Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μάρτυρος [85]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μάρτυρος


000-00-00 Serial Number=0033196211
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00226]  Τὸ γὰρ τοῦ μάρτυρος ἡμεῖς ἐπεδείξαμεν καὶ προιόντες δὲ αὐτὸ σαφέστερον ἐκκαλύψομεν.
 [00353]  Ὁ γὰρ πάντα τὰ τῶν Ἑλλήνων πάλαι νικῶν καθάπερ ὑπὸ δεσπότου τοῦ μάρτυρος ἐπιτιμηθεὶς ἐπαύσατο τῆς ὑλακῆς καὶ οὐδὲν ἐφθέγγετο.
 [00365]  Πρὸς γὰρ αὐτὴν βαδιοῦμαι τὴν ἀπόδειξιν μεθ' ἣν οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν, οὐ περὶ τῶν παλαιῶν ἐκείνων, οὐ περὶ τῆς τοῦ μάρτυρος δυνάμεως, οὐ περὶ τῆς τοῦ δαίμονος ἀσθενείας.
 [00394]  Καὶ πόσῳ βέλτιον ἦν, ὦ δείλαιε, τοῦ μάρτυρος ὁμολογῆσαι τὴν δύναμιν ἢ οὕτως ἀναίσχυντα προφασίζεσθαι.
 [00436]  Οὐ γὰρ ἦν τοῦ αὐτοῦ τοσούτοις τε ἀναθήμασι τιμᾶν καὶ πάλιν ὑβρίζειν τὸν αὐτόν, ἀλλὰ πάντας ὁμοῦ τοῦ μάρτυρος ἐσκότωσεν ἡ δύναμις καὶ οὐκ ἀφῆκε συνιδεῖν τὰ γινόμενα, ἀλλ' ἐπράττετο μὲν ἅπαντα ὡς κατὰ Χριστιανῶν περιετρέπετο δὲ οὐκ εἰς τοὺς πάσχοντας ἀλλ' εἰς τοὺς δρῶντας ὁ γέλως.
 [00439]  [90] Εἵλκετο μὲν γὰρ ἡ λάρναξ διὰ τῆς ὁδοῦ πάσης, ἐπανῄει δὲ ὁ μάρτυς καθάπερ τις ἀθλητὴς εἰς τὴν ἑαυτοῦ πόλιν δεύτερον φέρων στέφανον ἐν ᾗ καὶ τὸν πρότερον ἀνεδήσατο, ὥστε εἴ τις μὴ καταδέχοιτο τὴν ἀνάστασιν λαμπρότερα τοῦ μάρτυρος μετὰ τὴν τελευτὴν ἔργα θεώμενος αἰσχυνέσθω λοιπόν.
 [00499]  Ἐνταῦθα γὰρ εἰς τὰς τοῦ μακαρίου Βαβύλα ἀνδραγαθίας ἐμπεσὼν καὶ διανήξασθαι τὴν αἰσχύνην οὐκ ἔχων ἐγκαλυψάμενος ἁπλῶς παρέδραμεν ὅτι μὲν ὑπὸ τοῦ μάρτυρος ἠνωχλεῖτο καὶ ἐθλίβετο ὁ δαίμων εἰπὼν οὐκέτι δὲ προσθεὶς πῶς τὴν ἧτταν συσκιάσαι σπουδάσας ὁ δαίμων, μᾶλλον αὐτὴν ἐξεκάλυψεν ἀλλ' ἁπλῶς πονηροῦ γειτονήματος φησιν, ἀπαλλαγείς.
 [00543]  [105] Ὀλύμπια μὲν οὐ μάλα πόρρω πάλιν γὰρ ἐπὶ τὸν θρῆνον ἐλεύσομαι δεικνὺς ὅσην ἅπαντες οἱ τότε τὴν πόλιν οἰκοῦντες Ἕλληνες ἐδέξαντο τὴν πληγὴν καὶ ὡς οὐκ ἂν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς ἀλλὰ πάντα θυμὸν εἰς τὴν τοῦ μάρτυρος λάρνακα ἀφῆκεν ἂν εἰ μὴ φόβῳ κατείχετο μείζονι τί οὖν φησιν;
 [00706]  Καὶ νῦν ἑστᾶσιν οἱ τοῖχοι τοῦ νεὼ πᾶσι κηρύττοντες τοῦ δαίμονος τὴν αἰσχύνην, τὸν γέλωτα, τὴν ἀσθένειαν, τοῦ μάρτυρος τοὺς στεφάνους, τὴν νίκην, τὴν δύναμιν.
