Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μόνῳ [163]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μόνῳ


000-00-00 Serial Number=0549912333
Ad Eudoxiam i Ante [Go Back]  
 [00043]  «Οἶμαί σε μὴ ἀγνοεῖν, ὦ τέκνον», γεγράφηκεν, «ὡς ἐπιδόξων καὶ πλουσίων υἱὸς ἐγενόμην ἐγὼ καὶ πάντα ταῖς τῶν πενήτων χερσὶν ἀποδόμενος μόνῳ Χριστῷ ζῆν εὔχομαι καὶ πλουτεῖν ὃ καὶ ὑμᾶς ποιεῖν καὶ πάντας τοὺς εὐσεβεῖς ἀδιαλείπτως παρακαλῶ.
000-00-00 Serial Number=0824243128
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00078]  Οὐ τούτοις δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον αὐτῷ μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὐτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπολαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθανασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα.
 [00356]  Πολλὰ γὰρ καὶ μεγάλα καθ' ἑκάστην ἡμέραν ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας οἰκονομεῖται, ἃ αὐτῷ μόνῳ ἐστὶ φανερά.
 [00498]  Καὶ ὃν μὲν ἔδει λογισμοὺς ἀπαιτεῖν, τούτῳ πιστεύσομεν ἁπλῶς, ᾧ δὲ ἔδει μόνῳ πιστεύειν, τοῦτον εὐθύνας καὶ
 [00607]  Εἰκὸς δὲ καὶ ἄλλην αἰτίαν τινὰ ἄῤῥητον εἶναι, μόνῳ τῷ ποιήσαντι ἡμᾶς φανεράν.
 [00630]  Πολλοὶ γὰρ παρ' ἡμῖν δοκοῦντες ὑπὲρ τῆς ἀρετῆς πολλοὺς ὑπομεμενηκέναι πόνους, καὶ ὑπομένοντες δὲ, ἐπειδὴ πρὸς τὴν παρὰ ἀνθρώπων ὁρῶντες τιμὴν, καὶ οὐ πρὸς τὸν Θεὸν ἅπαντα ἔπραττον, ἀφείθησαν πειρασμῷ περιπεσεῖν, ἵνα τῆς παρὰ τῶν πολλῶν ἀποστερηθέντες δόξης δι' ἣν ἅπαντα ἐζημιώθησαν, καὶ μαθόντες τὴν φύσιν αὐτῆς ὡς οὐδὲν ἄμεινον ἄνθους χόρτου διάκειται, τῷ Θεῷ μόνῳ προσέχωσι τοῦ λοιποῦ, καὶ δι' αὐτὸν ἅπαντα πράττωσι.
 [00634]  Σὺ δὲ θαυμάζων ὅτι μὴ πρότερον, ἡνίκα ἐτρύφας καὶ τὴν κοσμικὴν περιέκεισο φαντασίαν, ἀλλὰ νῦν, ὅτε πάντα ἐκεῖνα ἔῤῥιψας, καὶ σαυτὸν ὅλον ἀνέθηκας τῷ Θεῷ, τότε ἐπεπήδησεν οὗτος ὁ μιαρὸς, παραπλήσιον ποιεῖς ὥσπερ ἂν εἰ ἐθαύμαζες, τί δήποτε τοῖς μὲν θεαταῖς οὐδεὶς ἐνοχλεῖ, τῷ δὲ ἀπογραψαμένῳ πρὸς τὸ πυκτεύειν, καὶ γυμνασθέντι, καὶ εἰς τὸν ἀγῶνα καθέντι, τούτῳ μόνῳ πάντων ἔπεισιν ὁ ἀνταγωνιστὴς, πατάσσων τὴν κεφαλὴν, καὶ κόπτων τὸ πρόσωπον.
000-00-00 Serial Number=0922820568
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00188]  Εἰ γὰρ τεχνίτης ἄνθρωπος καὶ πρὸ τοῦ γενέσθαι τὰ τῆς τέχνης μαθὼν οἶδεν ὅτι καλὰ τὰ παρ' αὐτοῦ μέλλοντα γίνεσθαι, πολλῷ μᾶλλον ἡ ἄρρητος ἐκείνη σοφία βουλήματι μόνῳ τὰ πάντα παραγαγοῦσα καὶ πρὸ τῆς γεννήσεως ᾔδει ὅτι καλά.
000-00-00 Serial Number=0549878776
Ad illuminandos catecheses Ante [Go Back]  
 [00442]  Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀφίησιν [49.237] ἡμῖν τὰ ἁμαρτήματα, ἀλλ' ὅτι αὐτὰ οὐδὲ ἐκκαλύπτει, οὐδὲ ποιεῖ φανερὰ καὶ δῆλα, οὐδὲ ἀναγκάζει παρελθόντας εἰς μέσον ἐξειπεῖν τὰ πεπλημμελημένα, ἀλλ' αὐτῷ μόνῳ ἀπολογήσασθαι κελεύει καὶ πρὸς αὐτὸν ἐξομολογήσασθαι.
000-00-00 Serial Number=0837832570
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00045]  Καὶ ὅτι ἔστι καὶ ἄλλως μεθύειν οὐχὶ οἴνῳ μόνῳ, ἄκουσον τί φησιν ὁ Παῦλος·
000-00-00 Serial Number=0654085934
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00106]  Ἐκείνη δὲ ἡ πληγὴ ξένη τις ἦν, καὶ τῷ πάσχοντι μόνῳ σαφής.
000-00-00 Serial Number=0602481604
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01450]  καὶ τὸ πᾶσαν ἀνατρέψαν τὴν οἰκουμένην, τοῦτό ἐστιν, ὅτι μείζονος οἰόμεθα δεῖν ἀκριβείας τῷ μονάζοντι μόνῳ, τοῖς δὲ λοιποῖς ἐξεῖναι ῥᾳθύμως ζῇν.
000-00-00 Serial Number=0253327310
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00164]  Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακήλως διακεῖσθαι εἰς τὰς θείας ᾠδὰς, οὐδὲ μελῳδικῶς ἀνακλᾷν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ' ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ·
000-00-00 Serial Number=0750192046
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00135]  διὰ τοῦτο οὐχὶ αὐτῷ μόνῳ, ἀλλὰ καὶ πάσῃ αὐτοῦ ἀποτάσσομαι τῇ πομπῇ.
