Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λογισμὸς [99]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λογισμὸς


000-00-00 Serial Number=0850974619
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00387]  Ὑπεροψία χρημάτων τότε πολλὴ, τότε ὀργῆς ἀναίρεσις, τότε ὀλιγωρία φιλοτιμίας, καὶ οὔτε φθόνος ἐμφωλεῦσαι, οὐ τῦφος ἐκβακχεῦσαι τὸν ὑπὸ τοῦ πένθους συντριβέντα δύναιτ' ἂν, οὐκ ἐπιθυμία ἐμπίπρησι τὸν ἀκόλαστον, ἀλλὰ πάντων τούτων φυγαδευθέντων ἐκεῖθεν, εἷς μόνος κατοικίζεται λογισμὸς, ὁ τὴν εἰκόνα τοῦ τετελευτηκότος διακρατῶν συνεχῶς·
000-00-00 Serial Number=0559422970
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00200]  [4.11] Οὕτω γὰρ ἀσθενὴς τῶν ἀνθρώπων ὁ λογισμὸς ὡς εἰς ἐναντία περιαχθῆναι πολλάκις καὶ ἐκ διαμέτρου κατὰ ἀλλήλων στῆναι πολλοὺς ἐν τῇ περὶ τῆς κτίσεως ψήφῳ.
000-00-00 Serial Number=0489680946
Ad populum Antiochenum Ante [Go Back]  
 [01322]  ∆ιαῤῥήξωμεν τοίνυν τὰς καρδίας, ἵνα εἴ τις πονηρὰ βοτάνη καὶ λογισμὸς δολερός ἐστιν ἐν ἡμῖν, πρόῤῥιζον αὐτὸν ἀνασπάσωμεν, καὶ καθαρὰς τοῖς τῆς εὐσεβείας σπέρμασι παράσχωμεν τὰς ἀρούρας Ἐὰν γὰρ μὴ νῦν νεώσωμεν, ἐὰν μὴ νῦν σπείρωμεν, ἐὰν μὴ νῦν δακρύσωμεν, ὅτε θλῖψις καὶ νηστεία, πότε ἄλλοτε ἥξομεν εἰς κατάνυξιν;
 [02745]  καίτοι γε ἀναδύεται καὶ ὀκνεῖ πρὸς τὴν διδασκαλίαν ταύτην ἡμῖν ὁ λογισμὸς διὰ τοὺς μὴ παραγενομένους.
 [03331]  Ὥστε ὅπερ ἐκείνῳ τὸ τάχος, τούτῳ ὁ λογισμὸς καὶ ἡ τέχνη παρέσχε μετὰ πλείονος τῆς ὑπερβολῆς·
 [03338]  Πάλιν ἐστὶ πτερὸν τῷ ἀετῷ κοῦφον, ἀλλ' ἔστιν ἐμοὶ λογισμὸς καὶ τέχνη δι' ἧς δύναμαι πάντα τὰ ἱπτάμενα ζῶα κατενεγκεῖν καὶ χειρώσασθαι.
000-00-00 Serial Number=0469597936
Ad viduam juniorem Ante [Go Back]  
 [00014]  ὅταν δὲ καὶ νεότης προσῇ, καὶ χηρεία ἄωρος καὶ πραγμάτων ἀπειρία, καὶ φροντίδων ὄχλος πολύς, καὶ τὸ ἐν τρυφῇ καὶ εὐθυμίᾳ καὶ πλούτῳ τὸν ἔμπροσθεν ἅπαντα τετράφθαι χρόνον, πολλαπλασίονα γίνεται τὰ δεινά, κἂν ἡ τοῦτο παθοῦσα μὴ τῆς ἄνωθεν τύχῃ ῥοπῆς, καὶ ὁ τυχὼν αὐτὴν λογισμὸς καταλῦσαι δυνήσεται, ὅπερ πρῶτον καὶ μέγιστον τῆς πολλῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας τίθεμαι εἶναι τεκμήριον.
000-00-00 Serial Number=0405274212
Adversus Judaeos Ante [Go Back]  
 [02824]  Ταῦτα, καθ' ἑκάστην ἡμέραν, κεντῶν ὁ λογισμὸς, καὶ τὸ συνειδὸς μαστίζων ἐρεῖ.