000-00-00 Serial Number=0903566301
De Maccabeis Ante [Go Back]  
 [00112]  ἑπτὰ δὲ μάρτυρας οὐκ οἶδα μίαν ἐξενεγκοῦσαν γαστέρα, καὶ αὐτὴν πάλιν προστεθεῖσαν αὐτοῖς, οὐκ ἐν προσθήκῃ μιᾶς μάρτυρος μόνον, ἀλλ' ἐν πολλῷ πλειόνων.
000-00-00 Serial Number=0972326636
De sancta Droside martyre Ante [Go Back]  
 [00133]  Ὅτι καθάπερ ἐν βαφῇ τινι θαυμαστῇ πορφύρα γενομένη βασιλικὴ πρὸς τὸν ἄνω βασιλέα ἐπέμπετο, καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανίων ἁψίδων ἐπέβαινεν, αὐτοῦ τοῦ Χριστοῦ ἀοράτῳ χειρὶ τὴν ἁγίαν τῆς μάρτυρος κατέχοντος κεφαλὴν, καὶ καθάπερ ἐν ὕδατι βαπτίζοντος αὐτὴν τῷ πυρί.
000-00-00 Serial Number=0913933814
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00072]  Οὐχ οὕτω γὰρ ἡμῖν κεραυνὸς ἐκ τῶν οὐρανῶν ἀφιέμενός ἐστι φοβερὸς, ὡς τὸ σῶμα τῆς μάρτυρος κεραυνοῦ παντὸς χαλεπώτερον ἐφόβει τῶν δαιμόνων τὰς φάλαγγας.
 [00118]  Οὐδὲ γὰρ οὕτω σεμνὴ φανεῖται ἡ ὁδὸς, εἰ διὰ πάσης αὐτῆς θυμιατήριά τις τιθεὶς τῆς εὐωδίας ἀναχρώσειε τὸν ἀέρα, ὡς σεμνὴ φανεῖται νῦν, εἰ πάντες οἱ τήμερον αὐτὴν ὁδεύοντες τοὺς ἄθλους τῆς μάρτυρος πρὸς ἑαυτοὺς διηγούμενοι, βαδίζοιεν οἴκαδε, θυμιατήριον τὴν ἑαυτοῦ γλῶτταν ἕκαστος ποιῶν.
000-00-00 Serial Number=0082947731
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00063]  Ὑπὲρ τούτων τῆς μακαρίας οἱ κίνδυνοι μάρτυρος·
000-00-00 Serial Number=0281899631
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00286]  καὶ γὰρ πατὴρ ἐγένετο μαρτύρων, καὶ ἀνὴρ μάρτυρος·
000-00-00 Serial Number=0504562974
De sanctis martyribus [1] Ante [Go Back]  
 [00086]  Αὐτὴ τοῦ μάρτυρος ἡ φαντασία, καὶ τῶν κατορθωθέντων πάντων ἡ μνήμη.
000-00-00 Serial Number=0565515816
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00014]  ὅσα δὲ νεωστὶ γέγονε, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἡμετέρας, ταῦτα ὁ νέος ἐγὼ πρὸς ὑμᾶς διηγήσομαι, τὰ μετὰ τελευτὴν λέγω, τὰ μετὰ τὴν ταφὴν τοῦ μάρτυρος, τὰ ἡνίκα ἐν τῷ προαστείῳ διέτριβε.
 [00018]  μάρτυρος δὲ γένοιτ' ἂν πολλὰ καὶ μεγάλα, οὐχ ἵνα ἐκεῖνος λαμπρότερος γένηται οὐδὲν γὰρ αὐτῷ δεῖ τῆς παρὰ τῶν πολλῶν δόξης, ἀλλ' ἵνα σὺ μάθῃς ὁ ἄπιστος, ὅτι θάνατος μαρτύρων οὐκ ἔστι θάνατος, ἀλλὰ ζωῆς βελτίονος ἀρχὴ καὶ πολιτείας πνευματικωτέρας προοίμια, καὶ μετάστασις ἀπὸ τῶν ἐλαττόνων πρὸς τὰ βελτίω.
