων ἡ ἀναίρεσις γέγονε.
000-00-00 Serial Number=0534702539
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00024]  Φέρε οὖν, εἰς αὐτὴν μόνην ἅπασαν τὴν διάλεξιν ἀναλώσωμεν, μᾶλλον δὲ οὐδὲ ἀρκέσομεν σήμερον τὰ ἐγκείμενα ἅπαντα τοῖς ὀλίγοις τούτοις ῥήμασιν ἀνιμήσασθαι σπουδάσαντες ὑμῖν νοήματα, ἀλλὰ ἀνάγκη καὶ εἰς ἑτέραν ὑμῖν ἡμέραν ταμιευθῆναι τὴν τῶν θεωρημάτων περιουσίαν, τῶν τικτομένων ἀπὸ τῆς ὀλίγης ταύτης προσρήσεως.
 [00341]  πρὸς δὲ τὴν ὄψιν μόνην οὐκ ἂν κατεπλάγησαν τῶν στρατοπέδων, ἐν λίμναις καὶ ποταμοῖς καὶ ἀκατίοις τραφέντες μικροῖς;
000-00-00 Serial Number=0464965284
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00191]  οὗτοι δὲ ἔσχατοι, πάντων τούτων ἔρημοι καθεστῶτες, πρὸς μόνην τὴν φιλανθρωπίαν τὴν ἐμὴν ἀποβλέπουσιν.
000-00-00 Serial Number=0590375781
In parabolam de filio prodigo Ante [Go Back]  
 [00112]  Ὢ τῆς ἀφάτου τε καὶ φοβερᾶς εὐσπλαγχνίας! ὢ παραδόξου φιλανθρωπίας! ὢ ξένων καταλλαγῶν! Ἔπεισεν εὐθὺς τὸν Θεὸν εἰς ῥοπὴν μίαν μόνην καὶ συγκαταβῆναι τοῖς δάκρυσι, καὶ παραδραμεῖν πλῆθος τοσοῦτον.
000-00-00 Serial Number=0653048098
In pharisaeum et meretricem Ante [Go Back]  
 [00076]  Ὑποδείξω τῷ εἰδότι τὰ ἕλκη, καὶ λαβῶ τὸ φάρμακον, Εἰσέλθω πρὸς τὴν μόνην ζωὴν, ἡ διὰ τῆς φαυλοτάτης ζωῆς ἐμαυτὴν ἀποσχοινίσασα τῆς ζωῆς·
 [00231]  Βλέπεις ταύτην τὴν γυναῖκα τὴν αὐτόκλητον ἐπεισελθοῦσαν ἡμῖν, τὴν ἐπιδεικνυμένην ἀναίδειαν ἐπαινουμένην, τὴν ἀσκοῦσαν ἀναισχυντίαν ἀγαπωμένην, τὴν ὁδηγὸν τῆς πρὸς ἐμὲ φερούσης ὁδοῦ, τὴν ἡγεμόνα τῆς εὐσεβείας, τὴν διδάσκαλον τῆς μετανοίας, τὴν ἔργῳ τὰ πράγματα διδάξασαν, τὴν ἄπαυστα κλαίουσαν, τὴν παῤῥησίαν τῶν ἁμαρτωλῶν, τὴν κήρυκα τῆς ἐμῆς εὐσπλαγχνίας, τὴν ἐκκλησίαν τὸν σὸν οἶκον ποιήσασαν, τὴν μόνην μόνῳ προσευχομένην, τὴν ἄνθρωπόν με θεωροῦσαν καὶ ὡς Θεὸν ἱκετεύουσαν, μὴ δορυφόρους, μὴ βῆμα δικαστικὸν, καὶ ὡς κριτήν με γονυπετοῦσαν, τὸν κείμενον προσκυνοῦσαν;
 [00262]  ∆ιὰ μόνην φιλανθρωπίαν ἔλαβον τὴν τοῦ δούλου μορφήν.
000-00-00 Serial Number=0585819721
In proditionem Judae [1] Ante [Go Back]  
 [00068]  Ὁ μὲν γὰρ προσήγαγε πάντα τὰ τῆς σωτηρίας φάρμακα, ὁ δὲ ταῦτα οὐκ ἠθέλησε δέξασθαι, ἀλλὰ μόνην τὴν φιλαργυρίαν εἰδὼς, ἠγάπησε μᾶλλον τὸν χρυσὸν ἢ τὸν Χριστὸν, καὶ γέγονε περὶ τοὺς μισθωσαμένους εὔνους τε καὶ πιστός.
000-00-00 Serial Number=0112639129
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00122]  Ὁ Πατὴρ ὁ σὸς διὰ μόνην ἁμαρτίαν τὸν Ἀδὰμ ἐξήγαγεν ἐκ τοῦ παραδείσου, καὶ σὺ τὸν λῃστὴν εἰσάγεις, τὸν μυρίοις κακοῖς καὶ μυρίαις παρανομίαις ὑπεύθυνον;
000-00-00 Serial Number=0494278073
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00188]  Οὗτός ἐστιν ὁ βαπτισθεὶς, οὐ διὰ χρείαν ἰδίαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν, ὁ παρὰ τοῦ ἁγίου Πνεύματος μαρτυρούμενος, ὁ παρ' ἐμοῦ τοῦ σαφῶς ἰδόντος αὐτὸν κηρυττόμενος·
000-00-00 Serial Number=0650569737
In sanctum Romanum Ante [Go Back]  
 [00095]  οὗτος δὲ οὐχὶ τὴν κεφαλὴν, ἀλλὰ τὴν γλῶτταν μόνην.