000-00-00 Serial Number=0409463644
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00031]  οὐκ ἀνατρέπει σου τὴν ἄκαιρον τρυφὴν ὁ τοῦ συνεσταλμένου καιροῦ λογισμὸς, οὐχὶ τῆς μελλούσης φοβερᾶς ἡμέρας παρουσία·
000-00-00 Serial Number=0650740564
Catecheses ad illuminandos Ante [Go Back]  
 [00059]  ποῖος γὰρ λογισμὸς ἀνθρώπινος καταλαβεῖν δυνήσεται τοῦ γινομένου τὴν φύσιν, ὅταν γάρ τις ἐννοήσῃ ὅτι ἡ
 [00071]  Εἰπέ μοι, ποῖος λογισμὸς τοῦτο εὑρεῖν δυνήσεται, ποία διάνοια ἐφικέσθαι τοῦ γινομένου;
 [00588]  Ποῖος νοῦς, ποία διάνοια, ποῖος λογισμὸς καταλαβεῖν δυνήσεται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν καὶ τῶν ἀφάτων δωρεῶν τὰ μεγέθη ἃ τῇ τῶν ἀνθρώπων φύσει κεχάρισται.
000-00-00 Serial Number=0102874160
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00062]  οὔτε γὰρ λογισμὸς εὑρεῖν οὔτε λόγος ἀνθρώπινος ἑρμηνεῦσαι αὐτὰ δυνήσεται, μόνη δὲ ἡ τῆς πίστεως οἶδεν αὐτὰ διδασκαλία καλῶς.
000-00-00 Serial Number=0406080306
Commentarius in Job Ante [Go Back]  
 [00620]  ἀνεπήδησεν εὐθέως πρὸς τὸν θεὸν ὁ λογισμὸς καὶ οὐκέτι πρὸς τὰ παρόντα ἑώρα.
 [04201]  «τί γάρ μοι», φησίν, «ὄφελος τῆς κατὰ τὴν δημιουργίαν σοφίας;» δείκνυσιν αὑτοῦ τὴν πρόνοιαν πανταχοῦ καὶ πῶς πράγματα συνίστησιν, ἃ λογισμὸς εὑρεῖν οὐ δύναται·
000-00-00 Serial Number=0955141068
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00606]  [112] Ἐπακούσωμεν δὲ καὶ τῶν λοιπῶν τοῦ θρήνου ῥημάτων οὕτω γὰρ τὸ πένθος εἰσόμεθα καλῶς ὃ κατέσχεν αὐτῶν τὰς ψυχάς Ἄνδρες ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον·
000-00-00 Serial Number=0619421184
De Davide et Saule Ante [Go Back]  
 [00207]  ὁ γὰρ κυβερνήτης ταχέως αἰσθόμενος, ὁ εὐσεβὴς λογισμὸς, γαλήνην ἀντὶ χειμῶνος ἐποίησεν.
 [00327]  Ὅ τε γὰρ προσενεγκὼν τὴν πραότητα καὶ τὴν ἐπιείκειαν λογισμὸς, ἥ τε ἐπιείκεια καὶ ἡ πραότης καὶ ἡ καρδία, ἐν ᾗ ταῦτα προσεφέρετο, ἅπαντα ἦν παρ' αὐτῷ.
 [00333]  ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατωρθοῦτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο.
000-00-00 Serial Number=0629693627
De diabolo tentatore Ante [Go Back]  
 [00654]  Μεγίστη αὕτη πραγμάτων ἀπόδειξις, ἔλεγχος σαφὴς καὶ λογισμὸς ἀναμφισβήτητος τοῦ πανταχοῦ τὴν προαίρεσιν εἶναι κυρίαν.
000-00-00 Serial Number=0777037919
De fato et providentia Ante [Go Back]  
 [00036]  Ὁρᾷς ὅτι ἡ τῆς ψυχῆς κατάστασις, καὶ ὅτι ὁ οἰκεῖος λογισμὸς καὶ τούτων καὶ ἐκείνων αἴτιος, ἀλλ' οὐκ αὐτὴ τῶν πραγμάτων ἡ φύσις.
000-00-00 Serial Number=0238020182
De incomprehensibili dei natura Ante [Go Back]  
 [00102]  Οὐ γὰρ δέχεται λογισμὸς εἰδέναι πῶς οἷόν τε οὐσίαν εἶναι, μήτε παρ' ἑαυτῆς μήτε παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν.
