Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λογισμῷ [94]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λογισμῷ


000-00-00 Serial Number=0101807714
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00057]  εἰ δέ τις αὐτὰ τῷ λογισμῷ διασκέψηται, εὑρήσει πολλῷ τῆς ὑπονοίας καταδεέστερα·
 [00726]  Ἀλλὰ τοῦτό σοι πάλιν ἀπὸ τῆς ὑποθέσεως συμβαίνει τῆς αὐτῆς, ὅτι τῇ τῶν πολλῶν δόξῃ, λογισμῷ δὲ οὐδέποτε τὸ πρᾶγμα ἐπέτρεψας.
 [00946]  νῦν δὲ ἁπλῶς καὶ ἀδιορίστως ἀκούσας Γῆν, οὐ τήνδε ἢ τήνδε, ἀλλ', Ἣν ἄν σοι δείξω, [47.459] πανταχοῦ περιῄει τῷ νῷ, καὶ πολὺν ἐδέχετο θόρυβον τῇ ψυχῇ, μηδαμοῦ τῷ λογισμῷ στῆναι δυνάμενος, ἀλλὰ πολλὰ ὑποπτεύειν ἔχων, καὶ μεριμνᾷν ἀναγκαζόμενος.
 [00951]  Τὸν γὰρ μέλλοντά τι φορτικὸν ὑπομένειν, πολλῷ κουφότερον εἰδέναι σαφῶς ὅπερ ὑποστήσεται, καὶ πρὸς ὃ παρασκευάσεται, ἢ πανταχοῦ ῥέμβεσθαι τῷ λογισμῷ, καὶ νῦν μὲν τὰ χρηστὰ, νῦν δὲ τἀναντία προσδοκᾷν, καὶ ὑπὲρ μηδενὸς τούτων ἔχειν θαῤῥεῖν, ἀλλ' ἀμφοτέροις ὁμοίως ἀπιστεῖν.
 [01523]  Πληγεὶς δὲ τούτῳ τῷ λογισμῷ, τῷ καὶ νυκτὸς καὶ μεθ' ἡμέραν σητὸς μᾶλλον αὐτοῦ διατρώγοντι τὴν ψυχὴν, καὶ ἄλλα ἐφεξῆς ἐδέχετο τραύματα συνεχῆ καὶ ἐπάλληλα.
000-00-00 Serial Number=0516457379
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00304]  Ἴδε τὸν οὐρανὸν νῦν καὶ διάβηθι τῷ λογισμῷ πρὸς τὰ ὑπὲρ τὸν οὐρανόν, λογίσαι τῆς κτίσεως ἁπάσης τὸν μετασχηματισμόν·
000-00-00 Serial Number=0052476645
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00253]  Οὐ μὴν μέχρι τούτων ἡμᾶς μόνον βούλεται ἑστάναι, ἀλλὰ καὶ ὑπερβαίνειν τὰ παραδείγματα τῷ λογισμῷ.
 [00269]  [6.8] Ταῦτα δὲ εἶπον τὰ ὑποδείγματα ἵν', ὅταν ἑτέρας ἐπαγάγω φίλτρου εἰκόνας, μὴ μέχρι τοῦ μέτρου τοῦ λεγομένου παρὰ τῶν προφητῶν στήσῃς τὴν διάνοιαν, ἀλλ' ἔχων τὸν κανόνα τοῦτον ὑπερβῇς τῷ λογισμῷ περαιτέρω καὶ ἴδῃς τῆς ἀγάπης αὐτοῦ τὴν ἄφατον ὑπερβολήν.
000-00-00 Serial Number=0792014062
Ad populum Antiochenum Ante [Go Back]  
 [00932]  ∆ιδάξει μετὰ τούτων ὅτι οὐ κοινὸν τῆς πόλεως γέγονε τὸ ἁμάρτημα, ἀλλ' ἀνθρώπων τινῶν ξένων καὶ ἐπηλύδων, οὐδὲν λογισμῷ ποιούντων, ἢ τόλμῃ καὶ παρανομίᾳ πάσῃ·
 [03415]  Κἂν ἁμάρτῃς καὶ συγχωρήσῃ σοι τὴν ἁμαρτίαν ὁ Θεὸς, τὴν μὲν συγχώρησιν δέξαι καὶ εὐχαρίστησον, τῆς δὲ ἁμαρτίας μὴ ἐπιλάθῃ, οὐχ ἵνα σαυτὸν κατατρύχῃς τῷ λογισμῷ, ἀλλ' ἵνα τὴν ψυχὴν παιδεύσῃς μὴ σκιρτᾷν μηδὲ περιπίπτειν πάλιν τοῖς αὐτοῖς.