000-00-00 Serial Number=0098892272
Commentarius in Job Ante [Go Back]  
 [00625]  ὅρα, οἷα φθέγγεται ῥήματα οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ ἡμῖν χρήσιμα.
 [04074]  τὸ δὲ διὰ τί ἡμῖν μὲν οὐ δυνατὸν συνιδεῖν, τῷ δὲ πεποιηκότι μόνῳ.
000-00-00 Serial Number=0972408295
Contra Anomoeos Ante [Go Back]  
 [00137]  Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, φησὶν, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
000-00-00 Serial Number=0280510128
Contra theatra Ante [Go Back]  
 [00070]  ἑνὸς δὲ πεποίηται μνήμην ἀνδρὸς, Ἀβραὰμ τοῦ προπάτορος, ἐν ἑνὶ μόνῳ προσώπῳ παντὶ τῷ κόσμῳ στήλην ὑψώσας πανάρετον πρὸς μίμησιν.
 [00165]  Ἀλλ' ὅμως εἰ καὶ ἀφόρητον ἦν τὸ πρόσταγμα, καὶ μόνῳ τῷ ῥηθῆναι πλῆξαι δυνάμενον, ἀλλ' οὐκ ἐξέστησε τὸν ἄνδρα τοῦ θείου φρονήματος·
 [00395]  ∆ιὰ τοῦτο μόνος ἐπὶ τὴν θυσίαν παραγίνεται, μόνος τὸν μονογενῆ διὰ Μονογενοῦς τῷ μόνῳ προσφέρων Θεῷ.
000-00-00 Serial Number=0507754922
De Anna i Ante [Go Back]  
 [00600]  διορθῶσαι δὲ φύσιν, καὶ ἀθυμίαν λῦσαι τοιαύτην, καὶ ὀδύνην ἀνελεῖν, καὶ ψυχὴν ἀναστῆσαι καταπίπτειν μέλλουσαν, ἀνθρώπῳ μὲν οὐδενὶ, τῷ δὲ τῆς φύσεως ∆εσπότῃ μόνῳ δυνατόν.
000-00-00 Serial Number=0558869660
De Christi divinitate Ante [Go Back]  
 [00224]  Ὅταν γὰρ ποιῇ τις, ὃ τῷ μείζονι μόνῳ ποιεῖν ἔξεστιν, εἶτα ἁλοὺς ἐγκαλεῖται καὶ λέγει, ὅτι Ἐπειδὴ ὁ μείζων ἐποίησε, διὰ τοῦτο κἀγὼ ἐποίησα, οὐ μόνον οὐκ ἀπολύει τῶν ἐγκλημάτων ἑαυτὸν τούτῳ τῆς ἀπολογίας τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονος μέμψεως καὶ κατηγορίας ὑπεύθυνον ἑαυτὸν καθίστησιν.
 [00229]  Τῷ βασιλεῖ φέρειν ἁλουργίδα, καὶ διάδημα ἔχειν ἐπὶ τῆς κεφαλῆς μόνῳ ἔξεστιν, ἑτέρῳ δὲ οὐδενί.
 [00242]  Ὥσπερ οὖν ἐκεῖνα τῷ βασιλεῖ μόνῳ ἔξεστιν, οὐδενὶ δὲ ἄλλῳ τῶν ὑποκειμένων, ἐὰν δὲ φανῇ τις ποιῶν αὐτὰ, καὶ δικαίως ποιῶν, ἀνάγκη κἀκεῖνον βασιλέα εἶναι·
000-00-00 Serial Number=0644478083
De Christi precibus Ante [Go Back]  
 [00182]  Εἶτα ἵνα μάθῃς ὅτι οὐχ ἡ τοῦ πηλοῦ χρεία συνέπραξεν αὐτῷ πρὸς τὴν ἀνάβλεψιν τοῦ πεπηρωμένου, ἀλλ' ἤρκει καὶ χωρὶς τῆς ὕλης ἐκείνης προστάγματι μόνῳ διαπλάσαι τοὺς ὀφθαλμοὺς, προστίθησι καὶ λέγει·
000-00-00 Serial Number=0358294904
De Lazaro Ante [Go Back]  
 [01446]  ἐμοὶ τὸ ἁμάρτημα εἰπὲ μόνῳ κατ' ἰδίαν, ἵνα θεραπεύσω τὸ ἕλκος, καὶ ἀπαλλάξω τῆς ὀδύνης.
 [01810]  Ἐννόησον τοίνυν ἡλίκον ἦν, μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ, μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διαθερμαίνεται, καὶ σφοδρότερον τὸ φίλτρον γίνεται, καὶ τοῦτο οὐκ ἐν μιᾷ ἢ δυσὶν, ἀλλὰ καὶ ἐν πλείοσιν ἡμέραις.
000-00-00 Serial Number=0242418170
De consubstantiali Ante [Go Back]  
 [00030]  Πρώην μὲν οὖν ἐδείκνυμεν, ὅτι καὶ ἀνθρώπων, καὶ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ ἁπλῶς πάσης τῆς κτίσεως τὴν σοφίαν, ἡ κατάληψις τῆς οὐσίας τοῦ Θεοῦ, μετὰ πολλῆς ὑπερβαίνει τῆς περιουσίας, καὶ τῷ Μονογενεῖ μόνῳ καὶ τῷ ἁγίῳ Πνεύματι γνώριμός ἐστι καὶ σαφής·
000-00-00 Serial Number=0700827181
De diabolo tentatore Ante [Go Back]  
 [00227]  Ἀλλ' οὐχὶ μόνῳ λιμῷ κολάζει, ἀλλὰ καὶ ἑτέροις μυρίοις·
000-00-00 Serial Number=0430763721
De futurae vitae deliciis Ante [Go Back]  
 [00132]  Ἐπειδὴ γὰρ οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ τὴν διδασκαλίαν ἐπεδείκνυτο, διὰ τοῦτο καὶ τὴν εὐχὴν προσέθηκε.
000-00-00 Serial Number=0612963378
De incomprehensibili dei natura Ante [Go Back]  
 [00326]  οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν τότε ὁρᾶν σκόπει πῶς τοῦ πλήθους παντὸς ἀντίρροπος ἦν, καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρων τῷ Θεῷ καὶ ἵλεω ποιῶν τὸν ∆εσπότην τοῖς οἰκέταις, καθάπερ μεσίτης τις ὢν Θεοῦ καὶ ἀνθρώπων εἶδεν ἄγγελον ἔνδον ἑστῶτα καί, ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος·
 [00655]  «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας.