 [00019]  Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι γυμνὸν τοῦ μάρτυρος τὸ σῶμα πρόκειται τῆς ψυχικῆς ἐνεργείας ἔρημον·
 [00063]  Ἀλλ' ἐπειδὴ πηγῶν ἐμνήσθην, δεῦρο λοιπὸν ἐπὶ τὴν ∆άφνην ἀνέλθωμεν, καὶ τὸν λόγον πρὸς τὰ τοῦ μάρτυρος κατορθώματα συνελάσωμεν.
 [00101]  ἀλλ' εὐθέως ἐμάνθανεν, ὅτι ὀστᾶ μὲν μάρτυρος μετακινῆσαι δυνατόν ἐστιν, χεῖρας δὲ μάρτυρος διαφυγεῖν ἀδύνατον.
 [00103]  Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ μαρτύριον τοῦ μάρτυρος·
 [00111]  Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ ∆άφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθεν ἀφικνουμένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσομένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως, τὴν πάλην, τὴν συμπλοκὴν, τὴν νίκην τοῦ μάρτυρος.
 [00114]  Τοιαῦτα τοῦ μάρτυρος τὰ κατορθώματα, τὰ μετὰ τὴν τελευτήν.
 [00118]  ἡ δὲ τοῦ Θεοῦ χάρις οὐκ εἴασεν ἐκεῖ διηνεκῶς μεῖναι, ἀλλὰ πάλιν αὐτὸν τοῦ ποταμοῦ πέραν μετέστησεν, ὥστε πολλὰ τῶν χωρίων τῆς εὐωδίας ἐμπλησθῆναι τοῦ μάρτυρος.
 [00120]  ∆ιὸ καὶ τὴν σκηνὴν ἔλαχεν αὐτῷ τὴν αὐτὴν, οὐ μάτην, ὡς ἔοικεν, ὁ θαυμαστὸς οὗτος τοῦ μάρτυρος ζηλωτής.
000-00-00 Serial Number=0633328676
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00007]  ἀλλ' ἵνα μὴ ἡ ζημία αὐτῶν ἀνίατος γένηται, πάλιν ἐν ἑτέρᾳ ἡμέρᾳ ἀνακηρύττομεν αὐτὸν, ἵνα καὶ οἱ ἀπολειφθέντες διὰ ῥᾳθυμίαν διπλασιάσωσι τῇ σπουδῇ τὴν εὐλογίαν τὴν παρὰ τοῦ μάρτυρος.
 [00015]  μὴ παρθένος οἴκοι μενέτω, μὴ γυνὴ τὴν οἰκίαν κατεχέτω, κενώσωμεν τὴν πόλιν, καὶ πρὸς τὸν τάφον τοῦ μάρτυρος μεθορμίσωμεν·
 [00017]  Ποίαν οὖν συγγνώμην ἔχει ὁ ἰδιώτης, βασιλέων τὰς βασιλικὰς αὐλὰς καταλιμπανόντων, καὶ τῷ τάφῳ τοῦ μάρτυρος παρακαθημένων;
 [00026]  Ἀλλὰ τοῦ μὲν μάρτυρος τὰ ἐγκώμια εἰς τὸν προσήκοντα καιρὸν ἀναμείνωμεν·
000-00-00 Serial Number=0365375936
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00028]  τὸ γὰρ πῦρ εἰς ὕψος ἐπαρθὲν ἐκορυφοῦτο καμάρας εἶδος ποιοῦν, καὶ χαλκοειδὲς γενόμενον ἐκύκλωσε τὸ σῶμα τοῦ μάρτυρος, οὐκ ἀφώρισεν τοῦτο ἀπὸ ὑδάτων, ἀλλὰ λαμπρότατον ἀπέφηνε.