 [03500]  ἡ μέλιττα μελιτουργεῖ οὐ λόγῳ μαθοῦσα τοῦτο καὶ λογισμῷ, ἀλλ' ἀπὸ τῆς φύσεως παιδευθεῖσα·
 [04184]  Πλὴν ἀλλ' εἰ καὶ μὴ ταῖς ὄψεσι δυνατὸν, τῷ λογισμῷ δυνατὸν αὐτῶν ὑποβαλεῖν τῆς ψυχῆς τὸ αἶσχος, καὶ δεῖξαι σεσηπυῖαν αὐτὴν καὶ διεφθαρμένην.
 [04511]  σὺ δὲ λόγῳ καὶ λογισμῷ τετιμημένος, πῶς εἰς τὴν ἐκείνων καταπίπτεις δυσγένειαν;
000-00-00 Serial Number=0468116164
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00032]  Ὅταν τὸ ἄκρατον τῶν παθῶν μὴ κεράσῃς εὐσεβεῖ λογισμῷ.
000-00-00 Serial Number=0943166792
Catecheses ad illuminandos Ante [Go Back]  
 [01083]  [7.18] Καὶ ἵνα μάθῃς ὅπως ὑπερεῖδον πάντων τῶν ἐν τῷ παρόντι βίῳ ἵνα δυνηθῶσιν ἐπιτυχεῖν τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν, ἐννόει μοι, ἀγαπητέ, τῷ λογισμῷ ὅτι ὁρῶντες τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸν τύραννον πῦρ πνέοντα καὶ θήγοντα τοὺς ὀδόντας καὶ λέοντος σφοδρότερον τὴν μανίαν ἐπιδεικνύμενον καὶ πῦρ καὶ τήγανα καὶ λέβητας ὑποκαιομένους παρασκευάζοντα καὶ πάντα ποιοῦντα ὥστε περιγενέσθαι καὶ καταπαλαῖσαι αὐτῶν τὸν λογισμόν, καταλιπόντες οὗτοι τὰ ἐπὶ τῆς γῆς ἅπαντα, τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὸν βασιλέα τῶν οὐρανῶν ἐθεώρουν καὶ τῶν ἀγγέλων τὸν δῆμον παρεστῶτα καὶ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ ἐφαντάζοντο.
000-00-00 Serial Number=0445444107
Commentarius in Job Ante [Go Back]  
 [01016]  οὐ λέγει τὰ παρόντα, ἀλλὰ καὶ τὰ παρελθόντα ὥστε πολλὴν ἐργάσασθαι σύγχυσιν ἐν τῷ λογισμῷ.
000-00-00 Serial Number=0843824565
Contra theatra Ante [Go Back]  
 [00256]  Ταῦτα λογισμῷ σώφρονι προειδόμενος Ἀβραὰμ, ταῦτα σκοπήσας ὁ μακάριος, ἐμβύθιον ἔκρυψε τὸ πρόσταγμα, οὕτω διατεθεὶς, ὡς ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0870545983
De Anna i Ante [Go Back]  
 [00851]  Ταῦτα πρὸς ὑμᾶς λέγομεν, ἵνα ὑμεῖς πρὸς ἐκείνους λέγοντες, καὶ συνεχῶς τούτοις αὐτοὺς ἐπαντλοῦντες τοῖς ῥήμασιν, ἀφέλκητε πάσης πονηρᾶς συνηθείας, καὶ πείθητε λογισμῷ πάντα ποιεῖν τῷ προσήκοντι.
 [00858]  Τὸν γὰρ ζήλῳ καὶ πόθῳ καὶ σώφρονι λογισμῷ τοῦ θείου τούτου μετέχοντα συλλόγου, διηνεκῶς ταῦτα ποιεῖν χρὴ, ἀλλ' οὐχὶ μετὰ τῶν ἐν ἑορτῇ μόνον φαινομένων, μετ' ἐκείνων ἀφίστασθαι πάλιν, θρεμμάτων δίκην ἁπλῶς ἀγόμενον.