 [00983]  Ἵνα οὖν ἀπὸ τῆς προσηγορίας τῆς οὐδενὶ προσούσης ἀλλ' ἢ αὐτῷ μόνῳ καὶ τὴν ἄλλην τὴν τοῖς πολλοῖς προσοῦσαν αὐτοῦ κυρίαν εἶναι νομίσῃς, διὰ τοῦτο πρότερον εἶπεν·
 [01146]  «Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ πάλιν·
000-00-00 Serial Number=0887836576
De jejunio [2] Ante [Go Back]  
 [00021]  Μὴ πρόσεχε μόνῳ τῷ ἐπιπόνῳ, ἀλλὰ καὶ τῷ καρπῷ.
000-00-00 Serial Number=0786300480
De jejunio sermones 1 Ante [Go Back]  
 [00102]  Ἐν νηστείᾳ ἄλειψόν σου τὴν κεφαλὴν, νίψον τὸ πρόσωπον τῇ εὐποιίᾳ, λάμψον ταῖς ἀρεταῖς, ὅπως ἐμοὶ μόνῳ φαίνῃ νηστεύων, τῷ τὰ κρυπτὰ καθορῶντι.
000-00-00 Serial Number=0359158278
De meretrice Ante [Go Back]  
 [00016]  Κατὰ δὲ τὸ σιωπώμενον τὴν πρεσβείαν ἐξύφαινεν, καὶ τῇ καρδίᾳ μόνῃ τὴν ἐξομολόγησιν ποιουμένη, τὴν ἱκεσίαν ἀνέφερεν τῷ μόνῳ τὰ ἐγκάρδια ἐπισταμένῳ δεσπότῃ, καὶ πρὸς αὐτὸν, τὸν φιλάνθρωπον, τῇ διανοίᾳ ἐβόα·
000-00-00 Serial Number=0523336351
De mutatione nominum Ante [Go Back]  
 [00059]  Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
000-00-00 Serial Number=0320047736
De non iterando conjugio Ante [Go Back]  
 [00193]  Τί γάρ, εἰ καὶ πολὺν ἐκείνη χρόνον συνῴκησεν ἀνδρί, ἀλλ' ἑνὶ καὶ τῷ αὐτῷ καὶ μόνῳ καὶ ὃν ἐξ ἀρχῆς ἐκληρώθη;
000-00-00 Serial Number=0249676764
De oratione Ante [Go Back]  
 [00034]  Εἰπέ μοι, τί ἐστι κάλλιον ὧδε ἐν ἐκκλησίᾳ τῷ Θεῷ μόνῳ ἐξομολογήσασθαι καὶ τῷ πνευματικῷ σου πατρὶ, ἢ ἐκεῖ ὑπὸ τοσούτων μυριάδων δημοσιεύεσθαι;
000-00-00 Serial Number=0939000130
De paenitentia [1] Ante [Go Back]  
 [00852]  Θεῷ μόνῳ εἰπὲ τὴν ἁμαρτίαν σου·
 [00853]  Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·
000-00-00 Serial Number=0123898685
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00159]  Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.
000-00-00 Serial Number=0748097062
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00163]  Αὕτη γὰρ ἡ Μαρία ἐγένετο ὑπόδειγμα τῆς ἡσυχίας, παρακαθίσασα παρὰ τοῖς ποσὶ τοῦ Κυρίου, καὶ αὐτῷ μόνῳ προσκολληθεῖσα.
 [00168]  Ταύτην κτῆσαι, ἀδελφέ μου, καὶ κατατρυφήσεις τοῦ Κυρίου σου, παρακαθεζόμενος τοῖς ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃς
000-00-00 Serial Number=0526319802
De sacerdotio Ante [Go Back]  
 [00276]  Οὐκ ἐν τούτῳ δὲ μόνῳ, ἀλλὰ καὶ ἐν τῷ τὰ ἀπερρηγμένα τῆς Ἐκκλησίας μέλη συνάπτειν πολλὰ ἴδοι τις ἂν αὐτὸν ἔχοντα πράγματα.
 [00611]  ἢ ἀγνοεῖς ὡς οὐκ οἰκείᾳ τοῦτο κατωρθώσαμεν ἀρετῇ, ἀλλ' ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾶν, τὸν δὲ οὕτω διακείμενον ἀγαπητὸν ἐφ' ἑαυτοῦ μένοντα καὶ ἑνὶ μόνῳ ἢ δευτέρῳ χρώμενον φίλῳ, δυνηθῆναι τὸν ἐκεῖθεν διαφυγεῖν ἐμπρησμόν, μὴ ὅτι εἰς τὴν ἄβυσσον τῶν τοσούτων ἐμπεσόντα φροντίδων;
000-00-00 Serial Number=0676697969
De sacerdotio lib 7 Ante [Go Back]  
 [00061]  ∆όξα τῷ Μονογενεῖ καὶ μόνῳ ἀγαθῷ, τῷ παρασχόντι αὐτὴν τοῖς ἑαυτοῦ ἀποστόλοις, διὰ τῆς αὐτοῦ καινῆς καὶ ἁγίας διαθήκης, ἵνα καὶ αὐτοὶ ἡμῖν ὑπόδειγμα δείξωσιν ἐν τῇ θέσει τῶν χειρῶν αὐτῶν πρὸς τοὺς ἀξίους.
000-00-00 Serial Number=0457924306
De sancta Droside martyre Ante [Go Back]  
 [00126]  οὕτω δὴ καὶ τότε ἡ μακαρία ∆ροσὶς τῷ ψόφῳ τοῦ δέρματος τὰς δυνάμεις ἐκείνας ἐφυγάδευε, καὶ οὐ τούτῳ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ ἑτέρῳ πάλιν οὐκ ἐλάττονι τούτου.
000-00-00 Serial Number=0354662776
De virginitate Ante [Go Back]  
 [01374]  Τὴν μὲν γὰρ ἐπὶ τοῖς κειμένοις ἀθυμίαν ὁ χρόνος ἐμάλαξε, τὰς δὲ ὑπὲρ τῶν ζώντων φροντίδας ἢ μένειν ἀνάγκη διὰ παντὸς ἢ θανάτῳ παύσασθαι μόνῳ.
000-00-00 Serial Number=0130694926
De virtute animi Ante [Go Back]  
 [00015]  Ἐξ ἑνὸς δὲ αὐτοῖς μόνου πρὸς ἡμᾶς παραχώρησις, ἑνὶ μόνῳ παρ' ἡμῶν νικῶνται πλεονεκτήματι.