 [00030]  Τέλος ἰδόντες οἱ τοῦ πυρὸς ἄνθρωποι οὐ δυνάμενον ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι τὸν μακάριον Πολίκαρπον, ὠθῆσαι ἐκέλευσαν εἰς τὸ σῶμα τοῦ μάρτυρος ξίφει στέρνης ἔνδον ἅπαξ ἕνα.
000-00-00 Serial Number=0300276637
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00003]  Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ τοῦ διακειμένου ἐν τῇ
000-00-00 Serial Number=0289947093
Homilia in martyres Ante [Go Back]  
 [00007]  καὶ οὐκ οὔσης ἡμέρας μάρτυρος, ἑορτὴν μάρτυρος ἐπετέλεσας.
 [00008]  Τιμὴ γὰρ μάρτυρος, μίμησις μάρτυρος.
 [00060]  παράμενε τῷ τάφῳ τοῦ μάρτυρος, ἔκχεε πηγὰς δακρύων ἐκεῖ, σύντριψον τὴν διάνοιαν, ἆρον εὐλογίαν ἀπὸ τοῦ τάφου·
000-00-00 Serial Number=0375318050
In Romanum martyrem Ante [Go Back]  
 [00007]  [50.612] θάρσος τὴν εὐσέβειαν, ὥσπερ ἐν σκάμμασι ταῖς τῶν παθῶν διηγήσεσιν ὑπὸ μάρτυρος παντὸς τεταμένον προθεῖσαι δίαυλον.
 [00009]  Τίς γὰρ οὐκ ἂν τὰ κατὰ τοῦ διαβόλου θαῤῥήσειε σκάμματα τοῖς τοῦ μάρτυρος τὴν ψυχὴν παιδοτριβήσας παλαίσμασιν, ὃν τοσούτων κιν δύνων οὐ κατέσεισε πλῆθος;
 [00023]  Πολλὴ τῆς τοῦ μάρτυρος σοφίας ἡ περιουσία·
 [00040]  ἔσχεν ἡ γλῶσσα πολλὴν ἀγαλλίασιν, πρόδρομος μάρτυς ὀφθεῖσα τοῦ μάρτυρος.
 [00131]  Οὐ φέρει τὴν ἄμετρον ὁ τύραννος παῤῥησίαν τοῦ μάρτυρος, ἀλλ' εὐθὺς ἀπὸ τῆς γλώττης τοῦ θύματος ἄρχεται.
 [00134]  Ἐβουλόμην ἄχρι τέλους ἐγχορεῦσαι τῇ τοῦ μάρτυρος ὑποθέσει, ἀλλ' ὁ τῆς συμμετρίας ἐπέστη καιρὸς, καί μοι σιωπᾷν [50.618] ἐγκελεύεται·
000-00-00 Serial Number=0643558204
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00218]  Τίνος οὖν οὐκ ἂν ἀντάξιος μάρτυρος οὗτος;
000-00-00 Serial Number=0203278661
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01120]  Φοβερὸν τοῦτο τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν.
000-00-00 Serial Number=0618294537
In epistulam I ad Timotheum Ante [Go Back]  
 [04169]  Ἐπειδὴ γὰρ μάρτυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ μάρτυρος διαλέγεται, ὥστε μᾶλλον τὸν μαθητὴν ἐντρέψαι.
000-00-00 Serial Number=0528215170
In illud Domine non est in homine Ante [Go Back]  
 [00016]  ∆ιὰ τοῦτο πρώην ὑμῖν περὶ Παύλου καὶ Πέτρου διαλεχθέντες, καὶ τῆς ἐν Ἀντιοχείᾳ γενομένης αὐτοῖς πρὸς ἀλλήλους ἀμφισβητήσεως, καὶ τὴν δοκοῦσαν ἐκείνων εἶναι μάχην πάσης εἰρήνης χρησιμωτέραν ὑμῖν ἀποδείξαντες, καὶ ἐπὶ τὴν ὑπτίαν ἐκείνην καὶ τραχείαν ἀγαγόντες ὁδὸν, ἐπειδὴ πεπονηκότας εἴδομεν, τῇ μετ' ἐκείνην ἡμέρᾳ πρὸς ἑτέραν εὐκολωτέραν ἐχειραγωγοῦμεν ὑπόθεσιν, τοῦ μακαρίου Εὐσταθίου τὰ ἐγκώμια διηγούμενοι, καὶ μετ' ἐκεῖνον τοῦ γενναίου μάρτυρος Ῥωμανοῦ τοὺς ἐπαίνους διεξιόντες, ὅτε δὴ καὶ λαμπρότερον ἡμῖν τὸ θέατρον γέγονε, καὶ πλείων ὁ κρότος, καὶ μείζων ὁ θόρυβος.