 [00557]  Ταῦτ' οὖν ἅπαντα ἐννοῶν ὁ Παῦλος καὶ δεικνὺς ὅτι τὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα λογισμὸς μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πίστις δὲ μόνη δύναται διδάξαι καὶ ποιῆσαι σαφῆ, ἔλεγεν ἐπὶ τῇ πίστει·
000-00-00 Serial Number=0833527982
De jejunio de Davide Ante [Go Back]  
 [00097]  Ὁ λογισμὸς τῆς ἐπιθυμίας, ὁ ἐμβάλλων ἡμᾶς εἰς κόλασιν.
000-00-00 Serial Number=0049140811
De jejunio sermones 1 Ante [Go Back]  
 [00202]  Ἀκανθῶν γὰρ χωρίον, ἀδελφοὶ, ἡ τοῦ πλεονέκτου ψυχὴ, ἄκαρπος ἀγρὸς τὸ τοῦ φιλαργύρου ψυχάριον, ἀπροσόδευτος κτῆσις ἡ τῶν ἀλλοτρίων ἀπόλαυσις, ἔρημον γεώργιον τὸ τοῦ πόρνου σωμάτιον, πολύκρημνος χῶρος τῶν ὑπερηφάνων λογισμὸς, ἀκερδὴς ἐμπορία τῶν κατηγόρων τὰ ῥήματα, κενὴ πραγματεία, διαβόλου κοινωνὸς ὁ τοῦ πλησίον ἐπίβουλος.
000-00-00 Serial Number=0583393633
De paenitentia [1] Ante [Go Back]  
 [00967]  καὶ πολλή τις ἦν ἡμῶν ἡ φιλοσοφία καὶ ὑπεροψία τῶν βιωτικῶν πραγμάτων, καὶ οὔτε χρημάτων πόθος, οὔτε δόξης ἐπιθυμία, οὔτε ὄρεξις καὶ ἔρως ἀσελγείας, οὔτε ἄλλος τις λογισμὸς πονηρὸς τότε ἠνώχλει, ἀλλὰ πάντες εἰς θεοσέβειαν ἑαυτοὺς ἐπεδώκατε, μετὰ δεήσεως καὶ δακρύων·
000-00-00 Serial Number=0874861240
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00064]  καὶ καθάπερ πλοῖον ἐν πελάγει τοῦ κυβερνήτου χωρὶς ὧδε κἀκεῖ περιφερόμενον τοῖς κύμασι κλυδωνίζεται, οὕτως ἐσαλεύθη μου πολλάκις ὁ λογισμὸς ταῖς τρικυμίαις, διανοουμένου καὶ λέγοντος·
000-00-00 Serial Number=0005280197
De perfecta caritate Ante [Go Back]  
 [00231]  Ἐκείνου γάρ ἐστιν οὗτος ὁ λογισμὸς χάριν ἀνόνητον χαριζόμενος καὶ ῥᾳθύμους ποιῶν.
000-00-00 Serial Number=0537057996
De sacerdotio Ante [Go Back]  
 [01290]  εἰ δέ ποτε αὐτῷ καὶ λογισμὸς ἄτοπος ὑπογράψειέ τι τοιοῦτον, ἀλλ' ἀσθενὴς ἡ φαντασία καὶ ταχέως σβεσθῆναι δυναμένη, διὰ τὸ μὴ προσκεῖσθαι ἔξωθεν τὴν ἀπὸ τῆς θεωρίας ὕλην τῇ φλογί.
000-00-00 Serial Number=0360120595
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00352]  πῶς ἴσχυσεν ὁ λογισμὸς ὑπηρετήσασθαι τοῖς γινομένοις;
000-00-00 Serial Number=0073244810
De sanctis martyribus [2] Ante [Go Back]  
 [00147]  καὶ βασιλικὸς ἔσται λοιπὸν οἶκος ἡ διάνοια ἡμῶν, καὶ οὐδεὶς ἄτοπος λογισμὸς ἐπιβῆναι δυνήσεται, τῆς τῶν μαρτύρων μνήμης ὥσπερ τινὸς ἀνθηρᾶς ζωγραφίας διαπαντὸς ἡμῖν ἐναποκειμένης, καὶ πολλὴν ἐναφιείσης τὴν μαρμαρυγὴν, καὶ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ συνεχῶς ἡμῖν ἐνδιαιτωμένου.
000-00-00 Serial Number=0074436128
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00050]  ὁ λογισμὸς δὲ καὶ ὁ νοῦς ὥσπερ ὑπό τινων πτερῶν κουφιζόμενος τῆς τοῦ Πνεύματος χάριτος, καὶ διὰ παντὸς ὑμῖν ἐπιχωριάζων, ἅπαντα τοῦτον τὸν δῆμον ἐν τοῖς ἐκείνου περιέφερε σπλάγχνοις, ὃ δὴ καὶ ὑμεῖς ἐπάσχετε.