000-00-00 Serial Number=0312293351
De Davide et Saule Ante [Go Back]  
 [00692]  Ἐπειδὰν δὲ φιλοσοφήσας τις τὴν ἔχθραν ἀπόθηται καὶ διαῤῥήξῃ τῆς λύπης τὸ νέφος, τότε ἀδεκάστῳ λογισμῷ καὶ ὄψεται πάντα, καὶ [54.703] ἀκούσεται·
000-00-00 Serial Number=0858816385
De Joseph et de castitate Ante [Go Back]  
 [00037]  ἀλλὰ πάντα τὰ τοῦ σώματος αὐτοῦ μόρια τῷ σώφρονι λογισμῷ ἐχαλίνου.
000-00-00 Serial Number=0291451871
De Lazaro Ante [Go Back]  
 [01735]  πῶς ἔστιν ἄνθρωπον ὄντα ἀλγεῖν, λόγῳ τιμηθέντα καὶ λογισμῷ, καὶ ταῖς περὶ τῶν μελλόντων ἐλπίσι;
000-00-00 Serial Number=0714431643
De Maccabeis Ante [Go Back]  
 [00036]  μὴ τοίνυν ἔξωθεν καταμάθῃς τοὺς ἀθλητὰς, ἀλλ' εἴσελθε τῷ λογισμῷ πρὸς τὴν τῆς ψυχῆς αὐτῶν εὐεξίαν·
 [00217]  οὕτω δὴ καὶ ἡ καρδία τῆς γυναικὸς ἐκείνης, ὥσπερ τις θαλαττία πέτρα κύματα δεχομένη τὰς προσβολὰς τῶν ὀδυνῶν, αὐτὴ μὲν ἀκίνητος ἔμενε, τὰς δὲ προσβολὰς ἐκείνας στεῤῥῷ καὶ φιλοσοφίας γέμοντι διέλυε λογισμῷ·
000-00-00 Serial Number=0470333636
De fato et providentia Ante [Go Back]  
 [00196]  προκατειλήφει γὰρ ἡμᾶς τῷ λογισμῷ·
000-00-00 Serial Number=0565603733
De mutatione nominum Ante [Go Back]  
 [00810]  ἵνα μὴ καὶ ἐπὶ Παύλου τοῦτο γένηται, καὶ μεθύων τῇ μανίᾳ τῶν γεγενημένων παραπέμψηται τὴν φωνὴν, ἢ μηδὲ ἀκούσῃ τὴν ἀρχὴν, τὴν διάνοιαν ἅπασαν πρὸς τὴν λεηλασίαν ἐκείνην ἔχων, πρότερον διὰ τοῦ φωτὸς πηρώσας αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ τὸν θυμὸν καταστείλας, καὶ σβέσας ἅπαντα τῆς ψυχῆς τὸν θόρυβον, καὶ πολλὴν ἐν τῇ διανοίᾳ γαλήνην ποιήσας, οὕτω τὴν φωνὴν ἀφῆκεν, ἵνα κατενεχθείσης τῆς ἀλαζονείας σώφρονι τῷ λογισμῷ προσέχῃ τοῖς λεγομένοις λοιπόν.
000-00-00 Serial Number=0878365219
De occursu domini Ante [Go Back]  
 [00090]  Πρότερον μὲν γὰρ ἐπίστευον τῇ διανοίᾳ, καὶ τῷ λογισμῷ ἐγίνωσκον·
000-00-00 Serial Number=0081865430
De paenitentia [1] Ante [Go Back]  
 [01311]  ἐὰν δὲ κοῦφον αὐτῇ τὸ σῶμα παρασκευάσῃς καὶ νήφοντι λογισμῷ τὸ φάρμακον δέξῃ, πολλὰ τῶν παλαιῶν ἁμαρτημάτων ἀποκαθᾶραι δυνήσῃ.
000-00-00 Serial Number=0233510792
De perfecta caritate Ante [Go Back]  
 [00208]  Ἀλλ' ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, εἰς τὰς τάξεις τῶν ἀρχαγγέλων, εἰς τὰς ἄλλας δυνάμεις τὰς ἀσωμάτους·
000-00-00 Serial Number=0929636717
De prophetiarum obscuritate Ante [Go Back]  
 [00708]  μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ' ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑρήσεις, ἀλλ' ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας.
 [00740]  οὕτως ἂν ἐνταῦθα παραγινόμενοι, καὶ μανθάνοντες τὰ παλαίσματα πάντα καὶ τὰς λαβὰς τοῦ διαβόλου, τοῦ καιροῦ τῶν ἀγώνων ἐλθόντος ὑποσκελισθῆτε, ἢ εὔμορφον ὄψιν ἰδόντες, ἢ πρὸς ἀπόνοιαν ἐπαρθέντες, ἢ ἑτέρῳ τινὶ πονηρῷ χειρωθέντες λογισμῷ, μάτην ἐνταῦθα εἰσήλθετε.