000-00-00 Serial Number=0841355801
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00007]  καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει ὅσα αὐτῷ μόνῳ ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς.
 [00139]  καὶ τῶν μὲν ἐν χερσὶ πάντων ἀφίστησι, μόνῳ δὲ τῷ ποθουμένῳ προσδεσμεῖ τὴν τοῦ φιλοῦντος ψυχήν.
 [01829]  Πόσης οὐκ ἂν εἴη ταῦτα παραπληξίας καὶ ἀλογίας, ὅτι, ἂν μὲν κιθαρῳδὸς ἢ ὀρχηστὴς ἢ ἄλλος τις τῶν τοιούτων ἡμᾶς καλέσῃ, μετὰ σπουδῆς ἅπαντες τρέχομεν, καὶ χάριν αὐτῷ τῆς κλήσεως ἴσμεν, καὶ ἡμέρας ὁλοκλήρου τὸ ἥμισυ μέρος ἀναλίσκομεν ἐκείνῳ προσέχοντες μόνῳ·
 [02003]  οὐκ αὐτῷ δὲ μόνῳ, ἀλλὰ καὶ σοὶ τῷ συσκιάζοντι.
 [02356]  Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνῳ ἐχρῆν·
 [02426]  Οὐκ ἐν τούτῳ δὲ μόνῳ τῷ κινδύνῳ, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις, μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι.
 [02780]  τῷ Θεῷ δὲ μόνῳ τῷ τὰ συμφέροντα ἡμῖν ἀκριβῶς οἰκονομοῦντι παραχωρεῖν οὐκ ἀνέχονται, ἀῤῥώστῳ ἐοικότες τῷ τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα.
 [03453]  Ὁ δὲ δι' αὐτὸ τοῦτο μόνον ἐργαζόμενός τι τῶν πνευματικῶν, ὥστε μόνῳ ἐκείνῳ ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, καὶ ὁ θησαυρὸς αὐτῷ ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀρετῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἤδη πολλὴν αὐτῷ παρέχει τὴν παραμυθίαν·
 [05092]  ὡς ὅ γε ἑαυτῷ ζῶν μόνῳ καὶ πάντων ὑπερορῶν περιττός ἐστι, καὶ οὐδὲ ἄνθρωπος, οὐδὲ τοῦ γένους τοῦ ἡμετέρου.
 [07775]  Ἐννόησον τοίνυν ἡλίκον ἦν μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διεθερμαίνετο, καὶ σφοδρότερον τὸ φίλτρον ἐγίνετο·
 [07790]  καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ' οὕτως εὐτάκτως εἱστήκεισαν, ὡς καὶ κοσμεῖν αὐτὸν μᾶλλον ἤπερ φοβεῖν.
 [08388]  Οὐ τούτῳ δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὑτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπολαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθανασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα.
000-00-00 Serial Number=0280601203
Epistulae Ante [Go Back]  
 [00233]  Ἀλλ' ἑνὶ μόνῳ καρπωσόμεθα τῆς μακρᾶς σιγῆς παραμυθίαν, εἰ βουληθείης εἰς τὸ ἐπιὸν τὸ παροφθὲν ἐν τῷ παρελθόντι χρόνῳ ἀνακτήσασθαι, καὶ πέμψαι νιφάδας γραμμάτων ἡμῖν, ἀπὸ τῆς μέλι ῥεούσης γλώττης τὰ περὶ τῆς ὑγιείας σοῦ τε καὶ τῆς ἀσφαλείας δηλούντων.
000-00-00 Serial Number=0186680913
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00396]  Καὶ ὁ πατριάρχης δὲ ὁ τοῦ παιδὸς ἱερεὺς τὸ μὲν τυραννικώτατον τῆς φύσεως καταπαλαῖσαι ἴσχυσε πάθος καὶ παῖδα ἀνελεῖν ἠδυνήθη καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον καὶ ἐπ' αὐτῷ σαλεύων μόνῳ καὶ ἐν ἐσχάτῳ γήρᾳ καὶ ἀρετῇ κομῶντα πολλῇ καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσεν, ἐπὶ τοιαύτῃ μέλλων ἀγαγεῖν πράξει, καὶ θυσιαστήριον ᾠκοδόμησε καὶ ξύλα συνέθηκε καὶ τὸ ἱερεῖον ἐπέθηκε καὶ μάχαιραν ἥρπασε καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε.
 [00536]  «Ἀπορφανισθέντες γάρ, φησίν, οὐ χρόνον ἀλλὰ πρὸς καιρὸν ὥρας, καὶ χωρισθέντες οὐ διανοίᾳ ἀλλὰ προσώπῳ μόνῳ, οὐδὲ οὕτω φέρομεν τὴν ἐντεῦθεν ὀδύνην, καίτοι γε ἱκανὴν ἔχοντες παραμυθίαν, τὸ τῇ ψυχῇ συνδεδέσθαι, τὸ ἐν καρδίᾳ ὑμᾶς εἶναι τῇ ἡμετέρᾳ, τὸ χθὲς καὶ πρώην ὑμᾶς ἑωρακέναι, ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἀπαλλάττει τῆς ἀθυμίας.».
000-00-00 Serial Number=0984494030
Expositiones in Psalmos Ante [Go Back]  
 [02182]  Τίνος οὖν ἕνεκεν ἀπὸ τοῦ μόνον ἰδεῖν καταστρέψαι δυνάμενος τὴν οἰκουμένην, μᾶλλον δὲ ἀπὸ τοῦ ἐθελῆσαι μόνον ὁ γὰρ θελήματι μόνον ποιήσας αὐτὴν, εὔδηλον ὅτι καὶ θελήματι μόνῳ ἀνελεῖν δύναται, λέγεται ῥομφαίαν ἔχειν καὶ τόξον;
 [03306]  Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοί.
 [03307]  Ἡ πηγή σου τοῦ ὕδατός σοι ἔστω μόνῳ.
 [05069]  Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοί.
 [05070]  Ἡ πηγή σου τοῦ ὕδατός σοι ἔστω μόνῳ.
 [06710]  καὶ ἀλλαχοῦ μὲν λόγῳ μόνῳ, ἀλλαχοῦ δὲ θελήματι πάντα ποιῶν, τοὺς προσιόντας ἰᾶτο.