000-00-00 Serial Number=0021048486
In illud Ne timueritis Ante [Go Back]  
 [00638]  ἐκεῖ δὲ ὁ βασιλεὺς ῥίπτει τὸ διάδημα, καὶ παραμένει τῷ τάφῳ τοῦ μάρτυρος, δυσωπῶν καὶ δεόμενος δοθῆναι αὐτῷ λύσιν τῶν δεινῶν, καὶ νίκην κατ' ἐχθρῶν.
000-00-00 Serial Number=0812262893
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00009]  Ἐγὼ δὲ ταῖς πρεσβείαις τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ θαῤῥῶν, κηρύττω τὴν προτέραν ἀμφιβολίαν αὐτοῦ, καὶ τὴν δευτέραν ὁμολογίαν, τῆς Ἐκκλησίας ἡμῶν κρηπῖδα τυγχάνουσαν καὶ θεμέλιον.
000-00-00 Serial Number=0816976607
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00056]  Καινὸν ἐπινοεῖ τρόπον ἐπιβουλῆς, ἵνα τὸ ἀμελέτητον καὶ ἄηθες τῆς τιμωρίας καταβάλῃ τὸ φρόνημα τοῦ μάρτυρος.
 [00084]  καίτοι εἰ παρετράπη ἡ χεὶρ, οὐδ' οὕτως ἦν ἔγ κλημα τοῦ μάρτυρος.
 [00099]  Εἰ γὰρ πυρετὸς καὶ ἄκοντος τοῦ κάμνοντος συνέλκειν τὰ μέλη πέφυκε καὶ διαστρέφειν, πολλῷ μᾶλλον ἄνθρακες ἐπικείμενοι δεξιᾷ, καὶ μὴ ἐνδόντος τοῦ μάρτυρος τοῦτο ἂν εἰργάσαντο.
 [00141]  Ὅταν γὰρ ἴδῃς δαι μονῶντα ἄνθρωπον παρὰ τὸν τάφον τοῦ μάρτυρος κείμενον ὕπτιον, καὶ σπαράσσοντα ἑαυτὸν πολλάκις, οὐδὲν ἕτερον ἀλλ' ἢ τὴν κεφαλὴν τοῦ Πονηροῦ τετμη μένην ὁρᾷς.
000-00-00 Serial Number=0105264664
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00073]  Τὸ μὲν γὰρ σῶμα τοῦ μάρτυρος κεῖται ἐν Θρᾴκῃ, ὑμεῖς δὲ οὐκ ἐν Θρᾴκῃ διατρίβοντες, ἀλλὰ πολὺ τῆς χώρας ἐκείνης ἀφεστηκότες ἀντιλαμβά νεσθε τῆς εὐωδίας ἐκ τοσούτου διαστήματος, καὶ διὰ τοῦτο συνεληλύθατε, καὶ οὐ διεκώλυσε τῆς ὁδοῦ τὸ μῆκος, οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος.
000-00-00 Serial Number=0020612895
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00064]  ἀλλ' εἰ μὴ πᾶσαν εἶδον τὴν ἀρετὴν ταύτην ἐν τῇ ψυχῇ τοῦ μάρτυρος τούτου πεφυτευμένην, οὐκ ἂν αὐτῷ ταύτην ἐνεχείρισαν τὴν ἀρχήν.
 [00126]  ἀλλ' ἵνα μὴ τὸν ἅπαντα χρόνον εἰς τὸν περὶ τῆς ἐπισκοπῆς ἀναλώσαντες λόγον, ἐκπέσωμεν τῶν περὶ τοῦ μάρτυρος διηγημάτων, φέρε λοιπὸν ἐπὶ τὸν ἆθλον ἐκεῖνον ἴωμεν.