000-00-00 Serial Number=0075572908
De sacerdotio Ante [Go Back]  
 [00574]  Καὶ ταῦτα μὲν ὅταν ὑπὸ τῶν ὁμοταγῶν ἢ διὰ φθόνον ἢ πρὸς ἑτέρων χάριν ἢ πρὸς ἀπέχθειαν ἢ ἑτέρῳ τινὶ μὴ ὀρθῷ τις ἐκβάλληται λογισμῷ, ὅταν δὲ καὶ ὑπὸ τῶν ἐναντίων τοῦτο πάσχειν συμβαίνῃ, οὐδὲ λόγου δεῖν οἶμαι πρὸς τὸ δεῖξαι τὸ κέρδος ὅσον αὐτῷ διὰ τῆς ἑαυτῶν συλλέγουσι πονηρίας ἐκεῖνοι.
 [00697]  Ἂν μὲν γὰρ ὀρθῷ λογισμῷ τὸ πρᾶγμα διαθῇ, ἐχθροὶ καὶ πολέμιοι καὶ αὐτῷ καὶ τοῖς αἱρεθεῖσιν ἅπαντες καὶ πρὸς φιλονεικίαν τὴν ἐκείνου ἅπαντα πράττουσιν, στάσεις καθ' ἑκάστην ἐμβάλλοντες τὴν ἡμέραν καὶ σκώμματα μυρία τοῖς αἱρεθεῖσιν ἐπιτιθέντες, ἕως ἂν ἢ τούτους ἐκβάλωσιν ἢ τοὺς αὑτῶν εἰσαγάγωσιν, καὶ γίνεται παραπλήσιον οἷον ἂν εἴ τις κυβερνήτης ἔνδον ἐν τῇ νηῒ τῇ πλεούσῃ πειρατὰς ἔχοι συμπλέοντας καὶ αὐτῷ καὶ τοῖς ναύταις καὶ τοῖς ἐπιβάταις συνεχῶς καὶ καθ' ἑκάστην ἐπιβουλεύοντας ὥραν.
000-00-00 Serial Number=0872322440
De sanctis martyribus [2] Ante [Go Back]  
 [00142]  οὐ δεῖται γὰρ χρημάτων, οὐδὲ δαπάνης, οὐδὲ τέχνης τινὸς αὕτη ἡ γραφὴ, ἀλλ' ἀντὶ πάντων ἀρκεῖ προθυμίᾳ χρήσασθαι καὶ λογισμῷ γενναίῳ καὶ νήφοντι, καὶ διὰ τούτου καθάπερ διά τινος χειρὸς ἀρίστης ὑπογράψαι τὰς τιμωρίας αὐτῶν.
000-00-00 Serial Number=0965899527
De virtute animi Ante [Go Back]  
 [00017]  Τῇ τῆς γνώμης ἀξίᾳ, δι' ἢν ἄνθρωπος Θεῷ παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιὼν, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιοχῶν σοφίᾳ τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, ἐπιστήμῃ δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης, καλλιτεχνίας.
000-00-00 Serial Number=0671191216
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02859]  Μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ' ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑρήσεις, ἀλλ' ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας.
 [02889]  Μὴ τοίνυν μηδὲ ἐνταῦθα τῷ ἄνθει πρόσεχε, ἀλλ' ἐνδοτέρω διάβηθι τῇ διανοίᾳ, καὶ τὸ δέρμα τὸ καλὸν ἐκεῖνο περιελὼν τῷ λογισμῷ, περιεργάζου τὰ ὑπὸ τοῦτο κείμενα.
 [06076]  Ἀλλ' ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων, [63.752] καὶ ὄχημα χρυσοκόλλητον καὶ πέταλα τούτῳ περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς·
 [06084]  Τὸ γὰρ ἐπιτεταμένον τῆς ἀλγηδόνος οὐ συγχωρεῖ τῷ λογισμῷ σχολήν τινα σχεῖν εἰς τὸ λογίσασθαι ἑτέρους καὶ παραμυθίαν εὑρεῖν.