000-00-00 Serial Number=0586670280
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02144]  ἡ γὰρ ὄντως ἀταξία καὶ ταραχὴ, οὐχ ἡ τῶν πραγμάτων ἐστὶ φορὰ, ἀλλ' ὁ οὕτω διακείμενος λογισμὸς, ὃς κἂν μυρίας εὐταξίας ἀπολαύῃ, ἕως ἂν μὴ τὴν ἀταξίαν τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται, οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον·
 [07012]  ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατώρθωτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο.
000-00-00 Serial Number=0690043509
Epistula ad Cyriacum Ante [Go Back]  
 [00656]  ἐν γὰρ αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τότε ἐτύγχανεν, ὅτε σφοδροτέρα τῆς φύσεως ἡ φλὸξ ἐγείρεται, ὅτε πολλὴ τῆς ἐπιθυμίας ἡ ζάλη, ὅτε ἀσθενέστερος μὲν ὁ λογισμὸς τῶν νεωτέρων, αἱ δὲ ψυχαὶ οὐ σφόδρα φράττονται τῇ συνέσει, οὐδὲ πολλὴν τῆς ἀρετῆς ποιοῦνται σπουδήν, ἀλλ' ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος.
000-00-00 Serial Number=0897196770
Epistula ad abbatem Ante [Go Back]  
 [00106]  πᾶς γὰρ λογισμὸς χωρίζων τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ, εἰ καὶ δοκεῖ ἀγαθὸς εἶναι, ὅλως διάβολός ἐστιν, ἵνα μὴ εἴπω τοῦ διαβόλου ἐστίν.
000-00-00 Serial Number=0411418140
Epistula ad monachos Ante [Go Back]  
 [00004]  πᾶς γὰρ λογισμὸς χωρίζων νοῦν ἀπὸ τοῦ Θεοῦ, εἰ καὶ δοκεῖ ἀγαθὸς εἶναι, ἀλλ' ὅλος διάβολός ἐστιν, ἵνα μὴ εἴπω τοῦ διαβόλου ἐστίν·
 [00115]  οὐ λέγει ἡμῖν περὶ λογισμῶν, τὸν ἄνθρωπον εἶπε κατ' εἰκόνα Θεοῦ, ὁ δὲ λογισμὸς πῶς ἄνθρωπος;
 [00126]  οὐ γὰρ τὰ πάθη πρὸς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς τῶν παθῶν δεσπότης ἐδόθη σοι ἄρχειν τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους κρατεῖν.
 [00134]  Ὥσπερ οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ θυρῶν, ἐὰν μὴ ὦσιν οἱ φυλάσσοντες καὶ εἰδότες πότε μὲν κλείειν, πότε δὲ ἀνοίγειν, οὕτως οὐδὲ μοναχῷ τῶν ἄλλων κατορθωμάτων ὄφελος, ἂν μὴ ὁ λογισμὸς ᾖ θυρωρὸς τῶν αὐτοῦ βουλευμάτων.
 [00135]  Τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν τῆς καρδίας μετὰ ἀκριβείας καὶ πολλῆς ἐπιστήμης ἐπιτετραμμένος καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ εἰσάγειν, κἄν τις λογισμὸς ἐκβιάσηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ καὶ μὴ ἐᾶν εἰς λόγους ἐκφέρεσθαι, ἀλλὰ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν καὶ ἀσφαλῆ τὴν θύραν ἔχειν καὶ ἀκριβῆ τὴν φυλακήν.
000-00-00 Serial Number=0399210572
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01014]  ἀλλ' ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος.
000-00-00 Serial Number=0031963646
Expositiones in Psalmos Ante [Go Back]  
 [00398]  Ὥσπερ γὰρ λήμη τῇ τῶν ὀφθαλμῶν διειδεῖ κόρῃ προσιζάνουσα ἐπισκοτεῖ καὶ θολοῖ τὸ φωτίζον, οὕτω δὴ καὶ λογισμὸς ὑπὸ πονηρίας κατειλημμένος σκοτοῖ καὶ πηροῖ τὴν διάνοιαν.