 [00187]  οὕτω δὴ καὶ τὸν ἅγιον τότε ἐκεῖνον ἀπὸ τῆς Ῥώμης αἱ πόλεις ἑξῆς διαδεχόμεναι, καὶ ἐπ' ὤμων φέρουσαι μέχρι τῆς πόλεως ταύτης παρέπεμπον ἐγκωμιάζουσαι τὸν στεφανίτην, ἀνυμνοῦσαι τὸν ἀγωνο θέτην, καταγελῶσαι τοῦ διαβόλου, ὅτι εἰς τὸ ἐναντίον αὐτῷ περιετράπη τὸ σόφισμα, καὶ ὅπερ ἐνόμισε κατὰ τοῦ μάρτυρος ποιεῖν, τοῦτο ὑπὲρ αὐτοῦ γέγονε.
000-00-00 Serial Number=0871430993
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00066]  οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος συνέβαινε τότε.
 [00078]  Οὐ γὰρ οὕτω τὸν οὐρανὸν λαμπρὸν ἀποφαίνουσιν οἱ τῶν ἄστρων χοροὶ, ὡς τὸ τοῦ μάρτυρος σῶμα λαμπρό τερον ἀπέφηναν οἱ τῶν τραυμάτων ἰχῶρες.
 [00079]  Καὶ ἵνα μάθητε ὅτι τὰ τραύματα τοῦ μάρτυρος τῶν ἐν οὐ ρανῷ πεπηγότων ἄστρων λαμπρότερα, σκοπεῖτε.
 [00082]  Λαβὼν γάρ τινα δαιμονῶντα καὶ μαινόμενον εἰσάγαγε [50.670] πρὸς τὸν ἅγιον τάφον ἐκεῖνον, ἔνθα τοῦ μάρτυρος τὰ λείψανα, καὶ ὄψει πάντως ἀποπηδῶντα καὶ φεύγοντα.
 [00094]  οὕτω δὴ καὶ οὗτοι διηρεύνων πανταχόθεν τὸ σῶμα τοῦ μάρτυρος, ἐπιλαβέσθαι δὲ τοῦ θησαυροῦ, καὶ κενῶσαι τὸν πλοῦτον τῆς πίστεως οὐκ ἴσχυον.
 [00110]  ἡ δὲ τοῦ μάρτυρος φωνὴ ἐκπηδήσασα ἀπὸ τῆς ἁγίας γλώττης ἐκείνης ἀνεπήδησεν εἰς τὸν οὐρανόν.
 [00117]  Σὺ δέ μοι σκόπει πῶς αὐτοῦ τῆς τελευτῆς τὸν τρόπον χαλεπόν τινα καὶ πικρὸν ἐπενόησεν, ἱκανὸν ἐνδείξασθαι ὄντα κἀ κείνου τὴν ὠμότητα, καὶ τοῦ μάρτυρος τὴν ἀνδρείαν.
 [00131]  ἀλλ' ἡττήθη τῇ ἀνδρείᾳ τοῦ μάρτυρος·
 [00142]  Ἔλαβεν αὐτὸν τὸ πέλαγος, οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ' ἵνα στεφανώσῃ, καὶ μετὰ τὸν στέφανον ἀπέδωκεν ἡμῖν τὴν ἁγίαν ταύτην κιβωτὸν τὸ σῶμα τοῦ μάρτυρος·
 [00148]  Ἀλλ' οἱ μὲν τοῦ μάρτυρος ἔπαινοι μὴ ἐλαττού σθωσαν τῇ ἀσθενείᾳ τῆς ἡμετέρας γλώττης, ἀλλὰ μενέτωσαν τὸν ἀγωνοθέτην Θεόν.