 [06282]  ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῶν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγενομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δύνανται μετὰ τὴν ἄνωθεν χάριν·
 [09999]  ἀλγήσωμεν ἐνταῦθα τῷ λογισμῷ, ἵνα μὴ ἀλγήσωμεν ἐκεῖ τῇ κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός·
 [09999]  ἀλλ' ἐὰν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὸν, τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως ἐνεγκὼν θυσίαν τὴν γνώμην ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν·
000-00-00 Serial Number=0284747303
Epistula ad monachos Ante [Go Back]  
 [00121]  Καὶ τὸ ἀρχέτωσαν τοίνυν ἄρχει σώματι ἢ λογισμῷ;
000-00-00 Serial Number=0193285584
Epistulae Ante [Go Back]  
 [01145]  Λῦσον τοίνυν τὴν ὀργὴν, κἂν δικαία ᾖ, δάμασον λογισμῷ φιλοσόφῳ τὸν θυμὸν, ἀνένεγκε τοῦτο θυσίαν τῷ Θεῷ·
 [02103]  Λῦσον τοίνυν τὴν ὀργὴν, κἂν δικαία ᾖ, δάμασον λογισμῷ φιλοσόφῳ τὸν θυμὸν, ἀνένεγκε τοῦτο θυσίαν τῷ Θεῷ·
000-00-00 Serial Number=0407551110
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00031]  Ταῦτ' οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, μὴ ἐκδῷς σεαυτὴν τῇ τῆς ἀθυμίας τυραννίδι, ἀλλὰ κράτει τῷ λογισμῷ τοῦ χειμῶνος·
 [00435]  Ὁ χειμὼν τῶν θορύβων τῶν ἐν τῷ λογισμῷ γινομένων αὐτῷ οὗτος μάλιστα ἦν αὐτὸν ἀποπνίγων ἀφόρητος, καὶ τὸ συνειδὸς αὐτοῦ τὸ καθαρὸν τοῦτο μάλιστα ἐποίει τὴν ἔνδον ζάλην καὶ ἐσκότου τὸν λογισμὸν καὶ τὸν κυβερνήτην ἐτάραττεν.
 [00483]  Ἐπειδὴ δὲ καὶ ἕτερόν τί ἐστι, ὡς ἔγωγε οἶμαι, τὸ μάλιστά σε ὀδυνῶν φέρε καὶ τούτῳ τῷ λογισμῷ κατασκευάσωμεν τὸ φάρμακον μετὰ τῶν εἰρημένων καὶ ἃ νῦν ἐροῦμεν.
000-00-00 Serial Number=0382613420
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05617]  Τουτέστιν, Οὐ προσήκοντα λογισμῷ δικαίῳ εἴληφας.
000-00-00 Serial Number=0291349828
Homilia de capto Eutropio Ante [Go Back]  
 [00796]  ἀλλὰ ἀναλάβετε τῷ λογισμῷ αὐτά.
000-00-00 Serial Number=0000870585
In Acta apostolorum Ante [Go Back]  
 [06896]  Ἐν οἷς γὰρ οὐ κατὰ γνῶσιν ἐποίει, ἀνθρωπίνῳ κινούμενος λογισμῷ διεπράττετο.
 [09999]  Πρᾶξον ἐκεῖνα, καὶ ὀρθῷ λογισμῷ ζήτησον παρὰ τοῦ Θεοῦ, καὶ αὐτός σοι πάντως ἀποκαλύψει.
 [09999]  τῷ γὰρ λογισμῷ τούτῳ οὐδὲν ἐργάσῃ, πάντα ἐπιτρέπων αὐτῇ.
000-00-00 Serial Number=0752618372
In Bassum martyrem Ante [Go Back]  
 [00006]  Τοῦτο γὰρ, οἶμαι, καὶ ἡμῖν τοῖς λέγουσι καὶ ὑμῖν τοῖς ἀκούουσιν ὑπάρχει κατάλληλον, λογισμῷ ποριζομένοις ἑαυτοῖς τὰ βελτίω τε καὶ συμφέροντα.
000-00-00 Serial Number=0293944836
In Genesim sermones Ante [Go Back]  
 [00329]  ∆εῖ τοίνυν αὐτῶν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν τούτων ἀρχὴν παραδιδόναι.
000-00-00 Serial Number=0967755973
In Isaiam Ante [Go Back]  
 [01017]  ὁ δὲ λογισμῷ μὲν οὐδενὶ χρησάμενος (ποῖος γὰρ λογισμὸς ἀνακαλῦψαι δυνατὸς ἦν τοῦ Γιεζῆ τὴν κλοπήν;), θείᾳ δὲ χάριτι τὰ πόρρωθεν γεγενημένα προιδών.