 [00628]  Οὐ γὰρ οὕτω Σκύθαι, οὐδὲ Θρᾷκες, οὐ Σαυρομάται, καὶ Ἰνδοὶ, καὶ Μαῦροι, καὶ ὅσα ἄγρια ἔθνη πολεμεῖν εἰώθασιν, ὡς λογισμὸς ἀτοπώτατος ἐνδομυχῶν τῇ ψυχῇ, καὶ ἐπιθυμία ἀκόλαστος, καὶ χρημάτων ἔρως, καὶ δυναστείας πόθος, καὶ τῶν βιωτικῶν πραγμάτων ἡ προσπάθεια.
 [02367]  ἐπὶ δὲ τῶν δόλους ῥαπτόντων σήμερον οὗτος κατεβλήθη ὁ λογισμὸς, καὶ πάλιν αὔριον ἕτερος·
 [06269]  Τὸ γὰρ ζητούμενον ἐνταῦθα, ψυχὴ νήφουσα, διεγηγερμένη διάνοια, καρδία κατανενυγμένη, λογισμὸς ἐῤῥωμένος, συνειδὸς ἐκκεκαθαρμένον.
000-00-00 Serial Number=0782813311
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04828]  Ἐν κλαυθμῷ Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς εἰδότας, καὶ τὸ μῆκος, καὶ τὴν ταλαιπωρίαν τῆς ὁδοῦ ἰλιγγιᾷν, εἰκότως καὶ τοῦτον ἀναιρεῖ τὸν φόβον λέγων, ὅτι Οὐ φεύγοντες ἥξετε, οὐ δὲ θορυβούμενοι, ἀλλὰ μετὰ τιμῆς καὶ παρακλήσεως καὶ ἀνέσεως τῆς προσηκούσης, καίτοι ποῖος τοῦτο λογισμὸς εὑρεῖν δυνήσεται, ὅτι τῆς πόλεως ἁλούσης, καὶ τῶν δεσποτῶν χειρωθέντων, οἱ δοῦλοι παρὰ τῶν δεσποτῶν τῶν χειρωσαμένων μετὰ τιμῆς ἔμελλον ἀπολύεσθαι πρὸς τὴν οἰκείαν;
000-00-00 Serial Number=0270437658
Fragmenta in Proverbia Ante [Go Back]  
 [00336]  ὅπερ οὖν ἐν σώμασιν ὀφθαλμὸς, καὶ γλῶττα, καὶ χεῖρες, τοῦτο ἐν τῇ ψυχῇ λογισμὸς, ὁρμὴ, καὶ κρίσις·
 [00883]  [59] β.] Ἐπεὶ θηρευτής ἐστι καὶ ἁλιευτὴς ἡμῶν ὁ λογισμὸς, ὁ οὖν δόλιος ὢν οὐκ ἐπιτυγχάνει τῆς θήρας τῶν ἐναντίων λογισμῶν, ἀλλ' αὐτὸς θηρεύεται ὑπ' αὐτῶν.
000-00-00 Serial Number=0524544597
In Acta apostolorum Ante [Go Back]  
 [01783]  Φόβος, σωφροσύνη, λογισμὸς συνεσταλμένος, ψυχῆς ἐπιείκεια, ῥᾳθυμίας ἀναίρεσις, χαλινὸς τῶν ἔνδον ὄντων παθῶν, τεῖχος τῶν ἔξωθεν ἐπιόντων.
 [02605]  Ἰσχυρότερος γὰρ γίνεται λοιπὸν ὁ λογισμὸς πρὸς τὴν ἐκείνων ἀνατροπήν.
 [03870]  οὐκ ἔτι λοιπὸν ὑμᾶς ὁ πονηρὸς λογισμὸς ἀπατήσει, οὐδὲ ἐρεῖτε, ὅτι Ἀδιάφορόν ἐστι τόδε, οὐκ ἔτι τῇ συνηθείᾳ φθέγξεσθε, ἀλλὰ πρὸς ἅπαντα στήσεσθε γενναίως, ἵνα διὰ πάντων τὴν κατὰ Θεὸν ἀρετὴν διανύσαντες, τῶν αἰωνίων ἀπολαύσητε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09999]  Ὃς γὰρ ἂν ἐπεισέλθῃ λογισμὸς εὐσεβὴς, πάντας διωθεῖται καὶ διακρούεται, πάντας ῥίπτει πλαγίους.
000-00-00 Serial Number=0798783839
In Isaiam Ante [Go Back]  
 [01017]  ὁ δὲ λογισμῷ μὲν οὐδενὶ χρησάμενος (ποῖος γὰρ λογισμὸς ἀνακαλῦψαι δυνατὸς ἦν τοῦ Γιεζῆ τὴν κλοπήν;), θείᾳ δὲ χάριτι τὰ πόρρωθεν γεγενημένα προιδών.