000-00-00 Serial Number=0480397940
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03711]  Θεῷ μόνῳ τοῦτο ἔστιν εἰπεῖν.
000-00-00 Serial Number=0012156427
Fragmenta in Job Ante [Go Back]  
 [00888]  Ἐκείνη δὲ ἡ πληγὴ ξένη τις ἦν, καὶ τῷ πάσχοντι μόνῳ σαφής·
 [01413]  Τουτέστιν, Αὐτῷ μόνῳ πρόσεστι, τὸ πάντα κατὰ γνώμην ποιεῖν·
 [01583]  Καὶ νῦν ὁ Ἰὼβ, Οὐ τούτῳ μόνῳ, φησὶ, θαυμάσαι χρὴ, ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβὰς, ἀλλ' ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρονας αὐτοὺς ποιεῖ.
000-00-00 Serial Number=0295970321
Fragmenta in Proverbia Ante [Go Back]  
 [00224]  τὸ δὲ αὐτῷ μόνῳ τὴν ἀπόλαυσιν ἐπιτρέψαι, τὴν ἡδονὴν ἐμφαίνει.
000-00-00 Serial Number=0994760573
Homilia de capto Eutropio Ante [Go Back]  
 [01086]  Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, τῷ δοτῆρι, ὅτι αὐτῷ πρέπει μόνῳ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0685194016
In Acta apostolorum Ante [Go Back]  
 [03138]  Ἀλλ' ἐπὶ μὲν Ἰουδαίων οὕτως αὐτοῦ τὸ ὄνομα σεμνὸν ἦν, ὡς ἐν πετάλοις γράφεσθαι, καὶ μηδενὶ τὰ γράμματα ἐξεῖναι φορεῖν, ἀλλ' ἢ μόνῳ τῷ ἀρχιερεῖ·
000-00-00 Serial Number=0940981090
In Bassum martyrem Ante [Go Back]  
 [00136]  Θέλει ἀργῆσαι τὴν γέενναν, θέλει τοῦ σκότους τὸ δεσμωτήριον κλεῖσαι, θέλει πᾶσαν αὐτοῦ τὴν ὀργὴν μόνῳ τῷ διαβόλῳ φυλάττεσθαι, θέλει καθίσαι κριτὴς, οὐχ ἵνα κολάζῃ τινὰς, ἀλλ' ἵνα στεφανώσῃ πάντας.
000-00-00 Serial Number=0129857659
In Isaiam Ante [Go Back]  
 [00595]  ὅσπερ καὶ παράδοξος νίκης τρόπος ἐστὶ καὶ οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ μόνῳ δυνατός.
 [01600]  καὶ ἡ πηγὴ τοῦ ὕδατος ἔστω σοι μόνῳ.
000-00-00 Serial Number=0882014573
In Joannem Ante [Go Back]  
 [00698]  Οὕτω γὰρ δυνησόμεθα καὶ μισθὸν λαβεῖν παρὰ τοῦ τὰ ἡμέτερα ὁρῶντος ἀκριβῶς, ὅταν αὐτῷ μόνῳ ἀρκώμεθα θεατῇ.
 [01129]  Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ ἑτέρωθεν
 [01134]  Ὥστε οὐ τῷ Υἱῷ μόνῳ τὸ, Ἐξ οὗ, ἀλλὰ καὶ τῷ Πνεύματι προσνενέμηται.
 [01522]  Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι οὐδεὶς αὐτὸν ἔγνω, ἀλλ' ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω τουτέστιν, οἱ τῷ κόσμῳ μόνῳ προσηλωμένοι, καὶ τὰ τοῦ κόσμου φρονοῦντες ἄνθρωποι.
 [02495]  Ἆρ' οὖν τῷ Πατρὶ μόνῳ τὸ ἐξαίρετον τοῦτο πρόσεστι, τῷ δὲ Υἱῷ οὐκέτι;
000-00-00 Serial Number=0106683969
In Psalmos 101-107 Ante [Go Back]  
 [00500]  Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κύτη, λόγῳ χρησάμενος μόνῳ.
 [01270]  Μὴ Μωϋσῇ μόνῳ λελάληκεν ὁ Θεός;
 [01463]  Ταῦτα δὲ λέ γειν ἂν εἶεν ἱκανοὶ οἱ περιστάσεις διαφυγόντες, ἐλέῳ Θεοῦ μόνῳ χωρίς τινος ἐξ ἡμῶν συντελείας.
 [01550]  μόνῳ δὲ τετήρητο τῷ τοῦ Θεοῦ Λόγῳ τὸ μέγα τοῦτο κατόρθωμα.
000-00-00 Serial Number=0676755369
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00260]  ἐν δὲ νυκτὶ καθάπερ ἐν λιμένι διάγων, τότε μόνος μόνῳ τῷ Θεῷ διελέγετο, καὶ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔλουε τὴν στρωμνὴν ἑαυτοῦ.
000-00-00 Serial Number=0171802402
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00319]  ἀλλ' οὐκ ἐλέῳ μόνῳ, ἀλλὰ καὶ τῇ αὑτοῦ πίστει.
 [00471]  Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.
 [00477]  Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.
 [00485]  Ἐκ μέντοι τοῦ δορυαλώτου λαοῦ τοῦτο γε νόμενον οὕτω νοητέον, Σοὶ μόνῳ ἥμαρτον·
000-00-00 Serial Number=0258377612
In Psalmum 092 Ante [Go Back]  
 [00008]  Ἡ τοῦ Κυρίου θαυμα τουργία, ὅτι νεύματι μόνῳ τὴν τραχυνομένην θάλασσαν γαληνιᾶσαι παρεσκεύασε.
 [00101]  ∆ιὰ τοῦτο γὰρ καὶ τῷ Ἀδὰμ μόνῳ ὁ δημιουργὸς ὑπηρέτησεν, ὁμοῦ καὶ δημιουργὸν καὶ κοινωνὸν αὐτὸν λαμβά νων τῶν ἑαυτοῦ κτισμάτων.
 [00112]  Ἐπειδὴ αὐτὸν μόνον ἰδίαις χερσὶν ἔπλασεν, αὐτῷ μόνῳ ὑπηρέτησεν ὁ δημιουργὸς, τοῦτο μὲν, τῇ τῶν ζώων παραγωγῇ, τοῦτο δὲ, ἐν τῇ τῶν ἐνδυ μάτων καλλονῇ.