 [00180]  ἄν τε πένης καὶ εὐκατα φρόνητος εἶναι νομίσῃς, ἐλθὼν καὶ ἰδὼν τὸν πλοῦτον τοῦ μάρτυρος, καὶ καταγελάσας τῶν χρημάτων τῶν ἔξωθεν, οὕτως ἀναχωρήσεις πολλῆς σαυτὸν ἐμπλήσας φιλοσοφίας, κἂν ἐπήρειαι, κἂν ζημίαι, κἂν μάστιγες ἐπενεχθῶσιν·
000-00-00 Serial Number=0715888321
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00049]  οὕτως ὁ δεχόμενος μάρτυρα εἰς ὄνομα μάρτυρος, μισθὸν μάρτυρος λήψεται·
 [00050]  ὑποδοχὴ δὲ μάρτυρος τὸ συνελθεῖν εἰς τὴν ἐκείνου μνήμην, τὸ κοινωνῆσαι τῆς διηγήσεως τῶν ἄθλων, τὸ θαυμάσαι τὰ γεγενημένα, τὸ ζηλῶσαι τὴν ἀρετὴν, τὸ εἰς ἑτέρους ἐξενεγκεῖν τὰς ἀνδραγαθίας τὰς ἐκείνου·
 [00116]  [50.525] τὸν νοῦν ἐπιστήσειε, καὶ ἐκ ταύτης ὄψεται τοῦ μάρτυρος τὴν σοφίαν.
000-00-00 Serial Number=0429281473
In sanctum Romanum Ante [Go Back]  
 [00058]  οὕτω γὰρ εἰσόμεθα καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν τοῦ μάρτυρος ὑπομονὴν, καὶ τὴν τοῦ διαβόλου κακουργίαν·
 [00059]  καὶ τὴν μὲν τοῦ Θεοῦ φιλανθρωπίαν μαθόντες εὐχαριστήσομεν τῷ ∆εσπότῃ, τὴν δὲ τοῦ μάρτυρος ὑπομονὴν γνόντες μιμησόμεθα τὸν σύνδουλον, τὴν δὲ τοῦ διαβόλου κακουργίαν καταμαθόντες, ἀποστραφησόμεθα τὸν ἐχθρόν.
 [00091]  ∆ιὰ τοῦτο τὴν γλῶτταν ἀπέτεμεν, ἵνα ἀποστερηθέντες τῆς φωνῆς, ἧς ἀπήλαυον οἱ τοῦ μάρτυρος μαθηταὶ, καὶ τῆς συμβουλῆς ἐκπεσόντες, καὶ τῆς παραινέσεως ἐρη [50.610] μωθέντες, δειλότεροι γένωνται, καὶ πρὸς τὴν προτέραν ἀγωνίαν ἐπανέλθωσιν, οὐκ ἔχοντες τὸν ἐπαλείφοντα, οὐδὲ τὸν διεγείροντα καὶ καθοπλίζοντα.
 [00114]  ὃ δὴ καὶ ἐνταῦθα γέγονεν ἐπὶ τοῦ μάρτυρος.
 [00123]  οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος σαφεστέρα πάντων ἀπόδειξις ἡ τῆς γλώττης ἐκκοπὴ γέγονε τῆς κατὰ τοῦ διαβόλου νίκης.
 [00152]  Οὕτω ποτὲ καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησεν, ὥσπερ ἐβλάστησε τὸ στόμα τοῦ μάρτυρος νῦν.
 [00155]  Τίνος δὲ ἕνεκεν ἐβλάστησε νῦν τὸ στόμα τοῦ μάρτυρος;
000-00-00 Serial Number=0236306608
In sanctum Stephanum Ante [Go Back]  
 [00005]  Ἐν τούτῳ γὰρ καὶ τὴν [59.701] πάλην, καὶ τὴν νίκην, καὶ τὴν τιμὴν κηρύττει τὸ τοῦ μάρτυρος ὄνομα.
 [00014]  μακαρίζεται καὶ ἐν τούτῳ ἡ χάρις τοῦ μάρτυρος.
 [00043]  Ὢ πόση τῆς ἀξίας ἡ χάρις! ἕστηκεν ὁ ∆εσπότης ἀθλοῦντος τοῦ μάρτυρος.
000-00-00 Serial Number=0911117435
In sanctum Stephanum i Ante [Go Back]  
 [00049]  Πρέπον γὰρ αὐτοῖς συνεχῶς λέγεσθαι τὸ παρὰ τοῦ μάρτυρος εἰρημένον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»