000-00-00 Serial Number=0303885937
In Joannem Ante [Go Back]  
 [04383]  Οὐδὲν γὰρ οὕτω ποιεῖ σκοτόδινον, ὡς ἀνθρώπινος λογισμὸς, ἀπὸ τῆς γῆς πάντα φθεγγόμενος, καὶ μὴ ἀνεχόμενος φωτίζεσθαι ἄνωθεν.
 [04889]  Τὸν γὰρ σταυρὸν πηγὴν ζωῆς εἶναί φησιν, ὃ λογισμὸς μὲν οὐκ ἂν ῥᾳδίως παραδέξαιτο·
000-00-00 Serial Number=0492620170
In Psalmos 101-107 Ante [Go Back]  
 [00346]  ἀλλ' οὐχ εὗρεν ὁ ἀνθρώπινος λογισμὸς οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρότερον.
000-00-00 Serial Number=0751795888
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00544]  Πρὸς ταῦτα καὶ λογισμὸς ἀγωνίζεται, καὶ νενικηκὼς μὲν ἀνακηρύττεται, ἡττηθεὶς δὲ αἰσχύνας ὀφλισκάνει.
000-00-00 Serial Number=0685633481
In Psalmum 100 Ante [Go Back]  
 [00151]  Καὶ ἡμεῖς οὖν παιδευώμεθα, ἐάν ποτε συμβῇ τινι ἡμῶν χαλεπὸν ἢ περιστατικὸν πρᾶγμα, καὶ ἐπανέλθῃ λογισμὸς τοῦ Πονηροῦ, μὴ κυριεύσῃ ἡμῶν τοῦ ἡγεμονικοῦ, ἀλλὰ παρέλθῃ ἀβλαβῆ τηρήσας ἡμῶν τὴν καρδίαν, ὥστε λέ γειν καὶ ἡμᾶς·
000-00-00 Serial Number=0187526464
In Psalmum 145 Ante [Go Back]  
 [00261]  Οὐκ εἰσὶ διάβροχοι αἱ νευραὶ, τῇ πλεονεξίᾳ τῆς μέθης διαλυθεῖσαι, ἀλλ' εὔτονος ὁ λογισμὸς, διεγηγερμένος ὁ νοῦς, νήφουσα ἡ ψυχή.
000-00-00 Serial Number=0459130228
In adorationem venerandae crucis Ante [Go Back]  
 [00013]  τρέμει γάρ μου ἡ σὰρξ, καὶ ναρκᾷ ἡ γλῶσσα, καὶ τὰ χείλη μου πεπήγασι, καὶ ὁ λογισμὸς ἔνδον σιγᾷν διαμαρτύρεται.
000-00-00 Serial Number=0249970794
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02504]  οὕτω καὶ ὁ λογισμὸς, ὅταν τῶν ἀναγκαίων ἑαυτὸν ἀπαγάγῃ, περὶ τὰ ἄχρηστα στρέφεται λοιπόν·
 [06048]  Ὁ γὰρ λογισμὸς οὗτος καὶ μετὰ τὰ ὀγδοήκοντα ἔτη, ἐννενήκοντα ἐπιζητεῖ, καὶ μετὰ τὰ ἐννενήκοντα, ἑκατὸν, καὶ μετὰ τὰ ἑκατὸν, ἀργότερος ἔσται.
000-00-00 Serial Number=0247993529
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00334]  Εἰ γὰρ λόγος περὶ αὐτῆς κινούμενος οὕτω ταπεινοῖ καὶ συστέλλει, λογισμὸς διαπαντὸς ἐνοικῶν ταῖς ψυχαῖς οὐχὶ παντὸς πυρὸς μᾶλλον ἐκκαθαίρει ψυχήν;
 [00392]  οὕτω καὶ ὁ λογισμὸς, ἂν ἐξ οὐρίων τὰ ῥήματα φέρηται τὰ καλὰ, πλεύσεται ἀκινδύνως·
000-00-00 Serial Number=0579792023
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05355]  Καὶ γὰρ λῃστεῖαι καὶ ἀνδροφονίαι, καὶ ἕκαστος παράνομος λογισμὸς πρὸς αὐτὴν εἰσιὼν, συγκατεκλίνετο τῇ ψυχῇ, καὶ μισθώματος ὀλίγου καὶ τοῦ τυχόντος, τῆς παρούσης ἡδονῆς.