000-00-00 Serial Number=0721003056
In Psalmum 118 Ante [Go Back]  
 [01734]  Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν ἑρμηνείαν ἐν κεφαλαίῳ ποιησάμενοι παρακαλοῦμεν τοὺς ἐντυγχάνοντας, μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνῳ ταῦτα τῷ προφήτῃ προσήκειν, ἀλλ' ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις κατασκευάσαι παθήμασι.
000-00-00 Serial Number=0853573501
In Samaritanam Ante [Go Back]  
 [00318]  Ὃ ἐποίησε Παύλῳ μόνῳ, τῷ ἕως τρίτου οὐρανοῦ ἀνελθόντι, τῷ ἁρπαγέντι εἰς τὸν παράδεισον, καὶ ἄῤῥητα ῥήματα ἀκούσαντι, τῷ τὴν οἰκουμένην σαγηνεύσαντι, τοῦτο προλαβὼν καὶ τῇ Σα μαρείτιδι πεποίηκεν.
 [00372]  Τὰ γὰρ ἄλογα μόνῳ τῷ παρόντι χρήσιμα βίῳ·
000-00-00 Serial Number=0832021832
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00077]  Λαθεῖν θέλω πάσας τὰς ἐν οὐρανῷ δυνάμεις, σοὶ μόνῳ θαῤῥῶ τὸ μυστήριον·
000-00-00 Serial Number=0955697834
In decem virgines Ante [Go Back]  
 [00155]  αὐτῷ μόνῳ θάῤῥει τὸ τοιοῦτον μυστήριον·
000-00-00 Serial Number=0845106840
In diem natalem Ante [Go Back]  
 [00118]  Καὶ τὰ μὲν ἔξω πατεῖν πᾶσιν ἐφεῖτο, τὰ δὲ ἔνδον μόνῳ τῷ ἀρχιερεῖ.
 [00173]  μόνῳ γὰρ αὐτῷ ὤφθη θυμιῶντι·
 [00184]  Ὥστε καὶ ἀπὸ τούτου, καὶ ἀπὸ τοῦ ὀφθῆναι αὐτῷ μόνῳ, καὶ ἀπὸ τοῦ λέγεσθαι, ὅτι ἔξω ἦν ὁ λαὸς προσδεχόμενος αὐτὸν, εὔδηλον ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῆλθε.
000-00-00 Serial Number=0083068788
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00513]  Καὶ γὰρ τὸν ἥλιον ἀνῆψεν οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ κοινῷ·
 [01031]  ἀλλ' ὅμως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι, καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ' ὑπέκυπτον, καὶ ὡς βασιλεῖ παρεχώρουν ἅπαντες, καίτοι γε ὀξύτατοι ὄντες καὶ σφόδρα ἀπότομοι.
 [02135]  Οὐκ ἠρκέσθη δὲ τούτῳ μόνῳ εἰς τὴν παράστασιν τῆς ὑπεροχῆς, ἀλλὰ καὶ ἕτερον προστίθησι, λέγων·
 [05089]  ∆ιὰ τοῦτο τοιούτους ἐπεζητήσαμεν, καὶ οὐχὶ ἑνὶ μόνῳ τὸ πᾶν ἐπετρέψαμεν, ἵνα καὶ ταύτην φύγῃ τὴν ὑποψίαν, ἀλλὰ καὶ Τίτον ἐπέμψαμεν, καὶ μετὰ τούτου ἕτερον.
000-00-00 Serial Number=0588116050
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00189]  βέλτιον γὰρ ἄρτῳ κεχρῆσθαι μόνῳ καὶ ὕδατι, ἢ τοσαύτας φέρειν ἐπαχθείας.
 [01697]  Ἐκείνῳ γὰρ εἴσεται μόνῳ τῷ δεδωκότι ὅσα βούλεται·
000-00-00 Serial Number=0603674948
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01488]  Οὐκ ἀναγκάζει δὲ τὸ λόγῳ πείθεσθαι μόνῳ, τανῦν ἐν σοφίᾳ εἶναι τὸ κήρυγμα.
 [02093]  Ἀνέστησε τὸν Λάζαρον ῥήματι μόνῳ ψιλῷ, καὶ ζῶντα ἔδειξεν·
 [02207]  ὅταν μηδὲ χάρις [61.70] τοσαύτη παρῇ, ποῦ θήσομεν τὰ ἡμέτερα, ὅταν μὴ ἐπὶ τούτῳ μόνῳ, ἀλλὰ καὶ ἐφ' ἑτέροις μείζοσιν ὦμεν ἁλισκόμενοι;
 [03099]  Πάντα γὰρ ταῦτα ἀνθρώποις μὲν οὐκ ἔστιν ἐφικτὰ, τῷ δὲ ἀκοιμήτῳ μόνῳ ὀφθαλμῷ·
 [06092]  Καὶ γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται, καὶ οὐ διὰ τοῦτο αὐτῷ μόνῳ τὸ, Κύριος, ἁρμόττειν φαμέν.
 [06108]  Εἰ γὰρ ἀπέῤῥιπται Πατρὸς καὶ Υἱοῦ, πολλῷ μᾶλλον ἐπὶ τοῦ βαπτίσματος αὐτὸ συντάττεσθαι οὐκ ἔδει, [61.165] ἔνθα μάλιστα φαίνεται τὸ ἀξίωμα τῆς θεότητος, καὶ δωρεαὶ δίδονται Θεῷ προσήκουσαι μόνῳ παρέχειν.
 [09999]  Αἴτει τοίνυν μὴ γλώττης ἔχειν χάρισμα μόνον, ἀλλὰ καὶ ἑρμηνείας, ἵνα πᾶσιν ὠφέ-λιμος γένῃ, καὶ μὴ ἐν σεαυτῷ μόνῳ κατακλείσῃς τὸ χάρισμα.
000-00-00 Serial Number=0402396202
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00837]  Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00888]  Τί οὖν ἐστιν, Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ;
 [03459]  Μὴ τῷ μισθῷ τοίνυν προσέχωμεν μόνῳ, ἀλλὰ καὶ πῶς προσέταξε·
000-00-00 Serial Number=0157538593
In epistulam ad Colossenses Ante [Go Back]  
 [00592]  Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνῳ, ἀλλ' ἵνα δείξῃ μέγα τὸ δῶρον, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, βασιλείαν, ἀλλὰ καὶ τοῦ Υἱοῦ προσέθηκε·
000-00-00 Serial Number=0375692964
In epistulam ad Ephesios Ante [Go Back]  
 [06103]  Μὴ νομίσῃς ὅτι τῷ μονάζοντι μόνῳ τούτων δεῖ τῶν παιδευμάτων τῶν ἀπὸ τῶν Γραφῶν·
000-00-00 Serial Number=0457985222
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01475]  ∆ύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν, ἅπερ οὐδενὶ δυνατὸν ἦν, ἢ αὐτῷ κατορθῶσαι μόνῳ.