000-00-00 Serial Number=0715569258
In sanctum pascha [1] Ante [Go Back]  
 [00131]  Πάλιν γὰρ ἐκεῖ μὲν πένης ἐν κατηφείᾳ, ὁ δὲ πλούσιος ἐν φαιδρότητι, οὐ διὰ τὴν τράπεζαν μόνην, καὶ τὴν πολυτέλειαν, ἀλλὰ καὶ διὰ τὰ ἱμάτια τὰ φαιδρὰ, καὶ τῆς ἐσθῆτος τὴν φαντασίαν.
000-00-00 Serial Number=0606447160
In sanctum pascha [3] Ante [Go Back]  
 [00004]  Ὥσπερ δὲ ὁ ἄπειρος ὑπάρχων θαλάσσης ὅταν ἀχανὲς καὶ μέγα θεάσηται πέλαγος πρὸ τῆς ἀρχῆς τῷ πλείστῳ φόβῳ νεκροῦται καὶ πρὸς μόνην τὴν ὄψιν ἐκλύεται καὶ ἀλλοιοῦται τῷ προσώπῳ ἐπιβῆναι καὶ νῶτα θαλάττης ἀσπάσασθαι, οὕτως καὶ ἡμεῖς θεωροῦντες τῆς θεότητος τὸ πέλαγος οὔτε ἅψασθαι τῶν ἐγκωμίων τολμῶμεν, ἵνα μὴ μικρὰ καὶ εὐτελῆ ἐξ ἀμαθίας φθεγξώμεθα.
000-00-00 Serial Number=0613684058
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00031]  τὸ δὲ ὅλον ἐφ' ἑκάστης οἰκίας ἐσθίεσθαι τὸ ἱερεῖον καὶ μὴ ἐκφέρεσθαι τῶν κρεῶν ἔξω δηλοῖ μίαν οἰκίαν μόνην ἔχουσαν τὴν ἐν Χριστῷ σωτηρίαν, αὕτη δὲ ἦν ἡ καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησία, ἡ πάλαι μὲν ἀλλοτρία θεοῦ, νῦν δὲ μόνη πρὸς θεὸν οἰκείως ἔχουσα διὰ τὸ δέξασθαι τοὺς ἀποσταλέντας παρὰ τοῦ κυρίου Ἰησοῦ, ὥσπερ ἡ τῆς Ῥαὰβ ἡ τῆς πάλαι πόρνης οἰκία τοὺς κατασκόπους ὑποδεξαμένη τοὺς παρὰ Ἰησοῦ μόνη καὶ [12] ἐσώζετο, τῆς Ἱεριχῶ πορθουμένης·
000-00-00 Serial Number=0739861548
In secundum domini adventum Ante [Go Back]  
 [00168]  ἀλλὰ τοῦτο τῷ Θεῷ πρέπον ἐστὶ, τὸ βασιλείαν μόνην εἶναι παρ' αὐτῷ, καὶ μὴ γέενναν.
000-00-00 Serial Number=0355164528
In venerabilem crucem sermo Ante [Go Back]  
 [00068]  Χριστὸν δὲ σὺ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίζου μόνον, μήτε τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον, καὶ τὸν Θεὸν Λόγον καὶ τὴν ἔνσαρκον οἰκονομίαν.
 [00119]  Χριστὸν δὲ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίσῃ μόνον, μηδὲ τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον.
000-00-00 Serial Number=0215249240
Oratio secunda Ante [Go Back]  
 [00004]  Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ δοξάζω καὶ μεγαλύνω σε, ἀνθ' ὧν ἐθαυμάστωσας ἐπ' ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ τοὺς οἰκτιρμούς σου, ἀντιλαβόμενός μου ἐκ γαστρὸς μητρός μου, καὶ ἐπὶ πᾶσι προνοησάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ' ἐμὲ διὰ μόνην χρηστότητα καὶ φιλανθρωπίαν σου.
000-00-00 Serial Number=0454514146
Quales ducendae sint uxores Ante [Go Back]  
 [00451]  Οὐδὲν τούτων, ἀλλὰ μόνην λαβὼν οὕτως ἀπῄει, τὸν ἄγγελον ἔχων μεθ' ἑαυτοῦ παραπέμποντα αὐτὴν καὶ συνοδοιποροῦντα, ὃν ὁ δεσπότης αὐτοῦ τὸν Θεὸν ἱκέτευσεν αὐτῷ συναποστεῖλαι ἐκ τῆς οἰκίας ἐξερχομένῳ.
000-00-00 Serial Number=0465662301
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00046]  διευκρινήσωμεν τὴν ἀρετὴν τὴν τοῦ ἀνθρώπου καὶ βλάβην εἶναι ἐκείνην νομίσωμεν μόνην, τὴν αὐτῇ λυμαινομένην.
 [00202]  Οὐδὲν γὰρ οὕτω καὶ ἡδονὴν καὶ ὑγίειαν ἐργάζεται, ὡς τὸ πεινῶντα καὶ διψῶντα τῶν προκειμένων ἅπτεσθαι καὶ κόρον εἰδέναι τὴν χρείαν μόνην καὶ μὴ ὑπερβαίνειν ταύτης τὰ σκάμματα, μηδὲ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι.
000-00-00 Serial Number=0682889223
Sermo catecheticus in pascha Ante [Go Back]  
 [00010]  εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδυτῆτα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»