 [06498]  Ἰδοὺ καὶ ἕτερος πάλιν λογισμὸς, καὶ αὐτὸς ἐκ παραδειγμάτων, ἀλλ' οὐχ ὁμοίων.
000-00-00 Serial Number=0294296443
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01988]  Ἀλλὰ ταῦτα μὲν ὁ λογισμὸς ὁ ἀνθρώπινος ἀπαιτεῖ·
 [02162]  Σατανικὸς γὰρ οὗτος ὁ λογισμὸς, χάριν ἀνόνητον χαριζόμενος, καὶ ῥᾳθύμους ποιῶν.
000-00-00 Serial Number=0958583474
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00169]  μεγάλα γὰρ ἡμῖν δοῦναι ἠθέλησεν ὁ Θεὸς, ἀλλ' οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ τῶν οἰκονομιῶν.
 [01074]  ναυάγιον γὰρ ἐργάζεται ὁ λογισμὸς, καὶ ὥσπερ πλοῖον ἀσφαλές ἐστιν ἡ πίστις.
 [01091]  τί γὰρ ἂν ἔχοι κοινὸν λογισμὸς ἀνθρώπινος πρὸς ἐκεῖνα;
 [01471]  ὅπερ δὲ οὐδὲ ὁ λογισμὸς ὑποβάλλει, τοῦτο λέγεις, εἰ ἐγέννησεν, ἔπαθεν.
000-00-00 Serial Number=0729821503
In epistulam ad Colossenses Ante [Go Back]  
 [01260]  ὁ σὸς λογισμὸς καὶ ἡ συκοφαντία, ἢ ἡ τοῦ πράγματος τελειότης;
 [01568]  Ποῖος ταῦτα λογισμὸς καταδέξεται, ἂν μὴ πίστις ᾖ;
000-00-00 Serial Number=0561310053
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04575]  Ἀεὶ μὲν οὖν, μάλιστα δὲ τότε χρὴ μεμνῆσθαι τοῦ Θεοῦ, ὅταν ἐν ἡσυχίᾳ ὁ λογισμὸς ᾖ, ὅταν διὰ τῆς μνήμης ἐκείνης ἑαυτοῦ καταδικάζειν δύνηται, ὅταν κατέχεσθαι ἐν τῇ μνήμῃ.
 [05092]  Ὁρᾷς πῶς πάντα παραδραμὼν ὁ λογισμὸς, ἀνώτερον αὐτὸν ἐποίησεν, οὐ ταύτης μόνον τῆς κτίσεως, [63.127] οὐδὲ τούτων τῶν οὐρανῶν, ἀλλὰ καὶ εἴ τινες ἕτεροι ἦσαν;
 [06390]  ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον ἐκ τῶν φαινομένων τὰ μὴ φαινόμενα εἶναι.
 [06394]  ὁ γὰρ λογισμὸς οὐχ ὑποβάλλει τοῦτο, ἀλλὰ τοὐναντίον.
 [06405]  λογισμὸς γὰρ τοῦτο οὐχ ὑποβάλλει, οὐδὲ παρῆν τις ὅτε ταῦτα ἐγίνετο.
 [06514]  ποῖος γὰρ δυνήσεται λογισμὸς ἐφικέσθαι τούτων;
 [06655]  [63.160] Ὁ μὲν λογισμὸς οὐδὲν τοιοῦτον ὑπέβαλλεν·
000-00-00 Serial Number=0318736494
In epistulam ad Philippenses Ante [Go Back]  
 [03638]  ποῖος γὰρ λογισμὸς τὴν ἀνάστασιν ἡμῖν παραστήσει;
000-00-00 Serial Number=0228280902
In epistulam ad Romanos Ante [Go Back]  
 [01384]  Ἐπὶ δὲ τῶν Ἰουδαίων, μετὰ τῶν εἰρημένων καὶ ὁ νόμος ἕστηκεν, οὐχὶ λογισμὸς μόνον οὐδὲ συνείδησις.
 [05140]  Παρὰ δὲ ἡμῖν οὐχ οὕτως, ἀλλὰ καὶ λογισμὸς καὶ συνειδὸς ἐκκαθαίρεται.