000-00-00 Serial Number=0990450978
In Joannem Ante [Go Back]  
 [00934]  Ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δυνήσῃ ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι τῷ λογισμῷ·
 [01350]  Τί φιλονεικεῖς εἰκῆ καὶ μάτην ὑπερακοντίσαι τῷ λογισμῷ τὴν ἄπειρον ταύτην ζωήν;
 [04373]  Ταῦτ' οὖν εἰδότες μὴ λογισμῷ τὰ περὶ Θεοῦ ζητῶμεν, μηδὲ ὑπὸ τὴν ἀκολουθίαν τὴν παρ' ἡμῖν ἄγωμεν τὰ ἐκεῖθεν, μηδὲ ἀνάγκῃ φύσεως ὑποβάλλωμεν·
 [04808]  ὅταν δὲ ταῦτα μὴ δέχηται, ἃ λογισμῷ μὲν οὐκ ἔστι λαβεῖν, πίστει δὲ μόνῃ, οὐκ ἔτι ἀνοίας, ἀλλ' ἀπιστίας ἐστὶ τὸ ἔγκλημα.
000-00-00 Serial Number=0977480710
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00574]  πίστει δέχομαι, οὐ περιεργάζομαι λογισμῷ.
000-00-00 Serial Number=0288547277
In Psalmum 145 Ante [Go Back]  
 [00123]  οὕτω δὴ καὶ τὰ ἐντὸς ἡμῶν ἐὰν ἐπέλ θῃς ἅπαντα τῷ λογισμῷ, ἐὰν ἴδῃς τὴν διαφορὰν τῆς ποιότητος, τῆς ἐνεργείας, τῆς δυνάμεως, τῆς συμ φωνίας, τῆς διαπλάσεως, τῆς θέσεως, τοῦ ἀριθμοῦ, τῆς ἁρμονίας, ἐκεῖνο τὸ προφητικὸν ἀναφθέγξῃ ῥῆμα·
000-00-00 Serial Number=0226380289
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01748]  Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι διαλεγόμεθα, ἂν ἀναλογισώμεθα ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν μετὰ χεῖρας ἔχομεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετάσωμεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, ἂν μεταστῶμεν ἐκεῖ, καὶ λαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκχέωμεν αὐτῷ δάκρυα.
 [02522]  ἀλλ' ἐνδότερον διάβηθι τῷ λογισμῷ, καὶ τὸ δέρμα τὸ καλὸν ἐκεῖνο περιελὼν τῷ λογισμῷ, περιεργάζου τὰ ὑπὸ τοῦτο κείμενα.
 [03172]  Εἰ δὲ νῦν οὔπω τοῦ πράγματος παρόντος, ἀλλὰ ἁπλῶς καθ' ὑπόθεσιν δοθέντος καὶ λογισμῷ τυπωθέντος, ἀπωλόμεθα ὑπὸ τοῦ συνειδότος·
 [04900]  Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, καταλείπει δὲ αὐτὸ τῷ λογισμῷ τῶν ἀκροατῶν·
 [06692]  ὅταν ἴδῃς ἀπολαύοντα τῶν κρότων, πρὸς τὸν μέλλοντα αἰῶνα διάβηθι τῷ λογισμῷ, καὶ τὴν ἐκεῖ δόξαν·
000-00-00 Serial Number=0737283111
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00793]  σὺ δὲ αὐτὸν λογισμῷ πείθειν πειρῶ.
 [09999]  Ἔνθα γὰρ οὐκ ἔστιν ἀντίπαλον πάθος τῷ σώφρονι λογισμῷ, τίς ἂν γένοιτο πόνος;
000-00-00 Serial Number=0418869078
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01813]  Μὴ δὴ ταῦτα ἐννοῇς, ὦ γύναι, ἀλλ' ἀναπέτασον τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, κατάμαθε τὰ ἐκεῖ βασίλεια, ἴδε τὸν ἐκεῖ καθήμενον βασιλέα, λόγισαι εἰ οὗτοι μᾶλλον οἱ ἐπὶ τῆς γῆς τοῦ παιδὸς τοῦ σοῦ δύνανται ἐκεῖ εἶναι λαμπρότεροι, καὶ τότε στέναξον·
000-00-00 Serial Number=0168727875
In epistulam ad Colossenses Ante [Go Back]  
 [01571]  τὸ δὲ ἀσώματον ἴδωμεν, μήποτε λογισμῷ ἐξετάσαι δυνώμεθα.