000-00-00 Serial Number=0438342333
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00439]  Ὁ γὰρ ῥήματι μόνῳ τὰ πάντα διακυβερνῶν, οὐκ ἂν δεηθείη τινὸς εἰς τὸ παραγαγεῖν τὰ πάντα.
 [03169]  Καὶ οὐ τούτῳ μόνῳ παρεμυθή [63.85] σατο, ἀλλὰ καὶ τῷ ἑξῆς·
000-00-00 Serial Number=0503069341
In epistulam ad Philippenses Ante [Go Back]  
 [01660]  Ἄρειος Υἱὸν μὲν ὁμολογεῖ, ῥήματι δὲ μόνῳ·
 [04580]  Καὶ ἵνα μὴ νομίσῃς καὶ ἐν τοῖς λοιποῖς προθυμοτέρους αὐτοὺς γεγενῆσθαι, καὶ μεμαράνθαι, ἀλλ' ἐν τούτῳ μόνῳ, ὅρα πῶς αὐτὸ ἀσφαλίζεται λέγων·
 [04733]  ἵνα μὴ διαπαντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέρους ποιήσῃ, διὰ τοσούτων δείξας, ὅτι οὐ δεῖται, ἑνὶ μόνῳ τοῦτο δῆλον ἐποίησεν, εἰπὼν, Εἰς τὰς χρείας·
000-00-00 Serial Number=0228993297
In epistulam ad Romanos Ante [Go Back]  
 [02764]  Εἰ γὰρ εἰς βασιλέας εὐφημίας λέγοντες ἄνθρωποι, αὐτῷ τούτῳ καλλωπίζονται μόνῳ, κἂν μηδὲν ᾖ καρπώσασθαι ἕτερον·
 [02878]  Οὐ γὰρ μετ' ἀλλήλων φραττόμεθα κατ' ἐκείνου, ἀλλὰ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας χρώμεθα παρατάξεις, δέον αὐτῷ μόνῳ πολεμεῖν.
 [08125]  Καὶ οὐκ ἀρκεῖται μόνῳ τούτῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἐπάγει λέγων·
 [09437]  ἐκείνῳ γοῦν γίνεται μόνῳ, καὶ οὐχὶ πᾶσι·
 [09682]  μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χρι στοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
 [09953]  περὶ δὲ τούτων φησὶν, ὅτι ἐλέει ἐσώθησαν μόνῳ·
000-00-00 Serial Number=0478406489
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00228]  Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.
000-00-00 Serial Number=0886111736
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00044]  Ἱερὸν δέ ἐστι Θεῷ μόνῳ οἰκητήριον.
 [00048]  Ἱερὸν δέ ἐστι μόνῳ Θεῷ οἰκητήριον ἀνακείμενον, ἔνθα ἀγάπη καὶ εἰρήνη, ἔνθα πίστις καὶ σωφροσύνη αὐλίζεται.
000-00-00 Serial Number=0882661521
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00008]  Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·
000-00-00 Serial Number=0171515584
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00253]  Οὐκ ἂν ὁ πάντων ἀνθρώπων πενέστερος τοσαύτης ἀπέλαυσε παῤῥησίας, ὡς χαμαὶ βαδίζων, ἑνὶ μόνῳ λόγῳ τοσαύτην ἰσχὺν ἐπιδείξασθαι.
000-00-00 Serial Number=0656943142
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00361]  τῷ Σωτῆρι λοιπὸν συνταττόμεθα, τῷ μόνῳ Θεῷ.
000-00-00 Serial Number=0582191229
In illud Vidua eligatur Ante [Go Back]  
 [00150]  Τίνος δὲ ἕνεκεν περὶ χηρείας διαλεγόμενος, οὐκ ἠρκέσθη τῷ προτέρῳ μόνῳ, τῷ εἰπεῖν, Ἑνὸς ἀνδρὸς γυνή;
000-00-00 Serial Number=0349354684
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00219]  Ὅπως οὖν μὴ τοιούτοις σκεύμασι μολυνθῶσιν οἱ ἀπόστολοι, μόνον ἀπέστη τῆς λίμνης, καὶ ἐν μιᾷ τῶν ἐγγύθεν πόλεων ὄχλου συνδεδραμηκότος θεοθεράπευτον ἰατρεῖον ἀνοίγει, καὶ εὐθὺς θελήματι μόνῳ ἀποδύει τὸν λεπρὸν, καὶ τὴν κατάστικτον αὐτοῦ μηλωτὴν τῆς λέπρας ἐκαθάρισεν·
000-00-00 Serial Number=0356641173
In pharisaeum et meretricem Ante [Go Back]  
 [00231]  Βλέπεις ταύτην τὴν γυναῖκα τὴν αὐτόκλητον ἐπεισελθοῦσαν ἡμῖν, τὴν ἐπιδεικνυμένην ἀναίδειαν ἐπαινουμένην, τὴν ἀσκοῦσαν ἀναισχυντίαν ἀγαπωμένην, τὴν ὁδηγὸν τῆς πρὸς ἐμὲ φερούσης ὁδοῦ, τὴν ἡγεμόνα τῆς εὐσεβείας, τὴν διδάσκαλον τῆς μετανοίας, τὴν ἔργῳ τὰ πράγματα διδάξασαν, τὴν ἄπαυστα κλαίουσαν, τὴν παῤῥησίαν τῶν ἁμαρτωλῶν, τὴν κήρυκα τῆς ἐμῆς εὐσπλαγχνίας, τὴν ἐκκλησίαν τὸν σὸν οἶκον ποιήσασαν, τὴν μόνην μόνῳ προσευχομένην, τὴν ἄνθρωπόν με θεωροῦσαν καὶ ὡς Θεὸν ἱκετεύουσαν, μὴ δορυφόρους, μὴ βῆμα δικαστικὸν, καὶ ὡς κριτήν με γονυπετοῦσαν, τὸν κείμενον προσκυνοῦσαν;
000-00-00 Serial Number=0595951140
In proditionem Judae [1] Ante [Go Back]  
 [00096]  Ἀλλ' ὢ τῆς ἀνεξικακίας τῆς μόνῳ πρεπούσης αὐτῷ! ἐν οὐρανῷ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μὴ τολμῶντα προσβλέπειν τὴν ὑπερβάλλουσαν δόξαν, αὐτῶν ταῖς πτέρυξι καθάπερ χερσὶ καλύπτει τὰ πρόσωπα, καὶ ἐπὶ τῆς γῆς τῆς σαρκὸς αὐτοῦ κατεχομένης ὑπὸ χειρῶν ἀνόμων, ἠνείχετο.