000-00-00 Serial Number=0141676486
In epistulam ad Titum Ante [Go Back]  
 [00670]  Εἰ δὲ ἐνσπαρῇ τοιοῦτος λογισμὸς τὸ καθαρὸν καὶ τὸ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται·
000-00-00 Serial Number=0912903309
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00063]  Ἐνταῦθα δὲ πάλιν οὐ τὰς χεῖρας αἰνίττεται, ἀλλ' ὑπερβολικῶς αὐτὸ εἶπεν, ὡς ὅτι μὴ γνῷ ὁ πονηρός σου λογισμὸς, τί ποιεῖ ἡ ἀγαθή σου γνώμη, ἵνα μὴ ἀνατρέψῃ σε τοῦ καλοῦ.
000-00-00 Serial Number=0752482116
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00093]  Ἔνθα γὰρ ἂν ᾖ διάνοια νήφουσα, πτεροῦται ὁ λογισμὸς καὶ ἀπαλλάττεται, ὡς εἰπεῖν, τοῦ συνδέσμου τοῦ σώματος, καὶ πρὸς τὸν ποθούμενον ἀνίπταται, καὶ τῆς γῆς ὑπερορᾷ.
000-00-00 Serial Number=0711467862
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00246]  Ὁ δὲ λογισμὸς κυβερνήτου τάξιν ἐπέχει, οὔτε ὑπὸ τοῦ χειμῶνος βαπτιζόμενος, οὔτε ὑπὸ τῆς γαλήνης χαυνούμενος, ἀλλ' ἐν καιρῷ ἀνωμαλίας τὴν ἴσην αὐτῷ φιλοσοφίαν διατηρῶν, μηδέπω τῇ διαφορᾷ σαλευόμενος, καὶ τοῦτο ἢ ἐκεῖνο γινόμενος·
000-00-00 Serial Number=0588844121
In illud Vidua eligatur Ante [Go Back]  
 [00402]  Ὁμοῦ τε γὰρ ἐκεῖνος ἐφθέγξατο, καὶ πᾶσα ἐνθύμησις διαβολικὴ καὶ λογισμὸς ἄτοπος ἐδραπέτευσεν ἐκ τῆς ἡμετέρας ψυχῆς·
000-00-00 Serial Number=0131214857
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00078]  Οὐχ ὁ μὲν λόγος ἦν πρόχειρος, ὁ λογισμὸς δὲ μετέωρος·
000-00-00 Serial Number=0668104112
In principium indictionis [1] Ante [Go Back]  
 [00056]  Ὢ πόσα τῇ γυναικὶ τὰ μαχόμενα! χρόνου μῆκος, ἀλγηδόνες ἀνένδοτοι, δημεύσεις ἀνωφέλητοι, μαραινομένου σώματος λύπη, λογισμὸς κεναῖς ἐλπίσι δαπανηθείς.
 [00147]  τίς με τῇ διανοίᾳ πρὸ τῶν χειρῶν ἐψηλάφησε, τίς μου κατέσχε λογισμὸς τὴν θεότητα;
000-00-00 Serial Number=0502931952
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00017]  ὁ λογισμὸς δὲ ταράττεται καὶ θορυβεῖται, οὐκ ἔχων τί πρῶτον, τί δεύτερον εἰπεῖν, τί τρίτον·
000-00-00 Serial Number=0849461615
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00023]  καί ἐστιν ὁ μὲν λογισμὸς οἱονεὶ φλιά (τουτέστιν ὑπέρθυρον) ἐπὶ τοῖς σταθμοῖς ἑκατέροις, ἡγεμονικὸς γὰρ καὶ ἀνώτερος τῇ φύσει, τὸ δὲ πάθος ἀνάλογον ἔχει τοῖς σταθμοῖς, ὑποκείμενον τῷ λογισμῷ, [9] καθάπερ οἱ σταθμοὶ τοῖς ὑπερθύροις ὑπόκεινται.
000-00-00 Serial Number=0694333076
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00230]  τίς λογισμὸς ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν·
 [00279]  Καθάπερ γὰρ πῦρ εἰς ἀκάνθας ἐμπεσὸν ἀφανίζει ῥᾳδίως αὐτὰς, οὕτω καὶ λογισμὸς συνεχῶς παρ' ἑαυτῷ περιστρέφων τὰ πεπλημμελημένα, ῥᾳδίως αὐτὰ ἀπόλλυσι καὶ καταδύει.
000-00-00 Serial Number=0193837345
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00063]  Οὐ μάτην, οὐδὲ εἰκῇ μεταξὺ ταῦτα λέγων ἐσίγησα, ἀλλὰ καὶ συνεχύθη μοι τῆς διανοίας ὁ λογισμὸς καὶ πικρὸν προῆλθε δακρῦσαι καὶ οἰμῶξαι μέγα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»