 [01666]  Ἂν λογισμῷ ἐξετάζωμεν, ἄπιστα·
 [02568]  Ἂν γὰρ δῷ βραβεῖον τῷ ἀγαθῷ λογισμῷ, ὅσα ἂν ἀναισχυντῇ ἐκεῖνος, οὐδὲν ὄφελος λοιπόν.
000-00-00 Serial Number=0222801387
In epistulam ad Ephesios Ante [Go Back]  
 [00774]  Πολλοὺς ὁρῶ τοὺς σώματος τοῦ Χριστοῦ μετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ συνηθείᾳ μᾶλλον καὶ νόμῳ, ἢ λογισμῷ καὶ διανοίᾳ.
 [04702]  Ταῦτα δὴ οὖν τὰ δύο τῆς ψυχῆς εἴδη ῥυθμίσαντες, καὶ ὑποζεύξαντες τῷ λογισμῷ, καθάπερ ἵππους εὐηνίους, τήν τε ἐπιθυμίαν, καὶ τὸν θυμὸν, οὕτως ἐπιστήσωμεν τὸν νοῦν ἡνίοχον, ἵνα καὶ τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως·
000-00-00 Serial Number=0087131143
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06511]  τὸ, τί ἐστι, λογισμῷ καταλαβεῖν δυνατόν;
 [06513]  πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι;
 [06906]  ἀλγήσωμεν ἐνταῦθα τῷ λογισμῷ, ἵνα μὴ ἀλγήσωμεν ἐκεῖ τῇ κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός·
 [07162]  Ὁμοίως γὰρ ἄπορον ἦν, ἀνθρωπίνῳ λέγω λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ [63.173] γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποιίαν δοῦναι παιδίον, καὶ σφαγιασθέντα ἀναστῆσαι·
 [09560]  ἐναντίον γὰρ ἡ πίστις λογισμῷ.
000-00-00 Serial Number=0601990998
In epistulam ad Philippenses Ante [Go Back]  
 [03646]  Εἰ τοίνυν ὃ καὶ τῆς κατὰ σάρκα γεννήσεως εὐτελέστερον, τοῦτο πίστει δεῖ παραλαμβάνειν, τὸ πολλῷ μεῖζον, καὶ ἀπείρως μεῖζον καὶ ἀσυγκρίτως, πῶς λογισμῷ καταλαμβάνεται;
000-00-00 Serial Number=0171364069
In epistulam ad Romanos Ante [Go Back]  
 [00292]  Καὶ τοῦτο δὲ αὐτὸ πίστεως δεῖται, καὶ οὐδὲν τούτων λογισμῷ καταλαβεῖν δυνατόν.
 [05572]  Ἀλλ' ἐπειδὴ τέως σώματος ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔνι, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ φρίκης γέμον, εἰς τοὺς τῶν ἀγγέλων δήμους, εἰς τὰ στίφη τῶν ἀρχαγγέλων τὰ ἄπειρα, εἰς τὰς ἄλλας τὰς ἀσωμάτους δυνάμεις.
000-00-00 Serial Number=0808886945
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00006]  [2] Καθάπερ οὖν κύνα τις ἔχων ἄγριον καὶ τοῖς παριοῦσιν ἐπιπηδῶντα πᾶσιν, οὐκ ἀνέχεται λελυμένον εἶναι καὶ ἄφετον, ἀλλὰ σιδηρᾷ ἁλύσει δήσας αὐτὸν παραδίδωσιν ταῖς χερσὶν τῶν οἰκετῶν μετὰ ἀσφαλείας κατέχειν, οὕτως καὶ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τοὺς ἡμετέρους, κυνῶν ἀναιδέστερον ἐπιπηδῶντας τοῖς λαμπροῖς τῶν σωμάτων, οὐκ ἀφίησιν εἶναι λελυμένους, ἀλλ' ὥσπερ σιδηρᾷ ἁλύσει τῷ φόβῳ τῆς νομοθεσίας ἀποδήσας αὐτούς, παρέδωκεν μετὰ ἀσφαλείας κατέχειν τῷ λογισμῷ, προειπὼν καὶ ἀπειλήσας, εἰ διαφύγοιεν καί τινος τῶν παριόντων ἐπιλάβοιντο, τὴν τῶν μοιχῶν αὐτὸν ἀπαιτήσειν τιμωρίαν.