000-00-00 Serial Number=0532012939
In proditionem Judae [2] Ante [Go Back]  
 [00030]  Ἐξαρίθμησον πρῶτον ἅπερ μόνῳ τῷ λόγῳ ἐδημιούργησεν ἄστρα, καὶ τότε λόγῳ τὸν Λόγον παραδοῦναι μελέτησον.
000-00-00 Serial Number=0449352443
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00032]  πάντες μοιχοὶ, σοὶ δὲ μόνῳ τὸ τῆς σωφροσύνης ὑπάρχει κατόρ θωμα;
000-00-00 Serial Number=0458259225
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00088]  οἱ μαθηταὶ αὐτοῦ λόγῳ μόνῳ τοὺς νεκροὺς ἤγειραν.
000-00-00 Serial Number=0336263001
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00004]  καὶ πρὸ πάντων ἐπιζητήσαντες, τίνος χάριν ὑπὸ τῶν λοιπῶν εὐαγγελιστῶν ὁ Λάζαρος σιγηθεὶς, Ἰωάννῃ μόνῳ συγγέγραπται, ἐλέγομεν, ὅτι τὴν ὑποψίαν πλά σματος προϋποτεμνόμενον τὸ Πνεῦμα τὸ ἅγιον συν εχώρησε τοῖς εὐαγγελισταῖς ἐκ συνόδου τε καὶ συμ φωνίας τὰ τοῦ Σωτῆρος ἀναγεγραφηκέναι τὰ θαύμα τα, ἀλλὰ καὶ παραλιπεῖν ἄλλον ἄλλο τι παρεσκεύα σεν, ἐναργὲς τεκμήριον ποιούμενον, τὸ μὴ κακούρ γως, μηδὲ ἐκ παρασκευῆς, μηδὲ ἐκ συνθήματος.
000-00-00 Serial Number=0425579309
In ramos palmarum [1] Ante [Go Back]  
 [00151]  οὐκ ἄχθῃ ἀκούων παρὰ τῶν ἀκάκων τὰ τῷ Θεῷ καὶ μόνῳ πρέποντα;
000-00-00 Serial Number=0675147474
In ramos palmarum [2] Ante [Go Back]  
 [00016]  Θεῷ γὰρ μόνῳ ἁρμόδιαι αἱ φωναὶ αἱ τότε βληθεῖσαι, καὶ τοῖς συνετοῖς θεῖα μυ στήρια παραγυμνοῦσαι, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις·
000-00-00 Serial Number=0311391711
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00041]  ποῦ χρείαν [50.802] ἔχεις τοῦ τοιούτου φαρμάκου, προστάγματι μόνῳ θεραπεύων τὰς τῶν ἄλλων πληγάς;
000-00-00 Serial Number=0435312808
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00084]  ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπο ρευομένῳ διὰ στόματος Θεοῦ.
000-00-00 Serial Number=0403088093
In sanctum Paulum apostolum Ante [Go Back]  
 [00006]  ὑπερέβη πᾶσαν φύσιν, ἀφῆκεν ὄπισθεν αὐτοῦ τὴν [428] κτίσιν, μόνῳ Θεῷ προσομιλεῖν νομίζων·
000-00-00 Serial Number=0168646514
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00058]  Ἡ γὰρ τελείωσις τῆς δικαιοσύνης παρὰ τῷ μόνῳ ἀληθινῷ βασιλεῖ.
000-00-00 Serial Number=0802818418
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00005]  [1.3] Οὕτως Θεὸς ἐργάζεται μεγάλα, οὕτως ἐκ τῶν ἀδυνάτων δημιουργεῖ τὰ παράδοξα, ἵνα γνωσθῇ ὅτι μόνῳ ὅσα θέλει πάντα ἔξεστιν αὐτῷ.
000-00-00 Serial Number=0295261204
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00052]  λόγῳ γὰρ μόνῳ κελεύει, καὶ τὸ πάθος οὐ μένει·
000-00-00 Serial Number=0070557356
Quales ducendae sint uxores Ante [Go Back]  
 [00259]  ἀλλ' ὅρα πῶς καὶ ἐκεῖνος πιστὸς ὢν, τὸν μεσίτην, ὃν ἔλαβεν, αὐτὸν κατεῖχεν, αὐτῷ διελέγετο μόνῳ, καὶ στὰς ηὔξατο, φησὶ, Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐόδωσον ἐναντίον μου σήμερον·
000-00-00 Serial Number=0674295366
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00603]  Μὴ αὐτῷ μόνῳ ἐλάλησεν ὁ Θεός;
 [00604]  Εἰπὼν δὲ ὁ Θεὸς, ὅτι αὐτῷ μόνῳ προφητῶν ἐλάλησεν οὕτως, ἐπέβαλεν ἐπὶ τὴν Μαριὰμ λέπραν, καὶ Μωϋσέως δεηθέντος ὑπὲρ αὐτῆς, οὐ πρότερον αὐτὴν ἀφῆκε καθαρισθῆναι, ἕως ἐποίησεν ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς.
 [01301]  Ὡς δὲ γέγονε τοῦτο, καὶ οἱ στρατιῶται ἐντολὴν εἰλήφεισαν παρὰ τοῦ βασιλέως τοῦ ἑαυτῶν, πάντας ἀφέντες, μόνῳ τῷ βασιλεῖ τοῦ Ἰσραὴλ συνάπτειν εἰς πόλεμον, ἰδόντες τὸν Ἰωσαφὰτ τὸν βασιλέα τοῦ Ἰούδα, καὶ νομίσαντες αὐτὸν τοῦ Ἰσραὴλ εἶναι (τὸ γὰρ σχῆμα αὐτοὺς ἠπάτησεν), ἐκύκλουν αὐτὸν, ἀνελεῖν θέλοντες.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»