000-00-00 Serial Number=0796892047
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00091]  Εὐνούχους ἐνταῦθά φησιν οὐ τοὺς τὰ μέλη κόψαντας, ἀλλὰ τοὺς τὸν πονηρὸν λογισμὸν καὶ ἀσελγείας γέμοντα ἀποτεμόντας, οὐ σιδηρᾷ μαχαίρᾳ, ἀλλὰ λογισμῷ καὶ φιλοσοφίᾳ, καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ χρησαμένους εἰς τοῦτο.
000-00-00 Serial Number=0318655550
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00028]  καὶ τὸ σῶμα τῆς οἰκουμέ νης ἐπιτρέχων τῷ λογισμῷ, ἐρεῖ μετὰ τοῦ Προφήτου·
 [00036]  Καὶ ἵνα μάθῃς πῶς καθ' ἑαυτὰς ἠχοῦσι, κροῦσον τῷ λογισμῷ τὴν νευρὰν τοῦ οὐρανοῦ, καὶ ἀκούσῃ μεγάλα ἠχούσης, καὶ τῷ Θεῷ δόξαν ἀναπεμ πούσης.
000-00-00 Serial Number=0733528614
In illud Vidi dominum Ante [Go Back]  
 [01104]  ∆ιὸ χρὴ συνεχῶς αὐτὴν ἀνακρούεσθαι καί, καθάπερ τινὶ χαλινῷ, τῷ τῆς εὐσεβείας λογισμῷ τὴν ἄλογον αὐτῆς ἀναχαιτίζειν ὁρμήν·
 [01309]  Θεάσασθε τοίνυν καὶ τὴν ἐπιθυμίαν ἐμπλήσατε, ἀλλὰ μὴ μετὰ θορύβου, μηδὲ σπεύδοντι λογισμῷ, ὅπερ ἐπὶ τῶν βασιλικῶν ἐξόδων καὶ εἰσόδων γίνεται·
000-00-00 Serial Number=0235918701
In principium jejuniorum Ante [Go Back]  
 [00057]  ὅτε χρήματα ἀποῤῥέει, ὅτε εἰς τὸ φρικτὸν ἐκεῖνο ἡ ψυχὴ συνελαύνεται δικαστήριον, ὅτε τῶν σαυτοῦ κύριος οὐκέτι γενήσῃ, ὅταν μεταμεληθῇς ἐφ' οἷς ἔπραξας, τῆς μεταμελείας χώραν οὐκ ἐχούσης λοιπὸν, ὅτε κλείεται τῆς μετανοίας ἡ θύρα, καὶ τοῦ παραδείσου ἡ εἴσοδος ἀποτειχίζεται, ὅταν στενάξῃς μὲν ἐκ καρδίας βάθους, τὸν δὲ ἐξαιρούμενον οὐχ εὑρήσῃς, ἆρα οὐ πρὸς τοιαύτας κατὰ σαυτὸν ἀπαντήσῃς τῷ λογισμῷ ἀπορίας;
000-00-00 Serial Number=0425220609
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00010]  Τῆς μισαδελφίας ὁ βόρβορος καὶ αὐτὸς ἀποπλύνε ται, ὅταν εὐγνώμονι λογισμῷ δέξωνται τὸ εὐαγγελικὸν ἐκεῖνο λόγιον·
000-00-00 Serial Number=0955398381
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00023]  καί ἐστιν ὁ μὲν λογισμὸς οἱονεὶ φλιά (τουτέστιν ὑπέρθυρον) ἐπὶ τοῖς σταθμοῖς ἑκατέροις, ἡγεμονικὸς γὰρ καὶ ἀνώτερος τῇ φύσει, τὸ δὲ πάθος ἀνάλογον ἔχει τοῖς σταθμοῖς, ὑποκείμενον τῷ λογισμῷ, [9] καθάπερ οἱ σταθμοὶ τοῖς ὑπερθύροις ὑπόκεινται.
000-00-00 Serial Number=0508114576
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00185]  τὸ δὲ ἡμερώτατον τοῦτο γένος καὶ λογισμῷ καὶ λόγῳ τετιμημένον, τὴν ἀνθρωπείαν λέγω φύσιν, εἰ βουληθείη ῥᾳδιόν τε καὶ σφόδρα εὔκολον καὶ τοῦ βορβόρου καὶ τῆς δυσωδίας καὶ τῆς κόπρου καὶ τῆς βδελυγμίας ἀπαλλάξαι ἐκείνης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»